Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Διάλογοι περὶ τῆς ἁγίας τριάδος

Κύριλλος Ἀλεξανδρείας

Λόγος Δεύτερος: Αναίρεση της ταύτισης της θείας ουσίας με το αγέννητο

Στον δεύτερο διάλογο ελέγχεται η αρειανική πλάνη περί αγεννήτου και τεκμηριώνεται η προαιώνια, απαθής και κατά φύσιν γέννηση του Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 3 από 8

ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ Ὅτι καὶ συναΐδιος τῷ Θεῷ καὶ Πατρὶ καὶ ἐξ αὐτοῦ κατὰ φύσιν γεννητὸς ὁ Υἱός. Α. Ἆρ᾽ οὐκ ἀληθὲς εἰπεῖν, ὦ Ἑρμεία, ὡς ἁπλοῦς τε ἔφυ τῆς ἀληθείας ὁ μῦθος καὶ ἀρίστην ὅτι μάλιστα τὴν ἕδραν ἐν καρδίαις ἔχει ταῖς ἁπλαῖς, παρὰ πολὺ δὲ ἡδίων ἢ μελιττῶν ἐστι πόνος; Ἀληθὲς δὲ ὅτι τὸ χρῆμά ἐστιν ἀναπείσει λέγων ὁ Θεῖος Δαβὶδ πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν· «Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου.» Β. Ναί. Τῆς ἀληθείας κομιδῇ μὲν ἁπλοῦν καὶ κηρίων αὐτῶν ἡδίονα συμφήσαιμ᾽ ἂν εἶναι καὶ αὐτὸς τὸν λόγον· ἁπλότητος δὲ τῆς ἔν γε τουτοισὶ ποδαπὸς ἂν νοοῖτο πρὸς ἡμῶν ὁ τρόπος; Α. Τί γὰρ ἕτερον ἁπλοῦν ἡμῖν ὄντα τῆς ἀληθείας τὸν μῦθον παραδείξειεν ἂν ἢ τὸ πολυπλόκων μὲν ἀπηλλάχθαι διασκεμμάτων καὶ οἱονεὶ βλοσυρόν τι καὶ ἀμειδὲς ὁρώσης ἐννοίας καὶ φιλοκακούργως συντεθειμένης καὶ τῆς ἐνούσης εὐσθενείας αὐτῇ ποιουμένης τὴν ἔνδειξιν οὐκ ἐφ᾽ οἷς ὀνήσει πρὸς ἀληθείας εὕρεσιν, ἀλλ᾽ ἐφ᾽ οἷς ἂν οὐ μετρίως καταλωβήσαιτο τοὺς ἀκροωμένους; Πάρα δέ, εἴ σοι δοκεῖ, καθάπερ ἐν πίνακι λαμπρῶς καθιδεῖν τὸν ἐμὸν τοῦ πρέποντος οὐχ ἡμαρτηκότα λόγον εἰ τὴν Ἀρείου τε καὶ τῶν ἀμφ᾽ αὐτὸν καταθρήσεις αἵρεσιν, οἷς καὶ εὖ ἔχειν εἰπεῖν οἰήσομαι δεῖν· «Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὑμεῖς δυνήσεσθε εὖ ποιεῖν, μεμαθηκότες τὰ κακά.»

Παρδάλεως γὰρ οἶμαι διενεγκεῖν οὐδὲν τῶν δι᾽ ἐναντίας τὸν νοῦν. Ἡ μὲν γὰρ ποικίλως κατεστιγμένη, παμμιγῆ καὶ πάμμορφον χρωμάτων συνδρομὴν ἐπὶ νῶτα φέρει· οἱ δὲ ἀνόμιόν τε καὶ ἀσυναφῆ καὶ αὐτὸν ἔχουσι τὸν νοῦν, καὶ τὸν ἐκ καρδίας ἱεῖσι πρὸς τὸ ἄνω λόγον. «Βόλις γὰρ τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν, κατὰ τὸ γεγραμμένον, δόλια τὰ ῥήματα τοῦ στόματος αὐτῶν.

Τῷ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικά, καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχθραν.» Ὑποπλάττονται μὲν γὰρ κατ᾽ οὐδένα τρόπον τῇ τοῦ Μονογενοῦς ἀντιφέρεσθαι δόξῃ· τιτρώσκουσι δὲ καθάπερ ὀξείᾳ βολίδι, παλίμφημά τε καὶ δυσαχθῆ τὰ ἀπὸ γλώττης ἱέντες ῥήματα. Β. Τὰ ποῖα ἅττα φῄς; Α. Ὀρθῶς γὰρ δὴ λίαν Υἱὸν ὀνομάζοντες τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, καὶ μὴν καὶ ὡς εἴη γεγεννημένος συνομολογεῖν οὐ παραιτούμενοι, τὸν τῆς ἀληθείας παραβιάζονται λόγον, περιτρέποντες ἀνοσίως εἰς πᾶν τοὐναντίον τὴν ἐπ᾽ αὐτῷ δόξαν, καὶ εἰς ἑτέραν τινὰ μεθιστάντες φύσιν παρὰ τὴν ἐν Πατρὶ νοουμένην, ὡς ἐξούσιόν τε εἶναι καὶ ἑτεροφυά, μᾶλλον δὲ εἰσάπαν ἐξεστηκότα τῆς τοῦ λεγομένου τεκεῖν σχέσεως φυσικῆς, οὐκ ἔτι δὲ κατ᾽ αὐτοὺς καὶ γεγεννηκότος.

Τὸ δὲ δὴ πρὸς τοῦτο ἠλιθιότητος καθικνεῖσθαι φιλεῖν, φαίην ἂν ἔγωγε προξενεῖν αὐτοῖς ἕτερον οὐδὲν ἢ ἐκεῖνο. Β. Τὸ ποῖον δή; Α. Τὸ κατωφρυῶσθαι λίαν, οἴεσθαι δέ τι τῶν ἄλλων εἰδέναι φρονεῖν τε καὶ λέγειν ἀπορρητότερον, ἐπησκῆσθαί τε καὶ λόγων ἁμίλλας καὶ μὴν καὶ δοκησισόφοις ἐντεθράφθαι τέχναις, καὶ ταῖς τῶν ἐννοιῶν πρὸς πᾶν ὁτιοῦν εὐκόλοις περιστροφαῖς κατὰ κράτος ἑλεῖν δύνασθαι τοὺς ἁπλῇ συνέσει διαβιοῦν ἑλομένους, καλαμίνην δὲ ὥσπερ ταῖς ἑαυτῶν ψυχαῖς ὑποστήσαντες ῥάβδον τὴν ἐν κόσμῳ σοφίαν καὶ νενοθευμένων ἐννοιῶν συρφετοὺς συλλέγοντες, τῆς τῶν δογμάτων ὀρθότητος τὸ μὴ χρῆναι διαμαρτεῖν οὐδέν, οἶμαι, καταλογίζονται. Οὐ γὰρ ἐννοοῦσιν ὅτι ξυνωρὶς μὲν ἱερὰ τῶν Ἀαρὼν κατεφλέχθη παίδων, ἐπεί τοι τὸ Θεῷ δοκοῦν ἐβιάζετο καὶ ὀθνεῖον τῷ θυσιαστηρίῳ προσεκόμιζε πῦρ, οὔτε μὴν ἐπαΐειν τάχα που λοιπὸν ἀνέχονται διακεκραγότος τοῦ νόμου· «Καὶ οὐκ εἰσοίσεις βδέλυγμα εἰς τὸν οἶκόν σου, καὶ ἀνάθεμα ἔσῃ ὥσπερ καὶ τοῦτο. Προσοχθίσματι προσοχθιεῖς καὶ βδελύγματι βδελύξῃ, ὅτι ἀνάθεμά ἐστι.» Πῦρ γὰρ ἀληθῶς ἀλλότριον καὶ ἀπᾴδον Θεῷ θερμὸν διανοίας κίνημα, τῆς δαιμονιώδους σοφίας ἐκμεμεστωμένον καὶ οὔ τί που τῶν ἱερῶν Γραμμάτων ἐκκεκαυμένον. Βδέλυγμα δὲ αὖ τὸ εἰς Θεοῦ τύπον πλαστουργούμενον ἄγαλμα.

Τοιουτονὶ δὲ κἀκεῖνοι διαπλάττουσι τὸν Υἱόν, τιμῇ μὲν καὶ δόξῃ λαμπρᾷ καὶ θεοπρεπεὶ κατηγλαϊσμένον {καὶ θεοπρεπῶς}, πλὴν οὐκ ἀληθῆ, νόθοις δὲ ὥσπερ ὀνόμασι καὶ θεοπρεπέσι φωναῖς εἰδοποιηθέντα Θεόν.

Τὸ γάρτοι φάναι μὲν ὅτι γεγέννηται, καὶ Υἱὸν ὀνομάζειν αὐτόν, μὴ μὴν ἔτι καὶ οἴεσθαι γεγεννῆσθαί τε καὶ Υἱὸν εἶναι κατὰ φύσιν, τί ἂν εἴη λοιπὸν ἢ τοῦτο; Ἡμῖν δὲ ὁ θησαυρὸς ἐν ὀστρακίνοις σκεύεσι, καὶ γυμνὴ σοφίας κοσμικῆς καὶ δαιμονιώδους ἀπάτης ἡ ἀλήθεια φίλη. Β. Φίλη γάρ, καὶ ἄριστά γε ἔφης. Ἀλλ᾽ ἴοις ἂν ἤδη καὶ πρὸς βάσανον τῶν ἐκείνοις ὑπειλημμένων περί τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Τὸ γὰρ δὴ μάλιστα τελοῦν εἰς ὄνησιν τοῖς ἐντευξομένοις τουτὶ δοίην ἄν. Α. Ὀνήσειεν ἂν οἶδ᾽ ὅτι μάλιστά γε τουτί. Καὶ ἐπείπερ ὧδε ἔχειν ἀριστά σοι δοκεῖ, φέρε καθάπερ Ἑλλήνων οἱ ποιηταί φασι, πεῖσμ᾽ ἀπολυσάμενοι, καὶ οἱάπερ ἀκτῆς καὶ ὁρμητηρίων ἀπαίροντες, ἀφῶμεν εἰς πέλαγος ὁλκάδα ὅπως τὸν λόγον. Β. Ἰτέον δὴ οὖν. Α. Ἴδιον μὲν δὴ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ Πατὴρ ὄνομά τε καὶ χρῆμα διὰ τῶν ἤδη προεξεσμένων διεβεβαιούμεθα, καὶ οὐχ ἑτέρου του χάριν ἢ ὅτι γεγέννηκεν ἐξ ἑαυτοῦ τὸν Υἱόν, ἴδιον δὲ αὖ τοῦ Υἱοῦ τὸ Υἱὸς ὄνομα τὴν αἰτίαν ἐπάγοντες ὅτι γεγέννηται παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Ἐδόκει δὲ ἡμῖν ἡ τοιαύτη φαίνεσθαι δόξα διαβολῆς ἁπάσης ὡς ἀπωτάτω. Β. Ἐδόκει γὰρ οὖν καὶ μάλα· πλὴν ἐκεῖνο ἐρῶ. Δέδια γὰρ δὴ καὶ τετάραγμαι καθορῶν ὅποι ποτὲ ἡμῖν ἡ τῶν νοημάτων ἐκτελευτήσει διεκδρομή.

Οἴου γὰρ ὅτι πάντως που φήσειεν ἂν ὁ διεστραμμένος· Εἰ τῷ Θεῷ καὶ Πατρὶ τὸ Πατὴρ ἴδιον ὄνομά τε καὶ χρῆμά ἐστιν ὅτι γεγέννηκε, τῷ γε μὴν Υἱῷ, τὸ Υἱὸς ὅτι γεγέννηται, καὶ ἀληθὲς εἰπεῖν ὅτι τὴν εἰς ἄλληλα μεταβολὴν ἀνεπίδεκτον ἕξει τὰ δηλούμενα, ἔσται γὰρ ἀεὶ Πατὴρ ὁ Πατήρ, εἰς Υἱὸν οὐ μεταπλαττόμενος, καὶ μὴν καὶ ὁ Υἱὸς Υἱός, εἰς Πατέρα μὴ μεθιστάμενος· ἴδιον ἔσται τοῦ Πατρὸς τὸ ἀγέννητον, ἐπείπερ ἴδιον τοῦ Υἱοῦ τὸ γεννητόν. Καὶ ἐπείπερ ἐστὶν ἕτερον ἀληθῶς τὸ ἀγεννήτως εἶναι παρὰ τὸ γεννητῶς, ἑτεροίως ἕξουσι καὶ αὐτοί, καὶ οὐκ ἔν γε τοῖς ὁμοίοις ἀπαραλλάκτως ὄντες νοηθεῖεν ἄν. Α. Εἶτα τί δρῷεν ἂν οἵ γε τοιοῦτοι πάλιν ἢ τὸ τῆς ἐν Χριστῷ νοουμένης ἁπλότητος παρασημαίνειν τὸ κάλλος, καθὰ καὶ οἱ τὸ χρυσοῦν νόμισμα κιβδηλεύοντες; Ἄθρει γὰρ ὅπως τὸν ὀρθὸν τῆς ἀληθείας παρευθύνουσι λόγον, καὶ νόθης σοφίας εὑρήμασιν ἐπαγάλλονται· λαλοῦντες δὲ τὰ ὑπέρογκα, καταπτοιεῖν οἴονται τὴν συναγωγὴν Κυρίου, κατὰ τὸν ἀλαζόνα Γολιάθ. Β. Ἔχει μὲν ὧδε. Πλὴν ἴσθι τοῦτο ἐροῦντας καὶ οἷς ἔφην ἀρτίως ἐνστησομένους. Α.

Ἀλλ᾽ ἔξεστι δή που παντί τῳ λοιπὸν ἐκκεκρουσμένους ὁρᾶν καὶ λογισμοῦ τοῦ καθήκοντος καὶ φρενὸς ἀγαθῆς, καὶ αὐτοὺς ταῖς σφῶν ἀμαθίαις ἐποιμώζειν ὀφείλοντας, εἰ ταυτί τε ἔχειν ἐροῦσιν ὀρθῶς, καὶ κατ᾽ ἐκείνους ἔσονται τοὺς οἷσπερ ἐδόκει λέγειν· «Ἐθέμεθα ψεῦδος τὴν ἐλπίδα ἡμῶν καὶ τῷ ψεύδει σκεπασθησόμεθα.» Ἠγνοήκασι γάρ, ὡς ἐγᾦμαι, πρῶτον μὲν ὅτι οὐ ταὐτόν ἐστιν οὔτε τὴν ὁμοίαν ἂν ἔχοι δήλωσιν ἀγέννητος καὶ πατήρ. Οὐ γὰρ εἴ τι πατὴρ ἔσται δή που καὶ ἀγέννητον πάντη τε καὶ πάντως· οὔτε μὴν εἴ τι ἀγέννητον, τοῦτό ἐστι καὶ πατήρ.

Ἢ εἴπερ οὐχ ὧδε ἔχει, πολλὰ μὲν ἀγέννητα, πολλοὶ γὰρ πατέρες. Μυρίοι δὲ ὅσοι πατέρες τοσαῦτα δὲ εἶναι καὶ τὰ ἀγέννητα παραδείξειεν ἂν ἡμῖν τῶν νοημάτων ἡ βάσανος. Τὴν γάρτοι τῶν ὄντων εἰ διασκεψαίμεθα φύσιν καὶ τὸν ἐφ᾽ ἑκάστῳ λόγον ὡς ἔνι διαγινώσκοιμεν, οὐ πάντα διὰ γεννήσεως παρενηνεγμένα πρὸς ὕπαρξιν καταθρήσαιμεν ἄν.

Εἰ καὶ ὅτι μάλιστα ψυχρός τε καὶ ἄναλκις τῶν διεστραμμένων ὁ λόγος, οὐχ ἕν τι κυρίως τοῦ ἀγεννήτου σημαίνοντος· πολλὰ γὰρ ἀγέννητα καὶ ταῖς κατ᾽ εἶδος διαφοραῖς ἕτερα κατὰ τὴν φύσιν· τί δὴ οὖν ἄρα φαῖεν ἂν εἴ τις ἔροιτο τυχόν· Τὸ πατὴρ ὄνομα τί ἂν βούλοιτο δηλοῦν; Πότερα τὸ μὴ γεγεννῆσθαι πρός τινος, ἢ μᾶλλον ὅτι γεγέννηκεν; Β. Τό, οἶμαι, ὅτι γεγέννηκεν. Α. Ὀρθῶς. Εἰ μὲν οὖν ὁ τῆς πατρότητος νόμος πάντη τε καὶ πάντως πρὸς τὸ ἀγεννήτως εἶναι τοὺς πατέρας μεμελέτηκεν ὑψοῦν, τί μὴ καὶ ἡμεῖς αὐτοὶ πρὸς τὸ ἀγεννήτως εἶναι διᾴττομεν, ἀναδεδειγμένοι πατέρες; Εἰ δὲ ὁ τῆς φύσεως θεσμὸς ἐπ᾽ ἐκεῖνο μὲν οὐδαμῶς, ἀποφέρει γε μὴν ἐπὶ τὸ ἔχειν ἐξ ἑαυτῶν τὰ τικτόμενα, καὶ οὐκ ἂν ἑτέρως ἔχοι, τί τὴν ἀλήθειαν παραφθείροντες, ἴδιον εἶναί φασι τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἀγέννητον, καίτοι τῆς πατρὸς ἐπωνυμίας καὶ ἐφ᾽ ἡμῶν αὐτῶν ἕτερον οὐδὲν καταδηλοῦν δυναμένης ἢ μόνον ὅτι γεγέννηκεν; Β. Οἴει δὲ δή τι χρῆναι λέγειν ἡμᾶς, εἴ τῳ καὶ ἔρεσθαι δοκοίη πότερα γεννητὸς ἢ ἀγέννητος ὁ Θεὸς καὶ Πατήρ; Α. Φαίην ἂν ὅτι, κατά γε τὸν ἀμωμήτως ἔχοντα νοῦν, ἀγέννητος μέν, πλὴν οὐχ ὅτι πατὴρ διὰ τοῦτο πάντως καὶ ἀγέννητος, ἀλλ᾽ ὅτι μὴ ἐγεννήθη πρός τινος· ἀλλ᾽ 〈ὡς〉 ἔστιν ἀγεννήτως, γεννητῶς ἔχων ἐξ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ τὸν ἴδιον Υἱόν, ταύτῃ γὰρ δή τοι καὶ Πατὴρ ὀνομάζεται. Β.

Καὶ ἔστω ταῦτα, φησί, πλὴν τὸ ἀγεννήτως εἶναι παρὰ τὸ γεννητῶς ἑτεροίως ἕξει καὶ οὐ ταὐτὸν ἂν νοοῖτο.

Εἰ γὰρ μὴ ἕτερόν ἐστι καὶ ἕτερον, οἴει δὲ εἶναι ταὐτόν, χωρείτω πάλιν ἐπ᾽ ἀμφοῖν ἀδιάκριτος ἡ μεταβολή, καὶ ἡ τῶν ὀνομάτων ἰδιότης ὁμοίως ἔστω τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, καθὰ καὶ τὸ ἄφθαρτος καὶ ἀόρατος καὶ τὰ λοιπά. Α. Ἕτερον μέν τι τὸ ἀγεννήτως εἶναι παρὰ τὸ γεννητῶς ἀνενδοιάστως καὶ ὁμολογουμένως· τὴν γὰρ τοῦ πρέποντός τε καὶ ἀληθοῦς τάξιν οὐ παραλύσομεν. Πλὴν ἔν γε τοῖς τοιούτοις ἡ τῶν ὀνομάτων διαφορὰ οὐχ ἑτερότητα τὴν ὡς Θεοῦ καθὸ Θεὸς ὑπεμφήνειεν ἄν, σημαίνει δὲ μόνον ὅτι μὴ τοιῶσδε ἐστί, τουτέστι μὴ γεγεννημένος. Τί δὴ οὖν ἄρα πρὸς τοῦτό φασιν οἱ πάντα φύρδην ἀλλήλοις συναναχέοντες, καίτοι δεινὸν ἔχοντες περὶ ταῦτα τὸν νοῦν, ἐξωφρυωμένοι τε ἄγαν καὶ ἀναφυσῶντες μέγα; Β. Συμβέβηκεν οὖν τῷ Θεῷ καὶ Πατρὶ τὸ ἀγέννητον. Α. Ἥκιστά γε· ἅμα γὰρ νοεῖται Θεός, καὶ σὺν αὐτῷ πάντα τὰ αὐτοῦ, καὶ οὐκ ἂν νοοῖτό τι συμβεβηκὸς ἐπ᾽ αὐτοῦ.

Καὶ μὴ θαυμάσῃς, ἐπεί τοι καὶ ἐφ᾽ ἡμῶν αὐτῶν οὕτω ἔχον κομιδῇ τοῖς ἐθέλουσιν ἀταλαίπωρον ἰδεῖν. Καίτοι γὰρ ἐν χρόνῳ τὸ εἶναι λαχόντες, ὁμοῦ τοῖς οὐσιωδῶς ἐνυπάρχουσι καὶ ἀχωρίστως προσπεφυκόσιν ἀπογεννώμεθα. Οὐδὲν οὖν ἄρα νοοῖτ᾽ ἂν εἰκότως ἐπὶ Θεοῦ τὸ συμβεβηκὸς αὐτῷ.

Καὶ εἴπερ ἐστὶ τὰ συμβεβηκότα ἢ καὶ φυσικῶς ἐνόντα ταῖς τινων οὐσίαις οὐκ ἐν ὑπάρξει δὴ πάντως αὐτὰ καθ᾽ ἑαυτὰ τῇ ἰδίᾳ καὶ διωρισμένῃ, καθάπερ ἐπ᾽ ἀνθρώπου νοοῦμεν ἢ γοῦν ἐφ᾽ ἑτέρου τῶν ὄντων τινός, ὁρᾶται δὲ μᾶλλον περὶ τὰς τῶν ὄντων οὐσίας, ἤγουν ἐν αὐταῖς, ποῖον ἔχειν ἐν Θεῷ τόπον τὸ ἀγέννητον ὑποτοπητέον; Εἰ γάρ ἐστί τι τὸ ἀγέννητον αὐτὸ καθ᾽ ἑαυτὸ καὶ ἐν ὑπάρξει τῇ ἰδίᾳ κείμενον· ἔστι δὲ τοῦτο, καθάπερ ἐκεῖνοί φασιν, ἴδιον τοῦ Θεοῦ καὶ Πατρός· ἕτερον ἂν εἴη παρὰ τὸν οὗ ἐστιν ἴδιον. Τὸ γάρ τινος ὂν καὶ ὑπάρχον ἰδιοσυστάτως ἕτερόν που πάντως ἐστὶ παρὰ τὸν οὗ ἐστι. Καὶ δεδίπλωται λοιπὸν ἡ ἁπλῆ τοῦ Πατρὸς φύσις, ἐκ πατρὸς ἡμῖν καὶ ἀγεννήτου συντεθειμένη.

Προσεκτέον δὲ οὐχὶ ταῖς ἐκείνων δοκησισοφίαις, ἀλλὰ ταῖς τοῦ Σωτῆρος φωναῖς, εὖ μάλα διαγινώσκοντος τήν τε ἑαυτοῦ καὶ τοῦ τεκόντος φύσιν. Ἀγέννητον μὲν γὰρ οὐδαμῶς, Πατέρα δὲ ἡμῖν ὠνόμαζεν αὐτόν. Β. «Ἄμελγε γάλα καὶ ἔσται βούτυρον,» ὁ τοῦ Σολομῶνος ἡμῖν ἐξᾴδει λόγος, καὶ σοφόν, ὥς γέ μοι δοκεῖ, τὸ χρησμῴδημα.

Τὸ γάρ τοι κατερεθίζειν ἐπὶ τὸ χρῆναί τι τῶν ἀναγκαίων εἰπεῖν, τὸν ἀπορρήτοις ἐννοίαις μεθύοντα νοῦν καὶ μαθήμασι τοῖς θείοις μεμεστωμένον, εἴη ἄν, κατά γε τὸ αὐτῷ μοι δοκοῦν, ἕτερον οὐδὲν ἢ ἐκεῖνο δρᾶν, τῶν εἰς εὐσέβειαν ἡκόντων οἷά τινος γάλακτος ἐμφορεῖσθαι λόγων οὐ μετρίως ἐρᾶν. Οὐκοῦν, ἢν ἐφίης, ἔσομαι τοιοῦτος, πρόσκλησιν ὥσπερ τινὰ ταῖς εἰς τὸ νοεῖν προθυμίαις τὸ ἀντιφέρεσθαι δοκοῦν ἀεί πως παρεντιθείς. Ἀπόκριναι δὴ οὖν ἐρομένῳ καὶ τόδε· Ἆρ᾽ οὐκ οἶδε, φησίν, ἀγέννητον ὄντα ὁ Υἱὸς τὸν Πατέρα; Α. Ναί, καταρνήσομαι γὰρ οὐδαμῶς, ἀλλ᾽ οὐδ᾽ ἂν ἁλοίην πώποτε τοῖς ἐναργέσι φιλονεικῶν· πλὴν οἶδεν ὄντα ἀγέννητον ὡς ἄφθαρτον καὶ ἀθάνατον καὶ ἀόρατον· ἀλλ᾽ ἐμέμνητο μὲν τῶν τοιούτων οὐδενός, κατωνόμαζε δὲ Πατέρα λέγων· «Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου.» Καὶ αὖ· «Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς.» Καὶ μὴν καί· «Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω.» Τί δέ;

Οὐχὶ καὶ τὸν ἐπὶ τῷ ἁγίῳ βαπτίσματι θεσμοθετήσας ὅρον, καὶ τῆς ἀμωμήτου πίστεως τὴν ἐν ἀρχαῖς ὑποβάθραν τοῖς ἀνὰ πᾶσαν τὴν ὑφ᾽ ἥλιον κατατιθείς, οὐ παρεὶς ἐκεῖνα καὶ παριππεύσας, τό τε ἄφθαρτόν φημι καὶ τὸ ἀγέννητον καὶ τὰ λοιπά, βαπτίζειν ἐκέλευσεν «εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος,» τά, οἶμαι, δι᾽ ὧν μὲν ἥκιστα χρῆν τὴν ἁγίαν ἡμῖν Τριάδα καταδηλοῦν προμηθέστατα παρωθούμενος, ἀπολεξάμενος δὲ καὶ προθεὶς τῶν ἄλλων τὰ τῶν ὀνομάτων εὐκρινεστάτην ἡμῖν καθιστάντα τὴν ἑκάστου τῶν σημαινομένων ἰδίαν ὕπαρξιν; Κοινὰ γάρ, ἵν᾽ οὕτως εἴπω, τῆς ὅλης θεότητος λέγοιτ᾽ ἂν τὰ τῇ οὐσίᾳ τῇ ἀνωτάτῳ προσπεφυκότα, καὶ τὴν θείαν μέν τις εἰ κατονομάσαι φύσιν, ὁλόκληρον ἡμῖν ὡς ἐν ἑνὶ τῷ σημαινομένῳ παρέδειξεν εὐθὺς τὴν ἁγίαν Τριάδα, τὴν ἐν μιᾷ θεότητι νοουμένην, πλὴν οὔπω διεσταλμένως τὸ ἑνὸς πρόσωπον ἰδικῶς. Πατέρα δὲ καὶ Υἱὸν καὶ Πνεῦμα ἅγιον λέγων, οὐκ ἀφ᾽ ὧν ἐστιν ἀδιακρίτως ἡ πᾶσα τῆς θεότητος φύσις ποιεῖται τὴν δήλωσιν, ἀλλ᾽ ἐξ ὧν τὸ τῆς ἁγίας Τριάδος διαγινώσκεται ταὐτὸν εἰς οὐσίαν ἐν ὑποστάσεσιν ἰδικαῖς, ἑκάστῳ τῶν νοουμένων ἀποκρίνοντος τοῦ λόγου τὸ αὐτῷ προσῆκον ὄνομα, καὶ ἐν ἰδικαῖς τιθέντος ὑποστάσεσι τὰ οὐσιωδῶς ἡνωμένα.

