Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Διάλογοι περὶ τῆς ἁγίας τριάδος

Κύριλλος Ἀλεξανδρείας

Λόγος Τέταρτος: Απόρριψη της θεωρίας του κτιστού δημιουργικού οργάνου

Ο τέταρτος διάλογος ανασκευάζει τον ισχυρισμό ότι ο Υιός είναι κτίσμα ή απλό όργανο, υπογραμμίζοντας την άκτιστη φύση και την πλήρη συνδημιουργία του με τον Πατέρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 5 από 8

ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ Ὅτι οὐ κτίσμα ὁ Υἱὸς οὐδὲ ποίημα. Α. Τὸν δὴ Θεὸν ἐκ Θεοῦ κατὰ τὴν ἄρρητον πεφηνότα γέννησιν, ἆρ᾽ ἔσθ᾽ ὅπως οὐκ ἐν Υἱοῦ μὲν δόξῃ τοῦ κατὰ φύσιν τιθείς, γενητὸν δέ τις καὶ πεποιημένον εἰπών, οὐκ ἂν ὄφλοι δίκην ἣν τοῖς εἰωθόσι κατακερτομεῖν τὴν τοῦ Θεοῦ δόξαν ἐπηρτῆσθαί φαμεν, ψηφηφορούσης ὡδὶ τῆς θεοπνεύστου Γραφῆς· «Ἄνθρωπος, ὃς ἂν καταράσηται Θεὸν αὐτοῦ, ἁμαρτίαν λήψεται· ὀνομάζων δὲ τὸ ὄνομα Κυρίου θανάτῳ θανατούσθω, λίθοις λιθοβολησάτωσαν αὐτὸν πᾶσα ἡ συναγωγή· ἐάν τε προσήλυτος, ἐάν τε αὐτόχθων, ἐν τῷ ὀνομάσαι αὐτὸν τὸ ὄνομα Κυρίου τελευτάτω;» Β. Οὐκ ἂν οἶμαι διαδράναι τὸ μὴ οὐχὶ πάντη τε καὶ πάντως ταῖς αὐτῷ πρεπούσαις ἁλῶναι δίκαις. Α. Ἄριστον οὖν, ὦ Ἑρμεία, τὸ μὴ ταῖς ἑτέρων ἀθυροστομίαις ἀναπτοεῖσθαι φιλεῖν, ἐπείτοι πρὸς νοῦν ἡμᾶς τὸν ἀδόκιμον ἀποφέρουσι, πίστεως δὲ κανόνα τὸν εὐθυτενῆ τε καὶ ἀδιάστροφον τοὺς τῶν θεηγόρων ποιεῖσθαι λόγους.

Πρέποι γὰρ ἄν, οὐχ ἑτέροις μᾶλλον ἡμᾶς, ἢ ἐκείνοις αὐτοῖς ἐπικροτεῖν τε καὶ λέγειν· «Οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.» Β. Ὀρθότατα ἔφης. Α. Οὐκοῦν, ἥκιστα μὲν γενητόν, ἤγουν τὴν εἰς τὸ ἐκτίσθαι λαχόντα πάροδον, προσκυνεῖν ἐγνώκασι τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, καρπὸν δὲ εἶναί φασι τῆς τοῦ τεκόντος οὐσίας σύνδρομόν τε καὶ συναΐδιον, καὶ Υἱὸν ὀνομάζουσι καὶ Θεὸν ἀληθινὸν καὶ ζωὴν αἰώνιον. Καὶ γοῦν ὁ θεῖος ἡμῖν μυσταγωγὸς Ἰωάννης· «Καὶ οἴδαμεν, φησίν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεὸν καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ ἡ αἰώνιος.» Ἀλλ᾽ εἴπερ ἐστίν, ὦ ᾽γαθέ, καὶ Θεὸς ἀληθινὸς ὁ Υἱὸς καὶ ζωὴ αἰώνιος, διέδρα δὲ οὐχὶ τὸ εἶναι κτίσμα καὶ ποίημα, καίτοι τὴν οὕτως εὐκλεᾶ φύσιν ἀποτεμόμενος, ἆρ᾽ οὐχὶ καὶ αὐτὴν ἤδη πως καταλωβήσαιτ᾽ ἂν τὴν τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίαν τὸ κατηγόρημα, παραποδίζοντος οὐδενός; Β. Τίνα τρόπον; Α. Οὐ γὰρ δὴ Θεὸς μὲν ἀληθινὸς κατωνόμασται καὶ αὐτός, ζωογονεῖ δὲ τὰ πάντα, ζωὴ κατὰ φύσιν ὑπάρχων; «Ζῶμεν γὰρ ἐν αὐτῷ καὶ κινούμεθα καί ἐσμεν,» ὥς που καὶ σοφὸς ἔφη λόγος. Β. Ἀληθές. Α.

Ἴτω δὴ οὖν καὶ ἐπ᾽ αὐτὸν ἀτεχνῶς, τῆς δυσφημίας ὁ λόγος, καὶ διακεκλήσθω γενητός· τὸ ἀπεῖργον γάρ, οἶμαί που, καὶ ἐμποδὼν οὐδέν, τῆς ἀληθοῦς θεότητος παθούσης ἅπαξ ἐν Υἱῷ τὸ τελεῖν ἐν γενητοῖς, καὶ τῆς αἰωνίου ζωῆς οὐκ οἶδ᾽ ὅπως ἐκμεμοχλευμένης τοῦ εἶναι ζωῆς, καὶ τοῖς ἄλλοις κτίσμασιν ἀναμὶξ καθάπερ ἐξ ἀνάγκης εἰσδεδεγμένης ἐκμεμετρημένην χρόνῳ τὴν ὕπαρξιν. Τὸ γὰρ γενητὸν οὐκ ἄναρχον, οὔτε μὴν χρόνου παντὸς πρεσβύτερον. Β. Ὡς δεινόν γε, ὦ τᾶν, τὸ χρῆμα, καὶ δυσδιάφυκτος ἀληθῶς ἡ τῆς δυσσεβείας γραφή. Α. Εὐδιάφυκτος μὲν οὖν· ἐφεῖται γὰρ δὴ τοῖς ἐθέλουσιν εὐκόλως ἀποφοιτᾶν, καὶ τὸν ὀλετῆρα καὶ φθόρον τῶν δι᾽ ἐναντίας διωθεῖσθαι λόγον, τὸ χρῆναι νικᾶν ἀπονέμουσιν εὐσεβῶς ταῖς τῶν ἁγίων φωναῖς. Ποιητὴν μὲν γὰρ οὐδαμῶς τοῦ Μονογενοῦς, Πατέρα δὲ μᾶλλον γεννητικῶς κεχρησμῳδήκασι τὸν Θεὸν οἳ καὶ τοῦ κόσμου τέθεινται φῶς, παρὰ τοῦ τὴν ἰδίαν οὐκ ἠγνοηκότος φύσιν, φημὶ δὴ Χριστοῦ.

Ἔφη γάρ που πρὸς αὐτούς· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.» Καὶ μὴν καὶ μυσταγωγοὺς ἀποφαίνων αὐτοὺς ἀπλανεῖς τε καὶ ἀληθεῖς, «Πορευθέντες, ἔφη, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.» Ἔνθα δὲ Πατὴρ ἀληθῶς, καὶ γέννησις, καὶ μὴν καὶ Υἱός, οὐκ εἰσποιητὴν ἔχων τὴν τῆς υἱότητος δόξαν, ἀλλ᾽ οὐσιώδη καὶ ἐκ Πατρός, ποῖον ἂν ἔχοι τόπον, ἡ ἐπὶ τῷ πεποιῆσθαι συκοφαντία; Β. Οὐδένα, καθάπερ ἐγᾦμαι. Α. Μὴ γὰρ δή τινες ὅλως τῶν ὀρθότητος ἐπιμελητῶν, εἰς τοῦτο ἡκόντων σκαιότητος λογισμῶν ὡς οἴεσθαι δεῖν ἡμᾶς τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀπωτάτω ποιεῖσθαι τὴν ἀπότεξιν, ἤτοι τὸ τῆς γεννήσεως χρῆμα, κατερυθριῶντας ἀμαθῶς μὴ ἄρα τι καὶ πάθοι τῶν ἀβουλήτων ἐφ᾽ ἑαυτῇ, καὶ ταῖς τῶν σωμάτων ἀνάγκαις ὑπενεχθεῖσα κάμοι.

Ἐπιφημίζουσι γὰρ τῶν ἀσυνέτων τινὲς ἀποτομὰς αὐτῇ, καὶ τὴν θρυλλουμένην ἀπορροήν, οἳ καὶ σφᾶς αὐτοὺς διαλελήθασί πως τοῖς τῆς ἀπωλείας ἐνιέντες βόθροις, οἵ γε τὴν ἀπόρρητον καὶ παντὸς ἐπέκεινα νοῦ τοῦ Θεοῦ φύσιν, εἰ ἀπογεννῶσα φαίνοιτο καί τι τάχα που καὶ παθεῖν τῶν τοιούτων ὑπειλήφασιν, ἠγνοηκότες παντελῶς τί μέν ἐστι κατὰ φύσιν τὸ ἀσώματον, τί δὲ αὖ τὸ σῶμα καὶ τὰ σωμάτων.

Μερισμοῦ μὲν γὰρ ἤγουν ἀπορροῆς καὶ ἀποτομῆς ἀνεπίδεκτον παντελῶς τὸ ἀσώματον, πρέποι δ᾽ ἂν μᾶλλον ἁπτῇ τε καὶ παχείᾳ φύσει τὸ καὶ τοιούτοις τισὶν ἁλῶναι τυχόν. Εἰ λέγοιτο τοίνυν ἐπὶ Θεῷ τὸ «γεγέννηκε,» διερρίφθω μὲν πάθους ὑποψία παντός, ἐπικρατείτω δὲ λογισμὸς τῇ τοῦ Θεοῦ φύσει προσάπτων τὰ πρεπωδέστερα. Ἀποτέξεται γὰρ οὐ καθ᾽ ἡμᾶς, ἀλλ᾽ ὡς ἂν εἰδείη καὶ πέφυκεν αὕτη.

Τερθρεῖαι δὴ οὖν καὶ γραώδη δείματα τῶν ἑτεροδόξων αἱ σκήψεις. Ὑποπλαττόμενοι γὰρ τὸ ἐκδεδιέναι μὴ ἄρα τι καὶ πάθοι τεκοῦσα τυχὸν ἡ τοῦ Πατρὸς φύσις, τῶν ὅτι μάλιστα φανοτάτων αὐτὴν ἀποστεροῦσι γερῶν. Γεννήτορα γὰρ μᾶλλον ἢ ποιητὴν τοῦ Μονογενοῦς ὁμολογεῖσθαι δεῖν τὸν Πατέρα καὶ Θεὸν ἁπαστισοῦν, οἶμαι, σοφὸς ἀναπείσει λόγος. Εὐκλεέστερον γὰρ ἂν ἀποφήνειε μὲν ὡδί, ψῆφον δὲ αὐτῷ δικαίως ἀπονεμεῖ, τὴν ἐπὶ τοῖς ἄγαν ὑπερκειμένοις, εἴπερ ἀσυγκρίτως καὶ παρ᾽ ἡμῖν αὐτοῖς ὑπερανεστήξει τε καὶ ὑπερκείσεται ποιουμένου παντὸς τὸ ἐξ ἡμῶν γεννώμενον.

Εἰ δὴ ποιητὴς μὲν ἔσται Θεός, καὶ τὴν ἐπὶ τῷ δύνασθαι δημιουργεῖν διακεκτήσεται δόξαν, εἴη δ᾽ ἂν γεννήτωρ οὐκ ἔτι, καταφρίξαιμι μὲν ἂν τὸ παλίμφημόν τι καὶ ἀπηχὲς εἰπεῖν, ἐρῶ δ᾽ οὖν ὅμως, οὔ τι που μάλα ἑκών, ὅτι τοῦ πάντων ἀρίστου καὶ διαφανεστέρου διωλίσθηκεν ἀληθῶς ἡ τοῦ Θεοῦ φύσις, εὐρυτέρα δέ πως εἰς εὐκλείας ἡ κτίσις, ᾗ μέτεστι μὲν τοῦ τεκταίνειν δύνασθαι καὶ δημιουργεῖν τὰ ἐκ διαφόρου τέχνης, συμπαρομαρτεῖ δὲ καὶ τὸ γεννᾶν, ὅπερ ἐστὶν ἐναργῶς θατέρου λαμπρότερον. Β. Εὖ λέγεις. Α. Υἱὸς οὖν ἡμῖν, ὦ Ἑρμεία, καὶ οὐ ποίημα τὸ ἐκ Θεοῦ πεφηνὸς κατὰ φύσιν καὶ οὐσιωδῶς γέννημα κατ᾽ ἀλήθειαν, οὐ σοφίας εὕρημα καὶ τέχνης καρπός, τοῦτο γὰρ εἶναί φαμεν τὴν σύμπασαν κτίσιν. Β. Ὧδε ἔχει. Α. Τοιγάρτοι καὶ ὁ σοφὸς ἡμῖν Ἰωάννης τὸ ἥκιστά γε ψευδοεπεῖν ἐπιψηφιεῖται, λέγων ἀναφανδὸν ὅτι· «Πολλὰ μὲν καὶ ἄλλα σημεῖα πεποίηκεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ.

Ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ.» Ἀριστείοις δὲ τοῖς ἀνωτάτω καταχρυσοῖ τὸν ὧδε πεπιστευκότα. Γράφει γὰρ πάλιν· «Τίς ἐστιν ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ;» Καὶ πρός γε τούτοις, ὦ τᾶν, αὐτὸς ὁ Υἱὸς κατατέθηπεν οὐ μικρῶς τὴν εἰς ἡμᾶς ἀγάπησιν τοῦ Θεοῦ καὶ Πατρός. «Οὕτω γὰρ ἠγάπησε, φησίν, ὁ Θεὸς τὸν κόσμον ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ δέδωκεν ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον.» Καίτοι τί δήποτε κορωνίδος τρόπον τινὰ καὶ ὑστεροδόμιον τῶν ἰδίων ἡμῖν ἐποιήσατο συγγραμμάτων, τὸ χρῆναι πιστεύειν ὡς ἔστι Θεοῦ κατ᾽ ἀλήθειαν Υἱὸς ὁ ἐνανθρωπήσας Λόγος, εἴπερ ἐστὶν οὐχ Υἱός; Καταθλήσει δὲ ὅπως τοῦ κόσμου παντὸς ὁ μὴ τὴν δόξαν ἑλὼν ὡς ἔστι ποίημα καὶ γενητός, ἀξιόληπτον ἀντίδοσιν τῶν οὕτως ὀρθῶς ἐγνωσμένων εὖ μάλα κεκερδακὼς τὸ νικῆσαι τὸν κόσμον; Εἰ μὲν γάρ ἐστιν οὐκ ἐπισφαλὲς εἰπεῖν ὅτι φρονοῦντας διεστραμμένα καὶ τιμᾷ καὶ προσίεται Θεός, καὶ θείοις χαρίσμασι στεφανοῖ τῶν ὄντων τινάς, φαίην ἂν ἔγωγε καὶ μάλα εἰκότως, παντὸς ἀξιοῦσθαι λόγου καὶ γερῶν τοὺς ἥκιστα μὲν Υἱόν, κτίσμα δὲ καὶ γενητὸν ὑπάρχειν τὸν Μονογενῆ φληνάφως ὑπειληφότας, κἂν εἰ γεγεννῆσθαι λέγοιτο, καὶ Υἱὸς ὠνομάσθαι πρός τε αὐτοῦ τοῦ Πατρὸς καὶ ἁγίου παντός.

Εἰ δὲ τοῦτο φράσαι μὲν οὐ θέμις, ἐννοεῖν δὲ δυσσεβές, ἀληθές που πάντως τὸ ἐναντίον. Στεφανοῖ γὰρ μόνους τῆς ἀληθείας τοὺς ἐραστὰς, καὶ διὰ τοῦτο πεπιστευκότας ὡς εἰς Υἱὸν ἀληθῶς, οὐκ εἰς ἔργον εὐτεχνίας· νόσημα γάρ τι δεινὸν καὶ ἀποπληξία τοῦτό γε. Ταύτῃ τοι μεμακαρίσθαι θεῖος ἡμῖν ἔφη λόγος τῶν ἁγίων ἀποστόλων τὸν ἔκκριτον Πέτρον. Ἐπειδὴ γὰρ διεπυνθάνετο μὲν ὁ Σωτήρ, περὶ τὰ μέρη Καισαρείας τῆς καλουμένης Φιλίππου, τό· «Τίνα δὴ εἶναί φασιν οἱ ἄνθρωποι τὸν Υἱὸν τοῦ ἀνθρώπου;» καί· Τίς ὁ θρύλλος ὁ ἐπ᾽ αὐτῷ τὴν τῶν Ἰουδαίων διαπεφοίτηκε χώραν ἤτοι τὰς ὁμόρους τῇ Ἰουδαίᾳ πόλεις; τὰ μειρακιώδη καὶ ἀπρεπῆ δοξάρια τῶν ἀγελαίων ἀφείς, εὖ μάλα σοφῶς καὶ ἐπιστημόνως ἀνεκεκράγει λέγων· «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος,» καὶ τῆς ἀληθοῦς ἐπ᾽ αὐτῷ διαλήψεως τὴν ἀντέκτισιν οὐκ εἰς μακρὰν ἐκομίζετο, Χριστοῦ λέγοντος· «Μακάριος εἶ, Σίμων Βὰρ Ἰῶνα, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾽ ὁ Πατήρ μου ὁ οὐράνιος. Κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς·» πέτραν, οἶμαι, παρωνύμως ἕτερον οὐδὲν ἢ τὴν ἀκατάσειστον καὶ ἑδραιοτάτην τοῦ μαθητοῦ πίστιν ἀποκαλῶν, ἐφ᾽ ᾗ καὶ ἀδιαπτώτως ἐρήρεισταί τε καὶ διαπέπηγεν ἡ Ἐκκλησία Χριστοῦ, καὶ αὐταῖς ἀνάλωτος ταῖς ᾅδου πύλαις εἰσαεὶ διαμένουσα.

Πέτρου δὲ ἡ πίστις ὡς εἰς Υἱόν, οὐκ ἀπερισκέπτως ἐσχεδιασμένη καὶ ἐξ ἀνθρωπίνων νοημάτων ἀναπηγάζουσα, ἀλλ᾽ ἐξ ἀπορρήτου μυσταγωγίας τῆς ἄνωθεν, διαδεικνύντος σαφῶς τοῦ Θεοῦ καὶ Πατρὸς τὸν ἴδιον Υἱόν, καὶ τὴν ἐπὶ τούτῳ πληροφορίαν ταῖς τῶν γνησίων ἐνιέντος ψυχαῖς. Ἥκιστα γὰρ ἂν διαψεύσαιτο Χριστὸς εἰπὼν ὅτι «Σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾽ ὁ Πατήρ μου ὁ οὐράνιος.» Εἰ δὴ οὖν μακάριος Πέτρος καὶ τῶν οὕτως ὑπερφερεστάτων ἀξιοῦται γερῶν, Υἱὸν Θεοῦ ζῶντος διωμολογηκὼς αὐτόν, πῶς οὐ τρισάθλιοι καὶ ἀπερριμμένοι, καὶ τὸ τῷ Θεῷ καὶ Πατρὶ δοκοῦν καὶ εὖ ἔχον ὡς ἀληθῶς προχειρότατα καθυβρίζοντες, οἱ τὸν τῆς οὐσίας αὐτοῦ καρπὸν εἰς ποίημα κατασύροντες καὶ τὸ ζωῆς βλάστημα συναΐδιον ἐν τοῖς ἐπακτὸν ἔχουσι τὸ ζῆν ἀνοητότατα καταλογιζόμενοι;

Ἢ οὐκ ἀμαθεῖς οἱ τοιοίδε λίαν; Β. Παντάπασι μὲν οὖν. Α. Ἐπείτοι καὶ δόξαν ἔχοντες ἐφ᾽ Υἱῷ καταβεβλημένην οὕτω καὶ σμικροπρεπῆ, καὶ αὐτὸ τὸ μέγα καὶ ἐξαίσιον τὸ ἐπὶ τῇ τοῦ Θεοῦ καὶ Πατρὸς ἀγάπῃ καταστρέφουσι θαῦμα, ἁλώσονται δὲ καὶ αὐτοῖς ἐπιθήγοντες τοῖς τῆς θεότητος ἀξιώμασι τὸ ἀπύλωτον στόμα. Β. Φράσειας ἂν ὅπως, ἕπομαι γὰρ οὔ τί που. Α. Καὶ μάλα προθύμως· τὸ ἄναντες γὰρ οὐδέν. Δέδωκεν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς τὸν ἴδιον Υἱόν; Β. Καὶ πάνυ. Α. Ἄμεινον δὲ δήπουθεν τὸ γεννηθὲν οὗπερ ἂν φιλοτεχνήσαιτό τις, παντί τῳ δόξειεν ἄν, εἴπερ ἐστὶ τὸ μὲν ἐξ ἡμῶν καὶ τῆς τοῦ τεκόντος ὑποστάσεως καρπός, τὸ δὲ τῆς ἀρίστης εὕρημα βουλῆς καὶ σοφίας ἔργον, οὐ βλαστὸς οὐσίας. Β. Τί οὖν τοῦτό γε; Α. Ἢ οὐκ ἐννοεῖς ὡς μεῖον μὲν ἄν τις ἀγάσαιτο τυχὸν τὴν ἀγάπησιν τοῦ Θεοῦ καὶ Πατρὸς προεμένου πρὸς λύτρωσιν τῆς ὅλης κτίσεως μέρος ὄντα κτίσεως τὸν Υἱόν, εἴπερ ἐστὶ γενητός, πλουσιώτερον δὲ κατατεθήποι ἂν καὶ σφόδρα εἰκότως τῆς τοῦ κόσμου ζωῆς ἀντάλλαγμα, καὶ αὐτὸν εἰ μάθοι δεδωκότα τὸν Υἱὸν καὶ ἀφειδήσαντα μὲν ἰδίου καρποῦ, κατά γε τὸ ἐν σαρκὶ γεγονότα καὶ ἐντεθνάναι δοκεῖν, δεδιψηκότα δὲ μᾶλλον τοῦ κόσμου τὴν εἰς τὸ εὖ εἶναι διαμονήν; Β. Συνίημι. Α.

Οἶμαι δὲ ἔγωγε—καὶ νεμεσάτω μηδεὶς ἀνακαιομένῳ πρὸς θράσος ἐκ φιλοθεΐας τῷ λόγῳ—ὡς οὐδ᾽ ἂν ἀντάξιος εἴη ἂν τῆς ὅλης κτίσεως ὁ Χριστός, οὐδ᾽ ἂν ἔχοι διαρκῶς εἰς τὸ ἐκπρίασθαι καλῶς τὴν τοῦ κόσμου ζωήν, εἰ καὶ αὐτὴν κατάθοιτο καθάπερ ἐν τάξει τιμῆς τὴν ἰδίαν ψυχήν, πρόοιτό τε ὑπὲρ ἡμῶν τὸ τίμιον αἷμα, εἰ μὴ ἀληθῶς Υἱός ἐστι, καὶ ὡς ἐκ Θεοῦ Θεός, κτίσμα δὲ καὶ κτίσεως μέρος. Β. Εὖ λέγεις. Α. Προσθείην δ᾽ ἂν ὅτι καὶ διασέσωσται κτίσις οὐδὲν τὸ σύμπαν λαβοῦσα παρὰ Θεοῦ καὶ τῆς ἄνωθεν συνεργείας οὐ δεδεημένη. Πῶς γὰρ ἢ πόθεν, εἴπερ αὐτὴ δι᾽ ἑαυτῆς καὶ ἐξ ἑαυτῆς τὴν λύτρωσιν ἔχει, καὶ τὴν εἰς τὸ εὖ εἶναι διαμονήν; Διασέσωκε γάρ, ὥς φασι, τὴν σύμπασαν κτίσιν, μέρος ὢν κτίσεως ὁ Υἱός. Ἀνθ᾽ ὅτου δὴ οὖν τὰς χαριστηρίους ᾠδὰς ἀνίεμεν τῷ Θεῷ; Τί δὲ οὐχὶ τοῦτο παρέντες ὡς περιττόν, ὑμνολογοῦμεν τὴν κτίσιν, πρόσιμεν δὲ μᾶλλον ἐκλιπαροῦντες καὶ λέγοντες, περὶ τοῦ πάντων Δεσπότου Θεοῦ· «Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ, τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου, τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου.» Ἀλλ᾽ ἐκεῖνο μὲν δρῶντες, καὶ φρενὸς ἀναμφιλόγως τῆς ἀρίστης ἐξεώσμεθα καὶ Θεῷ προσκρούσομεν· ἀνάπτοντες δὲ μᾶλλον αὐτῷ τὰς ἐπὶ τῷδε δοξολογίας, σοφοί τε καὶ ἀληθεῖς ἐσόμεθα προσκυνηταί.

Πῶς οὖν ἔτι ποίημα μεθ᾽ ἡμῶν ὁ εἷς καὶ πάντων ἀντάξιος, ὡς Θεὸς ἐκ Θεοῦ καὶ Υἱὸς ἀληθῶς;

Ἦ οὐχ ὧδε ἔχει; Β. Πῶς γὰρ οὔ; Α. Φέρε δή, εἴ τοι δοκεῖ, καὶ τόδε δὴ τούτοις προστιθέντες, λέγωμεν ὅτι τὰ πρός τι πῶς ἔχοντα τῶν ὀνομάτων αὐτὰ δι᾽ ἀμφοῖν σημαίνεται, τὴν ἀλλήλων ἑκάτερα συνωδίνοντα γνῶσιν. Ὥστε δὴ ῥᾷον, εἴ γέ τις μάθοι τὸ δεξίον, εἰδείη που πάντως ἂν δι᾽ αὐτοῦ τὸ εὐώνυμον, καὶ μὴν ὅτι καὶ τὸ ἔμπαλιν ἀληθές, συνερεῖ πᾶς ὁστισοῦν. Ὄνομα τοίνυν τῶν πρός τί ἐστι τὸ Πατήρ, ἰσοτρόπως δὲ τούτῳ καὶ τὸ Υἱός. Ποῖ δὴ οὖν ἄρα καὶ πρὸς ὅ τι βλέπουσαν ταυτὶ ποιήσεται τὴν ἀναφοράν, καὶ τὴν πρὸς ἄλληλα σχέσιν, καὶ τὸν αὐτοῖς πρέποντα λόγον διεξοίχοιτο ἂν οὐδαμῶς; Β. Καὶ τίνι τοῦτο ἀσυμφανές; Πατὴρ γὰρ ὡς πρὸς υἱόν, καὶ μὴν καὶ υἱὸς ὡς πρὸς πατέρα νοοῖτ᾽ ἂν καὶ λέγοιτο. Α. Εἶτα τί μαθόντες οἱ διεστραμμένοι καὶ παράκοποι τὸν νοῦν, Πατέρα μὲν ἡμῖν ὀνομάζουσι τὸν Θεόν, ποίημα δὲ εἶναι διατείνονται τὸν Υἱόν; Ἢ οὐκ ἀμαθὲς καὶ ἀνάρμοστον κομιδῇ, Πατρὶ μὲν τὸ ποιηθέν, Πατέρα δὲ αὖ τῷ πεποιημένῳ συντετάχθαι λέγειν κατά γε τὸν τοῦ πρός τι λόγον; Β. Κομιδῇ μὲν οὖν, ἵνα μὴ καὶ αὐτὸν ποίημα λέγωμεν τὸν Πατέρα, σχέσιν ἤδη λαχόντα φυσικὴν τὴν πρός τι τῶν ποιημάτων, ὅσον ἧκεν εἰς λογισμούς. Α. Οὐκοῦν ἀκουόντων καὶ αὐτοῦ βοῶντος Χριστοῦ· «Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε.»

Ἐρομένοις δὲ τῆς ἐπιπλήξεως τὴν αἰτίαν, ἀποκρινεῖται λέγων· «Ὁ ἀρνούμενος τὸν Πατέρα, καὶ τὸν Υἱόν· καὶ ὁ τὸν Υἱὸν ἀρνούμενος, οὐδὲ τὸν Πατέρα ἔχει.» Καὶ εἰκότως γε σφόδρα καὶ ἀληθῶς. Εἰ γὰρ μὴ ἔστι Πατήρ, ὅτι φύσει γεγέννηκεν, οὐδὲ τὸν Υἱὸν ὑφεστάναι δοίη τις ἄν. Υἱὸς γάρ, ὅτι γεγέννηται· καὶ εἰ μή ἐστιν Υἱὸς ὡς γεγεννημένος, οὐδὲ Πατὴρ εἴη ἂν κατά γε τὸν τοῖς νοήμασιν ἐμπρεπῆ τε καὶ ἑπόμενον λογισμόν. Πατὴρ μὲν ὅτι γεγέννηκεν. Οὐκοῦν καὶ συνυφεστάναι καὶ συναναιρεῖσθαι δι᾽ ἀμφοῖν ἑκάτερον ἀληθές, καὶ ἑνὸς ὑφεστηκότος, ὑφεστήξει που πάντως καὶ τὸ δι᾽ ὃ λέγεται καὶ ἔστιν ὅ ἐστι. Τί δὲ δὴ ἄρα καὶ φρονεῖν ἕλοιντ᾽ ἂν εἰ διαπύθοιντο λέγοντος τοῦ Χριστοῦ πρὸς τὸν ἀπειθῆ καὶ δυσήνιον τῶν Ἰουδαίων δῆμον· «Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου καὶ οὐ λαμβάνετέ με;» Καίτοι Πατέρα μὲν οὐδαμῶς ἑαυτὸν ὠνόμαζεν ὁ Χριστός, Υἱὸν δὲ καὶ ἐκ Πατρός. Πῶς δὴ οὖν ἄρα φησὶν ὡς ἡμᾶς ἀφῖχθαι λοιπὸν «ἐν ὀνόματι τοῦ Πατρός;» Ἢ δηλονότι τὸ ἐν ὀνόματι νοητέον ἐν δόξῃ τε καὶ ἐν εὐφημίᾳ τοῦ Πατρός;

Ὄνομα γὰρ ἔσθ᾽ ὅτε τὴν διαπρύσιον εὐφημίαν καὶ τὸ περίοπτον ἐν εὐκλείαις ἡ θεία λέγει Γραφή, καθάπερ ἀμέλει τὸ ἐν βίβλῳ Παροιμιῶν ὑμνούμενον· «Αἱρετὸν ὄνομα καλὸν ἢ πλοῦτος πολύς.» Ἆρ᾽ οὖν διαπέπτωκε τοῦ εἶναι σοφός τε καὶ ἀληθὴς τοῦ Σωτῆρος ὁ λόγος, ὡς ἀφίκοιτο πρὸς ἡμᾶς «ἐν ὀνόματι τοῦ Πατρὸς» ἀναφανδὸν εἰρηκότος; Β. Καὶ μὴν ὑγιὲς εἰπεῖν ὡς οὐκ ἂν ἁμάρτοι τἀληθοῦς ἡ ἀλήθεια. Α. Εἴπερ οὖν ἐστιν ἀληθὴς ὁ λόγος, ἢ τὸν Θεὸν καὶ Πατέρα κατακομιστέον ἐν κτίσμασιν, ἵνα μὴ φαίνοιτο πλεονεκτῶν ἐν δόξῃ τὸν Υἱόν, ἤγουν τὸν Υἱὸν ἀνακομιστέον ἤδη πως εἰς ἀξίωμα τὸ θεοπρεπὲς καὶ εἰς υἱότητος φύσιν, τὴν οὐσιωδῶς νοουμένην. Μειονεκτοῖτο γὰρ ἂν ἥκιστά γε κατὰ τρόπον οὐδένα τοῦ Θεοῦ καὶ Πατρὸς εἰ τῇδε ἔχων ὁρῷτο· καὶ συναθλήσει λέγων ὁ σοφὸς ἡμῖν Ἰωάννης· «Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν.» Ὅτι δὲ τὸ ἄνωθεν τὴν ὑψοῦ τε καὶ ἀνωτάτω παρίστησι φύσιν διαδείξει λέγων τοῦ Σωτῆρος ὁ μαθητής· «Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φώτων.» Ἥκει δὴ οὖν ἐκ Πατρὸς ἡμῖν ὡς ἀπὸ πηγῆς ὁ Υἱὸς καὶ ῥίζης ἐκπεφυκὼς τῆς ἀνωτάτω, τὴν ὅθεν ἐξέφυ λαμπρότητα διαδείκνυσιν ἐν ἑαυτῷ, τὸ ἐπάνω πάντων εἶναι λαχών, καθάπερ ἀμέλει καὶ ὁ Πατήρ.

Ἐπάνω δὲ πάντων ἔν γε δὴ τούτῳ μάλιστά φαμεν οὔ τί που κατὰ μόνην τὴν δόξαν οὔτε μὴν ταῖς κατ᾽ εὔκλειαν ὑπεροχαῖς πλεονεκτοῦντα τὴν κτίσιν, ἀλλὰ τῷ τῆς οὐσίας ὑπερτάτῳ ὑπερανεστηκότα καὶ ὑπερανέχοντα τῶν ὅλων ὁμοῦ τῷ τεκόντι Πατρί. Εἰ δὲ ἐπάνω πάντων ἐστί, πῶς ἂν ἐν πᾶσι νοοῖτο; Κτίσμα γὰρ εἴπερ ἐστὶν ἀληθῶς, κτίσμασιν ἑτέροις συντετάξεται. Πῶς οὖν ἕτερος παρὰ πάντα καὶ ἐπάνω πάντων ἐστίν, εἰ μὴ διάλλοιτο φυσικῶς τὸ ἐναριθμεῖσθαι τοῖς πᾶσιν; Ἢ τοπικοῖς ὑψώμασι τὴν ἀσώματον τοῦ Υἱοῦ φύσιν ἐκτετιμηκότες, οὐκ εἰκῆ ῥαψῳδήσομεν; Β. Πῶς φῄς; Α. Βούλει τὸ ἄνωθεν ὡς ἐκ τόπου λέγωμεν, ἀντινοουμένου πρὸς τὸ κάτω καὶ μετρητοῦ διαστήμασιν; Β. Εἶτα τί δράσομεν τὸν Υἱόν, εἴπερ ἐστὶν ἐν τόπῳ τοιούτῳ; Σωμάτων γὰρ ἴδιον τοῦτό γε. Α. Οὐκοῦν ἄριστά φαμεν, ὡς ἐκ Πατρὸς νοεῖσθαι τὸ ἄνωθεν. Τοιγάρτοι, καὶ ὑπὸ μόνου γνωρίζεται τοῦ Πατρὸς καὶ γνωρίζει μόνος τὸν ἑαυτοῦ Πατέρα καὶ Θεόν. Ἄποπτον γάρ τι χρῆμα καὶ οὐδενὶ τῶν ὄντων διεγνωσμένον ὅ τί ποτέ ἐστιν ἀληθῶς αὐτὴ καθ᾽ ἑαυτὴν ἡ ἁνωτάτω φύσις. Ὅτι μὲν γὰρ ὑφέστηκέ τε καὶ ἔστι Θεός, πιστεύομεν· τί δὲ κατὰ φύσιν ἐστὶν ἀπηχὲς ἐρευνᾶν, ἐπεὶ μηδέ ἐστιν ἁλώσιμον.

Νοῦ γὰρ ἐπέκεινα παντὸς ἡ Θεοῦ φύσις. Εἶτα πῶς, εἴπερ ἐστὶν ἐκτισμένος καὶ γενητός, εἰδείη μὲν ἂν αὐτός τε καὶ μόνος τὸν Πατέρα, μόνος δὲ αὖ ὑπὸ μόνου γνωρίζοιτο τοῦ Πατρός; Καίτοι τὸ μὲν φύσιν εἰδέναι Θεοῦ παντὶ δήπου πάντως ἀνέφικτον γενητῷ, τὸ δὲ ἐξεπίστασθαί τι τῶν κεκλημένων εἰς γένεσιν ὅ τί ποτ᾽ ἔστιν οὐκ ἂν ὑπερθρῴσκοι πάντα νοῦν, εἰ καὶ ἀνῴκισταί πως τοῦ καθ᾽ ἡμᾶς. Οὐκοῦν εἰ μόνος αὐτὸς ἔγνωκε τὸν Πατέρα, καὶ αὖ ὑπὸ μόνου γινώσκεται τοῦ Πατρός, διαπέφευγεν εἰκότως τὴν ἐπὶ τῷ πεποιῆσθαι γραφήν τε καὶ δόξαν. Μόνη γὰρ οἶδεν ἑαυτὴν ἡ ἀνωτάτω καὶ ἀπόρρητος φύσις, καὶ τοῖς εἰς τὸ εἶναι παρενηνεγμένοις ἀστιβὲς τὸ χρῆμα παντελῶς. Β. Ἀστιβὲς μὲν οὖν καὶ ἀνέμβατον, ἐπείτοι νοῦ παντὸς προσωτέρω Θεός. Α. Ἐκτίσθαι δὲ ὅλως πῶς ἂν καὶ λέγοιτο πρὸς ἡμῶν ὁ Υἱός, καίτοι διακεκραγότος ὡδὶ τοῦ σοφωτάτου Παύλου· «Λέγω δέ, ἐφ᾽ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, ἀλλ᾽ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός· οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.»

Οὐκοῦν, ἀρρωστοῦντες μὲν ἔτι τὸ ἀμαθὲς καὶ τοῖς τῆς ἀρχαίας νηπιότητος αἰτιάμασι καθεστηκότες ἔνοχοι, τοῖς τοῦ κόσμου στοιχείοις ὑπενηνέγμεθα, τῇ κτίσει λελατρευκότες, καίτοι δέον ἀνάπτειν τὸ σέβας τῷ γε ἀληθῶς καὶ μόνῳ κατὰ φύσιν Θεῷ. Ἐπειδὴ δὲ ἡμῖν ἐπέλαμψεν ὁ Υἱός, τότε δή, τότε κρείττους τε καὶ προφερέστεροι τῆς ἐν νηπιότητι φρενὸς ἀναδεδειγμένοι καὶ εἰς τὸ τῆς ἀληθείας διελάσαντες φῶς, ἀπηλλάγμεθά που, καθάπερ ἐγῷμαι, συναινέσεις δὲ καὶ αὐτὸς οἶδ᾽ ὅτι, τοῦ κατεζεῦχθαι στοιχείοις κοσμικοῖς.

Τοῦτο γὰρ ἡμῖν ὁ ἱερὸς ἀρτίως διεσήμηνε λόγος, ὃν καὶ ὡς εἴη σοφός τε καὶ ἀληθὴς φαῖεν ἂν ἴσως οἷς ἂν ὀρθότητος μέλοι· λαλεῖ γὰρ ἐν Χριστῷ μυστήρια. Β. Φαῖεν γὰρ ἄν. Α. Ἆρ᾽ οὖν, ὦ Ἑρμεία, πᾶν εἴ τί φαμεν διακεκλῆσθαι πρὸς ὕπαρξιν τοῖς τοῦ πεποιηκότος νεύμασιν, οὐχὶ τοῖς τοῦ κόσμου στοιχείοις ἐναριθμητέον, ἢ καὶ ὡς μέρος τοῦ κόσμου τῷ παντὶ συντετάξεται; Β. Καὶ μάλα. Α. Λελυτρώμεθα δὲ πρὸς τελειότητα νοῦ καὶ φρενὸς ἱγμένοι, κιβδηλεύοντές τε τὸ ὑποκεῖσθαι θέλειν τοῖς τοῦ κόσμου στοιχείοις; Β. Οὕτω φημί. Α. Ἆρα τὴν εἰς Υἱὸν ὡς εἰς Υἱὸν ἀληθῶς παραδεδεγμένοι πίστιν, ἢ πῶς; Β. Οὕτως. Α. Οὐκοῦν ἀγένητος εἴη ἂν ὁ Μονογενής, ἵνα μὴ φαίνοιτο μὲν αὐτὸς μετὰ τῶν ἄλλων στοιχείων καὶ τελῶν ἐν κτίσμασι, νήπιοι δὲ ἡμεῖς καὶ αὐχημάτων ἔτι τῶν εἰς τελειότητα νοῦ τητώμενοι, εἰκαίοις τε λογισμοῖς πεφενακισμένοι μᾶλλον ἥπερ οὖν ἀληθῶς ἐλπίδα βεβαίαν καὶ γνῶσιν πεπλουτηκότες, δῆλον δὲ ὅτι τὴν εἰς Υἱόν. Τί γὰρ ὅλως ὀνήσειεν ἂν ἡμᾶς ὁ Μονογενής, καίτοι δι᾽ ἡμᾶς γενόμενος ἄνθρωπος, εἰ μὴ τοῦ λατρεύειν τῇ κτίσει λελυτρώμεθα; Τὴν δὲ εἰς αὐτόν, εἰπέ μοι, προσηκάμενοι πίστιν ὡς εἰς Υἱόν, ἆρ᾽ οὐ πεπλανήμεθα; Β. Ἔοικεν, εἴπερ ἐστὶ γενητός. Α. Τί δὲ, οὐκ ἀμείνων παραπολὺ τῆς διὰ Χριστοῦ παιδεύσεως ἡ διὰ Μωσέως, εἴπερ ἐστὶν ἀληθῶς εἰς ἕν τι τῶν γενητῶν ἡ πίστις;

Φαίην δ᾽ ἂν ὅτι κενολογοῦσιν οἱ ἅγιοι, κατόπιν τῶν εὐαγγελικῶν θεσπισμάτων ῥιπτοῦντες ἀεὶ τὴν ἀρχαιοτέραν ἐντολήν. Τετελείωκε δὲ πῶς ὁ νόμος οὐδέν, ἀλλ᾽ ὁ δίκαιος ἡμῖν ἐκ πίστεως ζήσεται; Καίτοι διόλλυσι μὲν ἡ πίστις ἡ εἰς Υἱὸν τοὺς εἰσδεδεγμένους αὐτήν, ὠφέλησε δὲ τοὺς ἀρχαιοτέρους ὁ νόμος, εἰ τοὺς τῶν διεστραμμένων παραδεξαίμεθα λόγους. Β. Φράσαις ἂν ὅπως. Α. Ἀοκνότατά γε καὶ μάλα προθύμως. Φάθι δέ με ταυτὶ βεβουλῆσθαι λέγειν. Β. Τὰ ποῖα ἄττα φῄς; Α. Τοῖς μὲν γὰρ ἀρχαιοτέροις ὁ διὰ τοῦ πανσόφου Μωσέως κατεχρησμῴδησε νόμος· «Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι.» Καὶ πρός γε δὴ τούτοις· «Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω.» Ἀποκομίζων δὲ ἔτι πρὸς τὸ ἀμεινόνως ἔχον καὶ μὴν καὶ αὐτῶν ἀφιστὰς τῶν τοῦ κόσμου στοιχείων· «Πρόσεχε σεαυτῷ, φησί, μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃ αὐτοῖς.» Εἰς ἕνα τοιγαροῦν τὸν ἀληθῶς καὶ φύσει Θεὸν ὁ νόμος ἐκάλει, μεθιστὰς εἰσάπαν τοῦ σφαλεροῦ καὶ χείρονος· ἐπεψηφίζετο γὰρ οὐδαμῶς τὸ χρῆναι τῇ κτίσει παρὰ τὸν κτίσαντα προσκυνεῖν, καὶ μὴν καὶ ἀσφαλεστέρους εἰς τὸ ἐρηρεῖσθαι καλῶς ἔν γε τουτῳῒ τοὺς κεκλημένους ἐτίθει, ποινὴν ἐπαρτήσας τοῖς ἐθέλουσι ῥᾳθυμεῖν τὴν εἰς αἷμα ζημίαν.

Ἀλλ᾽ ἐκεῖνα μὲν ὁ νόμος· παρῆκται δὲ ὅποι τὰ καθ᾽ ἡμᾶς, φέρε δὴ λέγωμεν. Παρῴχετο μὲν ὁ νόμος, ὡς ἐπὶ σκιαῖς καὶ τύποις κατηγορούμενος, ἀνέλαμψε δὲ τῆς ἀληθείας τὸ φῶς, ἐπείτοι τὴν εἰς Υἱὸν παραδεδέγμεθα πίστιν, καίτοι, κατ᾽ ἐκείνους, γενητὸν ὄντα καὶ πεποιημένον.

Ἆρ᾽ οὐ τρισάθλιοι μὲν ἡμεῖς, οἱ ἐν δοκήσει καὶ μοίρᾳ τῇ κρείττονι, πολλῷ δὲ ἀμείνους οἱ κατὰ τὸν νόμον Θεὸν τὸν ἕνα καὶ φύσει δεδιδαγμένοι προσκυνεῖν; Καὶ τό γε παραλογώτερον, οἱ μὲν γὰρ οὔπω πεπλουτηκότες τῆς ἀληθείας τὸ φῶς τὸν ἀληθῶς καὶ φύσει Θεὸν ἐγνώκασιν· ἡμεῖς δὲ οἱ περιττοί, καίτοι λαχεῖν αὐχήσαντες τὴν τοῖς πρὸ ἡμῶν οὐ δεδωρημένην ἀλήθειαν, δι᾽ αὐτῆς πεπλανήμεθα καὶ φωτὶ τῷ θείῳ κατεσκοτισμένοι μᾶλλον ἤγουν ἐκλελαμπρυσμένοι διατελοῦμεν, οἱ δείλαιοι. Β. Ὡς δριμὺς ὁ λόγος. Α. Εἰ δὲ δὴ κἀκεῖνο μάθοις, καταθαυμάσαις ἄν, οἶμαι, μειζόνως. Β. Τὸ ποῖον; Α. «Παιδαγωγὸς ἡμῖν ὁ νόμος γέγονεν εἰς Χριστόν.» Γεγραφότος γὰρ ὡδὶ διεπύθου που πάντως τοῦ μακαρίου Παύλου. Β. Ἐπυθόμην. Α. Βασανιστέον δὴ οὖν ἐφ᾽ ὅ τι τε καὶ ὅπως παιδοκόμος ἦν εἰς ἡμᾶς ὁ νόμος εἰς Χριστὸν ἀναφέρων, τουτέστιν εἰς λόγον καὶ γνῶσιν τὴν ἐπὶ Χριστῷ. Ἆρ᾽ ὡς εἰς ἀμείνω καὶ ὑπερτρέχουσαν τῆς ἐνούσης αὐτῷ καὶ ἐγκεχωσμένης ἔτι τοῖς τύποις, ἤγουν εἰς αἰσχίονα καὶ χθαμαλωτέραν; Β. Εἰς ἀμείνω καὶ φανοτέραν. Α. Εὖγε, ὦ φιλότης· ἅπας γάρ, οἶμαι, σοφὸς καὶ ἀρτίφρων ἀνὴρ συννεύσειεν ἂν ὧδέ τε ἔχειν τὸ χρῆμα ἐρεῖ.

Οὐκοῦν εἰ νόμος ἡμᾶς ὁ παιδαγωγός, καίτοι τὸν ἕνα καὶ φύσει διακηρύττων Θεόν, οὐχ ὡς εἰς αἰσχίονα γνῶσιν εἰς τὸ ἐπὶ Χριστῷ διακομίζει μυστήριον, Υἱὸς ἂν εἴη μᾶλλον οὐ γενητός, ἵνα μὴ νόμος ἡμᾶς ἀδικήσας ὁρῷτο, μήτε μὴν ὡς προφερεστέραν τῆς εἰς Θεὸν γνώσεως τὴν εἰς ποίημα τιθείς, πάγη καὶ θήρατρον διαβολικὸν εὑρίσκοιτο, καίτοι λαληθεὶς δι᾽ ἀγγέλων καὶ δοθεὶς ἡμῖν εἰς ἐπικουρίαν. «Νόμον γὰρ εἰς βοήθειαν δέδωκε,» τῶν ἁγίων τις ἔφη.