Τὴν μὲν γὰρ ἀνωτάτω ῥίζαν ἧς ἐπέκεινα τὸ σύμπαν οὐδὲν ἐννοήσεις τὸν Πατέρα, τὸν δέ γε τῆς ἀνωτάτω ῥίζης ἐκπεφυκότα καὶ γεγεννημένον παραδέξῃ τὸν Υἱόν, οὐκ ἐν ἴσῃ τάξει τοῖς πεποιημένοις τὴν ἐν χρόνῳ λαχόντα γένεσιν, οὔτε μὴν ἐν ἐλάττοσιν ἢ ἐν οἷς ὁ Πατὴρ τὸ τῆς ἰδίας φύσεως ἐκφαίνοντα κάλλος, ἀλλ᾽ ἅμα τε καὶ συναΐδιον καὶ κατὰ πᾶν ὁτιοῦν ἰσομέτρως ἔχοντα, δίχα μόνου τοῦ τεκεῖν· προσήκει γὰρ ἂν τοῦτο μόνῳ τῷ Θεῷ καὶ Πατρί. Ἅγιον δὲ Πνεῦμα προσερεῖς τὸ ἐκ Θεοῦ Πατρὸς δι᾽ Υἱοῦ προχεόμενον φυσικῶς καὶ καθάπερ ἐν τύπῳ τῆς ἐκ στομάτων διεκπνοῆς τὴν ἰδίαν ἡμῖν κατασημαῖνον ὕπαρξιν, οὕτω τε σαφῆ καὶ ἀσύγχυτον τὴν τῶν τριῶν ὑποστάσεων ἐν ὑπάρξεσιν ἰδικαῖς ἰδιότητα τηρῶν, μίαν τε καὶ ὁμοούσιον τὴν ἁπάντων βασιλίδα προσκυνήσεις φύσιν. Β. Κάλλιστα ἔφης· οὐ γὰρ ἔσθ᾽ ὅπως ἂν οὐχ ὧδε ἡμῖν ταῦτ᾽ ἔχοι. Φασὶ δ᾽ οὖν ὅμως διὰ τῆς τοῦ ἀγεννήτου φωνῆς τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἰδικῶς ὁρίζεσθαι φύσιν, οὕτω τε ἀμογητὶ διαφανεῖσθαι λοιπὸν ἑτεροφυᾶ τὸν Υἱόν, εἴπερ ἐστὶν οὐ ταὐτὸν τῷ ἀγεννήτῳ τὸ γεννητόν. Α. Οὐκοῦν, ὦ βέλτιστοι, φαῖμεν ἂν αὐτοῖς καὶ ἡμεῖς εἰκότως, εἰ τὴν τοῦ Υἱοῦ φύσιν ὁρίζει τὸ γεννητόν, ἑτεροφυᾶ δὲ ταύτῃ τοι καὶ ἀλλότριον εἶναί φασι τῆς οὐσίας τοῦ Πατρός, τὸ ἐντεῦθεν ἤδη τί;

Δεινὰ μὲν ἀποπληξίας ἐγκλήματα, παλίμφημοι δὲ τῆς τοῦ Μονογενοῦς οὐσίας καταθρασύνονται δόξαι, κατασείουσαι πρὸς τὸ κάτω τὸν ἀνωτάτω, καίτοι λέγοντα σαφῶς πρὸς ἡμᾶς μὲν ὡς πεποιημένους· «Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ,» ὑποστάσεως δὲ τῆς ἰδίας πέρι· «Ἐγὼ ἐκ τῶν ἄνω εἰμί.» Ὅπως δὲ ἡμῖν ὁ ἄνω τε καὶ ἄνωθεν κατοιχήσεται πρὸς τὸ κάτω καὶ ἀλλότριον αὐτοῦ, παντί τῳ συνιέναι ῥᾷον ἐκεῖνο διεσκεμμένῳ. Ἆρα γὰρ οὐχ ὥσπερ ἀγέννητον ἅπαν ἀγεννήτῳ παντὶ δοίη τις ἂν κοινὸν ἔχειν λόγον, κατά γε τὸ ἀγεννήτως εἶναί φημι, οὕτως ἂν εἴη, κατά γε τὸν τοῖς διαλογισμοῖς ἑπόμενον λόγον, καὶ παντὶ τῷ γεννητῷ τὸ γεννητὸν ἴσον τε καὶ ὁμοίως ἔχον; Β. Εἶτα πῶς τοῦτο ἀμφίλογον; Ὅμοιος γὰρ δι᾽ ἀμφοῖν καὶ ἀπαραποιήτως ἔχων ὁ συλλογισμός. Α. Ἆρ᾽ οὖν, ὦ Ἑρμεία, δυσκάτοπτον ἔτι τὸ δυσσέβημα ἐρεῖς, ἤγουν οἴει διαλήσειν δύνασθαι τὸν ἀπατεῶνα λόγον τῶν δι᾽ ἐναντίας, κατάπλαστον μὲν ἔχοντα τὸν ὡραϊσμὸν καὶ θεοπρεπέσι λεξειδίοις κατηγλαϊσμένον, ὡς ἂν ἀποφέρειν δύναιτο τῶν ἁπλουστέρων τὸν νοῦν, ἀκαλλεστάτην δὲ σφόδρα τὴν δυσφημίαν ὠδίνοντα; Κατεκομίσθη γὰρ ἡμῖν ὁ Υἱὸς εἰς ποίημα, καὶ ἐν τοῖς ὑπὸ γένεσιν καὶ φθορὰν κατελογίσθη λοιπὸν ὁ ἐν ᾧ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν.

Εἰ γὰρ ὅρος ἔσται τοῦ Υἱοῦ κατ᾽ ἐκείνους τὸ γεννητὸς ὄνομα, καὶ τῆς οὐσίας σημαντικὴν παραδεξαίμεθα τὴν φωνήν, τὸν αὐτὸν ἕξει λόγον, καθὸ νοεῖται γεννητός, παντὶ γεννητῷ.

Μυρία δὲ ταῦτα, καὶ ἀριθμοῦ κρείττονα, καὶ μέχρις αὐτῶν διήκοντα τῶν εὐτελεστάτων, ἐμπίδος λέγω καὶ μυίας καὶ τῶν αἰσχιόνων ἔτι. Β. Ὀρθῶς ἔφης. Α. Ἀνθ᾽ ὅτου δὲ δὴ καὶ Υἱὸν ὀνομάζουσιν, ἤγουν οἴονται Πατέρα ὑπάρχειν τὸν Θεόν, εἰ μὴ τέτοκεν ἀληθῶς ἐξ ἰδίας ἡμῖν οὐσίας τὸν Υἱόν; Οὐκοῦν μήτε Πατέρα, μήτε μὴν Υἱὸν ὀνομαζόντων ἔτι· φίλη γὰρ ἀεὶ Χριστιανοῖς ἡ ἀλήθεια.

Πρὸς μὲν οὖν τοὺς παρ᾽ ἐκείνων ἐμέτους πῶς οὐκ ἀμείνων ἡ σιωπή; «Μὴ ἀποκρίνου γὰρ ἄφρονι, φησί, κατὰ τὴν ἀφροσύνην αὐτοῦ.» Ἀλλ᾽ ἵνα μὴ ὥσπερ οἱ τὴν ἐρήμην διώκοντες, ἀκρατέστερόν τε καὶ ἀπηνέστερον ἐπιφύωνται τοῖς πολλοῖς, ἐπιτείχισμα ποιούμενοι τὸ ἐν λόγοις εὐτριβές, οἰόμενοί τε ὑπάρχειν δυσανάτρεπτον κομιδῇ τὸν οὐκ οἶδ᾽ ὅπως αὐτοῖς ἐκπορισθέντα λόγον καὶ συλλογισμοῖς ἀθλίοις ἐπικουρούμενον· φέρε δή, φέρε τοὺς ταῖς ἐξ ἀπάτης καὶ δόλου παντευχίαις ἐνηρμοσμένους ψιλοί τινες ὥσπερ καὶ ἀθώρηκτοι πολεμισταὶ ταῖς ἀπὸ κοινῶν ἐννοιῶν ἀνθυποφοραῖς, Χριστοῦ συνόντος τε καὶ συνασπίζοντος, ὡς ἔνι καταδῃώσωμεν, ἀναμελῳδοῦντες εὐκαίρως τὸ διὰ φωνῆς τοῦ Δαβίδ· «Οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με. Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς καὶ τοὺς μισῶντας ἡμᾶς» τε καὶ σὲ «κατῄσχυνας.» Β. Ἴθι δὴ οὖν εὖ μάλα γεννικῶς· συναντιτάξεται γὰρ καὶ σύνοπλος ἡμῖν ὁ πάντων ἔσται Δεσπότης. Α. Εἶμι μὲν δή, καὶ μάλα προθύμως· ὀκνητέον γὰρ ἥκιστά γε· οἶμαι δὲ δεῖν καὶ πρὸ τῶν ἄλλων ἐκεῖνο εἰπεῖν. Β. Τὸ ποῖον δή; Α. Ὡς ἀνούστατά τε καὶ ἀτεχνέστατα ὅρον εἶναί φασιν ἐπὶ Θεοῦ τὸ ἀγέννητον· ὅρον δὲ εἶναί φημι τὸ ὁρισμοῦ δύναμιν ἔχον. Ἢ οὐχὶ τοιοῦτος ὁ παρ᾽ αὐτοῖς ἔφυ λόγος καὶ ἀναισχυντίας εἰς τοῦτο διεληλακότες ἁλοῖεν ἄν; Β. Ναί.

Καταδείσαντες γὰρ οὐδέν, ὧδέ τε ἔχειν ἐροῦσι, καὶ μὴν καὶ ἐνστήσονται. Α. Οὐκ ἂν διαψεύσαιο. Θρασὺ γάρ τι χρῆμα καὶ αἰδοῦς ἁπάσης ὡς ἀπωτάτω βεβηκός, ἀμαθία, ὄκνον τε πεφροντικὸς οὐδ᾽ ὁπωστιοῦν. Ἥκιστα γὰρ δὴ δεδιέναι φιλεῖ τὸ καὶ αὐτῆς, εἰ τύχοι, τῆς ὄντως ὀρθῆς τε καὶ ἀμωμήτου καταψηφίζεσθαι δόξης, καταθεῖ δὲ μᾶλλον ἀπεριεργάστως πρὸς πᾶν τὸ δοκοῦν, καὶ εἰ φαίνοιτό τι τῶν λίαν ἀπηχεστάτων.

Θέα δὴ οὖν τοῖς ἐξ ἀμαθίας ἁλόντας βρόχοις, ἔν γε τούτῳ μάλιστα δεινῶς. Τοὺς γάρτοι τῶν οὐσιῶν ὅρους οὐκ ἐν ὀνόματί τε καὶ λέξει μιᾷ ποιουμένους εὑρήσομεν τοὺς οἵ γε ταῦτά εἰσιν ὅτι μάλιστα σοφοὶ καὶ οἷς ἐν λόγῳ τὸ ἐν τούτοις εὐδοκιμεῖν καὶ ἐξακριβοῦν ἐπείγεσθαι ταυτὶ ἀπᾷδον εὑρήσομεν. Καὶ οὔ τί που μόνον τὸ ἐν λέξει μιᾷ ποιεῖσθαι τοὺς ὅρους, ἀλλ᾽ εἰ καί τις ἴοι διὰ δυεῖν, οὐκ εἰσάπαξ γὰρ καὶ τελείως καταδηλοῦσθαί φασιν, ἀλλ᾽ ἐν τρισί που μᾶλλον ἢ καὶ ἔτι πλείοσιν· ἀριδηλότατα γὰρ εἶεν ἂν οὕτω τὰ ὁριζόμενα. Β. Οἷον δὴ τί; Α. Εἰ γὰρ ἐξαιτοῖτό τις ἀποφήνασθαι τυχὸν τὸ τί ἐστιν ἄνθρωπος· εἶτα ποιοῖτο τὴν ἀπόκρισιν στενοτάτην ὥσπερ καὶ ἐν λέξει μιᾷ, καὶ ὁρίσαιτο λέγων ζῷον· ἀσημότατα ἐρεῖ. Ὁμολογουμένως μὲν γὰρ ζῷον ὁ ἄνθρωπος, πλὴν οὐ μόνως τε καὶ ἰδικῶς, ἀλλὰ συνωνύμως ἑτέροις. Πλεῖστα γὰρ ὅσα καὶ ἕτερα ζῷα. Καὶ γὰρ καὶ κύων καὶ βοῦς καὶ πάρδαλις ζῷον. Εἰ δὲ δὴ καὶ δευτέραν τῇ πρώτῃ λέξει προστιθείς, ζῷον εἶναι διορίσαιτο θνητόν, οὐδὲν ἧττον ἀτονήσει περὶ τὴν ἀκριβῆ καὶ ὁλοκλήρως ἔχουσαν ἔνδειξιν, καίτοι λέγων τἀληθές. Ζῷα γὰρ εἶναί φαμεν θνητὰ κύνα τε καὶ βοῦν καὶ τὰ λοιπά.

Εἰ δὲ δὴ προήκοι καθεξῆς διὰ πάντων ὁ λόγος τῶν ἀνθρώπῳ προσόντων οὐσιωδῶς, γενικῶς τε καὶ ἰδικῶς, ὁμοῦ μὲν ζῷον λογικόν, ὁμοῦ δὲ θνητὸν ἀποκαλῶν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, οὐδενὸς τῶν ἀναγκαίων ἐπιδεᾶ πρὸς δήλωσιν τὸν ὅρον ἐξηνέγκατο.

Συνίης οὖν ἄρα λοιπὸν ὡς ὀρθός τε ἡμῖν καὶ ἀληθὴς ὁ λόγος; Β. Συνίημι· πῶς γὰρ οὔ; Α. Ὅτε τοίνυν ἀτεχνές τε καὶ ἀκαλλὲς καὶ τῆς φιλαιτάτης αὐτοῖς ἐπιστήμης ἀμοιροῦν τὸ ἐν μιᾷ λέξει τὴν ὁρισμοῦ γράφεσθαι δύναμιν, τί δὴ ἄρα φαῖεν ἄν, καίτοι δοκησισοφοῦντες λίαν, εἰ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ὅρον εἶναι διαβεβαιώσαιτο τὸ ἀγέννητον; Ἐοίκασι δὲ τοῖς τοιούτοις ἐπιθρῴσκειν λόγοις ἀπερισκέπτως ἄγαν, καίτοι καὶ ἰσχνόν, ὡς οἴονται, καὶ κατερρινημένον ἔχοντες νοῦν.

Παριππεύει γάρ, οἶμαι, καὶ διαθεῖ καὶ τοῦτο αὐτούς. Β. Τὸ τί δὴ φῂς ἢ ποῖον; Α. Οἱ γάρ τοι τῶν οὐσιῶν ὅροι, εἰ κατὰ λόγον ἐκφέροιντο τὸν οἰκείως ἔχοντα καὶ φίλα αὐτοῖς, ἄρχονται μὲν ἀπὸ γένους, συνεισκομίζουσι δὲ τῷ γένει τὴν ἑκάστου τῶν σημαινομένων οὐσιώδη διαφοράν, ἤτοι διαφοράς· οἴου δέ με πάλιν ἐκεῖνο θέλειν εἰπεῖν. Β. Διασάφει. Χρῆναι γὰρ ὧδέ φημι τόν γε ἐπὶ τούτοις ἡμῖν ἰέναι λόγον. Α. Ἄρα γάρ, εἴ τίς σε ἔροιτο προσιὼν βούλοιτό τε φράζειν αὐτῷ τί μὲν δὴ κύων, τί δὲ καὶ βοῦς, τί ἔφησθα ἄν, ὦ Ἑρμεία; Β. Ἔφην ἂν ὅτι ζῷα. Α. Εἶτα, εἰπέ μοι, τουτὶ καὶ μόνον εἰπών, ἀποχρῶσαν οἰήσει ποιεῖσθαι τὴν δήλωσιν; Β. Οὐ πάνυ· προσθείην γὰρ ἂν εἴπερ οὖν ἑλοίμην τὰ εἰκότα λέγειν καὶ τὰς ἑκατέρῳ πρεπούσας φυσικὰς διαφοράς. Α. Ἀληθέστατά τε καὶ εὖ ἔχει. Οὐκοῦν ἀμφίμαχον μὲν οὐδαμῶς, εἴη δ᾽ ἂν μᾶλλον οὐκ ἀσυμφανές, ὅτι τοῖς τῶν οὐσιῶν ὅροις διὰ γένους μὲν πρότερον, ἔπειτα δὲ διὰ τῆς ἑκάστῳ πρεπούσης εἰδοποιοῦ διαφορᾶς ἰτέον. Β. Οὐχ ἑτέρως ἔχει. Α. Ἄθρει δὴ οὖν, μᾶλλον δὲ ἀποφηνάσθων ἡμῖν οἱ τὸ ἀγέννητον ἀμαθῶς εἰς ὅρου δύναμιν ἀποφέροντες, πότερα γένους εἶναι βούλονται τὴν λέξιν ἢ διαφορᾶς σημαντικήν.

Εἰ μὲν οὖν ὡς γένος εἶναί φασι, σημαινέτω μηδὲν τῶν ἄλλων ἐξῃρημένον, ἵνα μὴ ἁλισκοίμεθα τῆς εἰδοποιοῦ διαφορᾶς τὴν δύναμιν τῷ γένει προσάπτοντες, αὐτό τε τῆς ἰδίας ἰσχύος ἐξωθούμενοι. Εἰ δὲ δὴ παρέντες τουτί, διαφορὰν εἶναι λέγοιεν, προσαποδεικνύντων ἡμῖν τίνος ἔσται διαφορά, μὴ προὔπτου κειμένου τῷ λόγῳ τοῦ γένους. Πῶς δ᾽ ἂν καὶ ὅρος ἡμῖν οὐσίας ἀποχρώντως τε ἔχοι, καὶ κατὰ τὸν ἴδιον ὁρῷτο λόγον, ἀπὸ μόνης διαφορᾶς συγκείμενος;

Ἆρ᾽ οὐ γέλωτα ὄφλειν ἀναγκαῖον αὐτοὺς εἰ τῇδε ἔχειν ἐνστήσονται; Β. Ὀφλήσουσι γάρ, ἐπεί τοι τοῦτό ἐστιν οὐκ ἀμφίβολον. Α. Εἴπερ οὖν τις βούλοιτο πρὸς τούτοις εἰπεῖν ὅτι καὶ αὐτὸ τῆς ἐσχάτης διαβολῆς ἐκμεμεστωμένον εἰσάπαν ἀσχημονήσει τὸ δόγμα αὐτοῖς, πῶς οὐκ ἀληθέστατα ἐρεῖ; Β. Τί παραδείξας; Εἰπέ. Α. Ὡς γὰρ ἔφην φθάσας, ἀπὸ μόνης διαφορᾶς ὁ ἡστινοσοῦν οὐσίας ὅρος οὐκ ἂν ὑγιῶς γένοιτό ποτε. Προεπινοεῖται γάρ πως ἀεὶ τῆς ἰδίας διαφορᾶς τὸ γένος, ἐξ οὗ καθάπερ ἀπὸ βαλβίδος ἐπιτροχάδην ἰὼν ὁ λόγος καὶ τοῖς καθεξῆς ἐνδιακρίτως ἐμβάλλων, ὀρθὴν καὶ ἀνενδοιάστως ἔχουσαν ποιεῖται τὴν δήλωσιν. Εἰ τοίνυν ὅρου δύναμιν ἀποπληροῦν τὸ ἀγέννητον ἀμαθῶς διατείνονται, διαφορὰ μὲν οὐκ ἔσται· σημαίνει γὰρ ἡμῖν οὐκέτι μὲν ὅτι μὴ γεγέννηται, ἀλλ᾽ οὐδὲ δύναμιν ἔχειν τῇ λέξει τοιαύτην παραχωρήσομεν· παραληφθείη δ᾽ ἂν μᾶλλον τό γε ἧκον ἐπ᾽ αὐτοῖς ὡς γένος ἁπλῶς καὶ ἀδιακρίτως, εἰ καὶ ὅτι μάλιστα λογισμοῦ τοῦ καθήκοντος ἀμοιρήσειεν ἂν καὶ μάλα εἰκότως τὸ γένος ἐθέλειν ὀνομάζειν ἐπὶ Θεῷ, εἴπερ ἐστὶ κατ᾽ αὐτὸν ἢ γοῦν πρὸ αὐτοῦ τῶν ὄντων οὐδέν. Πλὴν ὑποκείσθω γένος ἐπ᾽ αὐτοῦ τὸ ἀγέννητον, κατά γε τὸ ἐκεῖνοις ἀπεριμερίμνως συνδοκοῦν, γένος δὲ ὅλως ἡμῖν ὑποσημαῖνον οὐδέν, ἵνα μὴ διαφορᾶς ἐπέχοι τόπον τε καὶ δύναμιν.

Οὐκ εἰσκομιζούσης οὖν ἔτι τῆς τοῦ ἀγεννήτου φωνῆς τοῦ μὴ γεγεννῆσθαι τὴν δήλωσιν, ποίαν ἂν ἡμῖν ἐπιδείξειε τὴν διαφορὰν Πατρὸς πρὸς Υἱόν, ἢ πῶς ἂν ἔχοι τὸ μεῖον κατά τι γοῦν ὅλως, κἂν εἰ ὑπάρχειν νοοῖτο γεγεννημένος, συνίημι μὲν οὐ σφόδρα ἐγώ· σὺ δὲ δὴ τί φῄς, ὦ Ἑρμεία; Β. Τί ἂν ἔχομαι πρὸς τοῦτο εἰπεῖν; Α. Ἀλλ᾽ ὅτι μὲν δὴ τὸ ἀγέννητον τὴν ὅρου δύναμιν οὐκ ἂν ὑγιῶς ἐπιδέξαιτο καὶ ἐπιστημόνως σαφῶς τε καὶ διαρκέστατα διηλέγξαμεν, καθάπερ ἐγᾦμαι, ἄηθες μὲν ἔχοντες τὸ διὰ τῶν τοιούτων ἰέναι λόγων, χαριζόμενοι δὲ ταῖς ἀνάγκαις τὸ παρὰ βούλησιν καὶ τῶν ἐπιστήμης καὶ τριβῆς ἐπέκεινα χρειωδῶς ἁπτόμενοι. Ἑτέρας δ᾽ οὖν ὅμως ταῖς ἤδη προευρημέναις ἐπισωρεύειν ἐννοίας οὐκ ἀταλαίπωρον μέν, πλήν, ὡς ἂν οἷός τε ὦ, πειράσομαι. Φασὶ τοιγαροῦν οἱ σφόδρα δεινοί τε καὶ ἀκριβεῖς καὶ σχολαῖοι περὶ ταῦτα παντὶ πρέπειν ὅρῳ τὴν καλουμένην ἀντιστροφήν. Β. Καὶ τί δὴ τοῦτό ἐστιν ὡς ἥδιστα ἄν σου διαπυθοίμην. Α. Οὐκοῦν διὰ τῶν αὐτῶν εἶμι δὴ λόγων, καὶ ἀνακυκλήσας ἐρῶ. Ὁριζόμεθα γὰρ ἄνθρωπον μὲν τῷ τοιῷδε λόγῳ, ζῷον λογικὸν θνητόν· ἵππον δὲ αὖ τῷ τοιῷδε, ζῶον χρεμετιστικόν.

Ποιησόμεθα δὲ καὶ ἑτέρως τῶν προκειμένων τὴν δήλωσιν, καὶ οὔτι που πάντως ἀπὸ τῶν πρώτων, ἀλλ᾽ ἐκ τῶν τελευταίων φωνῶν, ἀνόπιν ἰόντες ἐπὶ τὰς τῶν ὅρων ἀρχάς. Εἰ γάρ τί ἐστι θνητόν τε καὶ λογικὸν ζῷον, τοῦτον νοήσεις ἄνθρωπον, καὶ αὖ εἴ τι χρεμετιστικὸν ζῷον, τοῦτο τὴν ἵππου παραδείξει φύσιν. Ὅρος οὖν εἴπερ ἐστὶ τὸ ἀγέννητον, τί μὴ δέχεται τὴν ἀντιστροφήν; Μὴ γὰρ κατοκνούντων ὁμολογεῖν ὡς εἴ τί ἐστιν ἀγέννητον, τοῦτο καὶ ὅρος ἐστὶ καὶ οὐσία τοῦ Θεοῦ καὶ Πατρός. Ἀλλ᾽ οὐκ ἀληθὴς ὁ λόγος. Μυρία γὰρ ὅσα ταυτί, καὶ ἀριθμοῦ κρείττονα, καὶ ὀχληρὸν οἶμαι τὰ καθέκαστα λέγειν. Αἰσθάνῃ δὴ οὖν εἰς ὅσην αὐτοῖς διώλισθεν ἀτοπίαν ὁ λόγος; Β. Ναί, δεινήν γε σφόδρα. Α. Ὅρος δὲ αὖ καὶ ἑτέρως οὐκ ἂν εἶναι δύναιτο τὸ ἀγέννητον, εἰ τῇδέ πη πάλιν αὐτὸ διασκεψαίμεθα. Ὁριζόμεθα γὰρ τῶν ὄντων ἕκαστον ἀφ᾽ ὧν εἶναι πεπίστευται καὶ ἔστιν ἀληθῶς, οὐκ ἀφ᾽ ὧν εἶεν μὲν ἂν οὐδαμῶς, στερηθῆναι δὲ ὥσπερ τινῶν συμβέβηκεν. Β. Πῶς λέγεις; Α. Τὸ γάρτοι πῦρ ἤτοι τὸ ὕδωρ τυχόν, ὅ τι ποτέ ἐστιν ἑκάτερον ἤτοι ποδαπὸν τὴν φύσιν ἀγορεύειν ἐθέλοντες, πυρὸς μὲν πέρι φαμὲν ὅτι σῶμα θερμόν τε καὶ ξηρόν· θατέρου δὲ αὖ, ὡς ὑγρόν τε εἴη καὶ ψυχρόν. Καὶ τοῦτο, οἶμαι, ἔστι τὸ ἀφ᾽ ὧν εἰσιν ὁρίζειν αὐτά.