Καὶ εἰ πλήρωμα νόμου καὶ προφητῶν ὁ Χριστός, πῶς ἂν ἔχοι τὸ εἶναι σεπτὸς τῆς θεοπνεύστου Γραφῆς ὁ λόγος;

Ἐκτελευτᾷ γὰρ εἰς πλάνησιν τῆς ὅλης γνώσεως οἱονεὶ τὸ συμπέρασμα κατακλεῖον ἡμᾶς εἰς γενητὴν καὶ οὐκ ἄκτιστον φύσιν. Β. Ὀρθότατα ἔφης. Πλὴν οἶμαί τι τοιοῦτον ἐρεῖν τὸν δι᾽ ἐναντίας, τὸ πρωτότοκος ὄνομα, τί ἂν βούλοιτο δηλοῦν; Α. Τὸ προὔχειν ἐν ἀδελφοῖς τὸν δεῖνα τυχὸν καὶ πρεσβυτέραν λαχεῖν ἑτέρων τὴν διὰ γεννήσεως ὕπαρξιν. Β. Εἶτα πῶς ὠνόμασται, φασί, πρωτότοκος πάσης τῆς κτίσεως ὁ Υἱὸς εἰ μὴ ἀδελφὴν ὥσπερ ἔχει τὴν κτίσιν ὡς ὁμογενῆ καὶ ὁμοφυᾶ; Α. Φροῦδον οὖν, ὡς ἔοικε, καὶ ἀχρεῖον παντελῶς ἐπ᾽ αὐτοῦ διαφανεῖται λοιπὸν τὸ Υἱὸς ὄνομα, καὶ φενακισμὸς ἡ γέννησις, καὶ θρύλλος εἰκαῖος ὁ περὶ Πατρὸς ἡμῖν ἥκει λόγος. Β. Οὐδαμῶς, φησί. Πατὴρ γὰρ κέκληται τοῦ Υἱοῦ καταχρηστικῶς, τοιγάρτοι καὶ περὶ τῶν Υἱῶν Ἰσραὴλ «Υἱοὺς ἐγέννησα καὶ ὕψωσα» φησίν. Α. Ἆρ᾽ οὖν εἰσποιητὸς εἰς υἱοθεσίαν μεθ᾽ ἡμῶν ὁ Μονογενὴς καὶ νεῦμα μόνον ἡ γέννησις, τὸ δὲ ἀληθὲς ἐπ᾽ αὐτῷ τὸ πεποιῆσθαί ἐστιν; Β. Οὕτω φασί. Α. Καίτοι τί δή ποτε παρέντες ὡς ἀκερδὲς τὸ αὐτὴν ἐπείγεσθαι καταθρεῖν τὴν ἀλήθειαν, μονονουχὶ τὸ προφητικὸν ἐκεῖνό φασίν· «Ἐθέμεθα ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα;» Εἴρηται γὰρ πρωτότοκος πότε καὶ ἐν τίσι γεγονὼς ὁ Λόγος, χρῆν, οἶμαί που, καὶ πρό γε τῶν ἄλλων ἁπάντων ἀναμαθεῖν, οὕτω τε λοιπὸν εἰς ἐννοιῶν εὐθύτητα τὴν τῶν μυστηρίων πρεπωδεστάτην ἀπορθοῦν ἐπείγεσθαι τὴν καρδίαν.

Καιροὶ γὰρ ἡμῖν καὶ μὴν καὶ προσώπων διαφοραὶ καταδείξειαν ἂν καὶ μάλα εὐκόλως τὸν ἀπλανῆ τε καὶ ἀπαράφθορον καὶ ἐξ εὐθείας ἥκοντα λόγον τῶν ἱερῶν Γραμμάτων· ἢ εἴπερ ἐστὶν οὐκ ἀληθὲς ὅ φημι, καιροὺς δὲ καὶ χρόνους οὐ βασανιστέον καθ᾽ οὓς ἄσαρκός τε ἦν ἔτι καὶ μετὰ σαρκὸς ὁ τοῦ Θεοῦ Λόγος καταπτοείτω μηδένα κἂν ἀδιακρίτως τὰ ἐπ᾽ αὐτῷ λαλῆται τυχὸν καὶ δυσφημιῶν ἀπέστω γραφή· κἂν οἴοιτό τις ἐκτεθνάναι κατ᾽ ἀλήθειαν, καίτοι ζωὴν ὄντα κατὰ φύσιν τὸν ἐκ Πατρὸς Λόγον, αἰτείτω κρότους τοὺς πρὸς ἡμῶν, καὶ τοὺς τῆς ἀψευδείας ἐπαίνους· εἰκαιομυθήσει δὲ ἄρα καὶ ὁ σαρκὶ τεθνάναι λέγων αὐτόν. Πᾶν γὰρ ἤδη πως τὸ ἐπ᾽ αὐτῷ πέφηνεν ἀδιάκριτον. Β. Ἔχοι ἂν ὀρθῶς, εἰ τῇδε νοοῖτο, ψόγου γε μὴν καὶ γραφῆς οὐκ ἔξω τὸ χρῆμα. Α. Οὐ γάρ, ὦ ᾽γαθέ, καὶ εἰς ἑτέραν αὐτοὺς ἀτοπίαν κατωθήσειεν ἂν καὶ μάλα νεανικῶς ὁ λόγος; Β. Εἰς τίνα δὴ φῄς; Α. Δασμολογοῦσί τινες, κατὰ νόμον εἰς τοῦτο τὸν διὰ Μωσέως ἱγμένοι καὶ τὴν τοῦ διδράχμου συνεισφορὰν συλλέγουσιν ὑπὲρ δυεῖν κεφαλαῖν ἐξαιτοῦντες τὸ ἕν.

Ἐπειδὴ δὲ τῷ Πέτρῳ προσῄεσαν—ἀναπυνθάνεσθαι γὰρ ἐδόκει, πότερα καὶ αὐτὸς τοῖς εἰσφέρουσι συντετάξεται καὶ δασμολογοῖτο Χριστός, ἤγουν ἀποφάσκει τὴν εἴσπραξιν—, εἰσέθορε μὲν εὐθὺς ὁ θεσπέσιος μαθητὴς τὸ τί ἂν βούλοιτο δρᾶν αὐτοὺς ἔν γε τουτῳῒ διαμαθεῖν ἀξιῶν· ἤρετο δὲ φθάσας ὁ Ἰησοῦς· «Οἱ βασιλεῖς τῆς γῆς, ἀπὸ τίνων λαμβάνουσι τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων;» Πέτρου δὲ εἰπόντος· «Ἐκ τῶν ἀλλοτρίων,» ἔφη προστιθείς· «Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί· ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς εἰς τὴν θάλασσαν, βαλὲ ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον καί, ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· ἐκεῖνον λαβών, δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.» Αἰσθάνῃ δὴ οὖν ὅτι τῇ οἰκείᾳ φύσει προσμεμαρτύρηκε τὸ ἐλεύθερον;

Τοῦτο δ᾽ ἂν εἴη τὸ ὑπὲρ κτίσιν· δοῦλον γὰρ τοῦ πεποιηκότος τὸ παροισθὲν εἰς γένεσιν. Οὕτω καὶ ὁ θεῖος ἡμῖν ἀνακεκράγει Δαβὶδ πρὸς τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεόν· «Ὅτι τὰ σύμπαντα δοῦλα σά.» Οὐκοῦν ἐν μέτροις ἡμῖν οὐχὶ τοῖς δουλοπρεπέσιν, οὐδὲ ἐν τοῖς ὑπὸ ζυγὸν ὁ Υἱός, ἀλλ᾽ ἐν φύσει τῇ θείᾳ καὶ ὑπερτάτῃ καὶ ὑπερθρωσκούσῃ τὰ γενητά. Β. Ἀληθές. Α. Ἆρ᾽ οὖν, ὦ Ἑρμεία, τὸν οὕτω σεπτῷ κατηγλαϊσμένον ἀξιώματι τοῖς τῆς δουλείας ζυγοῖς ὑποθήσομεν, εἰ καὶ ἐν τῇ τοῦ δούλου μορφῇ καθικέσθαι λέγοιτο; Καίτοι πῶς τοῦτο οὐκ ἀμαθές; Εἰ γὰρ γέγονεν ἐν δούλου μορφῇ, φαίην ἂν ὅτι πρὸ τῆς τοῦ δούλου μορφῆς διετέλει που πάντως ἐν ἐλευθέρᾳ τε καὶ ἀνειμένῃ φύσει. Οὐδὲ γὰρ ἂν γένοιτό τι τῶν ὄντων ὃ ἦν, τὸ δὲ ἐν οἷς ἦν εἰ πρόοιτο, τὴν ἐφ᾽ ἕτερόν τι μεταδρομὴν ποιοῖτ᾽ ἂν εἰκότως. Ἥκει τοίνυν ἡμῖν, οὐκ ἐξ οἰκετῶν εἰς οἰκέτην, ἀλλ᾽ ἐξ ἐλευθέρας φύσεως ὁ Υἱὸς εἰς τὴν τοῦ δούλου μορφήν. Ἀλλ᾽ εἴπερ οὐδὲν τὸ μεσολαβοῦν, εἰ μηδὲν ὁ χρόνος, εἰ προσώπων ἔρευνα τὸ τελοῦν εἰς ὄνησιν ἐν τούτοις οὐκ ἔχει, καὶ εἰ γυμνὸς ἔτι νοοῖτο λοιπὸν καὶ δίχα σαρκὸς ὁ Λόγος, ἐλεύθερος μὲν οὐχί, διακεκλήσθω δὲ δοῦλος καὶ ἐπαριθμείσθω τοῖς ὑπὸ ζυγόν. Β. Εἶτα πῶς οὐχ ἁπάσης ἡμῖν ἀτοπίας ἀνάμεστα ταυτί; Α.

Οὐκοῦν, ἀκουόντων οἱ δι᾽ ἐναντίας· Καιροὺς καὶ πρόσωπα βασανίζειν οὐκ ἀνεχόμενοι, ποῖ φέρεσθε, τί δρᾶτε, ὦ παντὶ πνεύματι πονηρῷ παράφοροι καὶ ἁλώσιμοι;

Τί συγχεῖτε τὰ ἄμικτα, καιροῦ καὶ προσώπων καὶ λογισμῶν ἀφειδήσαντες, δι᾽ ὧν ἂν γένοιτο σαφὴς καὶ λίαν εὐκρινεστέρα τῶν ἐφ᾽ Υἱῷ λαλουμένων ἡ θεωρία; Ὅπου μὲν γὰρ οὐκ ἐν σαρκὶ γεγονὼς Θεὸς ἦν ὁ Λόγος, γεγεννημένος ἐκ Πατρός, ἐκεῖ κατασκέπτου τὸ ἀμίκτως ἔτι θεοπρεπὲς ἀξίωμα, τὴν εἰλικρινῆ καὶ ἀσύγχυτον δόξαν, τὸ ἐξῃρημένως ἐλεύθερον, τὸ ἰσοσθενὲς τῷ Πατρί. Παρήχθη γὰρ δι᾽ αὐτοῦ πρὸς γένεσιν τὰ οὐκ ὄντα ποτέ. Κοινοβουλία τε καὶ ἰσουργία καὶ ἡ πρὸς πᾶν ὁτιοῦν ὁμοιότης γέγραπται διὰ Μωσέως. Εἰσκεκόμικε γὰρ ἡμῖν λέγοντα Θεόν, δῆλον δὲ ὅτι, πρὸς τὸν ἐξ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ συνυφεστῶτα Λόγον· «Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν.» Τὸ γάρτοι ποιήσωμεν οὐχ ἑνί, πρέποι δ᾽ ἂν μᾶλλον τοῖς ὑπὲρ ἕνα καὶ δύο τισίν. Ἐπειδὴ δέ, φειδοῖ καὶ ἀγάπῃ τῇ εἰς ἡμᾶς, ἐξ ἐμφύτου καὶ θεοπρεποῦς ἡμερότητος οἱονεὶ κεκινημένος, «ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν καὶ, σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, τεταπείνωκεν ἑαυτόν,» ποῖος ἡμᾶς ἀναπείσει λόγος, τοὺς οἵ γε φρονεῖν ὀρθὰ περὶ αὐτοῦ διεσκέμμεθα, τοῖς τῆς κενώσεως μέτροις ἐπιτιμᾶν καὶ κατασμικρύνειν ἐπείγεσθαι τὸν δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν καθέντα πρὸς κένωσιν τὴν ἰδίαν ὑπεροχήν;

Τότε γὰρ δὴ καὶ πρωτότοκος ὁ Μονογενής, λελόγισται δὲ καὶ ἐν πολλοῖς ἀδελφοῖς ὁ εἷς τε καὶ μόνος, ὡς Υἱὸς ἐκ Πατρός. Καθίκετο γὰρ εἰς ταπείνωσιν καὶ πέφηνε καθ᾽ ἡμᾶς, οὐχ ἵνα τι πάθοι τῶν ἀδικεῖν εἰωθότων, τὸ εἶναι Θεὸς ἀποβαλὼν καὶ Υἱὸς ἀληθῶς, ἀλλ᾽ ἵνα τὸ φύσει δοῦλον καὶ γενητόν, τουτέστιν ἡμᾶς, εἰς τὴν ἑαυτῷ τε καὶ μόνῳ κυρίως ἐνοῦσαν ἀνακομίσειε δόξαν, υἱοὺς ἀποφήνας Θεοῦ. Ὅταν οὖν ἡμῖν συντάττηται διὰ τοῦ καλεῖσθαι πρωτότοκος, οὐχ ἡμεῖς αὐτὸν εἰς τὸ παρὰ φύσιν ἐκβιασόμεθα, πολλοῦ γε καὶ δεῖ· ἀνακομίσει δὲ μᾶλλον αὐτὸς ἡμᾶς πρὸς τὸ ὑπὲρ φύσιν ἀξίωμα. Τὸ γάρ τοι τὴν θεῖαν καὶ ἀπόρρητον φύσιν ἐκβεβιάσθαι λέγειν ἤγουν ἡττῆσθαι τῇ κτίσει, πῶς οὐκ ἀπόπληκτον παντελῶς; Οὐκοῦν γενόμενος καθ᾽ ἡμᾶς, οὐ καθ᾽ ἡμᾶς ἔσται ποθέν, τὸ ἴδιον ἀποβεβληκώς, ἀλλ᾽ ἡμεῖς δι᾽ αὐτὸν ὑπὲρ ἑαυτούς, τῇ τοῦ τιμῶντος χάριτι τὸ τῆς ἰδίας φύσεως ὑπερθρῴσκοντες μέτρον, καὶ πρὸς τὸ ἄνω καὶ ὑπερκείμενον ἀναθέοντες. Β. Πῶς ἔφης; Α. Ἢ γὰρ οὐχὶ Πνεύματος γεννητοὶ καὶ τέκνα Θεοῦ διακεκλήμεθα; Β. Ναί. Α. Τοιγάρτοι καὶ προστετάγμεθα πατέρα μὲν ἐπὶ γῆς ἀποκαλεῖν μηδένα, Θεῷ γε μὴν ὡς Πατρὶ τὰ καθ᾽ ἑαυτοὺς προσνέμειν, διὰ τὸν ἐν ἡμῖν γεγονότα πρωτότοκον, καὶ οὐχ ἑτέρου του χάριν ἢ ἵνα καὶ ἡμεῖς δι᾽ αὐτὸν υἱοί. Πρέποι γὰρ ἂν οὑτοσὶ τῇ μετὰ σαρκὸς οἰκονομίᾳ ὁ σκοπός.

Ποῦ γὰρ ἔτι σοφὸν τὸ Χριστοῦ μυστήριον εἰ πρό γε τῶν ἄλλων τὴν ἰδίαν αὐτὸς ἠδίκησε φύσιν, οὐδὲν ὀνήσας τὰ καθ᾽ ἡμᾶς;

Κατέθορε γὰρ εἰς τὸ εἶναι πρωτότοκος, ἵνα πολλοῖς συντάττηται, καίτοι τὸ ἕτερος εἶναι καὶ ἀμείνων κατὰ φύσιν, παρὰ τὰ οἷς ἂν συντάττοιτο, κατά γε τὸ ἐκείνοις δοκοῦν, οὐδαμόθεν ἔχων. Β. Ἀλλ᾽ ὡς ἐν δόξῃ φησὶν οὐ μετρίως διενεγκὼν καὶ ἀσυγκρίτοις ὑπεροχαῖς τὰ συντεταγμένα νικῶν τῆς ὅλης κτίσεως καλεῖται πρωτότοκος. Α. Καὶ ποῦ τὸ ἀσύγκριτος ἐν δόξῃ, ἢ ποῖον ἂν εἴη τῆς ὑπεροχῆς τὸ μέγεθος, ἔστ᾽ ἂν ἐν ἴσοις ἡμῖν τοῖς λόγοις κατά τε αὐτοῦ καὶ τῶν ἄλλων ἁπάντων τὸ δεῖν ἐκτίσθαι κατηγοροῖτο; Πολυπραγμονεῖ δὲ ἡμῖν ὁ λόγος εἰς τὸ παρὸν οὐχὶ τί τὸ ὑπερκύπτον ἢ μειονεκτούμενον κατά γε τὸ ἐν τιμῇ καὶ δόξῃ, ἀλλὰ τί μὲν ἂν εἴη τὸ φύσει κτιστὸν καὶ παροισθὲν εἰς γένεσιν, τί δὲ τὸ ὑπὲρ τοῦτο καὶ ἐπέκεινα, καὶ εἰ φύσιν ἀπετέμετο τῶν ἄλλων ἐξῃρημένην ὁ Μονογενής, ἧς ἂν ἴοι κατόπιν πᾶν τὸ ἐκτίσθαι πεπιστευμένον. Ἄρα γάρ, εἴ τις ἀναμαθεῖν ἀξιῶν τί μὲν ἥλιος κατὰ φύσιν, ὦ τᾶν, τί δὲ καὶ ἵππος, λέγοι, πότερα γενητὰ καὶ ἐξ οὐκ ὄντων τὴν φύσιν, ἤγουν ἕτερόν τι παρὰ τοῦτο; Τί ἂν ἔφης αὐτός; Β. Ἔφην ἂν ὅτι γενητά. Α. Εἰ δὲ δὴ προσπεριεργάζοιτο καὶ προσερωτῴη λέγων· Τί δὴ οὖν ἄρα τὸ ἐν ἀμφοῖν θατέρου προτετάξεται, κατά γε τὴν δόξαν; ἆρ᾽ οὐκ ἂν ἡμῖν καὶ προσόφλοι γέλωτα, πεῦσιν οὕτω προθεὶς τὴν ἐναργεστάτην καὶ τοῖς ἐθέλουσιν ἑτοίμην εἰπεῖν; Β. Καὶ μάλα. Α. Λῆρος δέ, οἶμαι, τὸ χρῆμά ἐστιν.

Ἵππος γὰρ δὴ πρὸς ἡλίου δόξαν, πῶς ἂν ἢ πόθεν ἀμιλλήσηται; Μέτρου γὰρ ἄμεινον τὸ μεσολαβοῦν, ἀλλ᾽ εἰ ταλαντεύοιτο τυχὸν τῆς ἀμφοῖν οὐσίας ὁ λόγος καὶ τί δὴ τούτων ἑκάτερον εἴη ἂν κατασκέπτοιτό τις, οὐχ ἑτεροίως ἕξει πρὸς ἄλληλα, κατά γε τὸν τοῦ πεποιῆσθαι λόγον, καίτοι τοσοῦτον ἐν δόξῃ διενεγκόντος ἡλίου. Ὅταν οὖν ἡμῖν ἐκβασανίζοιτο λόγος, ὁ ἐφ᾽ Υἱῷ, καὶ τί κατὰ φύσιν ἐστὶ προκέοιτο βλέπειν, ψυχρὸν ἀληθῶς καὶ κατάπλαστον αὔχημα τὸ προὔχειν ἐν δόξῃ καὶ προτετάχθαι τῶν ἄλλων οἴεσθαι δεῖν αὐτόν, εἰ κτίσει συντάττοιτο καὶ νοοῖτο μεθ᾽ ἡμῶν ὡς πεποιημένος.

Ὑπεροχαῖς γὰρ αὐτὸν ταῖς ἔξωθεν καταχρυσοῦσί τινες, πλήττοντες μὲν ὥσπερ εἰς τὰ καιριώτατα, δοξαρίων δὲ καὶ εὐφημιῶν λαμπρότησι κατακαλλύνειν ὑποκρινόμενοι τῆς εἰς αὐτὸν δυσφημίας τὸ ἀτερπές. Τὸ γὰρ ὅλως τῇ κτίσει συντεταγμένον οὐσιωδῶς καὶ τελοῦν ἐν γενητοῖς οὔτ᾽ ἂν κατὰ φύσιν εἴη Θεός, οὔτε μὴν Υἱὸς καὶ Κύριος ἀληθῶς, ἀλλ᾽ ὡς ἐν οἰκέταις ἐξαίρετον καὶ ἐν τοῖς ὑπὸ ζυγόν, ψιλῇ τε καὶ μόνῃ τῇ δόξῃ διενεγκόν. Β. Εὖ λέγεις. Α. Ἔπεισι δὲ δή μοι κἀκεῖνο καταθαυμάσαι. Β. Τὸ τί δή; Α. Παρέντες γὰρ ὥσπερ τὸ διειδέναι καὶ φρονεῖν ὅτι καὶ Μονογενής ἐστιν ἀεί, λέγουσι φληνάφως τὸ πρωτότοκος ὄνομα, τοῖς ἁπλουστέροις ἐπιτειχίζοντες. Καίτοι πῶς οὐκ ἀψευδὴς εἴη ἂν εἴ γέ τις ἕλοιτο πρὸς τοῦτο εἰπεῖν· Εἰ τὸ πρωτότοκος ὄνομα συγκαταγράφει τῇ κτίσει τὸν Υἱόν, ὡς ἐν πολλοῖς ἀδελφοῖς καὶ διὰ τοῦτο πρωτότοκον, ἀσύντακτον ἄρα καὶ ἀσυμφυᾶ παντελῶς τὸ μονογενὴς ἀποφανεῖ. Ὡς γὰρ οὐκ ὄντος ἑτέρου παρ᾽ αὐτὸν κατὰ φύσιν εἴη ἂν μονογενής.

Εἰ δὲ δὴ μέλλοι πρωτότοκος μὲν οὐκ εἶναι διὰ τὸ μονογενής, ἀλλ᾽ οὐδ᾽ αὖ μονογενὴς διὰ τὸ εἶναι πρωτότοκος, ὥρα που τάχα μηδὲ ὑπάρχειν ὅλως οἴεσθαι τὸν Υἱόν. Ἀντιφέρεται γὰρ ἀλλήλοιν, καὶ οἱονεὶ συνδιόλλυται, σφίσιν αὐτοῖς προσπταίοντα καὶ τὴν τῶν σημαινομένων ἀντεξάγοντα δύναμιν, τὸ πρωτότοκος καὶ μονογενής. Πῶς γὰρ ἂν ἐφ᾽ ἑνὸς καὶ ταὐτοῦ τάττοιτό τε ἑκάτερον καὶ ἀληθὲς ὂν νοοῖτο; Β. Οὐκ ἂν ἑτέρως δύναιτο, καθάπερ ἐγῷμαι, μὴ παρειστρεχούσης τῆς μετὰ σαρκὸς οἰκονομίας. Α. Καὶ μὴν ἴσθι τοι πεφρονηκὼς οὐχ ἕτερόν τι παρά γε τὸ τοῖς ἁγίοις καὶ θεηγόροις δοκοῦν, οἳ τὸν περὶ τούτων ἡμῖν παρέδοσάν τε καὶ διεσάφησαν λόγον. Ὁ μὲν γὰρ θεσπέσιος Ἰωάννης καὶ μονογενῆ καὶ Θεὸν κατωνόμασε τὸν ἐκ Θεοῦ Λόγον, καὶ μὴν καὶ τὸ ἄναρχον ἐν χρόνῳ προσμεμαρτύρηκεν ὡς Θεῷ. Παῦλος δὲ ἡμῖν ὁ καὶ Χριστοῦ γέμων, ἔμπλεώς τε Πνεύματος ἁγίου καὶ ἄριστος ἐν μυσταγωγοῖς· «Ὅταν δὲ, φησίν, εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ,» καιρόν, οἶμαί που, τὸν πρέποντα τῷ πρωτότοκος ἀπονέμων τὸν μετὰ σαρκός. Παρήχθη γὰρ οὕτως εἰς κόσμον, καίτοι πάλαι τε καὶ διαπαντὸς ἐν αὐτῷ τε ὤν, καὶ ὑπ᾽ αὐτοῦ μὴ γινωσκόμενος.