Εἰ δὲ δὴ φαῖμεν, τὴν μὲν τοῦ πυρὸς ἐξηγούμενοι φύσιν, ὅτι μήτε ψυχρὸν μήτε ὑγρόν ἐστι, παρέντες τὸ λέγειν ὅτι θερμόν τε καὶ ξηρόν, περὶ δὲ αὖ ὕδατος ὅτι μήτε θερμὸν μήτε ξηρόν, καίτοι δέον εἰπεῖν ὅτι ψυχρόν τε καὶ ὑγρόν, πόθεν ἄν σοι δοκοῖμεν ποιεῖσθαι τὴν δήλωσιν; Β. Ἀφ᾽ ὧν ἐστέρηνται καὶ οὐκ εἰσὶν ὁμολογουμένως. Α. Οὐκοῦν, εἴ τῳ δοκεῖ περὶ ὁτουοῦν τῶν ὄντων ὧδέ τε φρονεῖν καὶ λέγειν, παραδείξειεν ἂν εὐκρινέστατά τε καὶ ἀπλανῶς τὸ ἐφ᾽ ἑκάστῳ τυχὸν ἀληθές; Β. Οὐδαμῶς. Α. Εἰ δὴ οὖν ἐπὶ Θεοῦ καὶ Πατρὸς τὸ ἀγέννητον μόνον ἡμῖν τὸ μὴ γεγεννῆσθαι δηλοῖ, πῶς ἂν καὶ ὅρου δύναμιν ἔχοι, ὡς οὐχὶ τί ἐστιν, ἀλλὰ τί οὐκ ἔστι τοιῶσδε κατασημαῖνον; Β. Ὅτι μὴ γεγέννηται πάντως που φῄς; Α. Οὕτως ἔφην· τουτὶ γὰρ ἡμῖν ἡ τῆς λέξεως ὠδίνει δύναμις. Τί δὲ δὴ καὶ λογιοῦνται πάλιν, εἰ προσθέντες λέγοιμεν ὅτι τῶν οὐσιῶν οἱ ὅροι πρὸς οὐδὲν ἀναγκαίως ἔχουσι τὴν ἀντιδιαστολήν, οὔτε μὴν ἐν τάξει τῶν πρός τι καταδειχθεῖεν ἄν, ὧν εἴπερ τις ὀνομάσαι τὸ ἓν θατέρου δὴ πάντως οἱονεί πως διαμεμνήσεται; Συνεισκρίνεται γὰρ ἀεὶ δι᾽ ἀμφοῖν ἡ ἑκατέρου δήλωσις. Β. Οὐ σφόδρα ἔμοιγε σαφὴς ὁ λόγος. Α. Καὶ μὴν τὸ ἐμποδὼν οὐδὲν συνιέναι γὰρ δὴ πάρα σοὶ σαφῶς. Πατέρα μὲν γὰρ εἴ τις ὀνομάσαι τυχόν, ἐνεβίβασέ πως τῶν ἀκροωμένων τὸν νοῦν εἰς ἐννοίας τὰς περὶ υἱοῦ, ἤτοι ἁπλῶς τε καὶ ἀτέχνως γεννήματος.

Ἀληθὲς δ᾽ ἂν εἴη καὶ τὸ ἔμπαλιν· συνεισδραμεῖται γὰρ πάντως τῇ τοῦ γεννήματος σημασίᾳ καὶ τὸ γεννῶν. Ἕξει δὲ ὁμοίως καὶ κατὰ τὸν ἴσον, οἶμαι, τρόπον τὸ δεξιὸν καὶ εὐώνυμον· ἅμα γάρ τι τούτων ὠνόμασται, καὶ συνεισέφυ τὸ ἕτερον.

Ὁ δέ γε τῆς ἀνθρώπου, φέρε εἰπεῖν, οὐσίας τὸν ὅρον ἐξενεγκών, ἤτοι τῆς ἑτέρου ὁτουοῦν τῶν ζῴων, οὐδὲν αὐτῷ συμπαρέζευξε τὸ διεσταλμένον, ἤγουν ἀναγκαίως ἀντανιστάμενον, καθάπερ ἀμέλει καὶ ἐπὶ τοῦ δεξιοῦ τὸ εὐώνυμον, ἤγουν τοῦ πατρὸς τὸ υἱός, ἢ τοῦ τεκόντος ἁπλῶς τὸ γεννώμενον. Ἄνθρωπος γὰρ ὁ ἄνθρωπος καὶ λίθος ὁ λίθος, πρὸς οὐδὲν ἔχοντα τὴν διαστολήν, ἀλλ᾽ ὅτι κύριά πως αὐτοῖς, καὶ ἰδικὰ τὰ ὀνόματα. Ἡ δέ γε ἀγέννητος φωνή, τοῦ μὴ γεγεννῆσθαί τινα τὴν ἔννοιαν ἔχουσα, συνυπαινίττεταί πως τὸ γεννητόν, οὗ τὴν ποιότητα διεκφεύγουσα αὕτη τοῖς ἰδίοις ἐγκαθορμίζεται. Εἶτα, πῶς ὅρος ἡ ἀγέννητος ἂν εἴη φωνή, οὐχ ὁμοίως ἔχουσα τῷ γεννητῷ, κατά γε τὸ ἐξ ἀμφοῖν δηλούμενον; Β. Τὸ μηδὲν οὖν εἶναι φῂς ἐπὶ Θεοῦ Πατρὸς τὸ ἀγέννητον; Α. Οὐχὶ τὸ μηδέν, πολλοῦ γε καὶ δεῖ. Φαίην δ᾽ ἂν ἔγωγε τετηρῆσθαι μόνῳ καὶ ἀνῆφθαι πρέπειν αὐτῷ, κατά γε τὸν τοῦ μὴ γεγεννῆσθαι λόγον, πλὴν ἥκιστά γε οἰστέον εἰς ὅρου δύναμιν αὐτό. Β. Ἀλλ᾽ εἰς ὅρου μὲν δύναμιν μὴ δὴ τετάχθω, φασίν, τὸ ἀγέννητον ἐπὶ Θεοῦ καὶ Πατρός, οὐσία δὲ ὅμως ἔστω τοῦτο αὐτοῦ· καὶ εἴπερ ἐστὶν ἀντικείμενον τῷ ἀγεννήτῳ τὸ γεννητόν, οὐκ ἂν εἴη κατὰ φύσιν ὁ αὐτὸς τῷ Πατρὶ ὁ Υἱός, τῆς τῶν ὀνομάτων ποιότητος ὁριζούσης ἡμῖν εὖ μάλα τὴν οὐσιώδη διαφοράν. Α.

Ὡς δριμὺς ἄγαν ὁ λόγος καὶ ταῖς τῶν ἐννοιῶν ἐξ ἑτέρων εἰς ἕτερα πολυστρόφοις διαδρομαῖς εὐκόλως διαποικίλλεται.

Καί μοι δοκοῦσιν οἱ τῶν ἀνοσίων τουτωνὶ δογμάτων ὑπασπισταὶ ὑποστῆναί τι τοιοῦτον ὁποῖόν τί φασι κατειθίσθαι δρᾶν καὶ τοὺς οἷς ἡ τέχνη τὰ εἰς πίνακας καὶ γραφήν, οἳ ἐπειδὰν ἑτερόχρουν ἀποφήνωσί τι τῶν ζῴων, διαμαρτούσης αὐτοῖς τῆς ἐννοίας καὶ μὴν καὶ χειρὸς εἰς τὸ παρὰ φύσιν ἑτεροίαις αὖθις αὐτὸ μεταχρωννύντες βαφαῖς εἰς τὸ ἀμεινόνως ἔχειν δοκοῦν, τότε δὴ μόλις ἐφικέσθαι νομίζουσι τοῦ μὴ διεψεῦσθαι δοκεῖν τοῖς θεωμένοις τὴν γραφὴν καὶ μὴν καὶ εὖ ἔχειν τὰ τῆς ἐμπειρίας αὐτοῖς.

Ἀλλ᾽ ἐξ ὧν εὐδοκιμεῖν οἴονται τῶν ἤδη προεπταισμένων λελήθασι σφᾶς αὐτοὺς δεινὴν οἱονεί πως ποιούμενοι τὴν καταβοήν, καὶ ὁ τῆς ἐπανορθώσεως ἔπαινος τῶν ἀτέχνως αὐτοῖς εἰργασμένων ἀποφανεῖ τὸ ἀκαλλές. Ἢ οὐκ ἀληθὲς ὅπερ ἔφην; Β. Ἀληθὲς μὲν οὖν. Πλὴν ἀνέντες ἀμνησικάκως τὸ καὶ εἴπερ ἕλοιντο μεταχωρεῖν ἐφ᾽ ἕτερα, πρὸς ἐκεῖνα ἴωμεν, ὡς ἂν μή τις αὐτοῖς τῆς καθ᾽ ἡμῶν ὀφρύος ἐκπορισθείη λόγος διὰ τοῦ καὶ κατοκνῆσαι τὸν ἀγῶνα δοκεῖν. Α. Ἐφῶμεν δὴ οὖν, οἴει γὰρ ὧδε ταῦτ᾽ ἔχειν ὀρθῶς.

Καὶ δὴ καὶ ἀγορευόντων ἀμαθῶς οὐσίαν εἶναι Θεοῦ τὸ ἀγέννητον, ἀλλ᾽ εὐθύς, οἶμαι, τις καὶ πρός γε τουτὶ πλατὺ γελάσας ἐρεῖ· Εἰ τὸ ἀγέννητον οὐσία Θεοῦ, μυρία δὲ ὅσα τὰ ἀγεννήτως ὄντα κατὰ τὸν κόσμον, πᾶν εἴ τι ἀγέννητον, τοῦτό ἐστιν οὐσία Θεοῦ, ἤγουν ἕξει τὸ ἀγέννητον εἰς λόγον οὐσίας. Ἔστι τοίνυν ἀγεννήτως μὲν οἷον ἥλιος, πεποίηται δὲ κατὰ τὸν ἴσον σελήνη τρόπον, ἄστρα τε καὶ οὐρανοί· παρίημι γὰρ Ἀρχάς τε καὶ Θρόνους καὶ κτίσιν ἅπασαν τὴν ὑπὲρ ἡμᾶς, οὐ διὰ γεννήσεως καθάπερ ἡμεῖς τὴν εἰς τὸ εἶναι λαχοῦσαν εἰσβολήν. Ἀλλ᾽ οὐ πᾶν ἀγέννητον οὐσία Θεοῦ, οὔτε μὴν τοῖς ἀγεννήτως οὖσιν εἰς οὐσίας ὅρον τὸ ἀγέννητον καταλογισθείη ἄν. Τὸ ἄρα ἀγέννητον οὐκ ἂν εἰς τοῦτο παραδεξαίμεθα, τὸν ὑγιᾶ τε καὶ ἀπαράφθορον ἔτι σῴζοντες νοῦν. Ἄλλως τε—δεῖν γὰρ οἶμαι καὶ τοῦτο ἐπενεγκεῖν—εἰ τὸ ἀγέννητον οὐσία, τὸ δὲ τῆς οὐσίας ὄνομα, μήτε γένους, μήτε εἴδους, μήτε μὴν διαφορᾶς ἢ διαφορῶν ἐπενηνεγμένων, ὑποφανεῖ τοῖς ἀκροωμένοις τὸ σύμπαν οὐδέν, πλὴν ὅτι μόνον οὐσία, καταδηλούτω μηδὲν ἐπὶ Θεοῦ τὸ ἀγέννητον, μήτε μὴν τοῦ μὴ γεγεννῆσθαι καταλογιζέσθω σημαντικόν, ἀλλ᾽ ἢ ὅτι μόνον οὐσία, καὶ τίνος ἀσυμφανές· γένους γὰρ ἔτι, καὶ εἴδους, καὶ διαφορᾶς ἀμοιρεῖ. Λέγωμεν δὲ ὧδε καὶ ἐφ᾽ Υἱοῦ τὸ τῆς γεννήσεως ὄνομα, καὶ νοείσθω μόνον οὐσία, ψιλῶς ἔτι καὶ οὐδαμόθεν διωρισμένως.

Ἑκατέροιν οὖν ἡμῖν τοῖν ὀνομάτοιν ἁπλῶς καὶ ἀδιαστόλως ἐκπεφωνημένοιν, καὶ τὴν οὐδενὸς εἰσποιούντων ἔννοιαν πλὴν ὅτι μόνον οὐσία, τίς ἂν εἴη ἡ διαφορὰ λοιπὸν Πατρὸς πρὸς Υἱόν; Οὐσία γὰρ ὡς πρὸς οὐσίαν, ἐπενηνεγμένου μηδενός, οὔτε τὸ μεῖζον, καθά φησιν, οὔτε τὸ ἔλαττον, οὔτε τὸ κατατέμνον εἰς ἑτερότητα τὴν κατά τι γοῦν ὅλως διακεκτήσεται, ἀλλ᾽ ἢ εἰσάπαν ὁμοιότης οὐσίᾳ πρὸς οὐσίαν ἐνδοιασμοῦ τινος δίχα προσείη ἄν, κατά γε τὸν ὀρθῶς ἔχοντα λογισμόν, ἔστ᾽ ἂν οὐσίαι νοῶνται μόνον καὶ ὀνομάζωνται.

Οὐκοῦν ἀτέχνως καὶ ἀδιακρίτως οὐσίαν τοῦ Θεοῦ τὸ ἀγέννητον ἐκδεξάμενοι, κατερυθριάτωσαν ἀμαθαίνοντες, καὶ μὴ ἐπιτείχισμα τῇ τοῦ Υἱοῦ φύσει τὴν λέξιν ἀναδειμάμενοι τῶν τῆς ἀληθείας καθυλακτούντων δογμάτων, τὴν οὐδαμόθεν ἡμῖν ὁρωμένην διαφορὰν ὡς ἐμφανῆ παραφέροντες, εἰ μήτε τὸ ἀγέννητον ἐπὶ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ μὴ γεννηθῆναι τυχόν, μήτε μὴν θάτερον ἐφ᾽ Υἱοῦ τὸ γεννηθῆναι δηλοῖ, οὐσίαι δὲ ἄμφω, καὶ τοῦτο ἀδιαστόλως.

Παρέδειξε γὰρ ἀρτίως ἡμῖν ὁ λόγος ὡς διΐστησιν οὐδὲν οὐσίαν οὐσίας, εἴς γε τὸ ἑτεροίως ἔχειν, καθό φαμέν τε εἶναι καὶ νοοῦμεν οὐσίας. Οἴει δὴ οὖν ἄρα σαφῆ τε εἶναι καὶ ὑγιᾶ τὸν λόγον, ἢ ἐπανορθώσῃ καὶ μεθαρμόσεις ἐπὶ τὸ ἄμεινον; Β. Οὐδαμῶς. Ἔχει γὰρ ὀρθῶς. Α. Εἰ δὲ δὴ καὶ ἐκκλέψειαν αὐτοὶ τῆς τοῦ ἀγεννήτου φωνῆς τοῦ μὴ γεννηθῆναι τὴν δήλωσιν καὶ οὐσίαν ἁπλῶς ὑπάρχειν ἐνστήσονται, ποῖος ἂν ἡμῖν ἐκδυσωπήσειε λογισμὸς τοὺς ἐθέλοντας ἀφελεῖν τοῦ γεννητοῦ τὴν γέννησιν καὶ εἰς οὐσίας αὐτὸ καταγράφειν δύναμιν, καθάπερ ἀμέλει καὶ αὐτοὶ τὸ ἀγέννητος; Εἶτα πῶς ἔτι διαγνωσόμεθα καὶ ποῖος ἡμῖν ἀποτεμεῖ λόγος τὴν ἐν προσώπῳ τε καὶ ὑποστάσει διαφορὰν τοῦ Πατρὸς πρὸς Υἱόν, ἤγουν τοῦ Υἱοῦ πρὸς Πατέρα; Τίς γὰρ ὁ γεννήσας ἔτι, καὶ τίς ὁ γεγεννημένος, ἀσυμφανὲς ἤδη πως. Φροῦδος δὴ οὖν ὁ σύμπας ἡμῖν τῆς πίστεως διοίχεται λόγος. Πόθεν γὰρ ἔτι καὶ πῶς εἴς τε τὸν Πατέρα καὶ τὸν Υἱὸν πιστεύομεν ὡς εἰς γεννήτορα καὶ γεγεννημένον; Οὐ γὰρ ψιλὴν καὶ περεφθαρμένην ἔν γε δὴ μάλιστα τουτοισὶ τὴν τῶν ὀνομάτων σημασίαν παραδεξόμεθα, πολλοῦ γε καὶ δεῖ. Φαίην δ᾽ ἂν εἰκότως ὡς ἀκριβῆ τε καὶ ἀναγκαίαν, εἴπερ ἐστὶν ἡμῖν εἰς ἀλήθειαν ἡ πίστις καὶ θεογνωσίας τῆς ὄντως οὐ διημαρτήκαμεν, εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα βεβαπτισμένοι. Β.

Εὖ λέγεις· ἐπυθόμην δὲ ὅτι κἀκεῖνό φασιν, ὅτι κέκληται Πατὴρ ὡς δημιουργὸς καὶ τοῖς ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρενηνεγμένοις οἱονεί τις ἀρχὴ καὶ γένεσις πεφηνώς.

Καὶ γοῦν καὶ ἡμεῖς αὐτοὶ δεδιδάγμεθα, φησί, κατονομάζειν οὕτω τὸν Θεὸν καὶ ἀγορεύειν ἐν προσευχαῖς· «Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς.» Α. Εἶτα, ὦ βέλτιστοι, φαῖμεν ἂν πρὸς τοῦτο αὐτοῖς, πότερα καλεῖν κεκελεύσμεθα Πατέρα τὸν Θεὸν ὡς εἰς τὸ τῶν ποιημάτων τελοῦντες γένος, ἢ ὅτι τῇ τῆς υἱοθεσίας δόξῃ κατεστέμμεθα, καὶ κατελογίσθημεν ἐν τέκνοις; Β. Ὡς ποιήματα μὲν διὰ τὴν φύσιν, υἱοὶ δὲ διὰ τὴν χάριν. Α. Ἀλλ᾽ ἔνθαπερ ἂν ὀνομάζοιτο πατήρ, καὶ μὴν καὶ υἱός, μὴ συνεισβαλλέτω τὸ ποιηθέν, μήτε μὴν ὁ τοῦ πεποιῆσθαι λόγος παρεισκεκριμένος ὁράσθω τέως, ἐπεί τοι πατρὶ μὲν ἡ σχέσις πρὸς υἱόν, υἱῷ δὲ αὖ πρὸς πατέρα, μεσολαβοῦντος οὐδενός, καθάπερ ἀμέλει καὶ ποιητῇ πρὸς ποίημα καὶ ποιήματι πρὸς ποιητήν. Εἰ δὴ οὖν τὸ ἑκάστῳ πρέπον ἀφαιρήσομεν, καὶ τὴν τῶν καλουμένων πρός τι δύναμιν ἀτέχνως ἀτιμάζοντες, πρὸς πατέρα μὲν τῷ πεποιημένῳ, υἱῷ δὲ πρὸς ποιητὴν τὴν ἐκ τῶν σημαινομένων σχετικὴν δύναμιν ἀπονέμοντες ἁλωσόμεθα, πῶς οὐκ ἂν ἐντεῦθεν καὶ μάλα εἰκότως τὸν ἐπὶ ταῖς ἀνωτάτω φρενοβλαβείαις ὀφλήσαιμεν γέλωτα; Β. Ὡς υἱοὶ Πατέρα καλέσομεν τὸν Θεόν· φληνάφων γὰρ οἶμαι τὸ διατείνεσθαι περιττά. Α. Ἀλλ᾽ οὔτε πατὴρ εἴη ἂν κατά γε τὸ ἀληθές, οὔτε μὴν υἱός, εἰ μή τις νοοῖτο γεγεννηκὼς καὶ γεγεννημένος. Β. Ὀρθῶς ἔφης. Κεκλήσθω δὴ οὖν, φασί, Πατὴρ ὁ Θεός, εἰ βούλει, τρόπῳ καταχρηστικῷ. Α.

Πόθεν, ὦ τᾶν, τὴν ἐπωνυμίαν εὑράμενος, εἴπερ ἐστὶν αὐτὸς κατὰ φύσιν οὐ Πατήρ; Ἢ τάχα που παρ᾽ ἡμῶν ἐροῦσι τῶν φύσει τε καὶ ἀληθείᾳ πατέρων; Β. Εὖ ἴσθι τοι καὶ τοῦτο ἐροῦντας. Α. Ποῖ δὴ οὖν ἄρα θήσομεν τὸν μακάριον Παῦλον, οὐχ ἡμῖν ἀπονέμοντα τῆς πατρότητος τὴν ἀρχήν, ἀλλ᾽ οὐδὲ ἑτέρῳ τινὶ τῶν κτισμάτων, ἀφιεροῦντα δὲ ὥσπερ καὶ ἀναθέντα μόνῳ τῷ γε ἀληθῶς Θεῷ καὶ πρώτῳ Πατρί· γεγραφότος δὲ ἡμῖν ἐπαΐοι τις ἄν· «Ἐξ οὗ πᾶσα πατριὰ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται.» Ἀπόκριναι γάρ, ὦ Ἑρμεία, διαγυμνάσεις δὲ οὕτως ἡμῖν τὸν λόγον, εἰ ἑλοίμην ἀναμαθεῖν ἆρ᾽ ἐν χρόνῳ γέγονεν ἀγέννητος ὁ Θεός, τοῦτο οὐκ ὢν ἐν ἀρχαῖς, ἢ γοῦν ἅμα νοεῖται Θεὸς καὶ ἦν ἀγεννήτως; Β. Ἀγεννήτως ἦν· τὸ γὰρ ἕτερόν τι παρὰ τοῦτο φάναι πῶς οὐκ ἀβέλτερον κομιδῇ; Α. Τῆς τοῦ ἀγεννήτου φωνῆς τὸ μὴ γεγεννῆσθαι δηλούσης, ἢ πῶς; Β. Τὸ μὴ γεννηθῆναι δηλονότι. Α. Τί γὰρ ὅλως ἔδει τὸν ἀνάρχως ὄντα Θεὸν ὁρᾶσθαι τοιοῦτον; Ἢ ποίαν ἂν αὐτῷ καὶ τὴν κατὰ τίνων διαστολὴν προσεποίησεν ἡ λέξις, ἤγουν ἡ φύσις, εἴπερ αὐτοῦ φύσις ἐστὶ τὸ ἀγέννητον, οὐδενός πω τῶν γεννητῶν γεγονότος ἢ συνυπάρχοντος, εἴπερ οὐκ εἶναί φασι γεννήτορα τοῦ Υἱοῦ τὸν Πατέρα; Πρὸς τί γὰρ ἀγέννητος, τῆς τῶν γεννητῶν οὐσίας οὔπω τὸ σύμπαν εἰσκεκριμένης; Οὐ γὰρ δή που φαῖεν ἄν, ὥς γέ μοι φαίνηται, συνάναρχά τε καὶ συναΐδια τῷ ἀγεννήτῳ Θεῷ τὰ γεννητῶς ἐκτισμένα.

Καὶ εἴπερ ἦν ἀγέννητος ἀεὶ Πατὴρ ὢν ὁ Θεός, ὑφεστάναι δὴ πάντως ἀνάγκη λέγειν καὶ τὸν δι᾽ ὃν ἦν ἀγέννητος, τουτέστι τὸν γεννητῶς ὄντα Υἱόν, οὗ τὴν εἰκόνα καταπλουτήσαντες καὶ διὰ τῆς κατ᾽ εὐσέβειαν ἀρετῆς λαχόντες τὴν μόρφωσιν, Πατέρα καλοῦμεν τὸν Θεὸν καὶ ἡμεῖς αὐτοί, καθ᾽ ὁμοίωσιν τοῦ ἀνωτάτω τε καὶ πρώτου Πατρὸς πατέρες ὠνομασμένοι.

Πρεσβύτερα γὰρ ἀεὶ τῶν εἰκόνων τὰ ἀρχέτυπα. Β. Καὶ τί τὸ ἀπεῖργον τοὺς δι᾽ ἐναντίας Πατέρα κεκλῆσθαι λέγειν καταχρηστικῶς τὸν Θεόν, ἐπείπερ ὅλως ἐσμὲν ἡμεῖς κατὰ φύσιν πατέρες, κεκλημένος δὲ Πατὴρ ὡς τοῖς γεγονόσιν αἴτιος εἰς τὸ εἶναι καὶ ὑπάρχειν, ἔχει τὸ ἀγέννητον εἰς οὐσίας δύναμιν; Α. Ἀλλὰ μεμαρτύρηκεν ἡμῖν ἀληθὴς ὢν ὁ Παῦλος ὡς διήκει παρ᾽ ἐκείνου τὸ τῆς πατρότητος ὄνομα κατὰ παντὸς ποιήματος λογικοῦ κατ᾽ εἰκόνα καὶ μίμησιν τοῦ πρώτου δεικνύοντος ἐναργῶς τοῦθ᾽ ὅπερ ἐστὶ καὶ ἐν ἡμῖν αὐτοῖς.

Ἔφη δὲ οὐδαμῶς ὅτι καὶ πᾶσα ἀγεννησία παρ᾽ αὐτοῦ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς, ἢ χρῆν ὅλως γεννηθῆναι μηδέν, ἵνα καὶ ἐνσημαίνοιτο τοῖς πεποιημένοις ἡ τοῦ ἀγεννήτου εἰκών.

Τὸ γὰρ δὴ μάλιστα κατακαλλύνειν εἰδὸς τὴν κτίσιν ἡ πρὸς τὸ πάντων ἐστὶν ἀνωτάτω συμμορφία τε καὶ ἐμφέρεια. Β. Ἀναιρήσομεν οὖν τὴν κτίσιν, ἀποσυλῶντες αὐτῆς τὴν γέννησιν ἵνα διαπλάττοιτο πρὸς τὸ ἀγεννήτως ἔχον; Α. Οὐ τοῦτό φημι, νοημάτων δὲ τῶν ἐντεῦθεν τὴν ἀτοπίαν ᾠήθην ἔγωγε παραδεῖξαι δεῖν, ὧν ὅτι προσῆκεν ἀποφοιτᾶν ἰέναι τε ὡς ἀπωτάτω σοφὸς ἡμᾶς ἀναπείθει λόγος· «Σεαυτὸν ἁγνὸν τήρει,» καὶ τό· «Μὴ χρῆναι κοινωνεῖν ταῖς ἑτέρων ἁμαρτίαις,» εὖ μάλα παραφωνῶν.

Καίτοι γὰρ δέον ἡμᾶς ἀπρὶξ ἠρτῆσθαι φιλεῖν τῆς τῶν ἁγίων Πατέρων ἀδιαβλήτου δόξης, τί τοῖς ἀλλοτρίοις ἐφήδεσθαι χρή, καὶ ἀγρίας οὕτω μετασχεῖν φρενός; Ἀγρία γὰρ φρὴν ἡ τῆς τοῦ Υἱοῦ καθυλακτοῦσα δόξης, καὶ «λαλοῦσα κατὰ τοῦ Θεοῦ ἀδικίαν,» κατὰ τὸ γεγραμμένον. Ἐδόκει γάρ, οἶμαι, καὶ μάλα ὀρθῶς τοῖς διαβοήτοις ἐκείνοις ἀνδράσιν, οἳ τῶν τοῦ Σωτῆρος ἡμῶν μυστηρίων ταμίαι γεγόνασιν, εὔνοι τε καὶ δοκιμώτατοι, οὐσίαν μὲν οὐδαμῶς τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἀγέννητον, φωνὴν δὲ εἶναι μόνον τοῖς ἀκροωμένοις τὸ μὴ γεννηθῆναι κατασημαίνουσαν. Ὃ δὴ καὶ ἐνεῖναί φαμεν τῷ λόγῳ τῷ περί γε τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός, οὐκ αὐτόχρημα εἶναι τὴν Θεοῦ οὐσίαν. Ἔστι γὰρ δὴ τοῖς ἐθέλουσιν ἀνασκοπουμένοις ὁρᾶν ὡς ἁπάντων ἡμῖν τῶν ὄντων ἢ καὶ ἐν μόναις ὄντων ὑποψίαις τοῦ εἶναι καὶ μονονουχὶ τὸ τῆς ὑπάρξεως πλαττομένων σχῆμα, τὰ μὲν ὥσπερ ἐν ἰδίαις ἕδραις ἐστὶ καὶ μὴν καὶ τὸ εἶναι τοῦθ᾽ ὅπερ ἐστὶν ἐνυποστάτως διεκληρώσατο, τὰ δὲ ὧδε μὲν οὐκ ἔχει ποθέν, ἔξεδρα δὲ μᾶλλόν ἐστι, καὶ ἐν ἰδίαις μὲν οὐκ ἐρηρεισμένα φύσεσι, τὰς δέ γε τῶν ὄντων οὐσίας περιποτώμενα, καὶ διὰ τοῦ συμβῆναι δύνασθαι τῷ δεῖνι τυχὸν ἢ φέρε εἰπεῖν τῷ δεῖνι, μονονουχὶ καὶ συνυφεστάναι τοῖς ἔχουσι δοκεῖ, ἰδίαν δὲ ὥσπερ φύσιν τὴν ἀλλοτρίαν ψεύδεται. Β. Πῶς λέγεις; Α.