Δέδεικται δὲ οὕτω λοιπὸν μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἔχων μὲν ἴδιόν τε καὶ ἐξαίρετον τὸ εἶναι μονογενής· Θεὸς γὰρ ἦν ἐκ Θεοῦ, μόνος ἐκ μόνου, καὶ ἀπορρήτως γεγεννημένος· ἐπειδὴ δὲ γέγονε καθ᾽ ἡμᾶς, τότε δή, τότε καὶ ὡς ἀδελφοῖς ἤδη συντετάξεται διὰ τοῦ καλεῖσθαι πρωτότοκος. Ποῦ γὰρ ἡ κένωσις, εἰ μὴ ἐν τῷ γενέσθαι πρωτότοκον ἐκ μονογενοῦς, καὶ ἐν κτίσμασι μεθ᾽ ἡμῶν ὡς ἄνθρωπον τὸν ὑπὲρ πᾶσαν τὴν κτίσιν; Ποῦ δὲ ὅλως «ἐπτώχευσε πλούσιος ὤν,» εἰ μὴ προσλαβὼν ὁρᾶται τὸ ἀλλότριον, δι᾽ οὗ καὶ ἐπτώχευσεν;

Εἰ δὲ ἐν τῷ κεκενῶσθαι μόνῳ καὶ ἐν τῷ τῆς ὑφέσεως χρόνῳ τὸ γενητόν ἐστι, καὶ τὸ συντετάχθαι κτίσμασιν ἆρ᾽ οὐχὶ πρέποι ἂν ἥκιστά γε τῷ μὴ κενωθῆναι τὸ γενητόν, ἀλλὰ τὸ ὑπερκεῖσθαι κτίσιν καὶ δόξης ἐπέκεινα τῆς τοῦ πεποιῆσθαι δραμεῖν; Β. Πρέποι γὰρ ἄν. Α. Καὶ εἰ τὸ πρωτότοκος ἐν τῷ δι᾽ ἡμᾶς ἑλέσθαι παθεῖν τὴν θρυλλουμένην πτωχείαν εὖ μάλα παρεισκρίνεται, συνεπτώχευσε γὰρ ἡμῖν, πλούσιος ὤν, ἀραρὸς ἂν εἴη καὶ ἀληθές, οἶμαί που, τὸ χρῆναι νοεῖν ὡς ἦν ἐν τῷ μὴ πτωχεῦσαι μονογενής. Χρῆναι γὰρ οἶμαι πάντη τε καὶ πάντως οὐδὲ ἓν ἐπ᾽ αὐτῷ διεψεῦσθαι τοῖν ὀνομάτοιν. Ἔστι δὲ ἐν ταὐτῷ καὶ μονογενὴς καὶ πρωτότοκος, ὡς Υἱὸς ἀληθῶς καὶ οὐ ποίημα. Β. Ἀλλὰ τέθειται, φασί, καὶ κατὰ τῶν ὁμολογουμένως ποιημάτων τὸ υἱὸς ὄνομα. «Ἐγὼ γὰρ εἶπα, φησί· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες.» Α. Εἶτα τί, φράσον, τὸν ἀληθῶς τε καὶ φύσει Θεὸν καὶ Υἱόν, ἐξ αὐτῆς τῆς οὐσίας πεφηνότα τοῦ Θεοῦ καὶ Πατρός, ἀδικήσειεν ἂν εἰς δόξαν ἤγουν εἰς αὐτὸν τὸν τοῦ πως εἶναι νοούμενον λόγον, εἰ καὶ ἡμεῖς αὐτοί, καίτοι τὴν φύσιν ὄντες ἐκ γῆς, διακεκλήμεθα κατὰ θέσιν υἱοὶ καὶ θεοί;

Μᾶλλον δέ, πῶς οὐ μετρίως ὀνήσειεν ἂν τοὺς εὐμαθεστέρους ἔν γε τοῖς περὶ Υἱοῦ λόγοις τὸ καθ᾽ ἡμᾶς; Β. Τίνα δὴ τρόπον; Α. Ὅτι, ὦ ᾽γαθέ, φαίην ἂν ὡς οὔτε τὰ ὑπερτάτην καὶ ἀνῳκισμένην τινὰ λαχόντα φύσιν κατακομίσειεν ἂν εἰς τὸ τοῦ χειρόνως ἔχοντος μέτρον ἡ τῶν λέξεων ὡς ἐν καταχρήσει δύναμις, οὔτε μὴν τὸ μεῖον καὶ τῆς ἐκείνων εὐκλείας ἡττώμενον ἀναθρώσκοι ἂν εἰς τὸ ὑπὲρ φύσιν ψιλαῖς ῥηματίων ὑπερβολαῖς ἐκτετιμημένον. Ἆρ᾽ οἶσθα ὅ φημι καὶ συνίης εὖ μάλα; Β. Οὐ σφόδρα. Α. Ἄκουε δὴ οὖν. Ἑνὸς ἐφ᾽ ἡμᾶς ὄντος τε καὶ προσκυνουμένου τοῦ κατὰ φύσιν Θεοῦ, θεοὶ καὶ αὐτοὶ κατὰ χάριν ὠνομάσμεθα, καὶ μὴν καὶ τὴν τῆς υἱότητος πεπλουτήκαμεν δόξαν. Οὐ γὰρ δὴ τοῦτο προὔφερες ἡμῖν ἀρτίως; Β. Ναί. Α. Τί οὖν, ὦ φιλότης, ἐπειδὴ θεοὶ κεκλήμεθα καὶ υἱοί, ἆρ᾽ ἔσθ᾽ ὅπως ἂν καὶ ἡμεῖς αὐτοὶ θεοὶ κατὰ φύσιν καὶ ἀληθῶς υἱοὶ τοῦ πάντων ὑπερκειμένου καὶ ὑπερανίσχοντος ὑπάρξαιμεν ἄν, οὐκ εἰσκεκριμένον ἔχοντες τὸ ἐπὶ τῷδε λαμπρὸν ἀγλάϊσμα, φύσεως δὲ τῆς ἀνωτάτω καρπὸς εἶναι πεπιστευμένοι; Β. Οὐδαμῶς. Τὸ γὰρ φύσει γενητόν, πῶς ἂν εἴη φύσει Θεός; Α. Εὖγε, ὦ ἑταῖρε· μένει γὰρ ἕκαστον ἐν ἰδίᾳ φύσει, τῷ τῆς λέξεως ὄγκῳ μὴ συνεξαιρόμενον, μήτε μὴν συγκαθιέμενόν τε καὶ συνυφιζάνον, εἰ καὶ λαλοῖτό τι περὶ αὐτοῦ τῶν χθαμαλωτέρων.

Οὐκοῦν φέρε λέγωμεν, ὡς εἴπερ ἴοι καθ᾽ Υἱοῦ τὸ πρωτότοκος, ὡς γενητοῦ δι᾽ ἡμᾶς ὅτε πέφηνε καθ᾽ ἡμᾶς, οὐκ ἂν ἀποβάλοι τὸ εἶναι Θεὸς καὶ Υἱὸς κατὰ φύσιν καὶ ἀληθῶς. Ὥσπερ γὰρ ἡμᾶς οὐκ ἀνεβίβασεν εἰς τὸ ὑπὲρ φύσιν τὸ διακεκλῆσθαι θεούς, οὕτως, οἶμαι, κατακομίσειεν ἂν οὐδαμῶς εἰς τὸ παρὰ φύσιν αὐτὸν τὸ συντετάχθαι κτίσμασι διὰ τὸ ἀνθρώπινον. Εἰ δὲ δὴ παραιτοῖντό τινες τὸ τῆς λέξεως ἀδιάφορον καὶ τὸ λίαν οὐκ ἀκριβὲς εἰς κατάχρησιν παρά γε ταῖς θεοπνεύστοις Γραφαῖς, ἀπορήσειν, οἶμαι, λόγου παντὸς ἡμᾶς τε κἀκείνους, εἴ γέ τῳ δοκεῖ περιεργότερον ἀναμαθεῖν ἐπείγεσθαί τε καὶ λέγειν τὴν ὑπὲρ πάντα φύσιν, τὴν ὑπὲρ σῶμα καὶ εἶδος, ἄποσόν τε καὶ ἀμεγέθη, καὶ ἀναφῆ, καὶ ἄϋλον, πρὸς σωματικοὺς ἀνθότου καταφέρουσι τύπους αἱ θεόπνευστοι Γραφαί, πρόσωπον Κυρίου, χεῖράς τε καὶ πόδας ἡμῖν ὀνομάζουσαι; Ῥᾷστα δ᾽ ἂν ἀποσκευασαίμεθα καὶ μάλα νεανικῶς τὰς τῶν τοιούτων ἐπιτιμήσεις, ἐκεῖνό που λέγοντες τὸ σοφόν, ὡς καταλωβήσαιτ᾽ ἂν οὐδὲν εἴς γε τὸ εἶναι τοῦθ᾽ ὅπερ ἐστὶ τὴν ὑπὲρ σῶμα φύσιν ἡ τῶν λέξεων ἀδιάκριτος προφορὰ διὰ τὸ τελοῦν εἰς ὄνησιν τοῖς ἀκροωμένοις ἀναγκαίως ἐπινοουμένη.

Ἢ οὐκ ἂν γένοιτο πιθανὸς ὁ λόγος καὶ μάλα ἔχων ὀρθῶς; Β. Κομιδῇ μὲν οὖν. Α. Ἐπειδὴ δὲ ταῖς ἄγαν δοκησισοφίαις ἀναφυσώμενοι, κατεξανιστᾶσι φληνάφως ὡς δυσανάτρεπτον ἐπιχείρημα τῷ μονογενεῖ τὸ πρωτότοκος, οὐκ ἀσύντακτον εἶναι δεῖν κτίσει λέγοντες αὐτόν, ὡς ἀδελφὴν καὶ ὁμοφυᾶ τοῖς ὅλοις λαχόντα τὴν φύσιν, κατά γε τὸν τοῦ πεποιῆσθαι λόγον, βούλει τι καὶ ἕτερον ἐπὶ τούτῳ φῶμεν, οὐκ ἀσυντελὲς εἰς ὄνησιν; Β. Ὡς ἥδιστά γε ἐρεῖς καὶ ἐθέλοντί μοι. Α. Ἆρ᾽ οὐχὶ δι᾽ Υἱοῦ κεκλήμεθα πρὸς υἱοθεσίαν οἱ πίστιν εἰσδεδεγμένοι τὴν εἰς αὐτόν, καὶ μεμορφώμεθα πρὸς αὐτὸν οἱονεὶ πρὸς ἀρχέτυπον εἰκόνες; Β. Ναὶ κεκλήμεθά τε καὶ μεμορφώμεθα πρὸς Υἱόν.

Γέγραπται γὰρ ὅτι, «Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.» Α. Ἄριστα ἔφης. Τὸ δ᾽ οὖν ἀναγκαῖον ἔν γε τουτῳὶ φράσαις ἂν οἶδ᾽ ὅτι καὶ μάλα ὀρθῶς. Κεκλήμεθα πρὸς υἱοθεσίαν, ἆρ᾽ οὐσιώδη καὶ φυσικήν; Καὶ εἰ μὴ κληθῆναι συμβαίνει λαχόντες τὴν ἀδελφότητα καὶ τὸ συγγενές, ἢ πῶς; Β. Οὐκ οὐσιώδη ποθέν, ἀλλ᾽ εἰσποίητόν τε καὶ κατὰ χάριν. Α. Πῶς οὖν ἔτι γενητὸς ὁ Υἱὸς διὰ τὸ πρωτότοκος;

Κατὰ τίνα δὲ τρόπον οὐσιωδῶς ὡς ἀδελφοῖς συντετάξεται διὰ τὸ ὁμοειδές, καίτοι τὴν πρὸς αὐτὸν ἀδελφότητα φυσικὴν μὲν οὔ τί που, θύραθεν δὲ μᾶλλον καὶ ἐν χρόνοις ἀποκερδαίνομεν, καὶ οὐχὶ τοῖς ἀνωτάτω τῆς μετὰ σαρκὸς ἐπιδημίας, ἀλλ᾽ ὅτε γέγονε καθ᾽ ἡμᾶς; Οὐ γάρ, οἶμαι, φαῖεν ἄν, καίτοι σφόδρα παραληρεῖν ᾑρημένοι, ὡς εἰς ἀδελφότητα τὴν πρὸς τὸν Υἱὸν τοὺς ἀρχαιοτέρους ἐκάλει τὸ γράμμα τὸ νομικόν. Πνεῦμα γὰρ ἦν ἐν ἐκείνοις δουλείας. Ὅθεν τοι καὶ μάλα ἐστὶν ἐναργὲς ὡς οὐκ ἐν δούλοις ἡμῖν ὁ ἐκ Θεοῦ Λόγος, τὸ ἐν δούλου τάξει κείμενον ἔτι πρὸς ἀδελφότητα μὴ λαβών. Πλὴν ἐπ᾽ ἐκεῖνο νυνὶ σοφῶς καὶ ἀπερισπάστως ἰτέον. Β. Τὸ τί; Α. Τὸ φύσει προσόν, ὦ Ἑρμεία, τῶν ὄντων τισὶν οὐκ ἐν χρόνοις ἂν γένοιτο μεθεκτόν, ἀλλ᾽ οὐδ᾽ ἂν ἴοι ποθὲν ὡς ὀθνεῖον εἰσκεκριμένως, ἀεὶ δ᾽ ἂν μᾶλλον ἐνυπάρχον ὁρῷτο, καὶ αὐτῷ τῷ εἶναι συμπαρομαρτοῦν. Οἷον δὲ δή τί φημι, λογικὸς ἐν ἀρχῇ καὶ κατὰ φύσιν ὁ ἄνθρωπος, πλούσιός γε μὴν οὐκ ἔτι. Ἆρ᾽ οὖν εἰσδέξεται μὲν ὡς ἐπακτόν τε καὶ ἔξωθεν τὸ πλουτεῖν, φυσικοῖς δὲ νόμοις ἐρηρεισμένον ἔχει τὸ εἶναί τε καὶ κεκλῆσθαι λογικός; Οὐκοῦν ἀληθὲς ὡς οὐκ ἄν, οἶμαί, τις νοοῖτο λαβεῖν, καὶ τοῦτο ἐν χρόνοις, ὃ τῇ πρὸς τὸ εἶναι προόδῳ σύνδρομον ἔχει. Β. Ἀληθές. Α.

Εἰ τοίνυν ἀεὶ τοῖς κτίσμασιν ἀδελφός τε ἦν καὶ ἐναρίθμιος ὁ Υἱός, ὡς ὁμογενὴς αὐτοῖς, διά τε τοῦτο πρωτότοκος, τί τὸ φύσει προσὸν ἡμῖν, ὡς οὐκ ἔχουσιν ἐχαρίζετο, φημὶ δὴ τὴν ἀδελφότητα; Τί δὲ δὴ καὶ μόνοις ἐδίδου τοῖς πεπιστευκόσι, καίτοι πᾶσι μετόν, καὶ εἰ μή πω πιστεύσειαν;

Τί γὰρ ἔτι τὸ μεσολαβοῦν καὶ οἰκειότητος ἀποτέμνον, κατά γε τὸ πεποιῆσθαι κοινῶς, γενητοῦ τὸ γενητόν; Ἆρ᾽ οἷ πρόεισιν ὁ λόγος τοῖς δι᾽ ἐναντίας αἰσθάνῃ λοιπόν; Β. Ναί. Α. Οὐκοῦν τὸ φληνάφοις ἐντρίβεσθαι λογισμοῖς μεθέντες, ὦ τᾶν, τὸ ἀμωμήτως ἔχον διαπεραίνωμεν, φρονοῦντες ὀρθῶς ὡς εἴη μὲν δι᾽ ἡμᾶς πρωτότοκος, ὅτε γέγονε καθ᾽ ἡμᾶς, μονογενὴς δὲ αὖ ὡς οὐδενὶ τὸ σύμπαν συντεταγμένος, ἐπείτοι μόνος ἐξέφυ, καὶ ἐξ αὐτῆς γεγέννηται τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός. Β. Ἀλλ᾽ εἴπερ ἕλοιντο καὶ αὐτοὶ μονογενῆ δεῖν οἴεσθαι λέγειν αὐτὸν ἐπειδὴ μόνος ἐκ μόνου γέγονε τοῦ Πατρός, τί ἂν ἔχοις πρὸς τοῦτο εἰπεῖν· Α. Οἰηθείην ἂν εἰκότως ἐκκεκροῦσθαι μὲν νοῦ καὶ ἀπολισθῆσαι φρενὸς ἀνδροπρεπές τι καὶ ἐρρωμένον εἰθισμένης ὁρᾶν. Φαίην δ᾽ ἂν ὅτι καὶ αὐτῆς οὐ μετρίως διημαρτήκασι τῆς τῶν ὀνομάτων ἀκριβοῦς εὐμαθείας, οἱονεί πως παροχετεύοντες τὰ ἐξ αὐτῶν δηλούμενα καὶ πρὸς ὁτιοῦν τῶν σφίσιν αὐτοῖς καθ᾽ ἡδονὴν ἀπερινοήτως ἐξέλκοντες. Τὸ γάρτοι μονογενής, τὸ ἔκ τινος φύσει γεγεννημένον, οὐχὶ τὸ ἐκ τέχνης ἐξειργασμένον παραδηλώσειεν ἄν· ἤγουν ἡκόντων εἰς μέσον ἐρομένοις ἀποκρινόμενοι, ποῦ τὴν λέξιν ἀνεγνώκασιν ἐφ᾽ ὁτῳοῦν τῶν ἐκ τέχνης τε καὶ ἐπιστήμης κειμένην.

Οὐ γὰρ δὴ ταῖς ἐκείνων ἀβελτηρίαις παραχωρήσομεν ἃ ἂν βούλοιντο νομοθετεῖν, ἀκαλλέστατα παρευθύνοντες ἐπὶ τὸ μὴ ἔχον ὀρθῶς τῶν σημαινομένων τὴν δύναμιν. Ἆρα γάρ, εἰ σκάφος ἕν τε καὶ μόνον διατεχνήσαιτό τις ἀνὴρ ξυλουργός, μονογενὲς ἂν καλοῖτο αὐτοῦ, καίτοι τέχνημα καὶ ἐπιστήμης ἔργον ὄν; Εἶτα πῶς τοῦτο οὐ καταγέλαστον ἢ σοφὸν εἶναί σοι τὸ χρῆμα δοκεῖ; Β. Ἥκιστά γε. Α. Τὸ δὲ δὴ καὶ διατείνεσθαι περιττὰ τοὺς δι᾽ ἐναντίας καὶ ἀσυνετώτατα λέγειν μόνον ἐκ μόνου γεγεννῆσθαι τοῦ Πατρὸς τὸν Υἱόν, ταύτῃ τοι καὶ λίαν ἐξαίρετον ἀποτεμέσθαι τὴν φύσιν, καὶ εἰς λῆξιν εὐκλείας τὴν ἀνωτάτω διαδραμεῖν, διχῆ πλημμελεῖν ἑλομένους παραδείξειεν ἂν καὶ ἀμαθαίνοντας κομιδῇ. Β. Φράσον ὅπως. Α. Πρῶτον μὲν γὰρ ὡς ἐξ ἀναγκαίου τε καὶ ἀφύκτου λογισμοῦ τὴν μεθ᾽ Υἱὸν ἀργίαν καταγράψουσι τοῦ Πατρός, καὶ τὴν ἀεικίνητον φύσιν ἀπρακτῆσαι πρὸς τὰ οἰκεῖα καὶ οὐχ ἑκόντες ὁμολογήσουσι, καὶ καταλῆξαι δημιουργίας, οὐδενὸς τὸ σύμπαν ἔτι μετ᾽ ἐκεῖνον ἐπιθιγγάνουσαν, μεθεῖσαν δὲ ὥσπερ τῇ τοῦ Υἱοῦ δυνάμει τε καὶ φύσει τὸ ἐνεργεῖν τε καὶ δρᾶν τὰ δι᾽ ὧνπερ ἂν εἴη καὶ μόνων τὴν ἀνωτάτω φύσιν ἐπιγινώσκεσθαι.

Καὶ γενητῆς μὲν οὐσίας καρποὶ τὰ τῆς θεότητος ἴδια, κατακαυχήσεται δέ, ὡς ἔοικεν, ὁ μὲν Θεὸς καὶ Πατὴρ ἐφ᾽ ἑνὶ καὶ μόνῳ κτίσματι, τῷ Υἱῷ· ὁ δὲ τοῖς οὕτω πλείοσιν ἐναβρυνεῖταί που, καὶ φρονήσει μεῖζον ἢ ὁ Πατήρ, ἰσοσθενὴς μὲν αὐτῷ διὰ τοῦ πεφυκέναι δημιουργεῖν ἀναδεδειγμένος, καὶ διὰ τοῦ παράγειν εἰς γένεσιν τὰ οὐκ ὄντα ποτέ, πλεονεκτῶν δέ, οἶμαί που, κατά γε τὸ εἶναι χρηστός, εἴπερ ἐστὶν ἀγαθοῦ τὸ παρακομίζειν εἰς ὕπαρξιν ἐξ ἀνυπαρξίας καὶ ὄντα ποιεῖν τὰ οὔπω τοῦ εἶναι λαχόντα τὴν χάριν. Ἐξέρπει δὴ οὖν ἐπὶ τὸ ἀκαλλὲς ὁ λόγος, ἀεργῆ καθιστὰς τὴν ἀεικίνητον φύσιν, ᾗ δὴ καὶ μόνῃ πρέποι ἂν τὸ τοῖς οὐκ οὖσι τὸ εἶναι προσνέμειν· ἦ γὰρ οὐχὶ τὴν τῆς ἡμερότητος πηγήν τε καὶ γένεσιν τοῖς ἐξ ἰδίων ἐνθυμημάτων καταπεδήσαντες λογισμοῖς, μέχρι τῆς Υἱοῦ κατασκευῆς ἱστᾶσιν οἱ δείλαιοι κατά γε τὸ σφίσι δοκοῦν; Καίτοι τί δήποτε τοῦ Θεοῦ καὶ Πατρὸς ἀργεῖν ἑλομένου καὶ ἀπρακτοῦντος εἰς τὰ λοιπά, συνετίθει λόγους ἡμῖν ὁ μακάριος Μωσῆς καὶ φενακισμοὺς εἰκαίους, κατά γε τὸ εἰκός, ἤγουν κατ᾽ ἐκείνους ἀναγράφει λέγων· «Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν.» Τὸ γάρτοι, Ποιήσωμεν, κατοκνοῦντα μὲν οὐδαμῶς εἰς ποίησιν, τήν γε εἰς ἡμᾶς αὐτούς, συνεργάζεσθαι δὲ μᾶλλον Υἱῷ καὶ Πνεύματι κατηυτρεπισμένον καὶ δὴ καὶ ἐνηργηκότα διαμεμήνυκεν ἐναργῶς. «

Καὶ ἐποίησε γάρ, φησίν, ὁ Θεὸς τὸν ἄνθρωπον, κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν.» Ἀλλ᾽ οὐκ ἂν ὁρῷτο ψευδοεπής, θεηγόρος τε ὢν καὶ ψήφῳ τῇ ἄνωθεν εὖ μάλα κατεστεμμένος, ὁ θεσπέσιος Μωσῆς. Καὶ ἀναπείσει μειζόνως, ἀεικίνητόν τε καὶ ἐνεργῆ τὴν τοῦ Πατρὸς φύσιν ἀνακηρύττων ὁ Λόγος ὁ ἐξ αὐτοῦ πεφηνώς. Ἔφη γάρ που Χριστὸς τοῖς Ἰουδαίοις ἐπιτιμῶν· ἀνακαίεσθαι γὰρ εἰς ὀργὰς ἐδόκει τισὶν εἴπερ τι δρῴη κατὰ τὸ Σάββατον· «Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.» Καὶ ἑτέρωθί που· «Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ, ὁ δὴ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός.» Ἆρ᾽ οὐκ ἀπηχές, ὦ Ἑρμεία, φαίην δ᾽ ἂν ὅτι καὶ σφαλερώτατον τὸ τοῖς τοῦ Σωτῆρος ἡμᾶς ἀντιφέρεσθαι λόγοις, καὶ τῆς θεοπνεύστου Γραφῆς τῶν ὅλων δημιουργὸν συναποφαινούσης τῷ Υἱῷ τὸν Πατέρα κατατολμᾶν εἰπεῖν ἀπρακτεῖν ἔτι περὶ τὴν κτίσιν; Β. Σφαλερώτατον. Α. Ἀσύνετον δὲ κἀκεῖνο οἶμαί που. Β. Τὸ τί δή; Α.

Εἰ γὰρ ἐξαίρετον ὁ Υἱὸς τὸν τῆς ποιήσεως τρόπον καὶ διαφερόντως ἀμείνω τούτου γε ἕνεκα καὶ μόνου διεκληρώσατο ἐπεὶ μόνος ὑπὸ μόνου γέγονε τοῦ Πατρός, ἀναμαθεῖν ἐθέλοντί μοι φραζόντων ἐκεῖνοι πότερα τοῖς κτίσμασι τοῖς μεθ᾽ Υἱὸν καὶ δι᾽ αὐτοῦ γεγονόσι διεφθόνησεν ὁ Πατήρ, τὸ εἰς λῆξιν ἥκειν μακαριότητος οὐκ ἐφιεὶς αὐτοῖς διὰ τοῦ μὴ ἀνασχέσθαι τὴν ἐπ᾽ αὐτοῖς αὐτουργίαν, ἤγουν φθόνου κρείττονα καὶ ὄκνου παντὸς ἐροῦσιν αὐτόν; Β. Ἐροῦσι, καθάπερ ἐγῷμαι. Α. Ὀρθὰ φρονοῦντες, ὦ τᾶν, κἂν γοῦν ἔν γε τούτῳ.