Οὐ γὰρ δὴ διαμεμνήσῃ πεπονηκότος ἡμῖν τοῦ λόγου καὶ ὡς ἔνι καλῶς ἀποδεδειχότος ὅτι τὰ ἐν τάξει τῶν συμβεβηκότων, ἢ καὶ ἐνόντων ἁπλῶς κατηριθμημένα, ἥκιστα μέν σφίσιν αὐτοῖς, ἑτέροις δὲ μᾶλλον ἐνυπάρχοντα καταθρήσαι τις ἄν, καὶ δοκεῖ μὲν εἶναί τι καθ᾽ ἑαυτὰ καὶ λέγεσθαι, φύσιν δὲ τὴν τοῦ λαχόντος ὡς ἰδίαν ἔχει. Οὐ γὰρ αὐτό τι καθ᾽ ἑαυτὸ καὶ ἐνυποστάτως ὑπάρχον τὸ γεννητὸν καὶ ἀγέννητον, μόνην ἡμῖν τὴν τοῦ γεγεννῆσθαι δήλωσιν, ἢ γοῦν τοῦ μὴ γεγεννῆσθαι τυχόν, εἰσφέροντα. Β. Εὖ λέγεις. Α. Καταλογιστέον δὴ οὖν τὴν ἀγεννησίαν, ὡς ἐνυπαρχούσαν τῷ λόγῳ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός, καὶ αὐτῆς μέν, οὐκ αὐτὴν δὲ εἶναι θετέον. Ἀνασκόπει γὰρ ὧδε τὴν ἀτοπίαν, εἰ δοκεῖ. Εἰ γὰρ δὴ κατὰ τὸ ἀληθὲς οὐσίαν εἶναί φασι τὸ ἀγέννητον, μυρία δὲ ὅσα τῶν ὄντων ὑπάρχειν γεννητῶς, τί τὸ ἀπεῖργον ἔτι παρανοοῦντας εἰπεῖν μηδὲ ὑφεστάναι τῶν ὄντων τινά, καίτοι τὸ εἶναι λαχόντα γεννητῶς, εἴπερ ἕκαστον ἀποδραμεῖταί τε καὶ ἐξολισθήσειεν ἂν τοῦ εἶναι οὐσία, μὴ ὂν ἀγέννητον; Β. Ἐξολισθήσειεν ἄν, πῶς γὰρ οὔ; Α. Πῶς δὲ οὐχὶ κἀκεῖνο φράζειν αὐτοῖς τῶν ὅτι δὴ μάλιστα πρεπωδεστάτων;

Εἰ γὰρ οὐσίαν τοῦ Θεοῦ καὶ Πατρὸς καταλογιοῦνται τὸ ἀγέννητον, ταύτην δὲ ὥσπερ ἰδίαν ἀπετέμετο φύσιν, τῶν ἄλλων εἰσάπαν ἀνῳκισμένην, ὑπερούσιος ὢν καὶ πάντων ἐπέκεινα Θεός, γεννητῶς εἶναι τὰ λοιπὰ διανοεῖσθαι χρὴ καὶ ἐν ἰδίᾳ τινὶ κεῖσθαι φύσει, οὐδὲν ἐχούσῃ κοινὸν φυσικῶς πρὸς ἐκείνην. Γεννητῷ γὰρ πρὸς ἀγέννητον, τίς ἂν γένοιτο καὶ ποῖος ὁ λόγος, τό γε ἧκον εἰς ποιότητα, δῆλον δὲ ὅτι τὴν κατ᾽ οὐσίαν; Εἶτα τί φαῖεν ἂν οἱ πρὸς πᾶν ὁτιοῦν εὔκολοι τῶν κακῶν, τὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἴδια καὶ ἐν τῷ γεννήματι βλέποντες, τουτέστι τῷ Υἱῷ; Ζωὴ μὲν γὰρ καὶ φῶς καὶ Θεὸς ἀληθινὸς ὁ Πατήρ· ἀλλ᾽ ἔστι ταῦτα καὶ ὁ Υἱός, οὐ μεθεκτῶς ἢ παρηλλαγμένως, ἀλλ᾽ οὐσιωδῶς καὶ ἐν ἴσῳ τρόπῳ. Ἆρ᾽ οὖν αἰσθάνῃ λοιπὸν ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἐξαίρετα οὐχὶ λόγῳ τε καὶ τρόπῳ τῷ τῆς ἀγεννησίας πρέποι ἂν μᾶλλον, ἵνα μὴ καὶ ἑτέρων εἶναι φῶμεν, ἃ δίχα γεννήσεως ὄντα τε καὶ ὑφεστηκότα φαίνεται, ἁρμόσαι δ᾽ ἂν μᾶλλον ὡς Θεῷ τῷ Πατρί; Ὧδε γὰρ ἂν διήκοι λοιπὸν ὡς εἰς Υἱόν τε καὶ ἐξ αὐτοῦ, φύσεως οἶμαι νόμῳ, τὸ ἐν οὐσίᾳ ταὐτόν. Ἔστι τοίνυν οὐσία μὲν ἥκιστά γε τοῦ Θεοῦ τὸ ἀγέννητον, σημαντικὸν δέ, ὡς ἔφην, τοῦ μὴ γεγεννῆσθαι μόνον τὸν Πατέρα, καὶ οὐχ ὑφεστηκὸς ἰδικῶς. Β. Ὀρθῶς ἔχει.

Φαῖεν δ᾽ ἂν ἴσως οἱ δι᾽ ἐναντίας· Εἰ γεννητῶς ὄντα τὸν Υἱὸν ἐν ταὐτότητί τε καὶ ὁμοούσιον εἶναι φῂς τῷ Θεῷ καὶ Πατρί, οὐκ ὀκνήσεις ἔτι, κατά γε τὸ εἰκός, ὅτι καὶ ἀεὶ συνυπάρχει νοεῖν, καὶ οὐ δίχα πάθους καὶ ἀπορροῆς, τῆς ἐκ τοῦ τεκεῖν λεγομένου γεγέννηται, καίτοι παντὸς ἡμᾶς ἀναπείθοντος λογισμοῦ τό τινος αἴτιον προϋπάρχειν ἡγεῖσθαι τοῦ αἰτιατοῦ καὶ ὡς ἅπαν τὸ γεννώμενον κατασίνεταί πως τὴν τοῦ τεκόντος φύσιν· πρόεισι γὰρ ὡς μέρος. Παρείσθω δὴ οὖν ἡ φύσει τε καὶ ἀληθείᾳ γέννησις, πάντη τε καὶ πάντως τὸ χρῆναι παθεῖν τὴν ἀπορροὴν εἰσκομίζουσα τὴν τοῦ παθεῖν ἀνωτάτω καὶ ἀλώβητον φύσιν. Α. Εἶτα οὐχὶ τοῦτό ἐστιν ἐναργῶς ὅπερ ἔφην; Οἷς γὰρ ἂν ποιοῖντο λόγοις τὸ ὅτι ἂν βούλωνται νοεῖν καθάπερ τινὰ βαφὴν ἐπιχρωματίζοντες, εἰς ἑτεροίας αὐτοὺς μεθιστᾶσι μορφὰς καὶ πρὸς πᾶν ὁτιοῦν μετακλίνουσιν εὐπετῶς, τὸ οἶμαι δονάκων διενεγκεῖν οὐδὲν ἐν σμικρῷ κομιδῇ ποιούμενοι λόγῳ, καίτοι χρῆν δήπου καὶ διαπεπῆχθαι φιλεῖν, καὶ τὸ τοῖς νηπίοις ἐξομοιοῦσθαι δεῖν ὡς ἀχρεῖον ἀπορρίπτειν καὶ τῶν ὅτι μάλιστα κεκιβδηλευμένων. Ἐκεῖνά τε γάρ, νοῦ καὶ φρενὸς τῆς ἀρίστης ἔτι τητώμενα, πρὸς πᾶν τὸ κινοῦν ἀπερινοήτως ἴεται· οἱ δὲ τὸ ἧκον εἰς νοῦν ἀβασανίστως ἁρπάζουσι, πάντα τε σαθρὸν καὶ ἄναλκιν ἐκτετιμήκασι λόγον· ἀνδραποδῶδες δὲ οἶμαι τουτί, καὶ νοῦ τὸ ῥέγχειν ἠρρωστηκότος.

Ἡμῖν δὲ ὁ Παῦλος· «Ἀδελφοί, φησί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπίαζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε.» Τὸ γάρ τοι φρονεῖν μὲν ἧττον ἢ χρῆν, μεῖον δὲ ἤπερ ἦν εἰκὸς τῆς ἀληθοῦς ἐφικέσθαι γνώσεως, καίτοι τελοῦντας εἰς ἄνδρας, οὐκ ἐφήβους ἔτι καὶ ὀλιγογνώμονας, ἥκοντας δὲ ἤδη πρὸς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἁγιοπρεπὲς μὲν οὔ τί που· δυσαπότριπτον δὲ ὅτι προσοίσει τὸ βλάβος οἷσπερ ἂν ὅλως ἐνιζήσειεν οὐκ ἀμφίβολον. Β. Οὐχ ἑτέρως ἂν ἔχοι, λέγεις γὰρ ὀρθῶς. Α. Βούλει δὴ οὖν ταυτὶ μὲν ἐν τούτοις ὅπωσπερ ἂν εἶεν ὧδε μὲν ἔχειν ἐῶμεν, ἴωμεν δὲ αὖ ταῖς ἐκείνων ἀθυρογλωττίαις ἀντεκκομίσοντες τὴν ἀλήθειαν; Β. Καὶ μάλα. Τοῦτο γάρ που καὶ ἄμεινον. Α. Τὸ αἴτιον τοίνυν καὶ τὸ αἰτιατόν, οὐκ οἶδ᾽ ὅθεν ἡμῖν ἑλόντες τε καὶ ὀνομάζοντες· οὐ γάρ που παρά γε τῆς θείας ἐροῦσι Γραφῆς· τί δὴ ἄρα καὶ φρονεῖν ἐγνώκασι; Β. Καὶ μὴν ἀρτίως ἐπύθου λέγοντος ὡς ἀεί πώς ἐστιν ἐν πρεσβυτέρᾳ νοήσει τε καὶ ὑπάρξει τὸ αἴτιον τοῦ αἰτιατοῦ· καὶ ὅτι τὸ γεννῶν οὐκ ἂν δίχα πάθους καὶ ἀπορροῆς διαγεννήσει ποτέ. Καὶ ταυτὶ παραφέροντες, ἐν ἐλάττοσι μὲν ἢ ἐν οἷς ὁ Πατὴρ ἀπεφαίνοντο τὸν Υἱόν, ἠξίουν δὲ εἶναι δεύτερον καὶ οἱονεί πως ὀψιγενῆ, καὶ τάχα που καὶ αὐτὴν οὐκ ἀληθῆ τὴν γέννησιν ἀνοσίως ἐπιφημίζοντες, καὶ τὸ ἐκ τῆς οὐσίας συκοφαντοῦσι γνήσιον. Α.

Ἀγορευόντων δὴ οὖν ἐρομένοις ἐκεῖνο· αἴτιον τοῦ εἶναι πεπιστεύκασι τῷ Υἱῷ τὸν Πατέρα· πότερα τὴν τοῦ ποιητοῦ τάξιν ἐπέχοντα καὶ πρὸς τὸ εἶναι διακομίσαντα δημιουργικῶς ἐν ἴσῳ τοῖς κτίσμασιν, ἤγουν ὧδε μὲν οὐχί, συνεροῦσι δὲ ὅτι κατά γε τὸν ἀληθῆ τῆς γεννήσεως τρόπον ἐξ ἰδίας ἡμῖν οὐσίας προϊέντα τὸ γεννώμενον; Β. Ὡς Πατέρα φασίν, ἤτοι δημιουργόν. Ἁπλοῦς γὰρ ὑπάρχων τὴν οὐσίαν ὁ ἀνωτάτω Θεός, ὡς ἂν νοοῖτο κτίζειν, οὕτω καὶ γεννᾶν. Τὸ γάρ τοι τῆς ἐνεργείας οὐ ταὐτοειδὲς συνθήσει που πάντως ἁπλοῦν ὄντα, φησίν. Α. Καὶ μὴν τοῦτό γέ ἐστιν ἄνω τε καὶ κάτω διακυκῆσαι τὸ πᾶν, καὶ τὴν τῶν πραγμάτων εὐδιάκριτον φύσιν ἀσυνθέτως κομιδῇ φύρδην ἀναχέαι, καὶ ἃ τῆς ἀλλήλων ποιότητος μακρός τε καὶ ἀκριβὴς ἀπονοσφίζει λόγος, ποταμίοις ἐν ἴσῳ νάμασιν εἰς μισγάγκειαν ἐνεγκεῖν· ἔφη γὰρ οὕτω τις τῶν παρ᾽ Ἕλλησι σοφῶν. Ἕτερον γάρ, οἶμαι, τὸ κτίζειν παρὰ τὸ γεννᾶν ἅπας τις οὖν ἡμῖν ἀποφανεῖ λόγος. Οἶμαι δὲ δεῖν μὴ τὸ ἁπλοῦν ἀλόγως προσνέμοντας τῷ Πατρί, πρὸς ἐκτόπους ἐννοίας ὀρθῶς ἔχοντά τε καὶ ἐν καλῷ δόξης ἐρηρεισμένον τὸν ἐπ᾽ αὐτῷ κατασείειν λόγον.

Εἰ γὰρ ὡς κτίσει καὶ τέξεται, καὶ ταὐτὸν ἄμφω νοεῖται, διιστάντος οὐδενὸς εἰς διαφορὰν καὶ τὸ ἑτεροίως ἔχειν, καταδείσαιμ᾽ ἂν οὐδαμῶς ἐκεῖνο εἰπεῖν ὡς ὧνπερ ἂν εἴη δημιουργός, τούτων ἔσται δήπου καὶ πατήρ, καὶ πᾶν τὸ πεποιημένον νοοῖτ᾽ ἂν αὐτοῦ καὶ γέννημα. Τὰ δὲ ὁπόσα τέ ἐστι καὶ ἐν ὁπόσοις εἴδεσι καὶ διαφοραῖς φράσαι μὲν οὐ ῥᾴδιον, πάρα δ᾽ οὖν ὅμως τοῖς ἐθέλουσιν ἀναμετρεῖν. Οὐδὲν γάρ ἐστι τῶν ὄντων ὃ τὸν τοῦ πεποιῆσθαι διελάσει λόγον. Τελεῖ δὲ ὅτι πάντη τε καὶ πάντως ἔν γε τοῖς οὖσι καὶ τὰ ἐν ἐσχάτοις καὶ κατερριμμένα, τίς ὁ καταρνούμενος; Ἁπάντων οὖν ἔσται, καὶ εἰ τῇδε ἔχοι τινά, πατὴρ ὁ Θεός. Β. Καὶ πῶς ἀτοπίας οὐ σφόδρα μεστὸς ὁ λόγος; Α. Δυσσεβείας μὲν οὖν τῆς ἐσχάτης ἐπέκεινα θεῖν φαίης ἂν μᾶλλον, εἰ τὰ εἰκότα λέγεις. Εἰ γάρ, ὡς οἴονται, παρὰ τῷ Θεῷ καὶ Πατρὶ τό τε κτίζειν καὶ τὸ γεννᾶν ἀδιάκριτον ἀληθῶς καὶ οὐχ ἑτεροίως ἔχον, διὰ τὸ ἁπλοῦν ἐν οὐσίᾳ, πρῶτον μὲν εἰκαιόμυθον τὴν ἁγίαν ἡμῖν ἀποφαίνουσι Γραφήν, μονογενῆ τὸν Υἱὸν ὀνομάζουσαν, τόν, εἴπερ ἐστὶν ἀληθὲς ὃ δή φασιν οἱ δι᾽ ἐναντίας, ἐν πολλοῖς ἀδελφοῖς, μᾶλλον δὲ πᾶσιν ὁμοῦ τοῖς εἶναι πεπιστευμένοις, ἢ γεννηθέντα τυχόν, ἤγουν ἐνεργείᾳ δημιουργικῇ παρενεχθέντα πρὸς ὕπαρξιν. Δοκεῖ γὰρ ἐκείνοις ἄμφω τε εἶναι ταὐτὸν καὶ οὐχ ἑτεροίως ἔχειν.

Εἴη δ᾽ ἂν καὶ αὐτὸς ἁμαρτοεπής, ὡς ἔοικεν, ὁ μέγας ἡμῖν μυσταγωγὸς Ἰωάννης, οἷά τι τῶν ἀπορρήτων ἐξενεγκὼν τὸ μονογενὴς ἐφ᾽ Υἱοῦ· ὃν καὶ «ἐν κόλποις» εἶναί φησι τοῦ Θεοῦ καὶ Πατρός, οὐ διεψευσμένον, οἶμαι, τὸν ἐπ᾽ αὐτῷ τόκον καὶ διὰ τούτου δεικνύς· διελάσοι δ᾽ ἂν ἡμῖν εἰς θράσους ἤδη τουτί, καίτοι σοφὸς ὢν ὁ λόγος, ὡς ἐπιθρῴσκειν ἀποτολμᾶν καὶ αὐτῷ τῷ Υἱῷ.

Φαίην γὰρ ἂν ὅτι τὰς τῶν Ἰουδαίων ἀκρίτους ὁρμὰς καίτοι παρὸν ἀποσείεσθαι, καὶ μάλα ῥᾳδίως, αὐτὸς ἐφ᾽ ἑαυτῷ παραθήγων ἁλώσεται. Τί γὰρ μὴ μᾶλλον ἔφασκεν· Ἐγώ εἰμι τὸ κτίσμα καὶ ποίημα τοῦ Θεοῦ, Πατέρα δὲ ἴδιον ὠνόμαζε τὸν Θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ; Τί δὲ ἔδει μᾶλλον ἐπιφωνεῖν ἐν συναγωγαῖς· «Ὁ πιστεύων εἰς τὸν Υἱὸν οὐ κρίνεται,» καὶ μὴ ὅπερ ἦν εἰκὸς καὶ λίαν εὐκόλως κατευνάσαι δύνασθαι τῶν ἀκροωμένων τὸν ἀτίθασσον φθόνον· Ὁ πιστεύων εἰς τὸ κτίσμα οὐ κρίνεται; Οἶμαι γὰρ ἄν, εἰ ταυτὶ διακεκραγότος διεπύθετό τις, οὐκ ἂν οἴεσθαι φορτικόν, οὐδὲ ἐθελῆσαι καταλεύειν αὐτόν, καὶ μέχρις ὀφρύος τοῦ ὄρους ἀποκομίζοντας, κρημνοῖς ἐνιέναι παραλόγοις ἐπιχειρεῖν. Τί δὲ δὴ καὶ ἔδρων οἱ σοφώτατοι μαθηταί, δόξαν ἔχοντες ἐπ᾽ αὐτῷ τὴν Υἱοῦ που πάντως καὶ οὐχὶ τὴν κτίσματος; Ἐπειδὴ γὰρ ἐπ᾽ ἄκρῳ κύματι βαίνων, καὶ τὴν ὑγράν τε καὶ εὐδιάχυτον τῶν ὑδάτων φύσιν ἀφράστῳ δυνάμει τοῖς ἰδίοις ὑποστορέσας ποσί, τὸ πλατὺ διέθει πέλαγος, ἀσύνηθες μὲν τοῖς ἁγίοις ἀποστόλοις ἐδίδου τὸ θαῦμα, συνεισήλατο δὲ μόλις ἑκὼν καὶ ὁλκαδίῳ διέπλει, καίτοι καὶ ῥᾷστα μετόν, εἴπερ ἕλοιτο κατορθοῦν, τὸ καὶ αὐτοῖς ἐποχεῖσθαι κύμασι. Κατατεθηπότες δὲ ἤδη καὶ τὴν ἄμαχον ἐξουσίαν ἀναλογισάμενοι, προσεκύνουν λέγοντες· «Ἀληθῶς Θεοῦ Υἱὸς εἶ.»

Ἆρ᾽ οὖν οὐχὶ καὶ ἐνώμοτον ὡδὶ τὸ χρῆμα ποιούμενοι, εἶναί τε Υἱὸν ἀληθῶς διειπόντες Θεοῦ, διαβεβλήσονται μὲν εἰκότως ὡς ψευδοεπεῖς, διημαρτηκότες δὲ τἀληθοῦς ἁλώσονταί τε καὶ ἐλεγχθήσονται; Εἰ γάρ ἐστιν οὐχ Υἱός, ἐκ τῆς τοῦ γεννήσαντος οὐσίας ἀναφύς, ποίημα δὲ μᾶλλον, τῇ τῆς υἱότητος δόξῃ κατακεχρωσμένος καὶ ἐν ψιλαῖς εὐφημίαις τὴν ἐπωνυμίαν λαχών, τί μαθόντες προσεκύνουν; Τί δὲ Υἱὸν ὠνόμαζον οἱ μυσταγωγοὶ καὶ τῆς ἀληθείας κήρυκες; Β. Ὡς ἄριστα ἡμῖν ὁ λόγος ἔχει. Α. Ὁ δὲ δὴ θεῖός τε καὶ ἱερώτατος Παῦλος, καίτοι «σκεῦος ἐκλογῆς» ὠνομασμένος παρὰ Θεοῦ, καὶ τεταγμένος ἱερουργὸς εἰς τὰ ἔθνη καὶ ταμίας ἀκριβὴς τῶν τοῦ Σωτῆρος ἡμῶν μυστηρίων, τί ἂν βούλοιτο δηλοῦν ὅταν ἥκει βοῶν περί τε αὐτοῦ τοῦ Υἱοῦ καὶ τῶν ἁγίων ἀγγέλων· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρ᾽ αὐτοὺς κεκληρονόμηκεν ὄνομα; Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· καὶ πάλιν· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;»

Καὶ πάλιν· «Εἰ γὰρ ὁ δι᾽ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα, τηλικαύτης ἀμελήσαντες σωτηρίας;» Πῶς γὰρ ἂν ὅλως νοοῖτο πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων τῆς ἀρρήτου δόξης ὁ χαρακτήρ, καὶ μὴν καὶ ἀπαύγασμα τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός, εἰ τὴν τοῦ γεγεννῆσθαι δύναμιν οὐκ ἐν πράγματος ἀληθείᾳ διακεκτήσεται, ψιλαῖς δὲ καὶ μόναις καταχρυσοῦται φωναῖς, ἑτεροίως ἔχων κατὰ τὴν φύσιν καὶ συντεταγμένος τοῖς κτίσμασιν;

Οὐδὲν γάρ, ὡς ἔοικε, τὸ ἀπεῖργον ἔτι καὶ αὐτὸν ἐν κτίσμασι τελεῖν τὸν Πατέρα, χρῆναί τε νοεῖσθαι γενητόν, εἴπερ αὐτοῦ καὶ χαρακτὴρ καὶ ἀπαύγασμα γενητὸς ὑπάρχων ἐστὶν ὁ Υἱός. Ὄνομα δὲ πῶς διαφορώτερον ἔτι κεκληρονόμηκε παρὰ τοὺς ἀγγέλους; Εἰ γὰρ ἐν ἴσῳ τοῦ κτίζειν παρὰ Θεῷ τὸ γεννᾶν, δῆλον ἂν εἴη δήπουθεν ὡς τὸ ἐν Υἱοῦ τάξει λελογισμένον ἀδιακρίτως ἔσται καὶ ποίημα, καὶ τὸ ἐν κτίσμασιν ἀληθῶς κατηριθμημένον οὐδὲν ἧττόν ἐστι καὶ γέννημα. Τί οὖν ἔτι διαμέλλει Θεὸς εἴς γε τὸ χρῆναι τυχὸν καὶ ἑκάστῳ τῶν ἁγίων ἀγγέλων εἰπεῖν· «Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε;» Ὃ γὰρ ἔχουσιν ἑλόντες οἴκοθέν τε καὶ οὐσιωδῶς, τί μὴ νέμων ὁρᾶται, μᾶλλον δὲ —θερμότερον γὰρ εἰρήσεται—τί παραιρεῖται καὶ ἀδικεῖ τοὺς ἤδη λαχόντας τὴν τῆς γεννήσεως δόξαν καὶ τὸ ἐν υἱοῦ τετάχθαι λόγῳ; Διοίσει γὰρ ὅλως οὐδέν, ἐπείπερ ἁπλοῦς ὁ Θεός, τὸ γεννᾶν τοῦ κτίζειν παρ᾽ αὐτῷ, κατά γε τὸν ἐκείνων ἠλίθιον νοῦν· ἀναχεῖται δὲ ἄμφω πρὸς ἕν τι τὸ δηλούμενον, καὶ τὴν εἰς ταὐτότητα δέχεται συνδρομήν. Β. Ναί· δοκεῖ γὰρ ὧδέ πῃ νοεῖν τε καὶ φράζειν αὐτοῖς. Α. Ἀλλ᾽ οὐχ ὧδε ἔχειν ἐροῦμεν ἡμεῖς· πολλοῦ γε καὶ δεῖ. Πλείστη γὰρ ὅση τοῖν τε ὀνομάτοιν ἡμῖν καὶ αὐτοῦ τοῦ χρήματος ἡ διαφορά. Ἀπόκριναι δέ, εἴ σοι δοκεῖ, φιλοπευστοῦντί μοι. Β. Πύθου δῆτα. Α.

Ὁ τῶν θείων ἡμῶν μυσταγωγῶν ἄριστός τε καὶ ὑπέρτατος Ἰωάννης ἀναγέγραφε περὶ τοῦ Υἱοῦ· «Εἰς τὰ ἴδια ἦλθε καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον· ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.» Ἆρ᾽ οὖν τοῖς οὐκ ἔχουσι τὸ ἐν υἱοῦ κεῖσθαι δόξῃ δεδωρῆσθαι φήσομεν τῆς υἱοθεσίας τὴν χάριν, ἢ τοῖς ἥκιστα δεομένοις τοῦ λαβεῖν, οἴκοθέν τε καὶ οὐσιωδῶς πεπλουτηκόσιν αὐτό, καὶ εἰ μὴ ὑπό του δέχοιντο τυχόν; Β. Τοῖς οὐκ ἔχουσι. Τοῦτο γὰρ οἶμαι καὶ ἀληθές. Α. Εἶτα τίς ἔν γε τοῖς οὖσιν ὅλως οὐκ ἔχων ἁλώσεται, εἴπερ οὐδὲν ἡ γέννησις παρὰ τὸ ἐκτίσθαι ἐστί, μᾶλλον δέ, εἴπερ ἓν ἄμφω καὶ ταὐτόν, διϊστάντος ὅλως πρὸς ἑτερότητα μηδενός; Γεγεννῆσθαι γὰρ δώσομεν πᾶν ὅπερ ἔστι, κἂν εἰ παρήχθη πρὸς γένεσιν. Β. Ἆρ᾽ οὖν ἐξ αὐτῆς ἡμᾶς τῆς ἰδίας φύσεως γεγέννηκεν ὁ Πατήρ; Α. Οὐ γεγέννηκε μὲν ἡμᾶς ἐξ ἰδίας φύσεως ὁ Θεὸς καὶ Πατήρ· πλὴν οὐχ ὅπερ ἂν φαίνοιτο νοσοῦν ἑφ᾽ ἠμῶν τὸ ἀπρεπὲς καὶ ἀμήχανον τοῦτο δὴ πάντως ἀντιτάξεται κατὰ τὸν ἴσον λόγον καὶ τῷ κατὰ φύσιν Υἱῷ.

Ἐκτίσμεθα μὲν γὰρ ὁμολογουμένως ἡμεῖς· ὁ δὲ τῆς οὐσίας ἐξέφυ τοῦ Θεοῦ καὶ Πατρός, πρὸς ὃν καὶ ἡμεῖς διαμορφούμεθα καὶ ἐν γεννήσεως τάξει τὴν ἐξ ἡμερότητος δεχόμενοι χάριν, ἐν υἱοῖς τετάγμεθα Θεοῦ, θύραθεν μὲν καὶ εἰσποιητὸν κομιζόμενοι τὸ ἀξίωμα, θετοὶ δὲ υἱοί, διαπεπλασμένοι πρὸς ἀληθινὸν καὶ εἰσκεκλημένοι πρὸς δόξαν τὴν τοῦ κατὰ φύσιν. Θετοὶ δὲ ὅλως οὐκ ἂν εἶεν υἱοὶ μὴ τοῦ κατὰ φύσιν προϋφεστηκότος καὶ τῆς ἀληθοῦς γεννήσεως τῆς ἐσύστερον εἰκόνος προϋποφαινούσης ἐν ἑαυτῇ τὸ ἀρχέτυπον. Εἴπερ οὖν οὐ τέτοκεν ἀληθῶς ὁ Πατήρ, διά γε τοῦτο παρ᾽ αὐτῷ τὸ γεννᾶν τῷ κτίζειν οὐχ ἕτερον, οἴχεται μὲν ἡμῖν ἐκποδὼν ὁ ἐφ᾽ Υἱῷ λόγος, ἄγονος δὲ καὶ ἡ τοῦ Πατρὸς καταφωρᾶται φύσις. Φρούδη δὲ ὥσπερ καὶ ἡ τῶν τὴν πίστιν παραδεδεγμένων ἐλπίς. Ποῦ γὰρ ὅλως υἱότης ἔτι; Ποῦ δὲ τὸ ἐντεῦθεν ἀξίωμα, πρὸς τὸ ἀμεινόνως ἔχειν ἀνακομίζειν δυνάμενον τὸ ἐν κτίσμασι τελοῦν, εἴπερ ἐν ἴσῳ λόγῳ τε καὶ μέτρῳ τῷ τεχθέντι τὸ ποιηθέν, συνθεούσης κατ᾽ ἐκείνους εἰς ἕν τι τὸ χρῆμα κτίσεώς τε καὶ γεννήσεως; Ἆρ᾽ οὖν οὐχὶ λῆρόν τε εἶναι ταυτὶ καὶ τῶν ἄγαν αἰσχρῶν φαίη τις ἂν αἰσχίονα; Β. Κομιδῇ μὲν οὖν. Α.

Εἰ δὲ δὴ καὶ σύνεδρος εἶναι λέγοιτο καὶ ἔστιν ἀληθῶς ὁ Υἱὸς τῷ Πατρί, τῆς ἐν ἀληθείᾳ γεννήσεως οὐκ εἰσκομιζούσης αὐτῷ τὸ δεῖν πάντη τε καὶ πάντως τῇ τοῦ τεκόντος ἐναγλαΐζεσθαι φύσει διὰ τῆς εἰσάπαν ὁμοιότητός τε καὶ ἰσότητος, οὐκ ἀναφανδὸν ἤδη πως ἐροῦσι τὴν τῷ γενεσιουργῷ πρέπουσάν τε καὶ ἐνυπάρχουσαν δόξαν καὶ ἐπ᾽ αὐτὴν ἤδη διήκειν τὴν τῶν γεννητῶν φύσιν καὶ ἀξίωμα τὸ δεσποτικὸν ἀνῆφθαι τὸ δοῦλον; Καὶ μὴν ὁ θεσπέσιος γράφει Παῦλος· «Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σύ,» ἤ· «Κάθου ἐκ δεξιῶν μου;» Ἀνθ᾽ ὅτου γὰρ δεῖν ᾠήθη Θεὸς τοὺς μὲν ἐν τῷ παρεστάναι τε καὶ λειτουργεῖν τὴν αὐτοῖς πρεπωδεστάτην ἀποκληρώσασθαι δόξαν, τὸν δὲ τοῖς ἀνωτάτω καὶ τοῖς τῆς θεότητος ἐναβρύνεσθαι θώκοις καὶ τὸν οὐδαμόθεν ἰσοφυᾶ σύνεδρόν τε καὶ ὁμόθρονον ἔχειν;

Ῥοπή τις, ὡς ἔοικεν, ὑποδραμοῦσα καὶ θέλησις τὴν τοῦ Πατρὸς ἐξουσίαν τὸν μὲν ἐν ἐκείνοις ἐτίθει, τοὺς δὲ ἐν οἷς εἰσι, καίτοι μὴ κατεγνωσμένους. Ἐπιψηφίζεται γὰρ τοῦτο αὐτοῖς τὸ ἀδιαβλήτως ἑστάναι καὶ τὸ σῴζειν δύνασθαι τὴν ἰδίαν ἀρχὴν ἄνω τε καὶ κάτω διαθεῖν λειτουργοῦντας Θεῷ.

Ἠδίκησεν οὖν, κατὰ τὸ εἰκός, ὁ Θεὸς καὶ Πατήρ, μὴ οὐχὶ τῶν ἴσων ἀξιοῦσθαι καὶ αὐτοῖς ἐφείς; Ἀλλ᾽ οὐχ ὧδε ἔχει ποθέν. Μὴ γὰρ ἔρημοι φρενὸς τῆς ἀρίστης ἡμεῖς κατ᾽ ἐκείνους εἴημεν· πλεῖστον γὰρ ὅσον ἐστὶ τὸ μεσολαβοῦν καὶ διιστῶν ἀμέτρως τοῦ ποιηθέντος τὸ γεννηθέν. Καὶ ὁ μὲν ἔστιν Υἱός, καὶ ὡς τοῦτο ὑπάρχων ὁμόθρονος· οἱ δὲ παρεστᾶσι, κεκλημένοι πρὸς τὸ εἶναι δημιουργικῶς. Τί τοίνυν ἀνακιρνᾶσι τὰ ἄμικτα καὶ συνδεῖν ἐπιχειροῦσιν εἰς ταὐτότητα παραλόγως τὰ τῆς ἀλλήλων ὁμοφυΐας ἐξεστηκότα τοσοῦτον ὅσον αὐτὴ τῶν πραγμάτων ἡ φύσις αὐτομάρτυς οὖσα διαβοήσειεν ἄν; Ἀλλ᾽, ὡς ἔοικεν, ἱδρὼς ἐκείνοις καὶ σκοπὸς τὸ οὔ τί που διειδέναι φιλεῖν καὶ ἐπείγεσθαι τἀληθές, ἐντρυφᾶν δὲ ὥσπερ δυσσεβῶς ἐναθύροντας πολυπλόκοις εὑρεσιλογίαις καὶ ἀχαλίνοις ἀθυροστομίαις. Β. Διαψεύδῃ μὲν οὐδαμῶς· σπουδάζεται γὰρ παρ᾽ ἐκείνοις τῶν ἀναγκαίων οὐδέν. Ἐρεῖν δ᾽ οὖν ὅμως ἐκεῖνο ὑπολαμβάνω, πῶς ἂν τὸ ἁπλοῦν διαφόρους ἡμῖν ἐκτέκοι τὰς ἐνεργείας, καὶ γεννήσει μὲν ἑτεροίως ἢ ὡς ἂν ἐργάσαιτο τυχόν, ἐργάσεται δὲ οὐχ οὕτως ἢ ὥσπερ ἂν τέκοι, καὶ τὸν τῆς ἁπλότητος οὐ καταφθερεῖ λόγον; Α. Καὶ μὴν τοῦτό γέ ἐστιν, ὡς ἐγᾦμαι, πάλιν ἕτερον οὐδὲν ἢ τὸ καλαμίνην μετὰ χεῖρας ῥάβδον ἑλεῖν, καθά φησιν ὁ προφήτης Ἠσαΐας.

Τὸ γάρ τοι τοῖς οὕτω σαθροῖς καὶ εὐδιακλάστοις ἐπιθαρσήσαντας λογισμοῖς ἐν βεβαίῳ κεῖσθαι νομίζειν τοῦ φρονεῖν ὀρθῶς, πῶς οὐ καλαμίνην ταῖς ἰδίαις ψυχαῖς ὑποστήσασθαι ῥάβδον ἀσυνέτως ἑλομένους ἀποφήσειεν ἄν; Εὐανάτρεπτον γὰρ κομιδῇ τὸ σοφὸν εἶναι δοκοῦν καταθρήσεις πρόβλημα, δοκιμάσας ὡδὶ καὶ τοῖς οὖσιν ἐνιεὶς περιεργότατόν τε καὶ ἀκριβῆ τὸν βασανίζοντα νοῦν. Μυρίαι μὲν γὰρ ὅσαι τῶν ὄντων αἱ φύσεις εἰσίν, ὧν αἱ μὲν εἰς διαφορὰν ἀλλήλαις καὶ διαμάχην ἥκιστα μὲν ἠγμέναι πρὸς τοῦ καλοῦντος εἰς γένεσιν τὰ οὐκ ὄντα ποτέ, διῳκισμέναι δὲ μᾶλλον εἰς ἰδικὴν ἀποκλήρωσιν καὶ ἑτέρως ἔχουσαν ἢ αἱ λοιπαί· αἱ δέ, οὐχὶ τοῦτο λαχοῦσαι μόνον, ἀλλὰ καὶ ἀλλήλας ἀναιροῦσαι ταῖς συμπλοκαῖς καὶ ἀσύμβατον ἔχουσαι τὴν εἰς ταὐτὸν συνδρομήν· νόμος γὰρ αὐταῖς ὁ φύσεως ἀνακαίει τὴν ἔχθραν. Ἆρά σοι κατ᾽ ἴχνος τῶν εἰρημένων εἶσιν ὁ νοῦς; Β. Οὐ πάνυ. Α. Σύνες οὖν ὅ φημι, φράσαιμι γὰρ ἂν ὀκνήσας οὐδέν.

Οὐκοῦν κέκληνται πρὸς τὸ εἶναι τέχνῃ τε καὶ ἐνεργείᾳ Θεοῦ ἄγγελός τε καὶ ἄνθρωπος, οὐρανὸς ὁμοίως καὶ γῆ, βοῦς τε καὶ ἵππος, ξύλον τε καὶ λίθος. Τούτων δὲ ἕκαστον ἐν ἰδίᾳ μὲν καὶ διῳκισμένῃ νοεῖται φύσει, καὶ οὐχὶ πάντη τε καὶ πάντως ἀπαραλλάκτως ἐν ἅπασιν ἢ ἐν οἷς αἱ λοιπαί, οὐ μὴν ἐναντίως ἐχούσῃ πρὸς τὰς ἑτέρας. Χρῆμα γὰρ οὐκ ἀσύμβατον οὔτε ἄλλως ἀμιγὲς ἀνθρώπῳ μὲν ἄγγελος, ἀγγέλῳ δὲ ἄνθρωπος· ἐναντίαι γὰρ οὐδαμῶς ἀλλήλαις αἱ φύσεις· οὐρανοῦ δὲ ὕπαρξις, ἤγουν ὁ τῆς ὑπάρξεως λόγος, οὐ διαμαχεῖται τοῖς ἄλλοις. Οὐ γὰρ διεστήξει πρὸς ἔχθραν γῆ μὲν οὐρανῷ, γῇ δὲ ἐκεῖνος, ἤγουν τῷ λίθῳ τὸ ξύλον, ἐπεί τοι τὸν τοῦ εἶναι λόγον οὐκ ἐκ τῶν ἀνθεστηκότων καὶ εἰς ἐναντιότητα φύσεως ἀποτετμημένων διεκληρώσατο.

Πρὸς δὴ τούτοις ἅπασι πεποιῆσθαί φαμεν ἐξ ἐνεργείας Θεοῦ πῦρ τε τὸ καυστικὸν καὶ μὴν καὶ τὸ ὕδωρ διαψύχειν εἰδός, ἀλλ᾽ ἑνὸς ἄμφω ποιήματα, τοῦ ἁπλοῦ. Καὶ εἴπερ ἐστὶν ἁπλῆς ἐνεργείας ἔργα ταυτί, καίτοι πρὸς τοσαύτην διεστηκότα τὴν πρὸς ἄλληλα διαφοράν, πῶς ἂν ἔτι τὸ τῆς ἐνεργείας πολυειδὲς τὴν ἁπλῆν οὐσίαν παραιρήσομεν, εὐσεβείας ἀφορμὴν τὴν τῆς ἀληθείας ἀναίρεσιν οὐκ οἶδ᾽ ὅπως ὑπειληφότες; Ἄθρει δὲ, εἴ σοι δοκεῖ, καὶ ἕτερόν τι πρὸς τούτοις. Εἰ γὰρ ἐπείπερ ἐστὶν ἁπλοῦς ὁ Θεὸς ἐνεργήσει μονοειδῶς καὶ πρέπειν ἐροῦσι τοῦτο δὴ μάλιστα αὐτῷ, τί μὴ καὶ ἁπλῆν ἐνεῖναι πιστεύουσι τὴν διάθεσιν αὐτῷ; Β. Πῶς λέγεις; Α. Οὐ γάρ, ὦ βέλτιστε, καταμυσάττεται μὲν καὶ κατασκώπτει τοὺς πονηρούς, καὶ κατεστυγημένον ποιεῖται τὸν ἀλιτήριον, ἐπιγάννυται δὲ τοῖς ὁσίοις, καὶ τὸ ἐπαινεῖσθαι πρέπειν τοῖς τὴν ἕξιν ἀγαθοῖς ἀπονέμει; Β. Πῶς γὰρ οὔ; Α. Συγχωρήσεις δὲ εἶναι κίνημα μὲν εἰς ὀργήν, τὴν κατὰ τῶν πλημμελούντων κόλασιν, πρᾳότητος δὲ καρπὸν ἥπερ ἂν γένοιτο τυχὸν εἰς ἁγίους τιμή τε καὶ χάρις; Β. Συγχωρῶ, καὶ γὰρ ὧδε ἔχει. Α. Οὐκοῦν, ἐπείτοι φασὶ τὴν θείαν ἁπλῆν εἶναι φύσιν, ἐξέστησάν τε διὰ τοῦτο αὐτῆς τὸ τῆς ἐνεργείας πολυειδές, ἁπλῆν ἔχειν οἰέσθωσαν καὶ οὐ πολλὴν ἐν ἑαυτῷ τὴν διάθεσιν.

Οὐκοῦν, οἷς ἂν ἐπαινῇ, τούτοις ἄν, οἶμαι, καταμωμήσαιτο· καὶ οἷς ἂν ἀγάσαιτο, πάντως που καὶ καταψέξειε. Καὶ τὸ μὲν θυμοῦ καὶ ὀργῆς ἐνέργημα, πρᾳότητος ἔσται καρπός, εἶναι δὲ ταὐτὸν καταλογιούμεθά που τῇ πρᾳότητι τὴν ὀργήν. Προσθείην δ᾽ ἂν ἔγωγε τοῖς εἰρημένοις καὶ τόδε· φύσις μὲν γὰρ θεότητος μία καὶ ἁπλῆ· φαμὲν δὲ αὐτὴν εἶναι ζωήν τε καὶ δύναμιν καὶ σοφίαν καὶ δόξαν. Καὶ ζωῇ μὲν ζῇ τὸ ζωοποιούμενον, δυνάμει δὲ δυναμοῦται τὸ δυναμούμενον καὶ σοφίᾳ σοφοῦται τὸ σοφούμενον, δόξῃ δὲ δοξάζεται τὸ δόξης ἐπιδεές, ἤτοι τὸ δοξαζόμενον. Ἦ οὐκ ἀληθὲς ὅ φημι; Β. Καὶ μάλα. Α. Οὐσίας δὲ τῆς ἁπλῆς πῶς ἂν γένοιτο καρπὸς τὸ πολυειδὲς εἰς ἐνέργειαν, κατά γε τὸ ἐκείνοις εὖ ἔχειν ὑπειλημμένον;

Ἐνεργεῖ δὲ πολυτρόπως, καίτοι τὴν φύσιν ἁπλοῦς ὢν ὁ Θεός. Ἆρ᾽ οὖν, ὦ Ἑρμεία, δοίης ἂν εἶναί τι τῶν τοιούτων τὸ παραλογώτερον; Οὐ γὰρ ἄμεινον παραπολὺ καὶ λογισμοῦ τοῦ καθήκοντος ὁρᾶται μεμεστωμένον τὸ ἁπλοῦν μὲν εἶναι τὴν φύσιν οἴεσθαι τὸν Θεόν, τὸ δὲ ὅπως ἔχει καὶ ἐνεργεῖ διαφόρως ἐξεπίστασθαι παραχωρεῖν αὐτῷ δὴ καὶ μόνῳ, πολυπραγμονεῖν δὲ οὐκ ἔτι; Θεὸς γὰρ καὶ τὰ αὐτοῦ πάντως που καὶ ὑπὲρ νοῦν καὶ λόγον. Β. Εὖ ἔφης. Α. Διακεισόμεθα τοίνυν οὐκ ἀσυνετοῦντες ἡμεῖς ξηρὰν οὔ τί που καὶ ἄγονον τοῦ αὐτῇ πρέποντος καὶ ἰδίου καρποῦ τὴν τῶν ὅλων γενεσιουργὸν ἀπομεῖναι φύσιν, πρὸς ἣν δὴ πάντα τὰ καρπογόνα μεμόρφωται, καὶ κατ᾽ αὐτὸ δὴ τοῦτο καρπογόνα. Β. Ἄμεινον δή που καὶ ἀσυγκρίτως· προσαπαιτήσουσι δέ, κατὰ τὸ εἰκὸς εἰπεῖν, πῶς ἂν νοοῖτο γεγεννηκὼς ὁ Πατήρ. Εἶτά τι μὴ πεπονθὼς τῶν ὅσα παρέπεσθαι τοῖς γεννῶσι φιλεῖ, μερισμὸν δὴ λέγω καὶ ἀπορροήν· ἢ πῶς ἂν εἴη τοῦ αἰτιατοῦ πάντη τε καὶ πάντως οὐκ ἐν πρεσβυτέρᾳ νοήσει τε καὶ θέσει τὸ αἴτιον αὐτοῦ; Α. Παγχάλεπον, ὦ Ἑρμεία, καὶ δυσδιεξίτητον κομιδῇ τὸ χρῆμά ἐστι, καὶ τοῖς ὅτι μάλιστα κατεγλωττισμένοις ἀστιβὲς εἰπεῖν, μᾶλλον δὲ καὶ αὐτὸ τὸ συνιέναι μόνον. Νῷ τε γὰρ δὴ τὰ ὑπὲρ νοῦν οὐχ ἁλώσιμα, λόγῳ τε τὰ ὑπὲρ λόγον διατρανοῦν οὐκ ἔνεστιν.

Ὅτι μὲν γὰρ Πατὴρ ὁ Θεὸς καὶ γεγέννηκεν ἀληθῶς ἐξ ἰδίας ἡμῖν οὐσίας τὸν Υἱὸν παραδέδωκεν ἡ πίστις, κατεσφράγισε δὲ καὶ ἀληθὲς ὂν ἀπέφηνεν ἡ θεόπνευστος Γραφή, Πατέρα καὶ γέννησιν ὀνομάζουσα πανταχῆ. Οἶμαι δὲ δεῖν οὐκ ἔτι τὸ πίστει παραδεχθὲν θρασυτέραις ὥσπερ ἐκβασανίζειν ἐρεύναις. Πίστις γὰρ οὐκέτι τὸ ζητούμενον. Ὅνπερ γὰρ τρόπον «ἐλπὶς βλεπομένη οὐκ ἔστι ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ὑπομένει;» κατὰ τὴν τοῦ σοφωτάτου Παύλου φωνήν, οὕτω δὴ πίστις ἐρευνωμένη καὶ οὐκ ἔχουσα τὸ ἀζήτητον πίστις οὐκ ἂν εἴη, κατὰ τὸν ἴσον ἐλπίδι λόγον. Τὸ γάρτοι πίστει τετιμημένον βασάνου πάντως ἐλεύθερον. Χρῆναι δὴ οὖν ἔγωγέ φημι, καθάπερ ἀμέλει τὸν προσιόντα Θεῷ, πιστεύειν μὲν ὅτι ἔστι, ζητεῖν δὲ οὐκέτι· οὕτω διακεῖσθαι καὶ φρονεῖν ὅτι καὶ Πατὴρ ὁ Θεὸς καὶ γεγέννηκε, τὸ δὲ ἀνορύττειν ὅπως, ὡς ἀνέφικτον ἐᾶν. Καταμειδιάσειν γὰρ οἶμαι παντελῶς οὐδένα τῶν ὅτι προσῆκε τοῖς ἄγαν ὑπερκειμένοις χαρίζεσθαι τὸ νικᾶν σωφρόνως διεσκεμμένων. Νοῦ δὲ δὴ παντὸς ἀμείνων ὁ τῆς θείας γεννήσεως νοοῖτ᾽ ἂν τρόπος. Ἔστι γοῦν διαπυθέσθαι σαφῶς τοῦ Θεοῦ καὶ Πατρὸς πρὸς τὸν ἐξ αὐτοῦ κατὰ φύσιν ἐκπεφηνότα διαβοῶντος Λόγον· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.»

Τὸ μὲν γὰρ οἱονεὶ τῆς ὠδῖνος γνήσιον καὶ τὸ ἐξ αὐτῆς ἡμῖν τῆς οὐσίας τοῦ Πατρὸς ἐκτετέχθαι τὸν Υἱὸν παραδείξειεν ἂν εὖ μάλα τὸ «ἐκ γαστρός,» ὡς ἐκ παραδείγματος τοῦ καθ᾽ ἡμᾶς χρειωδέστατα παραληφθέν. Τὸ δέ γε «πρὸ ἑωσφόρου» τὴν ἀπότεξιν εἰπεῖν σημαίνει τάχα που τὸ ἐν ἀφανείᾳ καὶ ἀκαταληψίᾳ καὶ καθάπερ ἐν σκότῳ βαθεῖ τὸν τῆς γεννήσεως κατακεκλεῖσθαι τρόπον. Ἑωσφόρου μὲν γὰρ ἐξ ἑῴων ἄρτι τερμάτων λαμπροῦ πρὸς τὸ ἄνω διαπηδήσαντος, αὐγαὶ κατασκίδνανται τὸν αἰθέρα λεπταὶ καὶ φῶς ἀραιόν τε καὶ ἀδρανὲς ἔτι τῆς ἡλίου μαρμαρυγῆς συναναθρῴσκει προάγγελον, ἀφηβήσαντος ἤδη τοῦ τῆς νυκτὸς σκότους. Ὀφθέντος δὲ οὔπω κατ᾽ οὐρανόν, ἐν ἀκμαῖς ἔτι κείσεται τὰ νυκτός, ὅτε καὶ παχὺς τῶν ὀμμάτων καταχεῖται σκότος καὶ ἐν ἴσῳ τοῖς τὰς ὄψεις λελωβημένοις καὶ οἱ τοῦ πάθους ἀπείρατοι.

Ἐπεὶ λέγοις ἂν ἡμῖν αὐτὸς τί τὸ θαῦμα τὸ θεοπρεπὲς ἐν τῷ γεγεννῆσθαι τὸν Υἱόν, εἰ καὶ νοοῖτο «πρὸ ἑωσφόρου;» Β. Οὐκ ἀθαύμαστον, ὦ τᾶν, τὸ τῆς γεννήσεως χρῆμα.

Τὸ γὰρ ἀρχαῖον αὐτῆς καὶ πρεσβύτατον ἀναμάθοι τις ἂν διὰ τοῦ νοεῖσθαι «πρὸ ἑωσφόρου.» Α. Εἶτα πῶς οὐκ ἄμεινον πρὸ ἡλίου καὶ σελήνης, μᾶλλον δὲ οὐρανοῦ τε καὶ γῆς εἰπεῖν; Πρεσβύτερα γὰρ ἄστρων τε καὶ ἑωσφόρου ταυτί. Μᾶλλον δὲ καὶ τὸ πρὸ γῆς τε καὶ οὐρανοῦ καὶ ἁπάσης ἁπαξαπλῶς τῆς κτίσεως εἶναι λέγεσθαι τὸν Υἱὸν οἰηθείην ἂν ἔγωγε σμικρόν τε καὶ εὐτελές· ἐξ ἀνάρχου γὰρ πέφηνε Πατρός, ἄφραστόν τε καὶ ἀπερινόητον παντελῶς τὸν τῆς γεννήσεως ἔχει τρόπον. Τοιγάρτοι καὶ αὐτὸς ἡμῖν ὁ διαβόητος Ἠσαΐας· «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; φησίν, ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ·» γενεάν, οἶμαί που, τὴν γέννησιν, ζωὴν δὲ τὴν ὕπαρξιν εὖ μάλα διακαλῶν, ἣν καὶ ἀπὸ πάσης αἴρεσθαι τῆς γῆς, τουτέστιν ἀνακουφίζεσθαί τε καὶ ὑπερφέρειν ἅπαντα νοῦν τῶν ἐπὶ τῆς γῆς, καὶ ἄνω που κεῖσθαι τῶν καθ᾽ ἡμᾶς ἐννοιῶν, ἀστιβῆ δὲ καὶ ἀνέμβατον τοῖς τῆς ἀνθρωπότητος μέτροις, ἀληθέστατά μοι φάναι δοκεῖ. Ὅτι δὲ καὶ χρόνου παντὸς ἐπέκεινα καὶ ἀρχῆς ἀμείνων τῆς τοιᾶσδε πέφηνεν ὁ Υἱὸς οὐ μεῖον ἢ ὁ Πατήρ, ἕτερός τις ἡμᾶς τῶν ἁγίων προφητῶν ἀναπείσει βοῶν· «Καὶ σύ, Βηθλεέμ, οἶκος τοῦ Ἐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα.

Ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ᾽ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος,» τὴν ἐκ Πατρὸς ὕπαρξιν ἰδικὴν ἔξοδον ὥσπερ τινὰ γεγενῆσθαι λέγων, καθ᾽ ἣν ἀπ᾽ ἀρχῆς ἧς οὐδὲν ἐπέκεινα παντελῶς τῷ ἰδίῳ γεννήτορι συνυφεστῶτα νοοῦμεν, οὐκ ἀγεννήτως, ἀλλὰ γεννητῶς. Πόσον οὖν οἴει δεῖν γέλωτα ὄφλειν αὐτοὺς ἀνθρωπίνοις διασκέμμασι καὶ πεποσωμέναις ἐννοίαις ἐφικνεῖσθαι δύνασθαι τῶν οὕτως ὑπερκειμένων οὐκ οἶδ᾽ ὅπως ὑπειληφότας; Τίνα γὰρ ἄν τις εἰδείη τρόπον τὸ ὅπως ἂν τέκοι Θεός, μὴ οὐχὶ δὴ πρότερον ἐκμεμαθηκὼς ὅ τί ποτε ἄρα κατὰ φύσιν ἐστίν; Β. Ἀλλ᾽ ἔστι τοῦτο ἀμήχανον· «Ἔθετο γὰρ σκότος ἀποκρυφὴν αὐτοῦ,» καθὰ γέγραπται, «καὶ κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ,» τό, οἶμαι, δυσκάτοπτον, μᾶλλον δὲ ἄποπτόν τε καὶ ἀκατάληπτον καὶ σκότος εἰπὼν καὶ σκηνὴν ὀνομάσας, ὑφ᾽ ἣν τρόπον τινὰ καὶ εἰσδὺς ὁ πάντα πληρῶν, αὐτός τε ὑφ᾽ ἑαυτοῦ καὶ ὑπὸ μόνου γινώσκεται τοῦ ἰδίου γεννήματος. Ἔφη γὰρ ὅτι «Οὐδεὶς ἐπιγινώσκει τίς ἐστιν ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει τίς ἐστιν, εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ.» Α. Εὖ λέγεις, καὶ σὲ δὴ μάλιστα νυνὶ τῶν τοιούτων ἄγαμαι λόγων.