Οὐ γὰρ δὴ χείρους ἀναφανοῦνται τῶν παρ᾽ Ἕλλησι σοφῶν, ὧν εἷς τις ἔφη περὶ Θεοῦ, Πλάτων οὗτος ἦν· «Ἀγαθὸς ἦν, ἀγαθῷ δὲ φθόνος οὐδεὶς περὶ οὐδενὸς ἐγγίνεται.» Ὅτε τοίνυν ἀγαθὸς ὁ Πατήρ, ἤγουν αὐτόχρημα τὸ ἀγαθόν, τό γε μὴν εἰς ἄκρον ἥκειν τοῖς κτίσμασι τοῦ γε ἄριστά πως ἔχειν διὰ μόνης ἂν ἐνεποιήθη τῆς παρ᾽ αὐτοῦ θελήσεώς τε καὶ αὐτουργίας, τί μὴ τοῖς πᾶσι τὸ χρῆμα κοινὸν ἀδιαφθονήτως προθείς, ὡς ἀγαθὸς θαυμάζεται, παρεχώρει δὲ δημιουργεῖν ἑτέρῳ, τοῦ ἀσυγκρίτως ἀμείνονος ἀποστερῶν τὴν κτίσιν; Β. Ἀλλ᾽ οὐκ εἰσάπαν, φησίν, ἀεργὸς ὁ Πατήρ· συνεργάζεται γὰρ τῷ Υἱῷ, καὶ συνυφίστησι τὰ λοιπά. Α. Τίνα δὴ ἄρα τὴν παρὰ τοῦ Υἱοῦ πρὸς τοῦτο ἔχων συνεισφοράν; Ἆρ᾽ ὡς ἀμείνω τῆς ἐνεργείας τῆς ἑαυτοῦ, ταύτῃ τοι καὶ χρειωδῶς ταῖς ἑαυτοῦ κινήσεσιν, ἤγουν ἀναγκαίως παρειλημμένην, ἢ ὡς ἐλάττονα καὶ ἐν χείροσι, καὶ οὐκ ἀναγκαίως εἰσδεδεγμένην; Εἰ μὲν οὖν ὡς ἀμείνω καὶ χρειωδῶς, περιττολογία τοῦτό γε, μᾶλλον δὲ ἤδη καὶ δυσφημία. Τὸν γὰρ ἐξ οὗ πέφηνεν ὁ Υἱὸς ὑπερκείσεταί που, καὶ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς πλεονεκτήσει φύσιν, καὶ χρείαν αὐτῇ καὶ τὸ ἄμεινον ἀναπληρῶν. Εἰ δ᾽ αὖ ὡς αἰσχίονα καὶ οὐκ ἀναγκαίαν, ἀκαλλεστέραν δὲ ὥσπερ ἀποφαίνουσαν τὴν δημιουργίαν, τί τὸ ἀναπεῖθον, εἰπέ μοι, συνεργάζεσθαι τῷ Υἱῷ;

Ἢ πῶς οὐκ ἐρεῖ τις διαμελλήσας οὐδὲν ὡς κατημέλησε μὲν οὐκ οἶδ᾽ ὅπως τοῦ ἀμείνονος ὁ Πατήρ, τὸ δὲ οὐχ οὕτως ἔχον ἠθέλησε κρατεῖν, παρωσάμενος μὲν ἤγουν κατοκνήσας τὸ αὐτουργεῖν ἑλέσθαι περὶ τὴν κτίσιν, δι᾽ οὗ δὴ καὶ μόνου τὸ ἀκραιφνὲς ἦν αὐτῇ κατασημαίνεσθαι κάλλος, συνεισδεξάμενος δὲ τὸν Υἱόν, ἵνα μὴ ἄκρατον καὶ ἀσυμμιγὲς τοῦ χείρονος λάχοι τὸ παρῆχθαι μακαρίως καὶ ἐλθεῖν εἰς ὕπαρξιν. Β. Ἀλλ᾽ οὐκ ἂν ὑπέστη, φησί, ἡ γενητὴ φύσις τὴν ἄκρατον αὐτουργίαν τοῦ Πατρός, ἦν δὲ καὶ ἑτέρως ἀπίθανον τὴν οὕτως ὑπερφυᾶ καὶ ὑπερτάτην ὑπεροχὴν καὶ μέχρι τῶν ἄγαν εὐτελεστάτων κατακομίζεσθαι δεῖν. Α. Καὶ μὴν τοῦτό γέ ἐστι κιβδήλου καὶ βδελυρᾶς ἀπόβρασμα φρενός. Ἦ γὰρ οὐκ ἄσοφον ἐννοεῖν ὡς εἴπερ ἦν ἀληθῶς φορτικὴ καὶ διαβριθής, ἤγουν ἀπρόσιτος παντελῶς ἡ τοῦ Πατρὸς αὐτουργία γενητῇ καὶ πεποιημένῃ φύσει, τρυφερὰν καὶ εὐάντητον καὶ οἰστὴν γενέσθαι μόνῳ τῷ Υἱῷ, καίτοι κατ᾽ ἐκείνους ὁμοφυᾶ τοῖς κτίσμασι λαχόντι τὴν φύσιν; Τὸ γὰρ ἅπαξ ἀνύποιστον γενητοῖς οὐδ᾽ ἂν ἑνὶ γένοιτο φορητόν, κἂν ὑπερκεῖσθαι δοκεῖ, καὶ διαφερόντως ἄμεινον νοοῖτο τῶν ἄλλων. Τὸ δὲ δὴ καὶ φάναι προχείρως ἀποτολμᾶν μὴ καθικνεῖσθαι πρέπειν τὴν Πατρὸς ὑπεροχὴν καὶ μέχρι τῶν οὕτως εὐτελεστάτων, διττὴν ἂν ἔχοι τὴν δυσφημίαν. Καθυβριοῦσι μὲν γὰρ τὸν Υἱόν, καταμωμήσονται δὲ καὶ αὐτόν, καίτοι τιμᾶν οἰόμενοι, τὸν Πατέρα. Β.

Τί νοοῦντες ἢ λέγοντες; Α. Τῆς μὲν γὰρ ἐν Πατρὶ νοουμένης ὑπεροχῆς ὑποβιβάζουσι τὸν Υἱόν, πλήν, οἶμαί που, τό γε ἥκειν αὐτὸν εἰς λῆξιν τὴν ἀνωτάτω καὶ ὑπεροχῆς καὶ δόξης οὐκ ἂν ἀφέλοιντο, καὶ εἰ σφόδρα τινὲς εἶεν τῶν ἄγαν ἀπηχεστάτων. Ἆρ᾽ οὖν, ὧδε φύσεως ἔχοντι τῷ Υἱῷ καὶ εἰς τοῦτο τιμῆς καὶ μεγαλειότητος ἀφιγμένῳ, τὸ μὲν χρῆναι δημιουργεῖν Ἀρχάς τε καὶ Θρόνους καὶ Κυριότητας καὶ τὰ ἔτι τούτων ἐπέκεινα πρέποι ἄν, εἰπέ μοι, τὸ δὲ καὶ στρουθίον ἐργάσασθαι βραχύ, καὶ τὸ ἔτι κατωτέρω, ταῖς ἑτέρου τινὸς δυνάμεσιν ἀναθήσομεν;

Εἶτα τί φρονοῦντας ὑγιὲς ἑαυτοὺς εὑρήσομεν; Β. Οὐδαμῶς. «Πάντα γὰρ γέγονε δι᾽ αὐτοῦ, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν,» κατὰ τὸ γεγραμμένον. Α. Καὶ πῶς οὐ μικρὸν ἂν εἴη καὶ εὐτελὲς τῇ τοῦ Υἱοῦ φύσει τὸ πλαστουργῆσαι στρουθίον; Ἀνθ᾽ ὅτου δὲ καὶ εἰκὼν καὶ ὁμοίωσις ὑπάρχων τοῦ Θεοῦ καὶ Πατρός, μὴ οὐχὶ καὶ ταυτηνὶ διεσώσατο πρὸς αὐτὸν τὴν ὁμοίωσιν, τὸ ἀπαξιῶσαί φημι καὶ τοῖς οὕτω καταβεβλημένοις τὴν ζωοποιὸν καὶ πρὸς τὸ εἶναι παρακομίζουσαν ἐπαφεῖναι δύναμιν;

Ἆρ᾽ οὐχ ὥσπερ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ὑπερτάτην ὑπεροχὴν θαυμάζοντες, μικρὸν εἶναί φασιν αὐτῷ τὸ δημιουργεῖν ἀγγέλους, φαῖεν ἂν εἰκότως ἀναμετροῦντες καὶ τὸν Υἱόν, ὡς ἀφεστήξει πολὺ τῆς αὐτῷ πρεπούσης ἀξίας ἡ ἑρπετοῦ ποίησις, καὶ στρουθίου γένεσις, καὶ τῶν κατ᾽ ἀγροὺς ἀνθέων ἡ παμποίκιλος διαφορά; Καίτοι τί δήποτε τοῖς ὑπὲρ λόγον ἐπαίνοις ταυτὶ δεδημιουργηκότα στεφανοῖ λέγων ὁ Ψαλμῳδός· «Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.» Ἢ τοίνυν ἡμῖν παρεισκρινόντων ἑτέρους ἀναλόγως ἔχοντας τῇ φύσει τῶν γεγονότων δημιουργούς, ἢ καθυβριοῦσιν οὐκ ἀσυμφανῶς τὸν Μονογενῆ, γενεσιουργὸν εἰσφέροντες καὶ τῶν οὕτως εὐτελεστάτων. Β. Κινδυνεύσειεν ἂν αὐτοῖς οὐ μετρίως ὁ λόγος. Α. Πῶς δ᾽ ἂν οὐχὶ τύφον τε καὶ ἀμαθίαν καταρραψῳδήσειαν τοῦ Πατρός, εἶτα, ὧνπερ ἂν εἶναι βούλοιτό τε καὶ ἔστι Θεός, ἀπαξιοῦν ἐροῦσι δημιουργεῖν; Καίτοι λέγοντος ἀκούω Χριστοῦ, καὶ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς καταθαυμάζοντος πρόνοιαν· «Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς;»

Ὁ δὲ καὶ μέχρι στρουθίου τὴν τῆς ἑαυτοῦ προνοίας εὐρύνων περιβολήν, πῶς ἂν διαπτύσαι τὸ δημιουργεῖν ἀγγέλους καὶ στερεοῦν οὐρανὸν καὶ διαπήξασθαι γῆν, ἥλιόν τε καὶ σελήνην καὶ ἄστρα παρενεγκεῖν, ἐφ᾽ οἷς καὶ τεθαύμασται κατακροτούντων ἐπαίνοις τῶν ἁγίων ἀγγέλων ὡς μεγαλουργόν; Ἔφη γὰρ ὅτι «Ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου.» Ἆρ᾽ οὔ σοι δοκῶ διεσκέφθαι τὰ εἰκότα καὶ λέγειν ὀρθῶς; Β. Πάνυ μὲν οὖν. Α. Φαίης δ᾽ ἄν, εἰπέ μοι, τῶν πεποιημένων ἢ μικρὸν ἢ μέγα, μὴ οὐχὶ θείας ἔργον εἶναι δυνάμεως; Β. Οὐδαμῶς. Α. Εἶτα πῶς οὐκ ἀμαθὲς θεῖα μὲν ἔργα κατωνομάσθαι καὶ λέγεσθαι τὰ δι᾽ Υἱοῦ γεγονότα, Θεὸν δὲ αὐτὸν οὐκ εἶναι πιστεύειν, συγκαταγράφειν δὲ μᾶλλον τοῖς πεποιημένοις, ὡς αὐτοῖς ὁμοφυᾶ; Θεὸς γὰρ οὐκ ἔστι τὸ γεγονός, ἀλλ᾽ οὐδ᾽ ἂν εἶεν ἔτι τῆς τοῦ πεποιηκότος οὐσιώδους ὑπεροχῆς δεικτικὰ τὰ κτίσματα, μὴ οὐχὶ μείω τε καὶ ἑτεροίως ἔχουσαν λαχόντα τὴν φύσιν, ἢ ὥσπερ ἂν νοοῖτο τυχὸν ὁ Δημιουργός.

Καὶ τοῦτο εὖ μάλα συνεὶς ὁ θεῖος ἡμῖν γράφει Παῦλος· «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.» Ἆρα γάρ, ἔν γε τῷ νοεῖσθαι γενητὸν τὸν ἁπάντων γενεσιουργὸν Λόγον, ἡ θειότης αὐτοῦ γνωρίζεται, καὶ ἡ ἀεί τε καὶ ὡσαύτως ἔχουσα δύναμις; Τοῦτο γὰρ τὸ ἀΐδιον. Ἀλλ᾽, οἶμαί που, τὸ ἐξεῖργον ἔτι παντελῶς οὐδὲν τῇ τῆς θεότητος κλήσει καὶ αὐτὴν ἤδη πως ἐπαυχῆσθαι τὴν κτίσιν. Καὶ τί τὸ ἐντεῦθεν; Τὴν οἰκείαν ἡμῖν θειότητα κατασημανεῖ τὰ ὁρώμενα, τὴν δὲ Θεοῦ οὐκ ἔτι. Β. Τί οὖν εἰ φαῖεν τὴν τοῦ Πατρὸς θειότητα καὶ τὴν ἀΐδιον δύναμιν διὰ τῆς τῶν ποιηθέντων μεγαλουργίας ἐκφαίνεσθαι; Α. Αὐτοὶ τῶν ἰδίων καταγορεύουσι λόγων, καὶ ταῖς σφῶν αὐτῶν ἐννοίαις ἀντιτεταγμένοι παραδειχθεῖεν ἂν καὶ μάλα εὐκόλως. Β. Πῶς ἔφης; Α. Ὅτι μέχρι τοῦ παραγαγεῖν τὸν Υἱὸν ἀναμετροῦντές τε καὶ ὁρισάμενοι τὴν δημιουργικὴν ἐνέργειαν τοῦ Πατρός, ἀπὸ κτίσεως κόσμου καθορᾶσθαί φασιν αὐτόν, καίτοι τῆς ἁγίας Γραφῆς τὴν τοῦ κόσμου ποίησιν ἀνατιθείσης τῷ Υἱῷ. Γέγραπται γὰρ ὅτι «Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Δημιουργὸν οὖν ἄρα διακηρύξειεν ἂν ὁ κόσμος ἡμῖν τὸν Λόγον, καὶ τὴν αὐτοῦ δύναμιν καὶ θειότητα καθίστησιν ἐναργῆ.

Οὐ γὰρ κτίσιν ὁρῶντες, ὡς κτίσιν θαυμάζομεν τὸν δημιουργὸν τῆς κτίσεως Λόγον, ἀλλὰ ταῖς ὑπὲρ τοῦτο πολὺ τιμῶντες ἐννοίαις, εὐσεβήσομεν εἰκότως, Θεὸν εἶναι κατὰ φύσιν καὶ ἐκ Θεοῦ πεφηνέναι πιστεύοντες τὸν Μονογενῆ. Ὧδε γὰρ ἂν τὴν ἐπὶ τῷ πεπλανῆσθαι δοκεῖν ἀπεσκευασμένοι γραφήν, παρωσώμεθά ποι, καὶ τῆς ἑαυτῶν κεφαλῆς ἐκπέμψωμεν τὰς ἐπὶ τῷδε ποινάς, ἃς καὶ ὁ θεῖος ἡμῖν διηγόρευσε Παῦλος. Ἔφη γὰρ ὡδί· «Διὸ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν, εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν αὐτοῖς, οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν Κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.» Οὐκοῦν, εἰ παράσημόν τε καὶ ἀνοσιώτατα κεκιβδηλευμένην ἀποφαίνουσί τινες διὰ τοῦ ψεύδους τὴν ἀλήθειαν, γενητῇ λατρεύοντες κτίσει παρὰ τὸν ὄντα φύσει Θεόν, ἀδόκιμος μὲν καὶ ἡμῖν ἐνῴκηκε νοῦς, διερρίμμεθα δέ ποι πρὸς τὸ οὐκ ἔχον ὀρθῶς καὶ τοῖς ἀθέοις συμπεπλανήμεθα, κτιστῇ λατρεύοντες φύσει τῷ Υἱῷ. Πεποίηται γὰρ κατ᾽ ἐκείνους.

Ἦ οὐχὶ κτίσις τὸ γενητόν; Β. Πῶς γὰρ οὔ; Α. Ἄθρει δὴ οὖν, ὦ Ἑρμεία, πρὸς ὅσην αὐτοῖς ἠλι〈θι〉ότητα καταρρεῖ τὰ φρονήματα. Θεῖος μὲν γάρ που καὶ ἱερὸς ἔφη λόγος, Θεὸν ζῶντα καὶ ἀληθινὸν ἐπεγνωκέναι τὰ ἔθνη, σεσαγηνευμένα διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν τοῦ Υἱοῦ· οἱ δὲ ἀθλιότητος εἰς τοῦτο ἥκουσι λογισμῶν ὥστε κατερυθριῶσιν οὐδαμῶς τὸ ἐκ τοῦ πεποιῆσθαι σμικροπρεπὲς ἐπιρριπτοῦντες αὐτῷ. Γέγραπται δὲ οὕτω περὶ τῶν ἕπεσθαι δεῖν ἑλομένων τοῖς ἁγίοις ἀποστόλοις· «Αὐτοὶ γάρ, φησίν, περὶ ἡμῶν ἀπαγγελοῦσιν, ὁποίαν εἴσοδον ἐσχήκαμεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε ἐπὶ τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων, δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ.» Εἴπερ οὖν ἐστιν Ἑλληνικῆς μὲν αἶσχος λατρείας τὸ τῇ κτίσει προσκυνεῖν, ἐπεστράφη δὲ τὰ ἔθνη πρὸς Θεὸν ζῶντα καὶ ἀληθινόν, Χριστὸν Δεσπότην ἐπιγραψάμενα, καὶ εἰς τὴν ἐφ᾽ Υἱῷ προσκύνησιν τὴν μετά γε τοῦ Πατρὸς μετερρυηκότα, πῶς ἂν ἔτι νοοῖτο πεποιημένος, καὶ οὐκ ἀνάγκη φρονεῖν ὡς ματαία μὲν ἡ πίστις, διεψευσμένη δὲ δόξα περὶ Θεοῦ καὶ παρ᾽ ἡμῖν αὐτοῖς ἔτι, καίτοι διαδρᾶναι λεγομένοις τῆς ἀρχαίας ἀπάτης τὴν γραφήν; Β. Ναί, φησίν· ἐπεστράφη γὰρ τὰ ἔθνη πρὸς Θεὸν ζῶντα καὶ ἀληθινόν—τὸν Πατέρα. Α. Καὶ τίς ἂν γένοιτο πρὸς ἡμῶν τῆς πρὸς Θεὸν ἐπιστροφῆς ὁ τρόπος;

Ἢ πῶς ἂν ἴοιεν εὖ μάλα τινὲς ὀρθῶς τε καὶ ἀπλανῶς ἐπὶ ζῶντα καὶ ἀληθινὸν Δεσπότην, τὸ κτίσει λατρεύειν ὡς ἕωλον διωσάμενοι; Β. Διὰ πίστεως, οἶμαί που. Τοῦτο γάρ ἐστι τὸ «ἐξ ἀγαθῆς συνειδήσεως ἐπερώτημα εἰς Θεόν.» Α. Ἀληθὴς μὲν ὁ λόγος, πλὴν ἐκεῖνο φράσον· Ἆρ᾽ οὐκ εἰς Πατέρα, καὶ Υἱόν, καὶ Πνεῦμα ἅγιον ἡ πίστις; Β. Οὕτω φημί. Α. Οἱ δὲ δὴ τὴν πίστιν ἀκλινῆ τε καὶ ἀνυπαίτιον καὶ μώμου παντὸς ἐλευθέραν διασώσασθαι προτεθυμημένοι, πιστεύσειαν ἂν εἴς γε Θεὸν ὁμοῦ καὶ κτίσιν, ἤγουν μονοτρόπως εἰς Θεόν, συνεισδέοντες ὡς ἰσοφυᾶ τῷ Πατρὶ τὸν Υἱόν; Β. Ὡς εἰς ἕνα δηλονότι Θεόν, ἤτοι θεότητος εἰς μίαν φύσιν, ἤγουν εἰδεῖεν ὡς οὐκ ἂν ἐξοίσειεν αἰτίας τὸν πόδα, τῇ κτίσει συναναπλέκοντες τὸν φύσει Θεόν. Α. Ἄραρεν οὖν ὅτι καὶ εἰς Υἱὸν ἡ πίστις ὡς εἰς Θεὸν ζῶντα καὶ ἀληθινόν. Ἀκονιτὶ δ᾽ ἂν γένοιτο σαφὲς καὶ τοῦτό σοι κατακροωμένῳ λέγοντος τοῦ Υἱοῦ· «Πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε,» οὐχ ὡς εἰς κτίσιν καὶ Θεόν, πολλοῦ γε ἂν δέοι, μᾶλλον δὲ διὰ τὸ ταὐτὸν εἰς οὐσίαν καὶ ἀπαραλλάκτως ἴσον εἰς μίαν θεότητος ἀνακομίζοντος φύσιν. Καὶ γοῦν ἔφη πάλιν· «Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμέ, ἀλλ᾽ εἰς τὸν πέμψαντά με.» Οὐ γὰρ ἐξίστησι τοῦ Πατρὸς τὸ πιστεύειν εἰς τὸν Υἱόν, ἀλλ᾽ εἰς τὸν τεκόντα Πατέρα, διὰ τοῦ γεννήματος, τὸν γνήσιον ἀληθῶς ἀναφέρει προσκυνητήν.