Οὐκοῦν, εἰ περιεργάζοιτό τις καὶ ῥιψοκινδύνως ἰχνηλάτοι τὰ νῷ μὲν οὐκ ἐφικτά, δυνάμει δὲ λόγων οὐ καταθλούμενα, τὸν τοιοῦτον ἐροῦμεν ἥκιστα μὲν ὡς εἴη φιλομαθής, εἰκαίοις δὲ μᾶλλον καὶ περιττοῖς ἐπινήχοιτο πόνοις. Εἰρήσεται δὲ περί γε τοῦ τοιούτου παντὸς καὶ οὐκ ἀπὸ σκοποῦ· «Ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμανεῖ ἀνέμους, ὁ δ᾽ αὐτὸς διώξεται ὄρνεα πτερωτά. Ἀπέλιπε γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου, πεπλάνηται, διαπορεύεται δὲ δι᾽ ἀνύδρου ἐρήμου καὶ γῆν διατεταγμένην ἐν διψώδεσι, συνάγει δὲ χερσὶν ἀκαρπίαν.» Ἐρρῶσθαι γὰρ ὥσπερ τοῖς ἀναγκαίοις εἰς ὄνησιν καὶ τοῖς ἀληθείας μεμεστωμένοις ἀνοητότατα φράζοντες, περιέπουσι τὸ ψεῦδος καὶ τὸ καρπὸν εὐσεβείας οὐκ ἔχον ὡς ἀναγκαῖον εἰσδέχονται, ἀναθρῴσκει δὲ δὴ πρὸς τοῦτο αὐτοῖς ἀλαζονείας ὁ νοῦς, ὡς τάχα που καὶ ἡγεῖσθαι λοιπὸν ἐπίκλημα καὶ γραφὴν τὸ ὅπως ἂν ἔχοι φύσεως μὴ αὐτῷ διειδέναι καὶ μόνῳ παραχωρεῖν τῷ Θεῷ, καίτοι τῆς θεοπνεύστου Γραφῆς ἀνεκφράστους εἶναι βοώσης καὶ λίαν ἀμείνους ἢ κατὰ νοῦν τὸν ἀνθρώπινον τὰς θείας ὁδούς, τουτέστι τὴν ἐφ᾽ ἑκάστῳ τῶν γεγονότων διεξαγωγὴν ὥσπερ τινὰ καὶ οἰκονομίαν. Ἀναμελῳδεῖ γάρ που καὶ ἀναμέλπει λέγων ὁ θεῖος Δαβίδ· «Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.»

Ὁλκάδος μὲν γὰρ τοῖς ἐξ οὐρίας πνεύμασιν εὖ μάλα συνωθουμένης καὶ εἰς τὸ βαθὺ δὴ τουτὶ διαττούσης πέλαγος ἀσυμφανὲς τὸ ἴχνος ἐστίν. Ἀρότρου γὰρ δίκην ἐπιχαράττουσα μόλις τῆς θαλάττης τὸν νῶτον, ὑπόπτερος τρόπον τινὰ διὰ μέσων ἴεται τῶν κυμάτων, ἃ καὶ ταῖς εἰς ἄλληλα συνδρομαῖς ἀνακιρνᾶσιν εὐθὺς τὸ διατετμῆσθαι δοκοῦν. Ἢ οὐχ ὧδε ἔχει; Β. Κομιδῇ μὲν οὖν. Σκόπει δὲ ὅπως ἂν ἡμῖν ἡ γέννησις δίχα πάθους ἔσται καὶ ἀπορροῆς, καὶ εἴπερ ἐνδέχεται μὴ προϋφεστάναι λέγειν τοῦ αἰτιατοῦ τὸ αἴτιον αὐτοῦ. Α. Οὐ προϋφεστήξει ποθέν, πολλοῦ γε καὶ δεῖ· ἀλλ᾽ οὐδ᾽ ἂν τῷ τόκῳ συμπαρομαρτήσαι ποτὲ τομή τε καὶ πάθος, εἰ ἐπὶ Θεοῦ τὸ χρῆμα νοοῖτο, ἐφ᾽ οὗ καὶ τὸ δύνασθαι παθεῖν καὶ τὸ δεῖν ἐν χρόνῳ τίκτεσθαι τὸ γεννώμενον ἀσθενεῖ. Σωμάτων μὲν γὰρ πέρι λόγος ἦν εἴπερ τις εἰς τὸ παρόν, οἷς ἂν ἁρμόσαι καὶ τὸ παθεῖν, οὐκ ἀμελετήτως ἐχούσης τῆς φύσεως εἰς ἀπορροήν, καὶ μὴν καὶ ἀραρότως ἀκολουθοῦν τῷ χρόνῳ τὸ χρόνῳ περιορίζεσθαι, καὶ τὴν τῆς γεννήσεως ἀρχὴν οὐκ ἄναρχον ἔχειν, φαίην ἂν εἰκότως ὡς οὐκ ἂν ἐξοίχοιτο τυχὸν τοῦ πιθανῶς ἔχειν τὰ τῆς ὑποψίας αὐτοῖς.

Ἐπειδὴ δὲ περὶ φύσεως ἡμῖν ὁ λόγος τῆς ἀνωτάτω παντὸς ἁπτοῦ τε ἅμα καὶ ὁρατοῦ σώματος, ἣ καὶ αὐτῶν αἰώνων ἐστὶ τεχνῖτις καὶ χρόνου παντὸς τὸ πρεσβύτατον, πῶς οὐκ ἀπόπληκτον παντελῶς τὸ γοῦν οἴεσθαί τι παθεῖν γεννῶσαν αὐτὴν καὶ τὴν ἐν χρόνῳ γένεσιν ἔχειν τὸ ἐξ αὐτῆς ὡς ἴδιόν τε καὶ ἐνυπάρχον αὐτῇ; Αἴτιον δὲ καὶ αἰτιατόν, οὐδὲ ὀνομάσαι θέμις, πρέποι δ᾽ ἂν μᾶλλον ἐπὶ Θεοῦ Πατέρα τε εἰπεῖν καὶ γεννηθέντα Υἱόν. Β. Ἀλλ᾽ ἴσθι τοι καὶ ἐφιέντας τυχὸν ὧδε μὲν τοῦτο ἔχειν, εἰ δοκεῖ· ἐρεῖν δ᾽ οὖν ὅμως πῶς ἂν γεννήσειεν ὁ Πατὴρ ἐξ ἑαυτοῦ καθ᾽ ὑμᾶς, καὶ οὐκ ἄν τι πρόοιτο διακοπὴν ὑπομείνας καὶ ἀπορροήν, τὴν εἰς ἕτερόν τι παρ᾽ αὐτόν, εἴπερ ἐστὶν ἀληθῶς ἐξ αὐτοῦ κατ᾽ οὐσίαν ἰδιοσυστάτως ὁ Υἱός· πῶς δὲ οὐχὶ τὸ γεννῶν πάντη τε καὶ πάντως τοῦ γεγεννημένου προϋφεστήξει καὶ προεπινοηθήσεται. Α. «Ὁ μωρὸς μωρὰ λαλήσει καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει,» κατὰ τὴν τοῦ προφήτου φωνήν. Οἷς γὰρ ἦν εἰκὸς οὐ μετρίως ἐπερυθριᾶν, εἴπερ τι μετῆν εὐβουλίας αὐτοῖς, τούτοις οὐκ οἶδ᾽ ὅπως ἀσυνέτως ἐπισεμνύνονται, τομὰς καὶ ἀπορροὴν καὶ τὸ ἐν χρόνῳ δεῖν ἀποτεκεῖν ἐπ᾽ αὐτῆς ἡμῖν τῆς θείας διοριζόμενοι φύσεως. Εἶτα πῶς οὐκ ἄμεινον ἐννοεῖν ὅτι μήτε ἐν χρόνῳ μήτε κατὰ σῶμα τὴν γέννησιν ἢ νοεῖν ἢ φράζειν ἄξιον;

Οὐδὲ γὰρ ἂν ἔχοιεν εἰπεῖν ὡς ἐν χρόνῳ γέγονε Πατὴρ ὁ Θεός, ἀλλ᾽ ἦν ἀχρόνως τε καὶ ἀνάρχως τοῦθ᾽ ὅπερ ἐστί, συνυφεστηκότος αὐτῷ δηλονότι τοῦ δι᾽ ὅν ἐστι Πατήρ. Ἐξέλαμψε γὰρ τρόπῳ τε τῷ ὑπὲρ νοῦν καὶ ὡς οὐκ ἄν τις φράσαι τῆς τοῦ Πατρὸς οὐσίας ὁ Υἱός, οὐ κατὰ μερισμὸν ἢ διαίρεσιν τοῦ γεγεννηκότος τὴν ἰδίαν ὕπαρξιν ὡς ἑτέραν ἔχων, ἀλλ᾽ ὑπάρχων μὲν ἰδιοσυστάτως, γεννηθεὶς δὲ οὕτως ὡς ἂν ἀποτέκοι τὸ ἀσώματον, ὃ τομῆς τέ ἐστι καὶ μερισμοῦ παντελῶς ἀπείρατον. Εἰ γὰρ ὅλως τομῆς τε καὶ μερισμοῦ καὶ ὧν ἐκεῖνοί φασιν ἡ θεία φύσις ἀνέχεται, νοείσθω καὶ σῶμα· εἰ δὲ τοῦτο, καὶ ἐν τόπῳ πάντως που, καὶ ἐν μεγέθει καὶ ποσῷ. Καὶ ἐπειδὴ πεπόσωται, μὴ φευγέτω περιγραφήν. Ἕψεται δὲ τούτοις καὶ ἑτέρων ἡμῖν ἐννοιῶν ἐσμός, τὰ σωμάτων ἴδια καταχέων αὐτῆς, καὶ λογισμῶν ἀτοπία δεινή. Β. Σύμφημι κἀγώ. Α. Οὐ γάρ, ὦ φιλότης, καὶ τόδε εἰπεῖν καταδείσαιμ᾽ ἂν οὐδαμῶς. Β. Τὸ ποῖον; Α. Εἰ γὰρ τοῖς τῶν σωμάτων ἔθεσί τε καὶ νόμοις καὶ ἡ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπενεχθεῖσα φύσις, τέξεται μὲν καὶ οὐ δίχα πάθους, ὑπομενεῖ δὲ τὸν μερισμόν, ἔσται που πάντως καὶ ἐν ἰδίᾳ τινὶ θέσει τε καὶ τόπῳ τὸ γεννώμενον, ἅτε δὴ καὶ εἰσάπαν τῆς τοῦ τεκόντος ποσότητος ἐκπεφοιτηκός· τίκτεται γὰρ ὧδε τὰ ἀπὸ σωμάτων. Εἴπερ οὖν οἴονται τὰ πάντα πληροῦν τὸν Θεὸν καὶ Πατέρα, ποῖ ποτε ἡμῖν τὸ ἐξ αὐτοῦ κείσεται καὶ τίνα τὸν ἴδιον εὑρήσει τόπον; Β.

Ἄριστα ἔφης ὡς ἔσται τις ἐντεῦθεν οὐ μετρία πληθὺς ἀνοσίων ἐννοιῶν. Παραιτητέον γὰρ οὖν τὸ τῆς γεννήσεως χρῆμα καὶ μὴ νοείσθω, φασίν, ἀληθὲς ἐπὶ Θεοῦ. Συνοιχήσεται γὰρ οὕτως καὶ ἡ τῶν λογισμῶν ἀτοπία. Α. Καὶ μὴν τοῦτό γέ ἐστιν ἕτερον οὐδὲν ἢ τὸν ἀκριβῆ τῆς πίστεως διαλακτίσαι λόγον. Πῶς γὰρ ἂν ἔτι τὸ ἐν Τριάδι ταὐτὸν ἡ θεία τε καὶ ἄφραστος κεκτήσεται φύσις, εἰ τὸν ἀληθῆ τῆς γεννήσεως ἀναιρήσομεν τρόπον; Τερθρεία δὲ οἶμαι ταυτί, καὶ φρενοβλαβείας ἰουδαϊκῆς ἀπαίδευτον θράσος. Ἐν ἴσῳ δὴ οὖν ἐσόμεθα καὶ ἡμεῖς αὐτοὶ τοῖς ἕνα μὲν εἶναι δοξάζουσι τὸν τῶν ὅλων γενεσιουργὸν καὶ Πατέρα Θεόν, μὴ μὴν ἔτι παραδεδειγμένοις τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Τί δὲ δὴ καὶ τὸ καταλεύειν αὐτὸν διακωλύσειεν ἄν, ἐγκαλοῦντας ἰουδαϊκῶς· «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς ἑαυτὸν Θεόν;» Εἰ γὰρ δὴ τὸν ἀληθῆ τῆς γεννήσεως τρόπον ἀναιρήσουσι δυσσεβῶς, οὐκ ἄν, οἶμαι, τὶς εἰς τοῦτο λοιπὸν ἐννοιῶν ἐλαφρίας καταφοιτήσειεν ὡς Θεὸν εἶναι κατὰ φύσιν οἴεσθαι τὸν Υἱόν, διακεκλῆσθαι δὲ μόνον, καθὰ καὶ ἡμᾶς αὐτούς, καὶ εἰσποίητον ἀληθῶς τὸ τῆς θεότητος ὄνομα λαχεῖν, ὡς οὐκ ἐξ αὐτῆς πεφηνότα τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός.

Ἐπειδὴ δὲ κατ᾽ ἐκείνους Υἱὸς μὲν οὐκ ἔτι, τελεῖ δέ, ὡς ἔοικεν, σὺν ἡμῖν ἐν κτίσμασι, λελυτρώμεθα μὲν οὔπω τοῦ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα, προσκυνοῦντες αὐτῷ, δυσσεβείας δὲ τῆς ἐπὶ τούτῳ γράψεται μὲν ἡμᾶς οὐκ ἐν δίκῃ Θεός, ἑαυτῷ δὲ μᾶλλον ἀναθήσει τὰς αἰτίας, ἐπείπερ εἰσάγων τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει· «Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Ὁ δὲ καὶ πρὸς αὐτῶν τῶν ἁγίων ἀγγέλων προσκυνούμενος, καὶ τὴν τῷ Θεῷ καὶ Πατρὶ πρέπουσαν δόξαν ὡς ἴδιαν ἔχων, πῶς οὐκ ἂν εἴη καὶ ἐκ τοῦ Πατρὸς φυσικῶς, διά τε τοῦτο Θεός; Αἰσθάνῃ δὴ οὖν εἰς οἷον αὐτοῖς καταστρέφει τέλος τὸ δεῖν οἴεσθαι μήτε ἀληθῆ τὴν γέννησιν ἐπὶ Θεοῦ, μήτε μὴν ἐθέλειν ἐᾶν τὸ ὅπως ἂν ἔχοι φύσεως ἀποτίκτειν αὐτόν, πολυπραγμονοῦντας οὐδέν, ἐπιρρίπτειν δὲ ὥσπερ ἐξ ἀφύκτου λοιπὸν ἀνάγκης αὐτῷ τομὰς καὶ ἀπορροὴν καὶ τὰ τῶν σωμάτων ἴδια πάθη. Β. Συνίημι μέν· πῶς δ᾽ ἂν τέκοι, φασί, καὶ οὐχὶ πάντη τε καὶ πάντως ἕψεται τὸ παθεῖν; Α. Ὅτι, καθάπερ ἔφθην εἰπών, οὐχὶ τοῖς σωμάτων νόμοις ὑπεζεῦχθαι τὸ ἀσώματον ὑπονοεῖν εὐσεβές, οὐδὲ ἐπεί τοι κατὰ πάθος καὶ μερισμὸν ἀποτίκτει τὸ σῶμα, τέκοι ἂν ἀπαραλλάκτως ὡδὶ τὸ ἀσώματον· ἀλλ᾽ ὥσπερ ἐστὶ κατά γε τὸν τοῦ πῶς εἶναι λόγον ἑτεροίως ἔχον παρὰ τὸ σῶμα, καὶ τὸν τῆς γεννήσεως τρόπον ἕξει που πάντως αὐτῷ πρέποντά τε καὶ ἴδιον.

Καὶ ἐπειδήπερ ἐν χρόνῳ τὸ σῶμα γεννᾷ, τέξεταί που πάντως οὐχ ὁμοίως τὸ ἀσώματον.

Ἕκαστον γάρ, οἶμαι, τῶν ὄντων οὐχὶ τοῖς ἑτέρου πάντως, ἀλλ᾽ ἰδίοις τισὶν ὑποκείσεται νόμοις· καὶ κοινὸν μὲν τοῖς οὖσι τὸ εἶναι, διανέμει δ᾽ οὖν ὅμως ἡ φύσις ἑκάστῳ τὴν ἑτερότητα, θεσμοῖς ἰδίοις ἐξείργουσα πρὸς τὸ μὴ οὕτως ἔχειν εἰσάπαν ὥσπερ ἂν εἴη τὸ ἕτερον· ὑπεζεύχθω δὴ οὖν ἔθεσι μὲν καὶ νόμοις τοῖς τῶν σωμάτων τὰ σώματα, καὶ γεννάτω καθ᾽ ἑαυτά, καὶ πασχέτω τοὺς μερισμούς, ἀνείσθω δὲ τὸ ἀσώματον εἰς ἰδίους αὖ λόγους, καὶ γεννάτω καθ᾽ ἑαυτό, πάθους καὶ τομῆς ἐλευθέραν ἔχον τὴν φύσιν.

Καὶ εἰ ἐφίκοιτο μὲν ὁ νοῦς εἰς τὸ διειδέναι δύνασθαι τίνα μὲν τρόπον τὸ σῶμα γεννᾷ, συνίησι δὲ οὐκέτι τὴν τῆς ἀσωμάτου φύσεως γέννησιν, τί μὴ μᾶλλον ἑαυτὸν ἀμαθίας γράψεται; Τὸ δὲ δὴ μεῖζόν τε καὶ ἄμεινον ἢ κατὰ σῶμα, πολὺ μᾶλλον δὲ ἀσυγκρίτως ὑπερκείμενον, εἰς τὸν τοῦ χείρονος καταβιάζεται τόπον, καὶ τὰ μηδαμόθεν αὐτῷ προσήκοντα πάθη προσάπτων οὐκ ἐρυθριᾷ. Καὶ εἰ, ὅπερ ἡμῖν οὐ συνιέναι ῥᾷον ἢ ἀνέφικτον εἰδέναι, τοῦτο δὴ πάντως καὶ ἀναιρήσομεν; Ἐπειδὴ δὲ τί κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ οὐκ ἄν τις ἐκμάθοι, μείων γάρ, οἶμαι, τοῦ τοιοῦδε πᾶς νοῦς, δυσσεβούντων ἀναιδέστερον καὶ μηδὲ αὐτὸν εἶναι λεγόντων, ἢ γοῦν, ἐπεί τοι τῶν ὄντων δημιουργικῶς ἀπαθὲς οὐδέν, διατεινέσθων ὅτι πείσεταί τι καὶ αὐτὸς εἰς ἰδίαν φύσιν καὶ τοῖς τῶν γενητῶν ὑποπεσεῖται θεσμοῖς, ἀγένητος ὤν. Ἀλλ᾽ οἶμαι, λόγος οὐδεὶς καταθήσειεν ἂν εἴς γε δὴ τοῦτο Θεόν· μένει δὲ πάντως ἐρηρεισμένως ἐν οἷς εἶναι πεπίστευται. Β. Μένει γάρ, ἐπεί τοι φύσις ἡ θεία παντελῶς ἀκλόνητος.

Ἀλλ᾽ εἰ γεγέννηκε, φησίν, ὁ Θεός, προεπινοηθήσεται πάντως τοῦ Υἱοῦ καὶ προϋφεστήξει τοῦ ἰδίου γεννήματος. Α. Οὐκοῦν ἐρῶ δὴ πάλιν ὡς εἰ μὴ τοῖς τῶν σωμάτων ἕποιτό τε καὶ ὑποπίπτει θεσμοῖς τὸ ἀσώματον, γεννήσει που πάντως καθ᾽ ἑαυτὸ καὶ οὐ κατὰ σώματος φύσιν. Τὰ μὲν γὰρ προεπινοεῖσθαί τε καὶ προϋφεστάναι τῶν γεννωμένων, ἀναγκαῖος, ὡς ἔοικε, καὶ δυσδιεξίτητος κομιδῇ διαδείξει λόγος, καὶ πρεσβυτέραν ἔχειν τοῦ εἶναι τὴν δόξαν, εἴπερ ἐστιν ἓν ἐξ ἑνὸς καὶ ὡς ἐκ πρώτου τὸ δεύτερον πρόεισί τε κατὰ χρόνον, οὐκ ἀνάρχως ἐκφυόμενα τοῖς εἰωθόσι γεννᾶν, ἐπείτοι μηδὲ αὐτὴν τῆς ἑαυτῶν γεννήσεως ἄναρχον ἔχει τὴν ῥίζαν. Τὸ δὲ ἀνάρχως ὑπάρχον καὶ τελευτᾶν οὐκ εἰδός, φημὶ δὴ Θεός, πῶς ἄν, εἰπέ μοι, τοῖς τῆς ἰδίας φύσεως ἀντιφέροιτο νόμοις, ἀρχὴν τῷ ἰδίῳ καὶ κατὰ φύσιν Υἱῷ τὴν ἐν καιρῷ τε καὶ χρόνοις εἰσδεδεγμένον; Εἴη γὰρ ἂν ἑτεροφυὲς ἔκφυλόν τε οὕτω τὸ γεννώμενον, εἰ τὴν τοῦ τεκόντος αὐτὸ διαψεύσαιτο φύσιν· κείσεται δέ, οἶμαι, τὸ χρῆμα λοιπὸν τερατολογίας οὐ μακράν. Τὸ γάρ τοι πρὸς ἑτερότητα φυσικὴν διατετμῆσθαι δοκεῖν τοῦ γεννῶντος τὸ γεννώμενον ἀμοιρήσειεν ἂν οὐ σφόδρα τοῦ τερατολογεῖσθαι πρέπειν.

Οὐκοῦν ἀποτέξεται κατ᾽ ἰδίαν φύσιν τὸ ἀσώματον, οὐ τὴν ἐν χρόνῳ γέννησιν ἔχοντος τοῦ γεννήματος, ἀλλὰ τῇ τοῦ γεννῶντος ὑπάρξει συνεπινοουμένου τε καὶ συνυφεστηκότος, καὶ οὔ τί που κατόπιν ἰόντος, εἴπερ ἐξ ἀνάρχου πέφηνεν ἀρχῆς, τῆς καὶ αὐτῶν τῶν αἰώνων ἀνῳκισμένης. Β. Ὀρθῶς ἔφης· πλὴν εἰ γένοιτο σαφὴς ὁ λόγος καὶ καταβιβάζοιτό πως ἐπὶ τὴν τῶν γενητῶν φύσιν, παραδείξειεν ἂν εὖ μάλα τὸ ζητούμενον. Τὰ γάρ τοι τῶν νοημάτων διεκθρῴσκοντα πολὺ τῶν ἀκροωμένων τὸν νοῦν καταφανεστέραν ἂν ἔχοι τὴν δήλωσιν εἰ δι᾽ ἐναργῶν ἴοι παραδειγμάτων. Α. Ἀληθὴς μὲν οὖν ὁ λόγος, ὦ ᾽γαθέ, ἀλλ᾽ εἰ τὴν τῶν ὄντων διασκέψαιο φύσιν, ἆρα ἂν ἔχοις ἀκριβῶς εἰπεῖν ὅτῳ μάλιστα τῶν πάντων εἴκασται Θεός, ὡς τὴν εἰς πᾶν ὁτιοῦν ἐμφέρειαν δύνασθαι λαχεῖν καὶ ἀπαραλλάκτως ἔχειν; Β. Οὐδαμῶς, ἐπεί τοι Θεὸς κατὰ φύσιν οὐδὲν ἔν γε τοῖς τελοῦσιν ἐν γενητοῖς. Α. Ἄγασθαι δὴ οὖν εὖ μάλα δεήσει τὸν ἱερὸν ἡμῖν ὑποφωνοῦντα Παῦλον· «Βλέπομεν γὰρ ἄρτι δι᾽ ἐσόπτρου καὶ ἐν αἰνίγματι·» καὶ μὴν καὶ τὸ «Ἄρτι γινώσκω ἐκ μέρους,» οὐκ ἀθαύμαστον ἐᾶν ὅσιον ἂν εἴη καὶ σοφόν. Β. Εὖ γε δή. Α. Ἰτέον δὴ οὖν ἐπ᾽ αὐτὴν ᾗ τάχος τὴν ἁγίαν Γραφήν.

Λειμῶνα δὲ ὅπως εὐφυᾶ τε καὶ εὐανθῆ, τοῖς ἐξ ὡρῶν βλαστήμασιν ἐκπεποικιλμένον, μελιττῶν ἐν τάξει διαποτώμενοι, καὶ τοῖς ὅτι μάλιστα τῷ λόγῳ πρεπωδεστάτοις ἐνιζήσαντες παραδείγμασι, τὸν τῆς ἀρρήτου καὶ ὑπὲρ νοῦν γεννήσεως ἐξεικονίζωμεν τρόπον· καὶ καθάπερ οἱ λεπτοῖς ἐνιέντες γράμμασι τὸν τοῦ σώματος ὀφθαλμόν, φέρε καὶ αὐτοὶ τὸν νοῦν ἀπερείδοντες, κἂν γοῦν ἐκ μέρους καὶ ὡς ἐν αἰνίγμασι τὴν θείαν ἡμῖν ὅπως ἔχει καταθρήσωμεν φύσιν.

Λόγῳ τοίνυν παρεικάζων τὸν Υἱὸν ὁ Πατήρ· «Ἐξηρεύξατο, φησίν, ἡ καρδία μου λόγον ἀγαθόν.» Ἴθι δὴ οὖν, ὦ ἑταῖρε, καί μοι σπουδαίως ἐρομένῳ φράσον, ποῖος ἔν γε τουτοισὶ διακοπῆς καὶ ἀπορροῆς ἐπινοηθείη ἂν ἢ τρόπος ἢ τόπος;

Τέξεται μὲν γὰρ καὶ προήσει λόγον τὸν ἐξ ἑαυτοῦ νοῦς ὁ ἀνθρώπινος, καὶ τὴν ἰσχνὴν ὠδῖνα κινήσας ἀπερεύξεται τὸ δοκοῦν, καὶ ταῖς μὲν ἐκ βάθους εἰς τὸ ἄνω τε καὶ ἔξω διαδρομαῖς οὐσιώδη πως τὴν γέννησιν ὁ λόγος ἡμῖν ὑποπλάττεται.

Καὶ εἶναι μέν τις ἕτερος παρὰ τὸν προέντα δοκεῖ, διατετμήσεται δὲ οὐδαμῶς· οὔτε μὴν τοῦ πρὸς τὸ ἄνω διαπηδήσαντος λόγου τὴν πρεσβυτέραν ὁ νοῦς ἀποίσεται δόξαν. Ἔστι γὰρ ἐκ νοῦ καὶ εἰς νοῦν ὁ λόγος ἀεί, καὶ μὴν καὶ ὁ νοῦς ἐν λόγῳ. Ἢ εἰ τοῦτο φαῖεν ἂν ὡς οὐκ ἄριστα ἔχοι, νοῦς μὲν ἄλογος ἔσται, λόγος δὲ ἄνους, καὶ ὅπερ ἄμφω τοῦθ᾽ ὅπερ εἰσὶ νοεῖσθαι ποιεῖ φροῦδόν πως ἤδη διοιχήσεται καὶ ἐλάσει πρὸς τὸ μηδέν. Νοῦς μὲν γὰρ ἀεὶ λόγου ῥίζα τε καὶ γένεσις, νοῦ δὲ αὖ λόγος καρπός τε καὶ κύημα. Ὁ μὲν γὰρ ἄλογος οὐδαμῶς, καὶ εἰ λόγον ἐκτέκοι, ὁ δὲ τὴν τοῦ τεκόντος ποιότητα καὶ ἰδέαν φύσιν ὥσπερ ἰδίαν διεκληρώσατο, πρόεισί τε τὸν τεκόντα παραβλάψας οὐδέν. Τὸ δὲ δὴ καὶ φάναι τολμᾶν, ἔν γε δὴ μάλιστα τούτοις, ὡς ἔστι που πάντως τοῦ γεννωμένου τὸ γεννῶν πρεσβύτερον ἠλίθιον οἶμαι παντελῶς. Πρόεισι μὲν γὰρ ἐκ νοῦ λόγος.

Ἐπειδὴ δέ ἐστιν νοῦς ὅτι λόγον ἔχει, λόγος δὲ αὖ πάλιν ὅτι μεμέστωται νοῦ, πῶς ἂν νοοῖτό ποτε δίχα μὲν λόγου νοῦς, λόγος δὲ νοῦ τητώμενος; Τὰ μὲν γὰρ ἔχοντά τι τῶν ἔχεσθαι λεγομένων πρεσβυτέραν πως ἐφ᾽ ἑαυτοῖς ἀπαιτεῖ τὴν τοῦ εἶναι διάληψιν, καὶ ἐν ψιλαῖς ἐννοιῶν φαντασίαις πεπολίωταί πως οὐ μεῖον ἢ ὥσπερ ἂν ἔχοιεν πρὸς υἱοὺς πατέρες, ἀλλ᾽ οἷς συνυπάρχειν ἀνάγκη, καὶ πάντη τε καὶ πάντως τὸ ἀλλήλοις συνεπινοεῖσθαι πρέπει. Ἀποπεραίνεται δὲ οὕτω τὸ εἶναί τε καὶ συνεστάναι τι, ἄν τις ἀνάπτοι τὸ μεῖον ἐν χρόνῳ καὶ τὸ πρεσβύτερον, καὶ οὐχὶ δὴ μᾶλλον ὅτι καὶ συνδιολεῖται φαμὲν ἀλλήλοιν, εἰ ἑτέρου τὸ ἕτερον προανίσχοι καὶ φαίνοιτο. Β. Βραδύς εἰμί πως εἴς γε τὸ ἀναμαθεῖν δύνασθαι ταυτί, συνίημι δὲ οὐ λίαν ὅ τί ποτ᾽ ἔστιν ὃ λέγεις. Οὐκοῦν διασάφει, καὶ μή μοι νωθείαν ἐγκάλει, μηδὲ ὥσπερ τινὰ δίκην ἐπαρτήσῃς τὴν σιωπήν. Α. Καὶ μὴν ἐγὼ φράζειν ἕτοιμος, ὄκνου γὰρ λόγος οὐ πολὺς ἔν γε τοῖς οὕτω λεπτοῖς ἔστ᾽ ἂν ἡμῖν ἴοι κατὰ ῥοῦν ὁ λόγος. Τὸ γὰρ ἄνω τε καὶ κάτω καὶ οἱονεί πως ἐν κύκλῳ περιφοιτᾶν τὰ δυσέφικτα τῶν θεωρημάτων βλάβος μὲν οὐδέν, οὐ μετρίαν δ᾽ ἂν ἡμῖν ἐμποιήσαι τὴν ὄνησιν. Οὐκοῦν ἴδοις ἂν ὅπερ ἔφην εὖ μάλα καὶ σαφῶς εἰ τὴν τῶν χρωμάτων διασκέψαιο φύσιν.

Εἰπὲ γὰρ ἐκεῖνο, τὴν λευκότητα τυχὸν ἤτοι τὴν μελανίαν, οὔπω τοῖς ἔχειν αὐτὰς εἰωθόσιν ἐνιδρυμένας, αὐτάς που καθ᾽ ἑαυτὰς ἆρ᾽ ὑπάρχειν οἰήσῃ δύνασθαι; Β. Οὐδαμῶς. Συμβαίνει γὰρ τὰ τοιάδε μᾶλλον ἑτέροις, εἶτα τοῦθ᾽ ὅπερ εἰσί, τότε δὴ μόλις ἐκφαίνονται. Α. Ὀρθῶς ἔφης. Οὐκοῦν, οὐσίαι μέν τινες εἶεν ἂν προεπινοηθεῖσαί τε καὶ προϋποκείμεναι τῷ λόγῳ, τήν τε λευκότητα καὶ τὴν μελανίαν εἰσδεδεγμέναι· αἱ δέ εἰσιν ἐν τοῖς ἐχομένοις. Ἀλλ᾽ εἰ βούλοιτό τις ἀναμέρος διατεμὼν τό τε ἔχον ἐν τούτοις καὶ αὖ τὸ ἐχόμενον, καὶ τὸ μὲν ἔχον ὅτι πρεσβύτερον εἴη λέγοι, τό γε μὴν ἐχόμενον ὑστερίζειν οἴοιτο, εἰς ποῖον ἡμῖν οὐσίας καταθήσει τόπον τὸ πεφυκὸς εἶναι λευκόν, εἰ μήπω ἐστὶ λευκόν; Ἢ πῶς ἡ λευκότης εἴη ἂν ὅπερ εἶναι καὶ λέγεται, εἰ μὴ διὰ τοῦ συμβῆναι τοῖς ἔχειν εἰδόσι καὶ πεφυκόσι αὐτὴν ὅτι λευκότης εἴη γνωρίζοιτο; Ἰσόχρονον γὰρ εἰ μὴ λάβοι τὴν συνδρομὴν τὰ πρὸς ἑνὸς ὁτουοῦν συνθέοντα σύστασιν καὶ οὐχ ἑτέρως ἔχειν δυνάμενα, θεωρίᾳ μὲν ἔσται ληπτά, ἕξει δὲ οὔπω τὸ εἶναι καθ᾽ ὕπαρξιν, κατά γε τόν σφισι πρέποντα λόγον. Β. Ἀλλ᾽ ὧδε μὲν ἔχει καὶ ἀληθῶς εἰρῆσθαι ταυτὶ διακείσομαί τε αὐτός, οἶμαι δ᾽ ἂν καὶ ἑτέρους οὐ μεῖον ἢ ἐγώ. Πατρί γε μὴν καὶ Υἱῷ πῶς ἂν ἡμῖν ἡ ἀμφοῖν τοῖν παραδειγμάτοιν ἁρμόσοι δύναμις; Α.

Ὅτι λόγου μὲν ἡ ἐκ νοῦ πρὸς τὸ ἔξω φορὰ καὶ τὸ ἀπαθὲς τῆς γεννήσεως καὶ μὴν ὅτι τὸ γεννηθὲν οὐ διατετμήσεται, μενεῖ δὲ μᾶλλον αὐτό τε ἐν τῷ γεννήσαντι νῷ καὶ τὸν γεννήσαντα νοῦν ἕξει που πάντως ἐν ἑαυτῷ, διαρκέστατά τε μάλα σαφῶς ἐκδείξειεν ἄν, καὶ πρός γε δὴ τούτοις ὅτι συμφυᾶ τε ἀμέσως καὶ συνυφεστῶσαν ἔχει ταῖς ἐννοίαις τὴν ὕπαρξιν.

Τὸ δέ γε τῶν ὄντων τισὶν ἀναγκαίως ἐμφῦναι τὸ χρῶμα λέγειν, καὶ ὡς οὐκ ἂν ἔχοιεν ἑκάτερον ἑκατέρου κατὰ σφῶν αὐτῶν τὸ πρεσβύτερον, ἀναγκαιοτάτην λαχόντα συνύπαρξιν—ἰσοδρομήσει γὰρ πάντως εἰς ἰσόχρονον ἀρχήν—, τὸ μὲν τῆς θείας γεννήσεως τίς ἂν νοοῖτο πρὸς ἡμῶν ὁ τρόπος οὐκ οἶμαι σαφηνιεῖν, ἐκεῖνο δὲ μᾶλλον ὡς εἴπερ ἐστὶ Πατὴρ ὁ Θεός, οὐκ ἐν χρόνῳ τὸ εἶναι τοῦθ᾽ ὅπερ ἐστὶν εὑράμενος· ἔστι γὰρ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχων καὶ τροπῆς ἀμείνων τῆς ἐπ᾽ ἀμφοῖν νοουμένης· παντέλειος γάρ, οὔτε τῆς εἰς ὁτιοῦν τῶν ἀγαθῶν πληρώσεως ὑπάρχων ἐπιδεής, οὔτε μὴν τὸν ἐπὶ τοῖς πεφυκόσι λυπεῖν ὑπομένων ὄλισθον· συνεισκρίνεταί που πάντως αὐτῷ καὶ ἡ τοῦ τεχθέντος δήλωσίς τε ὁμοῦ καὶ ὕπαρξις οὐχ ὑστερίζουσα κατὰ χρόνον, οὔτε μὴν κατόπιν ἰοῦσα τῆς τοῦ τεκόντος δόξης διά γε τὸ χρῆναι πάντη τε καὶ πάντως ἐπὶ Θεοῦ συνεπινοεῖσθαί τε καὶ συνυπάρχειν ἀεὶ Υἱῷ μὲν Πατέρα, Πατρὶ δὲ αὖ τὸν Υἱόν, πρὸς ἄναρχον ἀρχαιότητα δι᾽ ἑαυτοῦ μαρτυρούμενον, εἰ καὶ ἔστι γεννητῶς, ὡς ἐκ Πατρὸς κατὰ φύσιν. Ἀπαύγασμα δὲ τῆς δόξης τοῦ Θεοῦ καὶ Πατρὸς ὀνομάζων ἡμῖν τὸν Υἱὸν ὁ θεσπέσιος Παῦλος, καὶ μὴν ὅτι καὶ χαρακτήρ ἐστι τῆς ὑποστάσεως αὐτοῦ, κατασφραγιεῖ δή που, καθάπερ ἐγᾦμαι, τὸν ἀρτίως ἡμῖν γεγονότα λόγον, ὡς πεποίηται μὲν ἀμωμήτως κομιδῇ, μεθύει δὲ ψήφοις ταῖς εἰς ὀρθότητα καὶ ἀλήθειαν. Β. Πῶς ἔφης; Α.

Οἴου δέ με πάλιν ὧδέ πῃ διεσκεμμένον τὸ χρῆμα εἰπεῖν· ὅτι τὸ ὑπό του τυχὸν ἐξηυγασμένον εἴη δ᾽ ἄν που φῶς, οἶμαι, τουτί, τῆς ἀπαυγαζούσης οὐσίας αὐτὸ διακομίζον τοῖς ἔξω τὴν εἴδησιν, καὶ ταῖς δι᾽ ὀμμάτων αἰσθήσεσιν ἐγχρίμπτον ἀεί, ἢ γοῦν καθ᾽ ἕτερόν τινα τρόπον προσβολῆς ὁμιλοῦν τοῖς σώμασι· τὸ τί κατὰ φύσιν ἐστὶν ἡ προϊεῖσά τε καὶ ἐξαστράπτουσα ῥίζα τε αὐτοῦ καὶ γένεσις ἐφῆκε νοεῖν. Συντετάχθω δὲ ὁ λόγος εἰς παράδειγμα λαβὼν τὴν ἡλίου φύσιν καὶ τὴν ἐξ αὐτοῦ προχεομένην αὐγήν. Τί γὰρ κατὰ φύσιν ἐκεῖνος τὸ ἐξ αὐτοῦ προϊέμενον σέλας ἀποφήνειεν ἄν. Διαίρεσιν δὲ ὅλως, ἤτοι τὴν τομὴν καὶ ἀπορροὴν καὶ πάθος, οὐδ᾽ ὅσον εἰδέναι τυχὸν ἀνάσχοιτο ἂν ἡ ἡλίου φύσις, καίτοι χύδην καὶ οὐσιωδῶς τὸ ἐξ αὐτῆς προϊεῖσα φῶς, ἀλλ᾽ ἔστι μὲν ὁλοκλήρως ἐν αὐτῷ, καὶ εἰ προχέοιτο τυχόν, ἔχοι δὲ αὖ ἐν ἑαυτῷ τὸ ἴδιον φῶς, οὐκ ἀπορριζούμενον ἐν τῷ διαχεῖσθαι καὶ δοκεῖν πως ἤδη διὰ τούτου καὶ εἰς ἰδικὴν ἑτερότητα δραμεῖν. Ἀποδιελὼν γὰρ ὁ λόγος ἥλιον μὲν ἀναμέρος αὐτὸν καθ᾽ αὑτόν, τὴν οὐσίαν ὅ τί ποτέ ἐστι φαντάζεται, τὸ δ᾽ ἐν αὐτῷ τε καὶ ἐξ αὐτοῦ προχεόμενον φῶς, ἴδιον μὲν αὐτοῦ, πλὴν εἰς ἀμέριστον ἑτερότητα τὴν ὡς ἐν ψιλαῖς καὶ μόναις ἐννοίαις, εὖ μάλα διοικιεῖ, διά τοι τὴν ἐξ αὐτοῦ πρὸς τὸ ἔξω πρόοδον.

Ὅτι δὲ δὴ γελοῖον ἂν εἴη παντελῶς τὸ πρεσβυτέραν μὲν τὴν ἡλίου φαντάζεσθαι γένεσιν, ὑστερίζουσαν δὲ κἂν γοῦν τι βραχὺ τῆς ἐνούσης αὐτῷ φωτοειδοῦς ἐνεργείας τὴν δύναμιν, οὐκ ἂν οἰηθείην ἐνδοιάσειν ὅλως τὸν ᾧπερ ἂν εἴη σώφρων τε καὶ ἐρρωμένος ὁ νοῦς. Ἴσον γὰρ ἥλιον μηδὲ εἶναι λέγειν, εἰ μὴ συνυπάρχον ἔχοι τὸ δι᾽ ὃ νοεῖται τοῦθ᾽ ὅπερ ἐστίν. Οὐκοῦν, ἀνατύπωσιν ὥσπερ τινὰ διαπεπλασμένην ὀρθῶς τῶν ἐν αἰσθήσει παραδειγμάτων τὴν δύναμιν ὡς ἐν ἐννοίαις ἑλὼν ταῖς εἰς λῆξιν ἰούσαις τὴν ἀνωτάτω, τὴν θείαν γέννησιν οὐ καταφθερεῖς, τομὰς ἐπ᾽ αὐτὴν καὶ ἀπορροὴν καὶ πάθος ἀσυνέτως εἰσδεδεγμένος.

Ἐπὶ γάρ τοι τῆς ἀνωτάτω πασῶν οὐσίας ἀπαθὴς μὲν ἡ γέννησις, καὶ μὴν καὶ οὐσιώδης ἡ τοῦ γεννήματος ὕπαρξις καὶ διατομῆς ἐλευθέρα, καὶ τῷ τεκόντι συνθέουσα καὶ ἀπαραιτήτως συννοουμένη τε καὶ συνεισβαίνουσα. Τὸ γὰρ ἄναρχον ἐν χρόνῳ μεμαρτύρηκε τῷ Υἱῷ καὶ ὁ σοφὸς Ἰωάννης, «Ἐν ἀρχῇ ἦν ὁ Λόγος» εἰπών, καὶ αὖ ἐπὶ τούτοις· «Ὁ ὤν, ὁ ἦν, ὁ ἐρχόμενος.» Β. Ἐκπεπόνηται μὲν ἡμῖν ὡς ἄριστά γε, ὦ τᾶν, ὁ περὶ τούτου λόγος. Οἴει δέ που, κατὰ τὸ εἰκός, ἀπηλλάχθαι πραγμάτων, καὶ ἑτέρου δεῖσθαι μηδενὸς εἰς ἀπόδειξιν τοῦ προϋφεστηκέναι μὲν οὐδαμῶς τοῦ Υἱοῦ τὸν Πατέρα δοκεῖν, συμφυᾶ δὲ δεῖν καὶ συνυπάρχοντα νοεῖν· ἀφικνεῖται δὲ οὔπω κατὰ νοῦν ἐκεῖνα, δυσπρόσιτον κομιδῇ καὶ ἀνάντη λίαν ἔχοντα τὴν προσβολήν. Α. Τὰ ποῖα ἄττα φῄς; Β. Ἐρησομένους ἴσθι τοι, δριμεῖς γὰρ εἰς λόγους, πότερόν ποτε θελητῶς ἤγουν ἀνεθελήτως ὁ Θεὸς καὶ Πατὴρ ἐκτέτοκε τὸν Υἱόν. Α. Εἶτα, ὅποι ποτὲ ἄρα κατασκήψειεν ἂν τὸ κακούργημα αὐτοῖς τῶν οὕτω δεινῶν εὑρημάτων, ὡς ἥδιστα ἂν εἰδείην. Β. Προσθέντες γάρ, οἶμαι, κἀκεῖνο ἐροῦσιν, ὡς εἴπερ ἐστὶν ἀνεθέλητος ὁ Υἱὸς τῷ Πατρί, τέτοκεν οὐχ ἑκών, ἀλλ᾽ ἔκ του πρὸς τοῦτο συνωθούμενος, ἢ φέρε εἰπεῖν ἀνάγκης ἤ τι καὶ παθὼν τῶν ἀβουλήτων ἁλώσεται.

Περιενεγκόντες δὲ οὕτως εἰς ἀτοπίαν τὸν λόγον, καθείρξουσιν εἰς ὁμολογίαν τοῦ χρῆναι λοιπὸν εἰπεῖν τὸ μὴ ἀβουλήτως γεγεννῆσθαι παρὰ τοῦ Πατρὸς τὸν Υἱόν, καὶ τελευτῶντες ἐπάγουσιν· Εἰ μὴ ἀνεθελήτως τέτοκεν ὁ Πατὴρ τὸν Υἱόν, θελητῶς δὲ καὶ κατὰ βούλησιν, πάντως που καὶ προηγήσεται καὶ προαναφανεῖται τῆς τοῦ Υἱοῦ γεννήσεως ἡ θέλησις τοῦ Πατρός. Ὧν δὲ δή που, φησί, καὶ προϋφεστηκὼς ἐσκέπτετο καὶ πρεσβυτέραν ἔχει τοῦ τόκου τὴν θέλησιν. Α. Ὡς ἀνόσιά γε τοῖς διεστραμμένοις ἐκμεμηχάνηται καθ᾽ ἡμῶν τὰ εὑρήματα. Κατορχεῖται δὲ οὕτω τῶν τῆς ἀληθείας δογμάτων ὁ λόγος ὥστε, εἴ τῳ δόξειεν ἔν γε τοῖς ἄγαν ἀπηχεστάτοις τὴν ἁπασῶν ἐπέκεινα ψῆφον ἑλεῖν, οὐκ ἂν οἶμαι δράσειν ἄμεινον ἢ οὗτοι. Ἀκλεᾶ δὲ οὕτω τὴν νίκην ἀράμενοι καὶ ταῖς εἰς δυσσέβειαν ὑπερβολαῖς τῆς τῶν ἄλλων ἀμαθίας προὔχοντές τε καὶ προεκκείμενοι, λοιπὸν ἀκουόντων· «Ἐδικαιώθη Σόδομα ἐκ σοῦ.» Ἅλις γάρ, ἅλις πικρίας, ὦ οὗτοι, καὶ διεστραμμένων ἐννοιῶν.

Φέρε κατευθὺ τῆς ἀληθείας ἴωμέν τε ἤδη καὶ λέγωμεν ὡς οὐκ ἂν νοοῖτό ποτε δίχα τοῦ συνόντος τε ἀεὶ καὶ συνυφεστῶτος αὐτῷ γεννήματος ὁ ἀνάρχως τε καὶ ἀϊδίως Πατήρ. Ἀλλ᾽ εἰ καὶ ἔστιν οὐκ ἀνεθελήτως τοῦ Υἱοῦ Πατήρ, οὐ προανακύψει καὶ προανανήξεται πάντως τοῦ γεννηθέντος ἡ θέλησις. Εἰ γὰρ ἦν ἐν σοφίᾳ καὶ λόγῳ τὸ θέλειν τοῦ Πατρός· οὐ γὰρ ἄσοφόν γε καὶ ἄλογον τὴν θείαν ἐροῦσι θέλησιν· Σοφία δὲ καὶ Λόγος ἐστὶ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός, αὐτὸς ἄρα ἐστὶν ὁ ἐν ᾧ πᾶσα θέλησις τοῦ Πατρός.

Ὥστε τοῖς ἐκεῖνα πεφλυαρηκόσι περιτρέπεταί πως ἡ σκέψις καὶ τὸ δεινὸν ἐγχείρημα πρὸς τὸ ἔχον ἐναντίως. Ἀναπυθέσθαι γὰρ δὴ καὶ ἡμᾶς, ὡς ἔοικεν, ἀπείρξειεν ἂν οὐδὲν τῆς τῶν λογισμῶν ἀτοπίας ἠφειδηκότας, πότερα θελητῶς ἤγουν ἀνεθελήτως ὑπάρχει τε καὶ ἔστιν ὁ Πατήρ.

Καὶ εἰ μὲν οὐ θελητῶς, ἐκβεβίασταί που πάντως ἐξ ἀνάγκης εἰς ὕπαρξιν. Εἰ δὲ ὧδε μὲν οὐχί, θελητῶς δέ, προηγήσεταί που τῆς ὑπάρξεως αὐτοῦ τὸ θέλειν αὐτοῦ. Καὶ ἐπειδὴ τὸ θέλειν ἐπράττετο σοφῶς δηλονότι καὶ οὐ δίχα λόγου, Σοφία δέ ἐστι καὶ Λόγος ὁ Υἱός, προϋφεστήξει τοῦ Πατρός.

Βουλὴν δὲ καὶ θέλησιν τοῦ Θεοῦ καὶ Πατρὸς τὸν Υἱὸν ὁ θεῖος ἡμῖν ὀνομάζει λόγος. Ψάλλει γὰρ ἐν Πνεύματι καί φησιν ὁ θεσπέσιος Δαβίδ, ὡς ἐκ προσώπου τῶν πεπιστευκότων· «Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, ἐν τῇ βουλῇ σου ὡδήγησάς με.» Καὶ μὴν καὶ ἑτέρωθι· «Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν.» Πεποδηγήμεθα γὰρ ἐν Χριστῷ πρὸς τὸ θέλημα τοῦ Πατρός, καὶ εἰς ὑπερκόσμιον κάλλος ἐν αὐτῷ μορφούμεθα, πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν δι᾽ αὐτοῦ νευρούμενοι. Οὐκοῦν, ὅσον ἧκεν εἰς ἐννοιῶν σαθρότητα καὶ λογισμῶν ἀτοπίαν, προϋφεστήξει τοῦ Πατρὸς ὁ Υἱός, αὐτὸς ὢν ἡ θέλησις· εἶτα πῶς τοῦ γεννήσαντος προαναφανεῖται τὸ γεννηθέν;

Ἄθρει δὴ οὖν ἵν᾽ εἰσὶ κακοῦ, τὸ «Ἑαυτοὺς δοκιμάζετε, εἰ ἐστὲ ἐν τῇ πίστει» μεθέντες ὡς ἀπωτάτω. Β. Ἔοικεν. Α. Περιτρέψειε δ᾽ ἄν τις καὶ οὐ σὺν ἱδρῶτι μακρῷ καὶ πρὸς ἑτέραν αὐτοῖς ἀτοπίαν τὴν γραώδη πρότασιν, ἀποκρίνεσθαι δεῖν ἐκεῖνο εἰπών. Β. Τὸ τί δή; Α. Πότερα δημιουργὸς καὶ βασιλεὺς φιλοικτίρμων τε καὶ ἀγαθὸς νοοῖτ᾽ ἂν καὶ λέγοιτο πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων ὁ Θεὸς καὶ Πατὴρ ἢ οὔ; Β. Ἀλλὰ ταυτὶ μὲν ὡς ἔστιν ἀμελητὶ φαῖεν ἄν, ὡς ἐγᾦμαι. Πῶς γὰρ οὔ; Α. Φραζόντων οὖν ἔτι· προσερήσομαι γάρ, ἀνεθελήτως ἄρα ταῦτά ἐστιν ἢ θελητῶς; Εἰ μὲν γὰρ ἀνεθελήτως ἐροῦσι, πεπονθέναι δώσουσι τὴν ἀνεθελησίαν αὐτόν, τὸ ὡς ἐξ ἀνάγκης πάθος. Εἰ δὲ μὴ ἀβουλήτως οἰήσονται, προϋπῆρχε δὲ ἡ βούλησις τοῦ εἶναι αὐτὸν ἅ ἐστιν, οὐκ ἀεὶ δυνάμει δημιουργός, οὔτε μὴν ἀνάρχως βασιλεύς, ἢ φιλοικτίρμων, ἢ ἀγαθός· χρόνος δὲ ἴσως προεισελάσειέ τις καθ᾽ ὃν ἔτι ταῦτα οὐκ ὤν, τὸ δεῖν εἶναι διεσκέπτετο. Τίς δὴ οὖν ἄρα τῶν τοιούτων ἂν ἐπαΐοι λόγων, εἶτα ταῖς ἐκείνων τερθρείαις οὐκ ἐποιμώξειε μέγα, καὶ δὴ καὶ ἐρρῶσθαι φράσας, ἄμεινον μὲν ἢ ἐκεῖνοι διασκέψεται καὶ τὴν τῶν πραγμάτων εὖ μάλα καταθρήσει φύσιν, διαλογιεῖται δὲ ὅτι τῶν μὲν πρακτέων ἢ μὴ θέλησίς τε καὶ ἀνεθελησία κρατεῖ, γεννήσεως δὲ οὐκ ἔτι;

Τοῖς δὲ τὸ ἀνθ᾽ ὅτου λέγουσιν, ἔν γε τουτοισί, σοφὸν ὑπειπεῖν τό τισιν ὑμνούμενον· «Ἡ φύσις ἐβούλετο, ᾗ νόμων οὐδὲν μέλει·» προσθείην δ᾽ ἂν ὅτι βουλῆς καὶ ἀβουλησίας οὐδ᾽ ὁπωστιοῦν ἐμπάζεται. Ἢ οὐκ ἄν σοι δόξαιμι νοεῖν ὀρθῶς, εἰ ἀποφηναίμην ὅτι εἰ ὅσα ἐστὶν οὐσιωδῶς ὁ Θεὸς καὶ Πατὴρ οὐκ ἐξ ἐπιδόσεως ἔχει τῆς κατὰ θέλησιν, τετραμμένος ἐπὶ τὸ ἄμεινον, οὐδὲ τὸ εἶναι Πατὴρ θεληματικῶς κεκτήσεται; Β. Πῶς ἔφης; Α. Ἅγιον ἄρα τὸν Πατέρα εἶναι φῄς, καὶ μὴν ὅτι καὶ ἀγαθός; Β. Καὶ πάνυ. Α. Οὐσιωδῶς ἄρα προσπεφυκυίαιν αὐτῷ ταῖν ἀρεταῖν, ἢ εἰσκεκριμέναιν ἔξωθεν κατὰ θέλησιν, ὡς εἰ καὶ πάθοι τυχὸν τὴν ἀνεθελησίαν ἐξοιχησομέναιν; Κίνησις γὰρ ἥδε θεληματική. Β. Οὐσιωδῶς· καταμειδιάσαι γὰρ οἶμαι τῶν οὐχ ὧδε ἔχειν κατατολμώντων εἰπεῖν ὁ τῆς ὀρθότητος λόγος. Α. Εὖγε, ὦ ἑταῖρε, ἔφης, καί σε τῆς φιλομαθείας ἄγαμαι.