Ὅτι δὲ Χριστὸν ὡς Θεὸν ἀληθινὸν ἔγνω τε καὶ προσκεκύνηκεν ἡ τῶν εἰδωλολατρούντων ποτὲ πληθύς, ῥᾷον ἂν μάθοις Παύλου λέγοντος ὡδί· «Διὸ μνημονεύετε ὅτι ποτὲ ὑμεῖς τὰ ἔθνη οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ.» Συνίης οὖν ὅτι δίχα μὲν ὄντα Χριστοῦ, Θεοῦ τοῦ κατὰ φύσιν διεστήκει τὰ ἔθνη, καὶ τῆς ἀληθείας ἀπενοσφίζετο· καὶ γὰρ ἦν ἄθεα κατὰ τὸν κόσμον· ἐπειδὴ δὲ τὸν Υἱὸν ἐπέγνω διὰ τῆς πίστεως, ἐλπίδος τε εἴσω πέφηνεν ἀγαθῆς, καὶ τὸ τῆς ἀθεΐας αἶσχος διέδρα τε καὶ ἀπελούσατο. Β. Εὖ λέγεις. Α. Θεὸς οὖν ἄρα καὶ ἀληθῶς ὁ Υἱός· μένει γὰρ οὕτως ἀσυκοφάντητόν τε καὶ ἀκιβδήλευτον, καὶ τὸ ἐν ἡμῖν αὐτοῖς κεκαινουργῆσθαι πεπιστευμένον διὰ τοῦ ἁγίου βαπτίσματος. Β. Καὶ τί δὴ τοῦτό ἐστι; Συνίημι γὰρ οὔ τί που. Α. Οὐ γάρ, ὦ φιλότης, γέννησιν γεγεννήμεθα τὴν πνευματικήν, πρὸς Υἱὸν διαμορφούμενοι, καὶ ἀναπλαττόμενοι διὰ τοῦ Πνεύματος πρὸς τὸ θεῖον αὐτοῦ καὶ ὑπερκόσμιον κάλλος, θείας τε φύσεως ἀναδεικνύμεθα κοινωνοὶ τὴν Υἱοῦ λαχόντες μέθεξιν, ὡς Θεοῦ; Β. Καὶ μάλα. Α. Πῶς οὖν ἔτι γενητός;

Εἶτα ἐφ᾽ ἡμῖν οὐκ ἀπάτη τὸ μυστήριον, καὶ ἐν ἐλπίσι κεναῖς, καὶ ψιλήν, ὡς ἔοικεν, ἔχον ὡς ἔν γε δὴ μόνῳ τῷ λαλεῖσθαι τὴν δόξαν, καὶ φενακισμὸς ἀληθῶς καὶ δόκησις, εἴπερ τοῦτο μὴ ὑπάρχον ἐστὶν ὅπερ εἶναι πεπιστεύκαμεν; Θείας γὰρ φύσεως κοινωνοί, πῶς ἂν ἢ πόθεν ἡμεῖς, ἢ ποῖος ἡμῖν ἐνσημαίνεται Θεοῦ χαρακτήρ, καὶ εἰ μεμορφώμεθα πρὸς Υἱόν, ἐπείπερ ἐστὶν οὐ Θεὸς ὡς πεποιημένος; Ὥρα δὲ οἴεσθαι καὶ αὐτὸν οὐκ ἀγενήτως ὑπάρχειν τὸν Πατέρα καὶ Θεόν· ἐξεικονιεῖ γάρ που τὸ ἀρχέτυπον ὁ χαρακτήρ. Ἢ ἐκεῖνο φράσον. Ἐρήσομαι γάρ· ἆρα γὰρ τὴν θείαν ὅ τι ποτέ ἐστιν ἐννοήσας φύσιν, οὐκ ἀσύγκριτόν τι παντελῶς καὶ ἀπαράβλητον κτίσει τὸ χρῆμα ἐρεῖς, καὶ οὐδενὶ τῶν ὄντων ἀπαραλλάκτως προσεοικός; Β. Παντάπασι μὲν οὖν· Θεοῦ γὰρ φύσις πῶς οὐχ ἅπαν ὑπερκείσεται γενητόν; Α. Οὐκοῦν οὐκ ἄν τις, εἴ γε νοῦν ἔχοι, ἀρχέτυπον γενητοῦ τὴν ἄκτιστον καὶ ἀγένητον παραδέξαιτο φύσιν· οὐδὲ γὰρ ἂν ἔν γε τῷ ἀεὶ καὶ ὡσαύτως ὄντι τε καὶ ἔχοντι τὴν οὐκ οὖσάν ποτε καὶ πεποιημένην καταθεάσαιτο φύσιν. Β. Ὧδε ἔχει. Α. Ἀληθὲς δὲ οἶμαι καὶ τὸ ἔμπαλιν. Οὐ γὰρ ἐν τῷ μὴ ὄντι ποτὲ τὸ ἀεὶ καὶ ὡσαύτως ὂν καταθρήσαιμεν ἄν. Β. Ἀληθές. Α. Τί οὖν ἐστι τὸ ἀξιάγαστον ἐν ἡμῖν ἔκ γε τοῦ μεμορφῶσθαι πρὸς τὸν Υἱόν; Ποῦ δὲ τὸ θεῖον ταῖς τῶν πιστευσάντων ψυχαῖς ἐνήστραψε κάλλος, ὡς ἄηθές τε καὶ ξένον;

Καίτοι γενητῷ παντὶ πρὸς γενητόν, καθόπερ ἂν γεγενῆσθαι νοοῖντο, τὸ ταυτοειδὲς οὐκ εἰσκεκριμένον, φύσεως δὲ μᾶλλον ἐγχαράττει θεσμός. Ἦν οὖν ἄρα σύμμορφος ἀεὶ γενητῷ κατ᾽ ἐκείνους ὄντι τῷ Υἱῷ καὶ ἡ λοιπὴ κτίσις. Ποῖον οὖν ἔτι ταῖς ἡμετέραις ψυχαῖς ἐνσημαίνεται κάλλος διὰ τοῦ Πνεύματος· Περιττοποιός, ὡς ἔοικεν, ἀναφανεῖται λοιπόν, προστιθεὶς εἰκαίως, ὃ καὶ εἰ μή τις ἕλοιτο τυχόν, τὸ γοῦν κατὰ φύσιν διακεκτῆσθαι μέτα, καὶ οἴκοθεν ἔχει παρ᾽ ἑτέρου μὴ λαβών. Ἀλλ᾽, οἶμαί γε δή, τουτωνὶ παστισοῦν ὀρθός τε καὶ ἀπλανὴς καταμειδιάσειε λόγος. Θείας γὰρ φύσεως κοινωνοί, σχέσει τῇ πρὸς Υἱὸν διὰ Πνεύματος, οὐκ ἐν ψιλῇ δοκήσει μᾶλλον, ἀλλ᾽ ἐν ἀληθείᾳ πάντες ἐσμὲν οἱ πεπιστευκότες, καὶ μεμορφώμεθα πρὸς Θεόν, πρὸς τὸ ὑπὲρ κτίσιν κάλλος ἀναστοιχειούμενοι. Μορφοῦται γὰρ ἐν ἡμῖν ἀρρήτως Χριστός, οὐχ ὡς γενητὸς ἐν γενητοῖς, ἀλλ᾽ ὡς ἀγένητος καὶ Θεὸς ἐν γενητῇ καὶ πεποιημένῃ φύσει, πρὸς ἰδίαν εἰκόνα μεταχαράττων διὰ τοῦ Πνεύματος καὶ πρὸς τὸ ὑπὲρ κτίσιν ἀξίωμα τὴν κτίσιν μετατιθείς, τουτέστιν ἡμᾶς. Β. Οὐδὲν οὖν ἄρα τὸ ἀποσοβοῦν ἢ μεθιστῶν τῆς ἀληθοῦς υἱότητος τὸν Μονογενῆ, γεγεννῆσθαι δὲ μᾶλλον αὐτὸν καὶ οὐ γεγενῆσθαι δώσομεν. Α.

Ναί, εἴπερ αὐτὸν εἰς Θεὸν ὄντως παραδεξόμεθα, καὶ προσκυνήσει τῇ πρὸς ἡμῶν καὶ τῶν ἁγίων ἀγγέλων ἐκτετιμῆσθαι πρέπειν οἰόμεθα δεῖν, καὶ ταῖς τῆς θεότητος ὑπεροχαῖς τε καὶ δόξαις στεφανοῦν ἀξιώσομεν, ἵνα μὴ παρέντες τὸν Ποιητήν, καὶ τὴν ὄντως βασιλίδα τῶν ὅλων παραθέοντες φύσιν, τῇ κτίσει λατρεύωμεν, καὶ τὴν τοῦ ἀγενήτου δόξαν τῷ γενητῷ δωρούμενοι, δικαίως ἀκούωμεν· «Ἰδοὺ λαὸς μωρὸς καὶ ἀκάρδιος.» Β. Οὐ γὰρ δὴ κἀκεῖνοι φαῖεν ἂν ὅτι καὶ Υἱός ἐστι καὶ Θεός. Α. Καὶ πῶς οὐκ ἀπόπληκτον καὶ καταγέλαστον κομιδῇ τὸ ψιλοῖς μὲν ὀνόμασι καὶ ταῖς τῶν κλήσεων διαφοραῖς καθάπερ ἐν εἰκόνι καὶ γραφῇ καταχρίειν αὐτόν, παραιρεῖσθαι δὲ δόξης τῆς θεοπρεποῦς, κατατιθέντας ἐν γενητοῖς; Ἢ οὐκ ἀκαλλὲς ἄγαν τὸ πεποιῆσθαι λέγειν αὐτόν, εἴπερ ἐστὶ Θεός, ὡς προσκυνητός; Β. Εὖ λέγεις. Α. Εἰ μὲν οὖν τὸ δεῖν οἴεσθαι χρηστοῖς ἡμᾶς καταγοητεύειν λόγοις μεθέντες, ὡς ἀπωτάτω τῆς ἀληθοῦς θεότητος ἐκπέμπουσι τὸν Υἱόν, ἀπημφιεσμένῃ τοῦτο λεγόντων φωνῇ, καὶ δυσφημούντων ἀναφανδόν. Ἀντακούσονται γὰρ εὐθὺς πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων· «Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε.» Τετραψόμεθα γὰρ ἡμεῖς εἰς οἶμον τὴν ἀπλανῆ, Θεὸν εἶναι καὶ ἀληθῆ πιστεύοντες τὸν ἐκ Θεοῦ πεφηνότα Λόγον κατὰ τὴν ἄρρητον γέννησιν.

Εἰ δὲ εἰς νοῦν ἰόντες τὸν οὐ σφόδρα δυσμαθῆ καὶ ἠλίθιον, ἄπαρνοι μὲν οὐκ ἔσονται, καταναρκῶντες, οἶμαί που, τὴν δυσφημίαν, Θεὸν δὲ αὐτὸν ὁμολογεῖν ἐγνωκότες, τῆς μὲν τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ὑποβιβάζουσι, ἀμείνονα δέ πως ἢ κατὰ κτίσιν εἶναί φασι, καθάπερ ἐν μεταιχμίῳ τιθέντες φύσεως ἀγενήτου καὶ γενητῆς, ἀκουόντων ὅτι θεότητος φύσις πῶς ἂν νοοῖτο διάφορος· Θεὸς γὰρ ὡς πρὸς Θεὸν οὐκ ἂν ἑτεροίως ἔχοι κατά γε τὸ εἶναι Θεός, καθάπερ ἀμέλει καὶ ἐφ᾽ ἡμῶν αὐτῶν καταθρήσαι τις ἄν. Μίαν γὰρ εἶναί φαμεν τὴν τῆς ἀνθρωπότητος φύσιν, καὶ ὁ τῆς οὐσίας ὅρος εἷς ἂν εἴη, καὶ ἐν παντὶ καὶ ἐν τῷ καθέκαστον οὐκ ἐξηλλαγμένος. Ἢ τοίνυν Θεὸν εἶναι πιστεύοντες, ἀπαλλαττέτωσαν παντελῶς τοῦ τελεῖν ἐν γενητοῖς· ἤ, εἰ μὴ τοῦτο φρονεῖν ἀναπείθοιντο, μηδὲ Θεὸν ὅλως ὁμολογούντων ἔτι. Πλατὺ γὰρ δὴ τότε γελῶντες ἐροῦμεν· «Ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν· ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.» Ἦ γὰρ οὐχ ἕκαστον τῶν ὄντων τὸ τί κατὰ φύσιν ἐστὶν ἐξ ὧν ἀληθῶς εἶναι πεπίστευται, σαφῶς τε καὶ ἀπλανῶς εἰδείημεν ἄν, ὦ ἑταῖρε; Β. Καὶ μάλα. Α.

Φέρε δὴ οὖν, ἥτις ποτέ ἐστι, τὴν τοῦ Υἱοῦ φύσιν διασκεπτώμεθα, κἀκεῖνο προσενθυμούμενοι ὡς, εἰ μὴ Θεὸς κατὰ φύσιν ἐστί, πεποίηται δὲ μᾶλλον καὶ παρῆκται μεθ᾽ ἡμῶν πρὸς γένεσιν, κατά γε τὸν παρ᾽ ἐκείνοις μεθύοντά τε καὶ ἐξεστηκότα λόγον, πῶς ἄρα διώλισθεν ὁ κόσμος αὐτοῦ καὶ διέστη τὸ ποιηθέν; Ἆρα τοῖς κατὰ τόπον καὶ μετρητοῖς διαστήμασι; Καίτοι πῶς οὐ τερθρεία τοῦτό γε; Ποῦ γὰρ ἢ πῶς διεστήξει τὸ ἀσώματον, ἢ ποῖος αὐτὸ περιγράψει τόπος; Καὶ γοῦν ὁ μακάριος Ἰωάννης μεμαρτύρηκεν ὅτι «Καὶ ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.» Ἆρα οὖν, ὦ Ἑρμεία, φρονοῦντες ὀρθῶς, τῆς ἀποστασίας τὸν τρόπον καὶ τῆς μεταξὺ πεσούσης διακοπῆς οὐχ ἕτερόν τινα παρὰ τοῦτον εἶναι δώσομεν, τὸ μὴ ἐγνωκέναι φημὶ τὸν κόσμον τὸν ἀεὶ συνόντα Δημιουργόν; Β. Πῶς γὰρ οὔ; Α. Δραπέτης οὖν ἄρα ὁ κόσμος ἦν, τῆς πρὸς αὐτὸν κοινωνίας ἀποδραμών, διά γε τοῦ μὴ εἰδέναι τὸν ὑπὲρ κτίσιν Δημιουργὸν καὶ τὴν διὰ τοῦ Πνεύματος σχέσιν, ἐκ παρατροπῆς τῆς εἰς τὸ φαῦλον ἀποβαλών. Ἅμα τε γὰρ τοῖς τοῦ τεχνουργοῦντος ἀρρήτοις νεύμασι παρήχθη πρὸς ὕπαρξιν ἡ ἀνθρώπου φύσις καὶ τῇ πρὸς τὸ Πνεῦμα σχέσει κατεκαλλύνετο. «

Ἐνεφύσησε γὰρ εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς,» οὐχ ἑτέρως, οἶμαι, τοῦ ζώου τὸ ἐν ἁγιασμῷ καὶ οἰκειότητι τῇ πρὸς Θεὸν διαφανὲς ἕξοντος ἄν, εἰ μὴ τῇ τοῦ ἁγίου Πνεύματος κατακαλλύνοιτο μετουσίᾳ. Τοιγάρτοι καὶ ὅτε γέγονεν ἄνθρωπος ὁ Μονογενής, ἐρήμην τοῦ πάλαι καὶ ἐν ἀρχαῖς ἀγαθοῦ τὴν ἀνθρώπου φύσιν εὑρών, πάλιν αὐτὴν εἰς ἐκεῖνο μεταστοιχειοῦν ἠπείγετο, καθάπερ ἀπὸ πηγῆς τοῦ ἰδίου πληρώματος ἐνιείς τε καὶ λέγων· «Λάβετε Πνεῦμα ἅγιον,» τῷ διὰ σαρκὸς καὶ ἐμφανεστέρῳ φυσήματι τὴν τοῦ Πνεύματος φύσιν εὖ μάλα σκιαγραφῶν.

Ἔσται δὴ οὖν ἐν ἴσῳ ταῖς ἐν ἀρχῇ πρὸς τὸ εἶναι παρόδοις τὸ ἀνακαινίζεσθαι πρὸς τὸ ἀπ᾽ ἀρχῆς, καὶ τόν γε τοῦ κεχωρίσθαι τρόπον ἡ γενητὴ νενόσηκε φύσις, οὐχὶ τοῖς κατὰ τόπον νοουμένοις διαστήμασι, πολλοῦ γε καὶ δεῖ· ἐξωθουμένη δὲ μᾶλλον καὶ διεκπίπτουσα Θεοῦ, καὶ τῆς πρὸς Υἱὸν συναφείας τῆς διὰ τοῦ Πνεύματος. Καὶ γοῦν ἀναθεῖ πρὸς τὸ ἐν ἀρχαῖς εἰ βούλοιτο, πνευματικὴν λαχοῦσα τὴν ἀναμόρφωσιν, καὶ τῆς θείας αὐτοῦ φύσεως κεκλημένη πρὸς μετουσίαν διὰ τοῦ Πνεύματος. Εἴπερ οὖν ἔτι κατ᾽ ἐκείνους ἐν γενητοῖς ὁ Υἱός, κατὰ τίνα δὴ τρόπον ἐξέθορέ τε αὐτοῦ καὶ διέστη ἡ κτίσις; Ἀεὶ γὰρ φίλον τὸ συγγενές, καὶ οὐκ ἂν ἀπονοσφίζοιτο γενητὸν γενητοῦ, κατά γε τὸ εἶναι γενητά. Τὸ γὰρ ὀθνεῖον ἀεί πως ἐν τοῖς ἑτερογενέσιν, ἤγουν ἑτεροειδέσιν, οὐκ ἐν τοῖς ἕνα καὶ τὸν αὐτὸν τῆς φύσεως ὅρον ἀποτεμομένοις ὁρᾶσθαι φιλεῖ. Πῶς οὖν ἐνοικίζεται τῇ κτίσει διὰ τοῦ Πνεύματος ὁ Υἱός; τί προστιθεὶς ἢ δωρούμενος, ἢ πρὸς ποῖον ὕψος ἀνακομίζων τὸ νοητόν, ἢ τί τὸ ἄμεινον ἐγχαράττων αὐτῇ; Πῶς δὲ οὐκ ὢν αὐτὸς ἐν ἀμείνοσι (πεποίηται γὰρ μεθ᾽ ἡμῶν, ὡς γοῦν ἐκεῖνοί φασιν), ἑαυτὸν κενῶσαι λέγεται, ἢ ποίας ἂν ἐδεήθη συγκαταβάσεως, ἵνα καθεὶς ἑαυτὸν ὡς ἐξ ὑψωμάτων τῶν ὑπὲρ τὴν κτίσιν, κόσμῳ συναφθῇ καὶ κόσμου γένηται μέρος, εἰ μὴ ὑπὲρ κόσμον ἐστὶ καὶ κτίσιν; Β. Ἀπορήσειν οἶμαι πρὸς τοῦτο αὐτούς. Α.

Ἀνθότου δὲ δὴ μόνος αὐτὸς ἐλεύθερός τε καὶ ἐλευθερωτής, καίτοι τῆς ὅλης κτίσεως δοῦλον ὑποτιθείσης τῷ Θεῷ τὸν αὐχένα; Ἀνούστατοι δὲ καὶ λεληρηκότες εἴημεν ἄν, ὦ φιλότης, εἰ τὸν ἐκ Θεοῦ κατὰ φύσιν καὶ τῷ Θεῷ καὶ Πατρὶ συναΐδιον Υἱὸν ἐν τοῖς κατὰ χάριν θήσομεν. Ποῦ γὰρ ἡμῶν ἢ ποῖον ἔσται λοιπὸν τὸ ἀρχέτυπον, εἰ καθίκοιτο μεθ᾽ ἡμῶν καὶ ὁ πρὸς ὃν μεμορφώμεθα πρὸς τὸ κατὰ θέσιν καὶ μίμησιν; Β. Εὐκρινέστατα μὲν ἡμῖν καὶ μάλα σαφῶς τὸν περὶ τούτου δοκεῖς διαπερᾶναι λόγον. Οἶμαι δὲ ἔγωγε τοὺς δι᾽ ἐναντίας, Οὐ γὰρ, ὦ γενναῖοι, φράσαι, ποίημα τὸν Υἱὸν ἱεροὶ μὲν ἄνωθεν ὑμνήκασι λόγοι, θεῖος δὲ καὶ μέγας ὁ τῶν ἀποστόλων ἔγνω χορός; Καίτοι Σολομῶν μέν φησι, τὸ τοῦ Υἱοῦ πρόσωπον ἐν προαγορεύσει ζωγραφῶν· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ.» Ὅ γε μὴν τῶν ἄλλων ἔκκριτος Πέτρος· «Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεός.» Τί δὴ οὖν ἄρα φαῖμεν ἂν εἰ καὶ τοιοῖσδε πάλιν ἡμᾶς ἐκπολιορκοῖεν λόγοις; Α. Τί δὲ δὴ ἕτερον ἢ ὅπερ ἐστὶν ἀληθὲς εἰπεῖν· «Οἱ δὲ ἐχθροὶ ἡμῶν ἀνόητοι;» Νοῦς γὰρ σοφίᾳ τῇ ἄνωθεν, ἣ ἐκ τοῦ τῶν φώτων καταχεῖται Πατρός, οὐ καταλαμπόμενος παχύς τέ ἐστι καὶ μέλας, καὶ τὴν ἐκ τῆς δυσμαθείας ἀχλὺν διεκδραμεῖν οὐχ οἷός τε.

Καί μοι δοκεῖ τὴν οὕτως ἀπηχθημένην καταναρκῆσαι νόσον, ἀναμέλψαι τε οὕτω πρὸς Θεὸν τὸν θεσπέσιον Δαβίδ· «Φώτισον τοὺς ὀφθαλμούς μου μή ποτε ὑπνώσω εἰς θάνατον.» Ἄγε δὴ οὖν, γοργῷ τε καὶ ἀνανήφοντι νῷ, τὴν τῶν προκειμένων ἐκβασανίζοντες γνῶσιν, καὶ καθάπερ αἱ κυνῶν εὔρινοί τε καὶ καλαὶ τὴν ἄποπτον ἔτι καὶ τοῖς πονηροῖς οὐχ ἁλώσιμον ἰχνηλατῶμεν ἀλήθειαν. Ἐκτίσθαι μὲν γὰρ ὁμολογουμένως ἑαυτὸν εἴρηκεν ὁ Υἱός, οὐ μὴν ἀναιτίως τοῦτό γε ἔφη παθεῖν, πρὸς ἔργα δὲ μᾶλλον αὐτοῦ, καὶ «ἀρχὴν ὁδῶν αὐτοῦ,» δῆλον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρός. Οὐκοῦν ἡ κτίσις ἐν τούτοις κατασημήνειεν ἄν, οὐ τὴν ἐξ οὐκ ὄντων ποθέν, ἀλλὰ τὴν τοῦ ὄντος τε καὶ ὑφεστηκότος ἐπὶ τοιοῖσδέ τισι τοῖς πραχθησομένοις παραγωγήν, καθάπερ ἀμέλει καὶ τὸν ὑφαντήν, ἤγουν σιδηρέα τυχόν, ἔξω τοῦ τι δρᾶν ἑστῶτάς τε καὶ νοουμένους, ἡ τοῦ πρὸς ἔργα διανιστάντος θέλησις, ἐνεργὸν μὲν γενέσθαι ποιεῖ πρὸς ὅπερ ἂν ἑκάτερος ἐπιτηδείως ἔχοι, ὑπονοηθείη δ᾽ ἂν οὐδαμῶς καὶ πρὸς τὸ εἶναι παρενεγκεῖν.

Εἰ μὲν οὖν ἐπενηνεγμένου τὸ παράπαν οὐδενὸς τὸ «Κύριος ἔκτισέ με,» φησὶν ὁ Υἱός, οὐκ ἀπίθανον κομιδῇ, τό γε ἧκον εἰς ὑποψίαν, ἦν ἂν αὐτοῖς τὸ θρυλλούμενον. Ἐπειδὴ δὲ οὐχ ἁπλῶς οὐδὲ ἀσυμπλόκως ἐκτίσθαι φησίν, ἀλλ᾽ εἰς ἔργα καὶ ἀρχὴν ὁδῶν· τί μὴ παρέντες τὸ ἀκαλλὲς αἱροῦνται τὸ ἄμεινον, ἐννοοῦντες ὅτι γέγραπται περὶ Θεοῦ· «Καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγήν;» Δοίης ἂν οὖν ἄρα γενητὸν εἶναι τὸν Θεὸν εἰ καί τῳ διαφημίζοιτο γενέσθαι καταφυγή; Β. Οὐδ᾽ ὁπωστιοῦν. Α. Τί οὖν, εἰπέ μοι, μαθόντες, ἑτεροκλινῆ καὶ δυσήνιον ἔχουσι τὸν νοῦν, καὶ πολυπλόκοις φενακισμοῖς οἱονεί τινι παντευχίᾳ χρώμενοι, κατακρούουσιν οἱ διεστραμμένοι, καίτοι δέον ἀπορθοῦν εἰς ἀλήθειαν εὖ μάλα φιλεῖν καὶ τὸ μὴ σφόδρα θεοπρεπῶς εἰρῆσθαι δοκοῦν, διὰ τὸ ἀνθρώπινον καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν τοῦ Υἱοῦ; Ἄλλως τε—φάναι γὰρ δὴ οἶμαι κἀκεῖνο πρέπειν—ὡς ἐκτίσθαι λέγων προστέθεικεν ὅτι καὶ γεγέννηται. «Πρὸ γάρ τοι βουνῶν ἁπάντων γεννᾷ με,» φησίν. Ἢ τοίνυν τὴν γέννησιν διὰ τὸ ἐκτίσθαι λέγειν ἀναιρήσομεν, ἢ τὸ ἐκτίσθαι μεθέντες γεγεννῆσθαι δώσομεν.

Ἀντεξάγουσι γὰρ ἀλλήλαιν αἱ λέξεις τὰ δι᾽ ἀμφοῖν δηλούμενα, ἀλλ᾽ ἔχει τὸ ἀψευδὲς ἐν ἀμφοῖν ὁ λόγος. Οὐκοῦν ὁ αὐτὸς γεγέννηται μὲν ἐκ Πατρὸς ὡς Θεός, ἔκτισται δὲ αὖ κατὰ τὴν σάρκα. Καὶ ἀναπείθει πρὸς τοῦτο λόγος ἡμᾶς ἱερός· «Ἰδοὺ γάρ, φησίν, ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον Μεθ᾽ ἡμῶν ὁ Θεός.» Πῶς γὰρ ἂν γένοιτο μεθ᾽ ἡμῶν Θεὸς ὢν ὁ Λόγος; Μῶν ἐγγύτητί τε καὶ σχέσει τῇ κατὰ τόπον, καὶ νόμῳ σωμάτων; Εἶτα πῶς τοῦτο οὐκ ἀπηχές; Οὐκοῦν, ὅτε τὴν πρὸς ἡμᾶς εἰσδέδεκται συμμορφίαν καὶ τὸ τῆς δουλείας σμικροπρεπές, καὶ καθίκετο μεθ᾽ ἡμῶν ἐν γενητοῖς ὁ ἀγένητος, τότε γέγονε μεθ᾽ ἡμῶν, καίτοι τοσοῦτον ἀνεστηκώς τε καὶ ὑπερκείμενος ὅσον ἂν νοοῖτο θεότητος φύσις πρὸς κτίσμα καὶ ποίημα. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Δαβὶδ ἀμετρήτοις τισὶ καὶ ἀσυγκρίτοις ὑπεροχαῖς τῶν καθ᾽ ἡμᾶς ἠρμένον καὶ ἐν ἀρρήτοις ὄντα ταῖς δόξαις ἐκάλει πρὸς συμμορφίαν τὴν πρὸς ἡμᾶς τὸν ἐκ Θεοῦ πεφηνότα Μονογενῆ, ψάλλων τε καὶ λέγων· «Ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν θλίψεσιν;» Ὁ γάρ τοι φύσεως νόμῳ διεστηκὼς καὶ τοῖς ἄλλοις ἅπασιν ἀσυμφυᾶ καὶ ἀνέμβατον ἀποτεμόμενος ἰδιότητα καὶ ὑπεροχὴν γέγονε μεθ᾽ ἡμῶν, ὅτε τὴν ἑκούσιον δι᾽ ἡμᾶς ὑπέστη κένωσιν.

Εἰ δὲ μὴ οὕτως ἔχειν ἐροῦσι, τὸ ἀπεῖργον ἔτι, καθάπερ ἐγᾦμαι, παντελῶς οὐδὲν ἀνυποστόλως εἰπεῖν ὡς ἐρραψῴδηκε μάτην ὁ θεῖος ἡμῖν ἔν γε τουτῳῒ λόγος, μεθ᾽ ἡμῶν γεγενῆσθαι λέγων τὸν Υἱὸν ὅτε γέγονεν ἄνθρωπος.

Πότε γὰρ ἦν οὐ μεθ᾽ ἡμῶν, εἴπερ ἐστὶ γενητός; Β. Εὖ λέγεις. Α. Εἰ δὲ δὴ καὶ λέγοιτο Χριστὸς γενέσθαι καὶ Κύριος, ἐννοήσεις ὅτι κεκένωκεν ἑαυτόν, μέτρον ὑποδὺς τὸ δουλοπρεπὲς διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν. Καὶ ἦν, οἶμαί που, σοφόν τε καὶ ἀναγκαῖον, οὐχὶ τοῖς καθ᾽ ἡμᾶς, οὐδὲ τῇ τῆς σαρκὸς ἀδοξίᾳ τὴν θείαν ἡττᾶσθαι φύσιν, ἀναπότριπτον ἔχουσαν τῆς δουλείας τὸ κατηγόρημα καὶ τὴν εἰσποίητον ἀδοξίαν, ἀλλὰ τὸ ἐκ τῆς δουλείας σμικροπρεπὲς τῇ τῆς θεότητος δόξῃ παραχωρεῖν. Οὐκοῦν ἐπείπερ ἐν δούλοις κεχρημάτικε δι᾽ ἡμᾶς, ἀνεφοίτησε δὲ αὖ εἰς τὴν ἐνοῦσαν αὐτῷ καὶ ἀναπόβλητον κυριότητα, καὶ φύσεως νόμοις ἐρηρεισμένην, Κύριος κεκλῆσθαι λέγεται, καὶ μεθ᾽ ἡμῶν γενέσθαι διὰ τὸ ἀνθρώπινον. Εἰ δὲ δὴ μέλλοιμεν, τῆς ἀληθοῦς θεωρίας ἠφειδηκότες, ἐπιπλέκειν τῷ Λόγῳ πάντα τὰ σαρκός, ἤτοι διὰ τὴν σάρκα πεπραγμένα τε καὶ εἰρημένα, δυσσεβήσομεν οὐ μετρίως. Γέγονε γὰρ ὑπὸ νόμον· καὶ μὴν ὁρατός τε καὶ ἁπτὸς καὶ βραχύ τι παρ᾽ ἀγγέλους, «καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη,» καὶ τὸν οὕτως οἰκτρὸν ὑπέστη θάνατον. Ἀναθετέον οὖν ἄρα τῇ τοῦ Λόγου φύσει, καὶ εἰ δίχα νοοῖτο σαρκός, τὸ καὶ ἐν τούτοις εἶναι τυχὸν τοῖς ὧδε χθαμαλωτάτοις καὶ πολὺ νοσοῦσι τὸ δυσκλεές. Καὶ τί τὸ ἐντεῦθεν;

Ἀπώλισθεν ὁ ἀγαπητὸς καὶ σύνεδρος τῷ Πατρὶ παντός, οἶμαι, λοιπὸν τοῦ πρὸς δόξαν αὐτὸν ἀνέχοντος τὴν θεοπρεπῆ, μᾶλλον δὲ κἂν γοῦν ἐν ἴσῳ τιθέντος τοῖς ἁγίοις ἀγγέλοις. Ἀνθότου δὴ οὖν, ὁ μὲν τοῖς θείοις ἐναγλαΐζεται θώκοις, καὶ συνεδρεύει τῷ Πατρί, οἱ δὲ παρεστᾶσιν ἐν κύκλῳ, τὸ τῆς ὑπ᾽ αὐτῷ δουλείας οὐκ ἀτιμάζοντες μέτρον; Καὶ ὁ μὲν ἔστι τε καὶ λέγεται Κύριος Σαβαώθ, οἱ δὲ ταῖς εἰς κυριότητα καταγεραίρουσιν εὐφημίαις, πλήρη τε εἶναί φασι τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ; Ἆρ᾽ οὖν οὐχὶ τὸ πεποιῆσθαι λέγειν τὸν ὧδε τεθαυμασμένον καὶ πρὸς τῶν ἐχόντων λῆξιν εὐκλείας, τῆς ἀνωτάτω ψυχρᾶς καὶ ἑώλου νόσημα φρενός; Β. Παντάπασι μὲν οὖν· τἀμὰ γὰρ ἐν τούτοις. Φασὶ δ᾽ οὖν ὅμως εἰς ἔργα τοῦ Πατρὸς προβεβλῆσθαι τὸν Υἱὸν οὐχὶ μόνον ὅτε τὴν καθ᾽ ἡμᾶς ὑπέδυ μορφήν, ἀλλ᾽ ἐξ οὗ καὶ πέφηνεν, ἵνα δι᾽ αὐτοῦ τὰ πάντα ἐργάσαιτο, καθάπερ ὀργανικήν τινα τὴν ὑπουργίαν ἐν τοῖς κτίσμασι τὴν παρ᾽ ἑαυτοῦ κίνησιν συνεισφέροντος. Α. Βαβαὶ τῆς οὕτω δεινῆς καὶ ἀκράτου θρασυστομίας!

Ποίων γὰρ ἂν ἔτι φείσαιντο λόγων οἱ καὶ αὐτοῦ καταχέοντες τοῦ Θεοῦ καὶ Πατρὸς τὸ εἰκαιουργόν, καὶ τὸ ἥκιστα διαρκῆ πρὸς πᾶν ὁτιοῦν διακεκτῆσθαι δύναμιν τὴν δημιουργόν, ἀλλ᾽ ὁμοῦ μὲν τοῦ πρέποντος ἁμαρτεῖν, τητᾶσθαι δὲ οὕτω καὶ εὐσθενείας τῆς ἀνωτάτω; Β. Πῶς; Α. Ἦ οὐκ ἐννοεῖς καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο, ὡς εἴπερ ἦν ἄμεινον ταῖς ἑαυτοῦ κινήσεσιν ὀργανικὴν ὑπουργίαν ἀεὶ συνεισάγοντα δημιουργὸν ὁρᾶσθαι τὸν Θεὸν καὶ Πατέρα, πεφυκέναι τε οὕτως ἃ ἂν βούλοιτο κατορθοῦν, ἤγουν τὴν ἐκ ψόγου μὴ διαδρᾶναι γραφήν, εἴπερ ἴοι πρὸς ἔργα καθ᾽ ἕτερον τρόπον· πῶς οὐκ ἠδίκηκε τὸν Υἱόν, οὐκ ἐν ὀργάνῳ καὶ μεσιτείᾳ τινὸς ἑτέρου παρακομίζων εἰς ὕπαρξιν, ψιλὴν δὲ αὐτῷ καὶ μόνην τῆς ἑαυτοῦ δυνάμεως τὴν αὐτουργίαν δωρούμενος; Καὶ τὰ μὲν ἕτερα τῶν κτισμάτων, ἃ καὶ τῆς Υἱοῦ δόξης ἡττᾶσθαί φασι, τὸν ἄριστόν τε καὶ προὔχοντα τοῦ παρῆχθαι πρὸς ὕπαρξιν διεκληρώσατο τρόπον· ὁ δέ, καίτοι τοῖς οὕτω ὑπερκειμένοις πλεονεκτήμασιν ἐκτετιμημένος, τὸν αἰσχίω τε καὶ ἐν δευτέροις. Ἀλλ᾽ ἦν δήπου τυχόν, ἐροῦσί τινες, ἀμείνων ἡ αὐτουργία, καὶ ταύτης ἔλαχεν ὁ Υἱός.

Εἶτα τί τὸ ἀναπεῖθον, ἀποκρινάσθων ἐκεῖνοι, τὴν ὑπερτάτην οὕτω καὶ ὑπὲρ θαῦμα βουλὴν τοῦ Πατρὸς μὴ οὐχὶ τὸν ἀμείνω τοῦ χείρονος ἀνθελέσθαι τρόπον ἔν γε τῷ χρῆναι δημιουργεῖν, ἀφαμαρτεῖν δὲ οὕτω τοῦ λίαν πρεπωδεστάτου, παραλόγως κατωκνηκότα πρὸς τὸ δεῖν ἑλέσθαι περαίνειν ἃ χρῆν; Β. Ἄμεσον οὖν ἔδει, φησί, τοῖς κτίσμασιν ἐπαφεῖναι τὴν ἐνέργειαν τὸν τῶν ὅλων Πατέρα; Α. Τί μήν, ὦ ἑταῖρε; Ὀργανικὴν δέ, εἰπέ μοι, καὶ ὑπουργικὴν τὴν ἐπικουρίαν εἰσδέχεσθαι λῷον ἦν αὐτῷ;

Καίτοι τῶν ἐκτόπων ἐννοιῶν πάμπολυς ἡμῖν ἐντεῦθεν ἀνατελεῖ καὶ ἀναφανεῖται δῆμος. Τίς γὰρ ἂν γένοιτο τοῦ συνεργαζομένου χρεία τῷ Θεῷ καὶ Πατρί, ὀργάνου δὲ καὶ μεσίτου τίς ἡ ὄνησις οὐχ ὁρῶ. Εἰ μὲν γὰρ ἀληθῶς ἀναγκαίαν οἶδεν ἑαυτῷ τοῦ συγκτίζοντος τὴν συνεισδρομήν, καὶ χρειωδῶς παρεκόμισεν ἔν γε τουτῳῒ τὸν ἐπίκλην Υἱόν, τελοῦντά γε μὴν κατ᾽ αὐτοὺς ἐν κτίσμασι, πῶς ἂν ἔχοι τὸ τελείως εὐσθενές, ἔν γε τῷ εἶναι δημιουργός, δι᾽ ὀργάνου καὶ μόλις συλλέγων ἐν ἑαυτῷ τὸ ἀπηρτίσθαι τελείως πρὸς ὃ πεφυκέναι λέγεται; Καὶ τὸ ἔτι δύσφημον οὐκ ἐρῶ.

Πλήρωμα γὰρ θεότητος πέφηνεν ἤδη τὸ γενητόν, καὶ τὸ ἐν τάξει παραληφθὲν τῇ ὑπουργικῇ, τῆς δημιουργικῆς δυνάμεως τοῦ Πατρὸς ἐπικούρημα χρειωδέστατον. Εἶτα πῶς, εἰπέ μοι, μεσολαβοῦντος οὐδενός, ἐξήρκεσεν ἂν εἰς τὴν Υἱοῦ ποίησιν, εἴπερ ἐστὶ γενητός, καίτοι μειζόνως τε καὶ ἀσυγκρίτως ὑπερκειμένου; Τιμαῖς γὰρ αὐτὸν ταῖς οὕτως ἀπατηλαῖς καταγοητεύειν ὑποκρίνονται, τὸ τῆς δυσφημίας ἀκαλλὲς κατερυθριῶντες, οἶμαί που. Ὁ δὲ δὴ πρὸς τὸ οὕτως ὑπερφερές τε καὶ ὑπερθρῶσκον ἀνεπικούρητός τε καὶ μόνος ἀρκέσας, πῶς ἂν ἠτόνησεν εἰς τὴν τῶν ὑποβεβηκότων ὑπόστασιν τὸν συνεργάτην οὐκ ἔχων; Ἆρ᾽ οὖν οὐχὶ κατοιμώζειν ἄξιον τοὺς οἵ γε ταυτὶ καὶ διανοεῖσθαι μόνον οὐ καταπεφρίκασιν; Β. Πῶς γὰρ οὔ; πλὴν ἀκούοις ἂν ἔτι. Μικρὸν γὰρ εἶναί φασι τῷ Θεῷ καὶ Πατρὶ τὸ ἐφ᾽ ἅπασιν αὐτουργικόν. Α. Ἄπαγε τῆς δυσφημίας, ἄνθρωπε! Λέγοις δ᾽ ἂν εἰκότως, ὡς ἀπωτάτω τιθεὶς τῆς ἐπὶ τούτοις αἰτίας τὴν σεαυτοῦ ψυχήν· «Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου· μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις, σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν.» Ὁ γάρ τοι σμικρὸν εἶναι λέγων τῷ Θεῷ καὶ Πατρὶ τὸ ἐφ᾽ ἅπασιν αὐτουργικὸν τύφου καὶ ἀλαζονείας αὐτὸν οὐκ ἀπηλλάχθαι φησί, ξυνωρίδα δὲ ταύτην αὐτῷ τῶν ὅτι μάλιστα βδελυρῶν καὶ ἀπηχθημένων ἀναθήσει παθῶν.

Εἴη δ᾽ ἂν καὶ ἑτέρως ἀμαθής, ἀλλ᾽ οὐδὲ ὅποι πρόεισιν ὁ λόγος ἐννοῶν. Βουλοίμην δ᾽ ἂν ἔγωγε διαπυθέσθαι σου. Β. Τὸ τί δή; Α. Οὐ γὰρ γενητὸν εἶναί φασι τὸν Υἱόν; Β. Ναί, ἀλλὰ τί μήν; Α. Εἴπερ οὖν ὁρῷτο πρὸς ἡμῶν, κατά γε τὸ ἐγχωροῦν, ὅ τί ποτέ ἐστιν ἡ τῶν ὅλων κατάρχουσα φύσις, οὐ σμικρὸν ὀψόμεθα πᾶν αὐτῇ γενητόν; Β. Σμικρὸν ὁμολογουμένως. Α. Εἶτα τὸν μὲν Υἱὸν ἠξίου μόνον τε καὶ μόνως δημιουργεῖν· κατερυθριάσας δὲ ὥσπερ τὸ χρῆμα, μέτεισιν εὐθύς, καὶ ταῖς ἑτέρου δίδωσιν ἐνεργείαις τὸ καλεῖν εἰς ὕπαρξιν τὰ οὐκ ὄντα ποτέ. Καίτοι δόξης τε καὶ εὐφημίας ἡ παγκάλη τε καὶ παναρίστη μοῖρα τὸ δημιουργεῖν δύνασθαι τῷ Θεῷ, ὅτε καὶ διὰ τούτου τίς τε καὶ ὅσος ἐστὶ πρὸς ἡμῶν γινώσκεται. «Ἀπὸ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται,» κατὰ τὸ γεγραμμένον. Εἰ δὲ δι᾽ ὧν γινώσκεται σμικρὰ λογιεῖται καὶ κατερριμμένα ταυτί, τὴν ἰδίαν αὐτὸς αἰσχυνεῖται φύσιν, ἀκαλλέστατά που, κατὰ τὸ εἰκός, ἔχουσαν εἰδώς. Καίτοι λίαν εὐκλεὲς παντὶ μὲν ἀνθρώπῳ, παντὶ δὲ ἀγγέλῳ, τὰ δι᾽ ὧν ἑκάτερον ὁρᾶσθαι πέφυκε τοῦθ᾽ ὅπερ ἐστὶ διακεκτῆσθαι τελείως, καὶ οὐδὲν ἂν οἷς ἔλαχεν ἐπερυθριάσοι ποτέ, τὸ τί κατὰ φύσιν ἐστὶν εἴπερ ἐθέλοι γινώσκεσθαι.

Ἀνθότου δὴ οὖν ἐπαισχυνεῖται λοιπὸν οἷς ἂν ἔχοι Θεός, ἢ μῶμον ἡγήσαιτο τὰ δι᾽ ὧν ἂν νοοῖτο Θεός; Εἰ δὲ δὴ σμικρὸν αὐτῷ καὶ λόγου τοῦ μηδενὸς ἄξιον τὸ ποιῆσαι τὰ Σεραφὶμ καὶ παραγαγεῖν ἀγγέλους, τῆς ἰδίας φύσεως ἀναμετροῦντι τὸ μέγεθος καὶ τὴν ἐκπρεπεστάτην ὑπεροχήν, ἆρ᾽ οὐχὶ κατὰ τὸν ἴσον τρόπον σμικρὸν ἂν εἴη τὸ πρὸς αὐτῶν προσκυνεῖσθαί τε καὶ δοξολογεῖσθαι θέλειν; Ὧν γὰρ οὐκ εἶναι δημιουργὸς ἀξιοῖ, πῶς ἂν ἕλοιτο νοεῖσθαι Θεός;

Ἐφίεται δὲ ἀνθότου τῆς πρὸς ἡμῶν τιμῆς καὶ λατρείας, εἰ μηδὲ παράγειν ἡμᾶς εἰς γένεσιν ἀξιοῖ; Πῶς δ᾽ ἂν οὐχὶ τὴν ἰδίαν αὐτὸς κατασίνοιτο δόξαν, εἰ σμικρὸν ἡγήσαιτο τὸ δι᾽ ὃ δοξάζεται; Β. Πῶς δὴ οὖν ἄρα, φασίν, ἔκτισεν ὁ Πατὴρ τὰ πάντα δι᾽ Υἱοῦ; Α. Ὡς διὰ Λόγου καὶ σοφίας καὶ τῆς ἐνούσης ἰσχύος αὐτῷ. Πάντα γὰρ ταῦτά ἐστιν ὁ Υἱὸς τῷ Πατρί· ἀλλ᾽ ὧδέ πη τόδε διαγυμνάζωμεν, οἶμον ἰόντες τὴν βασιλικήν, καὶ κατ᾽ εὐθὺ τῆς ἀληθείας διᾴττοντες. Ἦ γὰρ οὐχὶ συννεύσειας ἄν, καὶ λίαν ἑτοίμως, ὡς εἴπερ εἶναί φαμεν τὸν Πατέρα δημιουργόν, ἕψεταί που πάντως καὶ τὸ χρῆναι νοεῖν ὡς οὔτε ἄναλκις οὔτε ἄσοφος ὤν, οὔτε μὴν Λόγου δίχα δημιουργεῖ; Β. Ἕψεται γὰρ οὖν. Τοιγάρτοι φησὶ μὲν ὁ Μελῳδός· «Πάντα ἐν σοφίᾳ ἐποίησας.» Τὴν δὲ τοῦ παντὸς γένεσιν τρανότερον ἐξηγούμενος, ἀνεκεκράγει λέγων ὁ προφήτης Ἱερεμίας· «Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, ὁ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ τῇ φρονήσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανόν.» Α. Τί δέ; Οὐχὶ σοφίᾳ τε καὶ ἰσχύϊ καὶ μὴν καὶ φρονήσει Θεοῦ τὰ πάντα ἐκτίσθαι διαρρήδην ἡμῖν ἀναγράφοντος Ἠσαΐου, πάντα δι᾽ Υἱοῦ γενέσθαι φησὶν ὁ σοφὸς Ἰωάννης; «Πάντα γάρ, ἔφη, δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.» Β. Ναί. Τί οὖν τοῦτό γε; Α. Ὅτι σοφία καὶ δύναμις ὢν τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς ἡμῖν ἀναπέφανται. Β. Πῶς γὰρ ἢ πόθεν τοῦτο ἀμφίλογον; Α.

Οὐκοῦν, ἄγε δὴ φράσον πότερα τὸν Υἱὸν ἐν σοφίᾳ καὶ συνέσει καὶ δυνάμει τοῦ Πατρὸς παρῆχθαι πρὸς ὕπαρξιν, ἤγουν ἀσόφως τε καὶ ἀσυνέτως καὶ ἀσθενῶς ἡγώμεθα; Γενητὸν γὰρ εἶναί φασι. Β. Καὶ μὴν τοῦτό γέ ἐστι παντάπασιν ἀμαθές. Οὐ γὰρ ἦν ὅτε σοφίας ἦν δίχα καὶ δυνάμεως ὁ Πατήρ. Α. Εὖ λέγεις. Ἐπαινέσομαι γὰρ οὖν ὀρθὰ καὶ δίκαιά σε φρονεῖν ᾑρημένον. Ἀλλὰ τί πρὸς ταῦτα φαῖεν ἂν οἱ τοῖς γενητοῖς ἐναρίθμιον καταγράφοντες τὸν Υἱόν; Εἰ γὰρ ἦν μὲν οὐκ ἀεί, νόμῳ δὲ κτίσεως χρόνῳ παρήχθη πρὸς ὕπαρξιν, καίτοι σοφία καὶ δύναμις καὶ σύνεσις ὢν τοῦ Πατρός, ἀσθενῆ καὶ ἄναλκιν ἄσοφόν τε καὶ ἀσύνετον ὁμολογήσουσιν εἶναι πρὸ αὐτοῦ τὸν Πατέρα, πεποιῆσθαί τε δώσουσι τὸν Υἱὸν ἀσόφως τε καὶ ἀνάνδρως, καίτοι πλουσίῳ περιχεόμενον θαύματι, καὶ οὐκ ἐν οἷς ἡ κτίσις, ἀλλ᾽ ἐν ἀσυγκρίτοις ὄντα ταῖς ὑπεροχαῖς. Εἰ δὲ δὴ καταμειδιῶντος αὐτῶν παντός, οἶμαι, λόγου, τὸ τῆς δυσφημίας αἶσχος παρωθούμενοι, καὶ αὐτὸν ἐν σοφίᾳ καὶ δυνάμει τοῦ Πατρὸς παρῆχθαι πρὸς γένεσιν οἰήσονται δεῖν, ἀναγκαῖον ὁμολογεῖν ὡς αὐτὸς ἑαυτοῦ πρεσβύτερος ἔσται λοιπὸν καὶ πρός γε τούτῳ δημιουργός. Ὑπέστησε γὰρ ἑαυτὸν ὁ Υἱός, εἴπερ ὢν αὐτὸς ἡ πᾶσα σοφία καὶ ἡ δύναμις τοῦ Πατρός, ἐν δυνάμει τῇ ἑαυτοῦ καὶ σοφίᾳ γέγονε. Συνίης οὖν ὅπως πανταχῆ καταρρεῖ πρὸς τὸ ἀκαλλὲς ὁ λόγος; Β. Καὶ πάνυ. Α.

Παραδειχθείη δ᾽ ἂν οὐ σὺν ἱδρῶτι πολλῷ καὶ καθ᾽ ἕτερον τρόπον ἠλίθιον κομιδῇ τὸ δόγμα αὐτοῖς. Φέρε γὰρ δή, τὴν τοῦ Θεοῦ φύσιν ταῖς ἐγχωρούσαις ἐννοίαις ὡς ἔνι διαμετρήσαντες, τίς τε καὶ ὁπόση καὶ ἅπερ ἂν αὐτῇ πρέποι πολυπραγμονῶμεν, ὦ τᾶν. Πότερα δὲ χρῆναι δημιουργεῖν πιστεύωμεν, ἀφορμὴν εἰς ὕπαρξιν τοῖς γενητοῖς τὸ εἶναι θέλειν αὐτὰ διανέμουσαν, καὶ τὸ δεῖν ὑπάρξαι μόνον τοῖς οὐκ οὖσί ποτε κατανεύουσαν, διαπεραίνειν τε οὕτω τὴν σύμπασαν κτίσιν, ἤγουν ὑπουργίαν ἔχοντα τὴν ὀργανικήν, καὶ τὴν ἐκ τοῦ μεσιτεύοντος ἐπικουρίαν ὡς ἀναγκαίαν παρειλημμένην, οἷον εἰ καί τις ἀνδρὶ λιθουργῷ τὰ δι᾽ ὧν ἔσται λιθουργὸς καὶ ποιητὴς ὧν οἶδε παρατεθεῖσθαι λέγοι; Β. Εἶτα τίς, εἰπέ μοι, καταρνήσαιτ᾽ ἂν ὅτι πάμπολυ τὸ θεοπρεπὲς ἔν γε τῷ θελήσει μόνῃ δημιουργεῖν; Α. Ἄριστα ἔφης· ἐπείτοι καὶ ὁ θεῖος Μωσῆς ὧδέ πη καὶ οὐχ ἑτέρως παρέδειξεν ἡμῖν δημιουργοῦντα Θεόν.