Εἶτα πῶς ὁ Θεὸς καὶ Πατὴρ θελητῶς ἂν εἴη τυχὸν ἤγουν ἀνεθελήτως Πατὴρ καὶ οὐχὶ μᾶλλον οὐσιωδῶς, εἴπερ ἐστὶν οὕτως ἅγιός τε καὶ ἀγαθός, καὶ οὐκ ἐν ψιλαῖς θελήσεσιν ἔχει τὸ εἶναι ἅ ἐστι; Τί δὲ δὴ αὖ, πῶς ἐκεῖνο οὐχ ὁρᾷς, καίτοι δεινῶς ἄγαν ἐκλελυττηκὸς καὶ οἱονεί πως καθυλακτοῦν τῶν δι᾽ ἐναντίας; Β. Οὔπω μανθάνω. Α. Ἀλλ᾽ εἴσῃ μὲν δή· φράσαιμι γὰρ ἂν ὡς ἥδιστά σοι χρηστομαθεῖν ᾑρημένῳ. Σύνες δὲ αὐτὸς ὅ φημι. Ἆρα γὰρ οἰήσονται δεῖν ὅτι γεννήτωρ κατὰ φύσιν ἐστὶν ὁμολογεῖν τὸν Πατέρα καὶ οὐσιῶδες αὐτῷ τὸ χρῆμα ἐροῦσιν; Ἢ καὶ τοῦτο καταρνήσονται, φρονοῦντες ἀνοσιώτατα; Εἰ μὲν γὰρ οὐκ εἶναί φασιν οὐσιωδῶς γεννήτορα, ἀναιρήσουσιν εἰσάπαξ τὴν ὕπαρξιν τοῦ Υἱοῦ, οὐκ ἀγεννήτως τὸ εἶναι λαχόντος, ἀλλ᾽ ὄντος τε καὶ ὑφεστηκότος ἐκ Πατρός, κατά γε τὴν πίστιν τῶν ἱερῶν Γραμμάτων. Εἰ δὲ φύσιν οὐκ ἔχων τὴν γεννητικὴν ἀληθῶς ὁ Θεὸς καὶ Πατὴρ βουλήσει κεκίνηται πρὸς τὸ δύνασθαι γεννᾶν, ὥρα λέγειν ἤδη πως ὡς αὐτός που τάχα τὴν ἰδίαν εἴργασται φύσιν, γεννητικὴν ἀποφήνας, καὶ εἰς ὅπερ οὐκ ἦν ἐνεγκών, καὶ δὴ νοοῖτ᾽ ἂν εἰκότως καὶ ἑαυτοῦ πρεσβύτερος, εἴ γε ὢν καὶ ὑφεστηκώς, ὅπερ ἐστὶν εἶναι βεβούληται, φημὶ δὴ Πατήρ. Ἀλλ᾽ εἰς ὄρος μὲν ἐρρίφθω καὶ κῦμα ταυτί, φορητὴν οὐκ ἔτι νοσοῦντα τὴν ἀτοπίαν.

Ἡμεῖς δὲ τοῖς ἐξ ὀρθότητος ἑπόμενοι λογισμοῖς, φαμὲν ὅτι περιττὸν ἂν εἴη καὶ ἀμαθὲς τὸ γοῦν ἀνεθελήτως ἢ θελητῶς γεννήτορα ὑπάρχειν οἴεσθαι τὸν Πατέρα, φύσει δὲ μᾶλλον καὶ οὐσιωδῶς. Ἔστι γὰρ οὐκ ἀνεθελήτως ἅ ἐστι φυσικῶς, σύνδρομον ἔχων τῇ φύσει τὴν θέλησιν τοῦ εἶναι ἅ ἐστιν. Β. Ὡδὶ ταῦτ᾽ ἔχειν καὶ αὐτῷ μοι δοκεῖ. Α. Καὶ πρός γε δὴ τούτοις, κατακινδυνεύσειεν ἂν καὶ εἰς ἑτέραν αὐτοῖς ἀτοπίαν, τὸ δὴ χρῆναι λέγειν ἐπὶ Θεοῦ καὶ Πατρὸς πρεσβυτέραν οἴεσθαι τοῦ τόκου τὴν θέλησιν.

Διασκεπτέον γάρ, εἰ δοκεῖ, πότερόν ποτε νυνὶ δὴ καὶ μόλις ὁ Θεὸς καὶ Πατὴρ ἐν τοῖς αὐτῷ πρέπουσίν ἐστιν ὅτι γεγέννηκεν, ἢ πρεπωδεστέραν αὐτῷ τὴν ἀγεννησίαν εὑρήσομεν. Εἰ μὲν οὖν ὅτι γεγέννηκε τὸ τῇ ἰδίᾳ φύσει πρέπον οὐκ ἐξοιχήσεται, τί τὸ ἐκ τῆς ἀγεννησίας αὐτῷ προσνέμοντες ἀκαλλές, οὐκ ἐρυθριῶσιν οἱ τάλανες; Εἰ δὲ ἦν ὅτι μὴ τέτοκεν ἐν ἀμείνοσι καὶ ἐν τοῖς πρεπωδεστέροις, τί πρὸς τὸ γεννᾶν ἐκάλει τὸ ἐν χείροσί που πάντως ἐσόμενον εἰ πείσαιτο τὸ γεννᾶν; Οὐκοῦν διημάρτηκε καὶ λογισμοῦ τοῦ πρέποντος, καὶ εἰσδέδεκται θελητῶς τὸ πεφυκὸς ἀδικεῖν, καὶ τοῦτο, τὴν αὐτοῦ δόξαν τε καὶ φύσιν, καὶ ξένη τις ὡς ἔοικεν ἀνέφυ γραφὴ κατὰ τῆς ἀρρήτου βουλῆς τοῦ Πατρός.

Ἆρ᾽ οὖν οὐχὶ παντὸς μὲν ἐμέτου ταυτὶ βδελυρώτερα, παντὸς δὲ εἰς λῆξιν ἥκοντα κακοῦ δυσσεβείας τε ὁμοῦ τῆς ἄγαν εἰς ὑπερβολὴν ἱγμένα; Β. Ναί. Α. Φέρε δὴ οὖν, ταυτὶ μεθέντες ὡς πορρωτάτω, πρὸς ἐκεῖνο ἴωμεν. Β. Τὸ ποῖόν τι φῄς; Α. Τὸ χρῆναί φημι τὴν ἁπασῶν ἀρίστην περὶ Θεοῦ δόξαν ταῖς ἰδίαις ἡμᾶς ἐγκατακλείειν ψυχαῖς, ἐννοοῦντας ὅτι τῆς τοῦ Υἱοῦ γεννήσεως προηγήσεται μὲν οὐδέν, οὔτε μὴν προανατελεῖ τοῦ γεγεννηκότος ἡ θέλησις τῆς τοῦ γεννηθέντος ὑπάρξεως, ἦν δὲ ἅμα Πατὴρ ὁ Θεὸς καὶ θελητὴς τοῦ εἶναι Πατήρ· ἔστι γὰρ οὐκ ἀνεθελήτως ὅ ἐστιν, οὐκ ἀναγκαίαν ὑπομένων ἔν γε τούτῳ τὴν θέλησιν, καθάπερ ἀμέλει καὶ εἰ νοοῖτο τυχὸν ἅγιός τε καὶ ἀγαθός. Ἅμα γὰρ καὶ οὐσιωδῶς ἅγιός τέ ἐστι καὶ ἀγαθός, καὶ θελητὴς τοῦ εἶναι ἅ ἐστι, καὶ οὐχ ἑτέρως ἔχειν ὑποτοπητέον ἐπὶ Θεοῦ.

Ἅμα γάρ ἐστι Θεὸς καὶ ἅμα Πατήρ, οὐχ ὑστερίζουσαν ἔχων τοῦ εἶναι τὴν γέννησιν, ἀλλ᾽ ὁμοῦ τὸ εἶναι Πατὴρ καὶ ὑφεστὼς καὶ νοούμενος. Τῷ γε μὴν ὧδε φύσεως ἔχοντι πάντως που δοτέον συνυφεστηκὸς ἀνάρχως τὸ γεννηθέν, τουτέστι τὸν Υἱόν. Β. Ἀλλ᾽ εἰ βούλει, φασίν, ὧδέ πῃ καὶ τόδε ἐχέτω, καὶ νοείσθω συνυπάρχειν. Ἦν γὰρ ἀεὶ δυνάμει Πατὴρ ὁ Θεός, ψιλῇ δὴ οὖν ἄρα θεωρίᾳ ληπτὸς καὶ ἐν μόνῃ τοῦ εἶναι δοκήσει πρὸ τῆς γεννήσεως ὁ Υἱός, γεγέννηται δὲ μετὰ τοῦτο. Α. Οὐκοῦν, ἀληθὴς μὲν τέως καὶ ἐκ Πατρὸς ἀληθῶς ὁμολογείσθω λοιπὸν ἡ γέννησις. Ὁ γὰρ εἶναι πεφυκὼς δυνάμει τε καὶ ἐνεργείᾳ πατὴρ οὐ θέλησιν ἔχει τὸ ἐπ᾽ ἀμφοῖν βραβεύουσαν, φύσεως δὲ μᾶλλον ἕψεται νόμοις, οἷς ἂν νοοῖτο καὶ τὸ τεκεῖν. Ἀλλ᾽ οὐδ᾽ ἂν ὀθνείου του γένοιτο πατήρ, εἴπερ ἀεὶ τὸ γεννώμενον ὁμοφυὲς εἶναι τῷ γεννῶντι δεήσει. Ὅτι δὲ καὶ αὐτῷ τῷ Πατρὶ τὸν ἐκ τοῦ τετράφθαι δυσκλεᾶ προσάπτουσι μῶμον, καίτοι τῆς θείας λεγούσης Γραφῆς· «Παρ᾽ ᾧ οὐκ ἔστι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα,» κἀντεῦθεν εἴσοιτο. Τί γὰρ δὴ τοῦτό ἐστι, ὦ τᾶν, ἢ τροπὴ καὶ παχεῖά τις ὥσπερ ἐξαλλαγή, τὸ ἐκ τοῦ δυνάμει φημὶ μεταχωρεῖν εἰς ἐνέργειαν; Τὸ μὲν γὰρ εἶναί τι δυνάμει τῇ κατὰ φύσιν ὑπειλημμένον, μὴ μὴν ἤδη τοῦτο καὶ ἐνεργείᾳ δεχθέν, ἕστηκεν ἐν τῇ δυνάμει τέως, εἰσδεδεγμένον μὲν οὔπω τὴν εἰς ἐνέργειαν κίνησιν, ἐμφιλοχωροῦν δὲ ἔτι τῷ ἐν ἀρχαῖς τε καὶ πρώτῳ.

Εἰ δὲ εἰσδέξαιτο τυχὸν τὴν εἰς ἐνέργειαν κίνησιν, μεταφοιτήσειεν ἂν εἰκότως ἐφ᾽ ἕτερον, οἶμαι, τι παρ᾽ ὅπερ ἦν ἐν ἀρχαῖς, εἴπερ οὐχ ἕνα καὶ τὸν αὐτὸν ἀπονέμουσι τόπον τῷ τε κατὰ δύναμιν καὶ τῷ κατ᾽ ἐνέργειαν. Β. Οὐκ οἶμαι. Α. Εἰ μὲν οὖν εἶναί φασι τὸ διϊστῶν οὐδέν, ἀλλ᾽ οἴσουσί τε ὁμόσε καὶ εἰς ἕνα καὶ τὸν αὐτὸν ἐγκαθιδρύσαιντο τόπον, ἐνεργείᾳ Πατὴρ καὶ ἀνάρχως ἦν ὁ Θεός. Ἀπείρξει γὰρ ἔτι τοῦτο λέγειν οὐδέν, εἰς ταὐτὸν ἡμῖν ἠγμένοιν τοῦ τε κατὰ δύναμιν καὶ τοῦ κατ᾽ ἐνέργειαν. Εἰ δὲ ἥκιστα μὲν ὡδί, διεστήξει γε μὴν ἀλλήλοιν καὶ οὐ μετρίᾳ διαφορᾷ, πῶς οὐ παρήλλακται τὰ Θεοῦ, στάσιν μὲν οὐκέτι τὴν ἐν τῷ κατὰ δύναμιν ἀποσῴζοντα, πεπονθότα δὲ ὥσπερ τὴν εἰς ἐνέργειαν κίνησιν; Β. Ἔφης μὲν εἰκότα, πλὴν οἶμαί που κἀκεῖνο εἰς νοῦν τοῖς δι᾽ ἐναντίας ἐλθεῖν καὶ μὴν καὶ ἑλέσθαι λέγειν· Ἆρ᾽ οὖν, ἐπειδήπερ ἀεὶ μὲν ἔστι κατὰ φύσιν καὶ ἀνάρχως δημιουργὸς ὁ Πατήρ, εἴργασταί γε μὴν οὐκ ἀχρόνως τὰ πεποιημένα; Οὐ γὰρ συναΐδιον ἔχει τὴν κτίσιν, ἀλλ᾽ ἐν καιρῷ παρεκόμισεν ἐξ οὐκ ὄντων αὐτήν· κεκινῆσθαι δώσομεν καὶ «τροπῆς ἀποσκίασμα» παθεῖν τὴν ἄτρεπτον αὐτοῦ φύσιν; Εἶτα τίς ὁ φάναι τοῦτο τολμῶν; Οὐκοῦν εἰ προήκοι, φησί, καὶ ἐπὶ τὸ λέγεσθαι γεννᾶν ἐκ τοῦ κατὰ δύναμιν εἰς ἐνέργειαν, οὐ τροπὴ τὸ χρῆμα καὶ κίνησις εἰς μεταβολήν, ἀλλὰ φύσεως μᾶλλον ἐπιτηδειότης ἐχούσης ὧδε περὶ τὴν γέννησιν. Α.

Ὡς εὔκολός σοι πρὸς ἐλαφρίαν ὁ νοῦς, εἴπερ τι τῶν ἀναγκαίων ἐντεθυμῆσθαι δοκεῖς τοὺς διεστραμμένους.

Ἐκβασανιστέον γὰρ ὅτι μάλιστά γε τὸν τῆς ἐπ᾽ ἀμφοῖν κινήσεως τρόπον, καὶ τί τὸ μεσολαβοῦν καὶ τὴν μεταξὺ κειμένην ἐμφανίζει διαφοράν· εἴσῃ τε οὕτω λοιπὸν τῆς ἐκείνων ἀμαθίας τὸν γραώδη λόγον. Τὸ μὲν γὰρ ἐξ ἑαυτοῦ τι τεκεῖν λεγόμενον καὶ ἐκ τοῦ κατὰ δύναμιν προβεβηκὸς εἰς ἐνέργειαν ὡς ἐν ἰδίᾳ φύσει σεσάλευται. Πάθοι γὰρ ἂν οὐκ ἐφ᾽ ἑτέροις τισίν, ἀλλ᾽ ἐφ᾽ ἑαυτῷ τὴν κατ᾽ ἐνέργειαν κίνησιν. Τὸ δὲ ἀπὸ τοῦ τι μὴ δρᾶν ἐπὶ τὸ δεῖν ἐργάζεσθαι παρελθὸν οὐκ ἐφ᾽ ἑαυτῷ τὴν κίνησιν, ἀλλ᾽ ἐφ᾽ ἑτέροις ἔχον τε καὶ ποιοῦν εὑρήσομεν. Β. Ὀνήσαις ἂν οὐχ ἧττον ἢ πάλαι σαφεστέραν ἡμῖν ποιούμενος τὴν ἀφήγησιν. Α. Οὐκοῦν φέρε λέγωμεν ὡς ἐπ᾽ ἀνθρώπου τυχόν.

Γεννητικὸς μὲν γὰρ κατὰ φύσιν καὶ δυνάμει τοῦτο ὢν ἐν ἀρχαῖς, πάρεισιν ἐν χρόνῳ καὶ εἰς ἐνέργειαν. Οὐκ ἀνεπιτήδευτον δὲ τὴν σοφίαν ἔχων, ἐμπεφυκὸς δὲ μᾶλλον οὐσιωδῶς τὸ καὶ δύνασθαί τι δρᾶν τῶν ἐξ ἐπιστήμης καὶ τέχνης ἀνθρωποπρεποῦς, ναυπηγεῖται μὲν ὁλκάδα, χαλκῶν δὲ ἐκτυπωμάτων ἰδέας διαμορφοῖ ἢ γοῦν ἕτερόν τι τῶν ὁμοίων ἐργάζεται. Ἆρ᾽ οὖν ἐν ἴσῳ τρόπῳ τε καὶ λόγῳ κεκινῆσθαί σοι δοκεῖ, καὶ εἰς τὸ εἶναι πατὴρ κατ᾽ ἐνέργειαν ἐκ τοῦ κατὰ δύναμιν παρενηνεγμένος, καὶ εἰς τὸ εἶναι δημιουργὸς τῶν ὅσα ἐστὶν ἐκ τέχνης ἀναφοιτῶν; Β. Οὐκ ἂν οἰηθείην πώποτε. Ὁ μὲν γὰρ οὐκ ἐφ᾽ ἑαυτῷ κεκίνηται, τῆς ἐνούσης δὲ μᾶλλον ἐπιστήμης αὐτῷ τὴν ἔκφανσιν περὶ τὰ ἔξω ποιεῖται. Ὁ δέ ἐστιν οὐσιωδῶς ἐφ᾽ ἑαυτῷ οἱονεὶ κινούμενος, καὶ μετάστασίν τινα καὶ τροπὴν περὶ αὐτὴν ἡμῖν ἐξεργάσεται τὴν φύσιν, ἤτοι τῆς φύσεως τὴν ἐφ᾽ ὁτῳοῦν ἐνέργειάν τε καὶ δύναμιν. Α. Καὶ μὴν τοῦτό γέ ἐστιν ὅπερ ἔλεγον ἀρτίως, τὴν τοῦ κεκινῆσθαι διαφορὰν ἀνασκοπεῖσθαι δεῖν ἐπ᾽ ἀμφοῖν ἐθέλων. Οὐδὲν οὖν ἄρα τὸ ὡς ἐξ ἀνάγκης ὠθοῦν τὴν τοῦ Θεοῦ φύσιν κεκινῆσθαι λέγειν καὶ τὸν κλόνον ὑπομεῖναι περί τι τῶν ὄντων οὐσιωδῶς, εἰ προήκοι κατὰ χρόνους ἐπὶ τὸ χρῆναι δημιουργεῖν. Πάθοι δ᾽ ἂν εἰς οὐσίαν αὐτὴν τὴν κίνησιν, ἐκ τοῦ κατὰ δύναμιν εἰς ἐνέργειαν τοῦ γεννᾶν οὐκ οἶδ᾽ ὅπως παρενηνεγμένος. Β. Ὀρθῶς ἔχει. Α.

Καὶ ἑτέρως δέ—χρῆναι γὰρ οἶμαι τὰς ἄγαν εὐρινοτάτας ἀπομιμεῖσθαι κυνῶν τοὺς οἵπερ ἂν ἕλοιντο τὰ ἐκ τῆς ἀληθείας φιλοθηρεῖν εὑρήματα—κατίδοι τις ἂν ἀδρανῆ τε καὶ ἄκομψον τῶν δι᾽ ἐναντίας τὸν λόγον. Τὸ μὲν γὰρ θεῖόν τε καὶ ὑπερκόσμιον γέννημα ἀπείρξειεν ἄν, οἶμαι, παντελῶς οὐδὲν τῶν εἰς ἀναγκαίους ἡκόντων λόγους τῷ ἰδίῳ συνυφεστάναι γεννήτορι, ἀεὶ καὶ ἀνάρχως Πατρὸς νοουμένου τε καὶ ὄντος Θεοῦ. Ἐπειδὴ δέ ἐστιν ἡ κτίσις εὐσθενείας ἐνέργημα δημιουργικῆς, πῶς ἂν καὶ πόθεν ἔχοι τὸ συνυφεστάναι Θεῷ καὶ τοῦ ἀϊδίως εἶναι τὴν δόξαν, ἐπεὶ μήτε ἄναρχος ἐν χρόνῳ καὶ τὴν εἰς τὸ εἶναι κίνησιν ἐξ οὐκ ὄντων ἔχει; Ἢ οὐκ ἀναγκαῖον εἶναι φῂς προεπινοεῖσθαί τε καὶ προϋφεστάναι πάντη τε καὶ πάντως τὴν δημιουργοῦσαν φύσιν παντὸς τοῦ καλουμένου πρὸς ὕπαρξιν δημιουργικῶς; Β. Ναί, φημί. Α. Οὐκοῦν, οὔπω μὲν ἡ κτίσις παρῆκτο πρὸς γένεσιν, ἦν δὲ καὶ τότε δημιουργὸς ὁ Θεός. Καὶ οὐχ ὅτι δημιουργός, ταύτῃ τοι Πατήρ, ἀλλ᾽ ὅτι γεγέννηκεν· Υἱὸς δὲ ὅτι γεγέννηται. Ὅτε τοίνυν ἐν μὲν τῷ δημιουργός τε καὶ κτίσις, τὸ συνυπάρχειν οὐκ ἀναγκαῖον, ἀπαραίτητον δὲ τὴν συνύπαρξιν τὸ τῶν ἐννοιῶν ἀκριβὲς εἰσκομίσειεν ἂν ἐπὶ Θεοῦ κἂν εἴτε Πατὴρ εἴτε Υἱὸς ὀνομάζοιτο, πῶς ἂν προανίσχοι τὸ ἓν καὶ προαναφαίνοιτό πως θατέρου θάτερον, εἴπερ ἐστὶν ὅ ἐστιν ἑκάτερον ἐν τῷ νοεῖσθαι συνυπάρχοντα, καὶ οὐχὶ τῆς ἀλλήλων συνδρομῆς τητώμενα;

Πατὴρ γὰρ ὡς πρὸς Υἱόν, καὶ τὸ ἔμπαλιν. Μῶν ἐκβεβιάσθαι σοι δοκεῖ πρὸς τὸ οὐκ ἔχον ὀρθῶς ὁ λόγος; Β. Ἥκιστά γε. Α. Εἰ δὲ δὴ καὶ χρῆναι γεννᾶν ἐξ ἑαυτοῦ καὶ Υἱοῦ τοῦ κατὰ φύσιν ὁρᾶσθαι Πατέρα σοφὸν εἶναί τι καὶ παγκάλως ἔχον κατεφαίνετο τῷ Θεῷ καὶ Πατρί, τίς ὁ ἐπὶ τὸ χρῆναι τεκεῖν ἢ πόθεν ἂν γένοιτο μελησμός; Τί τὸ ἐμποδὼν καὶ τὸ οὔπω δεῖν εἶναι Πατέρα τὸν Θεὸν χρησίμως τε καὶ ἀναγκαίως ἐκδυσωποῦν; Ἄνθρωποι μὲν γὰρ ἀεὶ μὲν ὅτι δυνάμει πατέρες, οὐ μὴν ἔτι καὶ ἐνεργείᾳ, οὐδενὶ τῶν ὄντων ἀσυμφανές· ἐναργὴς δὲ λίαν ἡ παρὰ πόδας κειμένη καὶ διακωλύουσα πρόφασις. Ἀφιγμένης γὰρ οὔπω πρὸς ἥβην τῆς τοῦ σώματος ἡλικίας, καταμύει πως ἔτι καὶ ἐνηρεμεῖ τῇ φύσει τὰ αὐτῆς, καὶ οἱονεὶ τὸν πρέποντα ταῖς εἰς ἐμφάνειαν ἀναδείξεσι περιμένει καιρόν. Ἐπὶ δέ γε Θεοῦ, τοῦ τελείως ἔχοντος ἀεὶ καὶ ὄντος ὅ ἐστιν, οὐκ ἐξ ἐπιδόσεως τῆς ἐπί τι τῶν οὔπω προσπεφυκότων καὶ τὴν ἐν χρόνῳ διάδειξιν ἀπαραίτητόν τε καὶ ἀναγκαίαν ἐχόντων, ἐκλάμποντος δὲ τῆς ἰδίας οὐσίας ἡμῖν τὸν Υἱὸν καὶ ἐν τάξει χαρακτῆρος οὐσιωδῶς ἐμπεφυκὸς αὐτῷ τὸ ἴδιον ἔχοντος γέννημα, πῶς ἂν ἐπινοηθείη τὸ μὴ ἀεί τε καὶ ὁμοῦ τῷ εἶναι τεκεῖν κατ᾽ ἐνέργειαν, ἑστάναι δὲ μᾶλλον ἐν τῷ κατὰ δύναμιν, καὶ οὐσιώδη παθεῖν τὴν κίνησιν, τὴν εἰς ὅπερ οὐκ ἦν ἐν ἀρχαῖς εἰσδεδεγμένον μετάστασιν;

Δυσσεβήσομεν δὲ οὐ μετρίως καὶ εἰς αὐτὸν τὸν Υἱὸν εἰ μὴ ταῖς τῶν δι᾽ ἐναντίας ἀντιταττόμεθα δόξαις. Οὐκέτι γὰρ ἔσται ποιητὴς αἰώνων ὁ Μονογενής, παρεισδεδυκότος οὐκ οἶδ᾽ ὅπως τοῦ χρόνου καὶ πρεσβυτέραν ἔχοντος τὴν ὑπόληψιν τοῦ κατ᾽ ἐνέργειαν λέγεσθαι γεννᾶν τὸν Πατέρα καὶ Θεόν· εἴπερ ἐξ ἀγεννησίας ἔτι, τουτέστιν ἐκ τοῦ κατὰ δύναμιν, εἰς γέννησιν κατ᾽ ἐνέργειαν οὐκ ἀχρόνως προήκοι ἄν, καὶ εἰ βραχὺ κομιδῇ καὶ ἀκαριαῖον νοοῖτο τὸ μεταξύ. Εἶναι δέ φημι πάναισχρόν τε καὶ ἀκαλλὲς ἥλιον μὲν οἴεσθαι καὶ πῦρ οὔ ποτε μὲν ὅπερ εἰσὶν οὐκ εἶναι τυχόν, ἀλλ᾽ οὐδὲ στάσιν καὶ ἕδραν ἐσχηκέναι πώποτε, τὴν ἐν μόνῳ τῷ κατὰ δύναμιν νοουμένην, ἥκειν δὲ οὕτως εἰς ἐνέργειαν ὡς ἐν κινήσει τῇ κατὰ χρόνον καὶ φύσει, συμπεφυκότα δὲ μᾶλλον καὶ τῇ τῆς γενέσεως ἀρχῇ συντρέχοντα τὰ ἐνόντα λαχεῖν, Θεὸν δὲ σωμάτων μὴ ὑπερκεῖσθαι λέγειν, μήτε μὴν ὑπονοεῖν φύσεως ἰδίας ὥσπερ ἕπεσθαι θεσμοῖς ἔν γε τῷ χρῆναι τεκεῖν, ᾗπερ ἂν αὐτῷ τε καὶ μόνῳ πρέποι.