Εἶπε γάρ, φησίν, ὁ Θεός· «Γενηθήτω στερέωμα, καὶ ἐγένετο οὕτως,» συνεκφαινομένης τάχα που τῇ τῶν λόγων ἐκδρομῇ τῆς τῶν ἔργων πληρώσεως, μελλησμοῦ τε μηδενὸς τὸν μεσίτην, κατ᾽ ἐκείνους, καὶ ὑπουργὸν ἐνεργοῦντά τε καὶ ὀργανικῶς κινούμενον ὑποφαίνοντος. Ἔργου γὰρ ὥσπερ ὑπόστασις ὁ λόγος ἦν, καὶ ψιλὸν τὸ νεῦμα τοῦ μὴ ὄντος ἡ πῆξις, καὶ ἐν μόνῳ τῷ θέλειν τῶν ποιουμένων ἡ γένεσις.

Ὅτε τοίνυν ἄριστόν τε καὶ πρεπωδέστατον τῷ Θεῷ καὶ Πατρὶ τὸ ὧδε δημιουργεῖν, τί τήν, οὐκ οἶδ᾽ ὅπως, μᾶλλον δὲ φληνάφως ἐξευρημένην ἐπικουρίαν αὐτῷ τοῦ μεσίτου καὶ ὑπουργοῦ προσνέμουσι, χρειωδέστατον Υἱὸν πεποιῆσθαι λέγοντες, ἵνα ὑπηρετοῖτο δι᾽ αὐτοῦ πρὸς τὰ λοιπὰ τῶν κτισμάτων; Ἠγνοήκασι γάρ, ὡς ἔοικεν, ὅτι καίτοι γενητὸν καὶ τελεῖν ἐν κτίσμασι διαβεβαιούμενοι τὸν Υἱόν, ἀμείνω τε καὶ ἀξιολογώτερον ἀποφαίνουσι τοῦ Πατρός. Β. Τίνα τρόπον; Α. Εἰ διὰ μεσίτου μὲν ἀναγκαίως ὁ Πατήρ, ἐν δέ γε μόνῳ τῷ θέλειν καὶ νεύμασιν ὁ Υἱὸς ἃ ἂν βούλοιτο κατορθοῖ, λεπρῷ μὲν λέγων ἐπ᾽ ἐξουσίας· «Θέλω, καθαρίσθητι·» θανάτῳ δὲ ἤδη κατισχημένους ἀνακομίζων εἰς ζωήν, καὶ μὴν τυφλοῖς ἐνιεὶς τὸ τριπόθητόν τε καὶ ἄηθες φῶς, ἆρ᾽ οὖν οὐχὶ τὸν μεσίτην καὶ ὑπουργόν, ἤγουν τὸν φύσει δημιουργὸν ἐν εὐκλείαις ὄντα ταῖς ἄγαν περιφανεστέραις καταθρήσαι τις ἄν, οὐχ ὑπερεστήξει δὲ οὕτω τοῦ τεχνίτου τὸ ὄργανον; Β. Ἔοικεν. Α.

Καίτοι τί δή ποτε τὴν ἐπὶ τῷ χρῆναι φρονεῖν ὀρθῶς σκέψιν τε καὶ θέλησιν ὡς ἕωλον ἀτιμάζοντες, ἀπροβούλευτον ποιοῦνται τὴν ἐπὶ τὰ χείρω ῥοπήν, καὶ ἐπὶ μόνον 〈προσ〉ίενται τὸ σφίσι δοκοῦν, οὐδὲ ἐκεῖνό που τάχα διενθυμούμενοι ὡς οὐκ ἂν ἐργάσαιτό ποτε τὸ ἀνθρώπου ποίημα τὰ ὧνπερ ἂν αὐτὸς εἴη δημιουργός, οὐδ᾽ ἂν τὸ ὑπό του τεχνουργούμενον τῆς τοῦ τεχνουργοῦντος οὐσίας τὸ φύσει τε καὶ ἀληθῶς ἴδιον εὖ μάλα διακεκτήσεται, καὶ τοῦτο ἀπαραλλάκτως; Β. Πῶς γάρ; Ἐπεί τοι καὶ τὸ ἔμπαλιν ἀληθές. Τέκτων γὰρ ἤ, φέρε εἰπεῖν, χαλκουργός, οὐκ ἂν γένοιντό ποτε τὰ τέχνης ἔργα, χαλκουργικῆς ἢ τεκτονικῆς. Α. Ὀρθῶς ἔφης· καί σε τῆς ἄγαν ἀγχινοίας ἄγαμαί τε καὶ ἐπαινέσας ἔχω. Τίνα δὴ οὖν τρόπον, εἴπερ ἐστὶ γενητὸς ὁ Υἱός, ἰσουργήσει μὲν ἀπαραλλάκτως τῷ Θεῷ καὶ Πατρί, καὶ τὸ τῆς ἀνωτάτω πασῶν οὐσίας ἴδιον καὶ ἐξαίρετον ἐν ἰδίᾳ φύσει λαχών, καλεῖ μὲν ὡς ὄντα τὰ οὐκ ὄντα ποτέ, παραφέρει δὲ οὕτως εὐσθενέστατα καὶ ἀμογητὶ πρὸς ὕπαρξιν, ὡς ἔν γε τῷ βεβουλῆσθαι μόνον ἀποπεραίνεσθαι τὴν δημιουργίαν; Ἦ οὐχ ὧδε δημιουργήσειεν ἂν καὶ αὐτὸς ὁ Πατήρ, ἀποχρῶσαν ἔχων εἰς τοῦτο τὴν ἰδίαν φύσιν, καὶ ἀνεπικούρητον παντελῶς ὑπό του τῶν γενητῶν τὴν ἐνέργειαν; Β. Ὧδε ἔχει. Α.

Ὥσπερ οὖν οὐχ οἷά τε τὰ ἐξ ἀνθρωπείας χειρός τε καὶ ἐπιστήμης ἐκτετεχνημένα δρᾶν τε καὶ ἐνεργεῖν τὰ αὐτοῦ, κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον τε καὶ λόγον οὐκ ἂν ἐργάσαιτο τὰ Θεοῦ τὰ θείας ἔργα χειρός. Ἐπειδὴ δὲ δεδημιούργηκέ τε καὶ ἐνήργηκεν ὁ Υἱός, οὐ τοῖς ἄλλοις ἅπασιν ἀναμὶξ φιλοτέχνημα καὶ αὐτὸς θείας ἔσται χειρός, οὔτε μὴν ἐξ οὐκ ὄντων παρῆκται δημιουργός, οὐσιωδῶς δὲ μᾶλλον τὸ χρῆμα διεκληρώσατο, καὶ οὐ μεῖον ἢ ὥσπερ ἂν ἔχοι καὶ αὐτὸς ὁ Πατήρ. Β. Ἀλλ᾽ ἐνεργούμενος, φησίν, ὑπὸ τοῦ Πατρὸς ἐνεργεῖ τὰ περὶ τὴν κτίσιν. Ἔφη γάρ που καὶ αὐτός· «Τὰ ῥήματα, ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός.» Καὶ πάλιν· «Τὰ ἔργα ἃ ἐγὼ ποιῶ οὐκ ἔστιν ἐμά, ἀλλὰ τοῦ πέμψαντός με.» Α. Ταυτὶ μὲν οἶδ᾽ ὅτι προσθεῖεν ἂν ἡμῖν οἱ δι᾽ ἐναντίας; πεπαύσονται γὰρ οὐδαμῶς παρασημαίνοντες τὴν ἀλήθειαν καὶ τὰ οἷσπερ ἂν ἕποιτο νοεῖσθαι σοφῶς, εἰ περιτρέποιντο πρὸς οἰκονομίαν τὴν μετὰ σαρκός, κακουργότατα κιβδηλεύοντες.

Εἰ μὲν οὖν ἄπαρνοί τε καὶ ἀπόψηφοι παντελῶς περὶ τὸ Χριστοῦ μυστήριον μειρακιωδῶς γεγονότες, παρωθοῖντο τοῦ Λόγου τὴν μετὰ σαρκὸς οἰκονομίαν, μεταπλαττόντων ἀβούλως ἐπὶ τὸ σφίσι δοκοῦν ἃς ἂν βούλοιντο φωνάς.

Εἰ δὲ δὴ συννεύσειαν ὀρθὰ φρονεῖν ᾑρημένοις ὅτι Θεὸς ὢν ὁ Λόγος γέγονε σὰρξ καὶ κεχρημάτικεν ἄνθρωπος, τί τὸ τῆς οἰκονομίας ἀδικοῦσι σοφόν, καὶ τοὺς ὅτι μάλιστα πρεπωδεστάτους αὐτῇ μεταρυθμίζουσι λόγους ἐφ᾽ ὅπερ ἂν ἕλοιντο, καὶ τό γε εἰς αὐτοὺς ἧκόν τε καὶ βλέπον ἀντιφέρεσθαι παραπείθουσι τῇ τοῦ Μονογενοῦς φύσει τε καὶ δόξῃ;

Ἰουδαῖοι μὲν γὰρ οἱ τάλανες, ταῖς ὑπὲρ νόμον εἰσηγήσεσι καὶ Μωσαϊκὴν στενολεσχίαν διαπρέποντα τὸν Χριστόν, καὶ προσέτι τοῖς ὑπὲρ λόγον τερατουργήμασιν, ὑπεράγασθαι δέον, καὶ κατακροτεῖν ἐπαίνοις, καὶ δοξολογεῖν ὡς Θεόν, τοῦτο μὲν οὐκ ἔδρων, παραθηγόμενοι πρὸς ὀργάς· φθόνῳ δὲ ὥσπερ πάντα σείοντες κάλων, ἐπὶ τὸ δεῖν ἑλέσθαι συκοφαντεῖν ἀφιλοθέως διώλισθον. Τοιγάρτοι καὶ ἔφασκον, ὁτὲ μὲν ὅτι «Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων·» ὁτὲ δὲ αὖ· «Πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις;» Ἀλλ᾽ ἦν πως ἔτι σκληρὸν καὶ τῆς ἐντέχνου οἰκονομίας ὡς ἀπωτάτω τοῖς οὕτω διακειμένοις ὡς εἴη μὲν ἀληθῶς ἐκ Θεοῦ Θεός, πέφηνε δὲ δι᾽ ἡμᾶς καθ᾽ ἡμᾶς καὶ γέγονεν ἄνθρωπος, ἀναφανδὸν εἰπεῖν· Ἐμοὶ μὲν 〈εἰσίν〉, ὦ οὗτοι, σοφία καὶ δύναμις, ἐγὼ δὲ τῶν παραδόξων ὁ τεχνουργός, καὶ οὐκ εἰσποίητον ἔχων τὴν ἐξουσίαν, οὔτε μὴν ὀθνείοις ἐπαυχῶν ἀξιώμασιν, ἀλλ᾽ ἰδικῶς τοῖς ἐμοῖς. Οὐ γὰρ ἂν εἰ τάδε ἔφη διεκαρτέρουν οἵ γε καὶ τοῖς οὕτω μετρίοις ἐπέτριζον λόγοις, καὶ κυνηδὸν ἐπιθρώσκοντες, καθυλακτεῖν ἐπετόλμων, εἴ πού τι καὶ παρεφθέγξατο τῶν τῆς ἀνθρωπότητος ἐπέκεινα μέτρων.

Ὑποτεμνόμενος τοίνυν αὐτῶν τῆς ἀβελτηρίας τὸ πολύ, καὶ παρακομίζων κατὰ βραχὺ πρὸς ἀμείνω διάσκεψιν, καὶ ἀστείως ἀποφέρων τοῦ μὴ δεῖν οἴεσθαι τὸν τῶν ὅλων Δεσπότην καὶ Θεὸν ἐν Βεελζεβοὺλ ἐνεργεῖν, τὴν τῶν ἀποτελεσμάτων λαμπρότητα τῇ ἀφράστῳ δυνάμει προσνέμει τοῦ Πατρός, καὶ τῇ θείᾳ μᾶλλον ἀνάπτει φύσει τὰ αὐτῇ μάλιστα πρεπωδέστατα. Ὡς δὲ ὑπάρχων αὐτὸς ἐν Πατρὶ καὶ τὸν ἴδιον ἔχων ἐν ἑαυτῷ γεννήτορα, διά γε τὸ ταὐτὸν ἀπαραποιήτως καὶ οὐσιωδῶς, τὸν Πατέρα ἔφασκεν ἐν ἑαυτῷ μένοντα τὰ ἔργα πληροῦν. Οὐ γάρ τοι κατὰ τὸ ἀληθὲς οἴοιτό τις ἄν, εἴ γε νοῦν ἔχοι, τὸ Θεῷ πρέπον τε καὶ ἰδικῶς ἀνακείμενον ἔργον εἶναι σαρκός, ἤγουν ἀνθρωπότητος, εἰ νοοῖτο μόνη καὶ καθ᾽ ἑαυτήν. Οἶμαι δὲ οὔτι που τῆς ἀναγκαίας τε ἅμα καὶ ἀληθοῦς ἐννοίας ἀφαμαρτεῖν τὸν λόγον. Β. Οὐ γὰρ οὖν· ἔχει γὰρ ὀρθῶς. Α. Φαίην δ᾽ ἂν ὅτι καὶ τοῖς σφῶν αὐτῶν διαμαχοῦνται λόγοις, ἐνεργούμενον ἐνεργεῖν εἴπερ οἴονται τὸν Υἱόν, καὶ πρός γε δὴ τούτῳ καὶ εἰς αὐτὸν τὸν Πατέρα δυσσεβήσειν ἔτι. Β. Φράσον ὅπως· νοεῖν γὰρ οὐκ ἔχω. Α. Οὐ γάρ, ὦ φιλότης, τὸ δοτὸν ὁτῳοῦν ὑπὸ ὁτουοῦν, καὶ ἀφαιρετέον εἴη ἄν, εἰ καὶ μὴ ἀφαιροῖτο τυχόν, ἐννενοηκότος οὔπω τινὸς τὸ ἀφελέσθαι δεῖν, ὃς ἐὰν οἷός τε ᾖ τοῦτο δρᾶν;

Τὸ δὲ δὴ τοῖς τῆς φύσεως νόμοις οὐκ ἐρηρεισμένον, εἰσποίητον δὲ καὶ θύραθεν, οὐκ ἀπόβλητον ἔσται τισὶ τῷ παθεῖν δύνασθαι τὴν ἀποβολήν, καὶ εἰ μὴ πάθοι τυχόν; Β. Καὶ μάλα. Α. Θέα δὴ οὖν ὅσον ἔν γε τουτῳῒ κατὰ τοῦ Μονογενοῦς τὸ δυσσέβημα. Εἰ γὰρ ἐνεργούμενος ἐνεργεῖ, καὶ δοτὸν αὐτῷ παρὰ τοῦ Πατρὸς τὸ ἰσχῦσαι δημιουργεῖν, τί τὸ λυποῦν ἔτι μεθ᾽ ἡμῶν εἰπεῖν· «Χάριτι Θεοῦ εἰμι ὅ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη;» Καὶ «Χάρις δὲ ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ,» πῶς ἂν ἔτι διακηρύξειεν, εἴπερ ἕλοιτο μὴ ψευδομυθεῖν, ὁ σοφώτατος Παῦλος; Πῶς γὰρ ἂν γένοιτο χάριτος τῷ Πατρὶ συνδοτὴρ ὁ χάριν ἔχων ἐφ᾽ ἑαυτῷ;

Λογισμοῦ δέ, οἶμαι, τοῦ καθήκοντός τε καὶ ἀληθοῦς ἀφεστήξειεν ἂν οὔτι που, τὸν Μονογενῆ καὶ Υἱὸν εἴπερ οἴοιτό τις ὅτι τὸ δημιουργεῖν εἰκαῖον αὐτῷ, καὶ ἀπρακτήσει ποτέ, παρελέσθαι τὸ δοτὸν ἐθελήσαντος τοῦ Πατρὸς καὶ τῆς Υἱοῦ φύσεως ἀποσοβῆσαι τὴν ἐνέργειαν, ὑφ᾽ ἧς, ὥς φασι, κινούμενος, δέδεικται ποιητής. Τὸ γὰρ ὑπό του κινούμενον, κατηρεμήσειεν ἄν, εἰ μὴ κινοῖτο τυχόν, ὅτε δὴ φύσεως ἰδίας καρπὸν οὐκ ἔχει τὴν κίνησιν. Β. Ἀληθές. Α. Καὶ πρός γε δὴ τούτῳ, τὸ δεινὸν αὐτοῖς καὶ πικρὸν ἕωλον ἔσται σόφισμα. Β. Τὸ τί δή; Α. Οὐ γὰρ δὴ διεπυνθάνου σεμνολογούντων ἡμῖν ἀρτίως τὰ περὶ τοῦ Πατρός, καὶ ἐξαιρόντων ἐπέκεινα τοῦ κατὰ σφᾶς ταπεινοῦ τε καὶ καταβεβλημένου τὸν περὶ αὐτοῦ λόγον; Παρῆχθαι γὰρ ἔφασκον χρειωδῶς τε καὶ ἀναγκαίως εἰς ὕπαρξιν τὸν Υἱὸν ἵν᾽ ἐπείπερ ἐστὶ τὸ ἐφ᾽ ἅπασιν αὐτουργικὸν ἀκαλλὲς τῷ Πατρὶ καὶ τὸ εἶναι τῇ κτίσει προσεχῆ τὸ μεῖόν πως ἢ κατ᾽ αὐτόν, τουτέστιν ὁ Υἱός, ἐργάσαιτο τὰ λοιπά. Β. Ἐπυθόμην. Α. Ποῖ δὴ οὖν ἄρα τὸ σοφὸν αὐτοῖς διοίχεται πλάσμα εἴπερ ὅλως ἐνήργηκεν ὁ Πατὴρ δι᾽ Υἱοῦ τὰ περὶ τὴν κτίσιν;

Τὸ γὰρ ἐνεργεῖν διὰ μέσου τινός, κίνησιν μὲν οὐκ ἔχοντος τὴν ἐπὶ τὸ τυχὸν αὐτοκέλευστόν τε καὶ ἰδικήν, οἱονεὶ δέ πως τὴν ὀργανικὴν ὑπομένοντος, φαίην ἂν ἔγωγε τὸ αὐτουργεῖν ὅτι καὶ ἀναμφιλόγως ἐστίν. Εὔηθες δὲ ἤδη καὶ τὸ ἀκαλλὲς εἶναι λέγειν τῷ Θεῷ καὶ Πατρὶ τὸ προσεχῆ μὲν εἶναι τοῖς ἄλλοις, ὡς μικροῖς, ἐφ᾽ Υἱῷ γε μὴν οὐκ ἔτι. Τί γὰρ οὐ βραχὺ πρὸς Θεοῦ φύσιν, τῶν γε ἅπαξ τελούντων ἐν γενητοῖς;

Ἢ ἴστωσαν ἀναμετροῦντες τὴν ἀμέτρητον φύσιν, σμικρὰ μὲν ὡς πρὸς αὐτὴν ἀναγράφοντές τινα, τὸ δὲ ὅτι μέγα καὶ ὑπερφυές, καὶ οὐ λίαν ἀφεστηκός, οὐκ οἶδ᾽ ὅπως πεφλυαρηκότες. Β. Ἄριστα ἔφης. Α. Μεθέντες δὴ οὖν, ὦ Ἑρμεία, τὸ σοφίζεσθαι περιττά, καὶ οἱονεὶ τὸ σεμνοληρεῖν, ἐπ᾽ αὐτὸ δὴ καὶ μόνον ἴωμεν ἤδη τὸ ἀληθές, ὁμολογεῖν ἐγνωκότες, ὡς ἔστι Θεός, πέφηνέ τε κατὰ φύσιν ἐκ Θεοῦ καὶ Πατρὸς ὁ Μονογενής. Καὶ εἴπερ ἐστὶ τὸ ὂν ἀληθῶς ἡ ἄναρχός τε καὶ πρεσβυτάτη καὶ ἀγένητος φύσις, ἐρρέτω συκοφαντία καὶ φενακισμός. Τὸν γὰρ ὄντως ὄντα τοῦ Θεοῦ Λόγον ὀψιγενῆ καὶ πεποιημένον πῶς ἂν ἔτι παραδεξαίμεθα, καὶ οὐχὶ τῶν ἀρίστων ἡμᾶς ἀπολισθεῖν βουλευμάτων, πᾶς τισοῦν, οἶμαι, τῶν εὖ φρονούντων ἐρεῖ· Ἢ ἐκεῖνο φράσον (ἐρήσομαι γάρ), ἆρ᾽ οὐκ ἀληθὲς ὁμολογήσαις ἂν ὅ φημι; Υἱὸν γὰρ εἴπερ τις ὀνομάσαι Θεοῦ, οὐχ ἕτερον, οἶμαι, τὶ ἐννοήσειεν ἄν, καίτοι πλείστων ὅσων εἰσπεποιημένων εἰς υἱοθεσίαν, ἀλλ᾽ ἐπ᾽ ἐκεῖνον αὐτὸν τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς τῶν ἀκροωμένων ὁ νοῦς ὀξεῖ καὶ ἀναμφιλόγῳ φέρεται δρόμῳ. Ἦ οὐκ ἀληθὲς εἶναί σοι τὸ χρῆμα δοκεῖ; Β. Ναί. Α.

Ὥσπερ οὖν ἑνὸς ὄντος ἐν ἡμῖν τοῦ κατὰ φύσιν τε καὶ ἀληθινοῦ Θεοῦ, εἴπερ τῳ τῶν καθ᾽ ἡμᾶς Θεὸν ὀνομάσαι δοκεῖ προσθέντι μηδέν, οὐδ᾽ ὅσον εἰς νοῦν εἰσδεξαίμεθα ἂν τὴν ἑτέρου δήλωσιν, καίτοι πληθύος οὕτω πολλῆς εἰς τὴν τοῦ Θεοῦ κλῆσιν εἰσδεδεγμένης ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, καθὰ γέγραπται· οὕτω τὸν ἕνα καὶ ἀληθῶς Υἱὸν ὀξύτατα διασκέψαιτ᾽ ἂν τῶν φιλοθέων ὁ νοῦς, εἴπερ τις ὅλως Υἱὸν ὀνομάσαι Θεοῦ, προσθεῖεν δ᾽ ἂν ἔτι τοῖς εἰρημένοις καὶ τόδε. Β. Τὸ ποῖόν τι φής; Α. Οὐ γάρ, ὦ βέλτιστε, φαίης ἂν τὸ ἀληθῶς ὂν ἓν εἶναί τι καὶ οὐ πολλά; Τοῦτο δέ ἐστι Θεός, ἤτοι Θεοῦ φύσις. Β. Φαίην ἄν. Α. Ἆρ οὖν οὐκ ὄντα ἐστὶ τὰ πεποιημένα καὶ κεκλημένα πρὸς ὕπαρξιν δι᾽ αὐτοῦ; Β. Ὄντα μέν· πῶς γὰρ οὔ; τά γε ὅλως ὑφεστηκότα.

Πλὴν κατὰ μίμησιν τοῦ ὄντος ἀληθῶς. Α. Ἐπιψηφιοῦμαι τὸ ἀληθὲς ἄριστά σοι διεγνωκότι. Παρακλέπτει γάρ πως ἀεὶ τὴν τοῦ φύσει δόξαν τὸ κατὰ μίμησιν. Ὥσπερ οὖν καὶ εἰ πολλὰ νοοῖτο τυχὸν κατὰ μίμησιν τοῦ ἀληθῶς ὄντος τὰ ὄντα, τὸ γοῦν ἀληθῶς ὄν ἐστιν ἕν.

Κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον, καὶ εἰ πολλοὶ καλοῖντο θεοὶ καὶ υἱοί, ἀλλ᾽ εἷς ὁ φύσει καὶ ἀληθῶς Υἱὸς καὶ Θεός. ῥίζαν ἔχων ὥσπερ τινὰ τῆς ἀφράστου γεννήσεως τὴν τοῦ Πατρὸς φύσιν. Τοιγάρτοι καὶ συναΐδιος πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων ὁμολογοῖτο ἂν εἰκότως, καὶ οὐχὶ παρῆχθαι δημιουργικῶς μετὰ τῶν κτισμάτων, καθὰ φρονεῖν ἔδοξε τοῖς διεστραμμένοις, οἳ τὴν ἀληθῶς ἀλήθειαν ἠγνοήκασι, τουτέστι Χριστόν, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.