Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Διάλογος πρὸς Νεστόριον (Νόθος)

Κύριλλος Ἀλεξανδρείας

Η άγνοια, οι φυσικές ανάγκες και το πάθος του Χριστού

Ανασκευή των νεστοριανικών ενστάσεων, με έμφαση στην εκούσια αποδοχή των φυσικών αδιάβλητων παθών και το κατά σάρκα πάθος του απαθούς κατά τη θεότητα Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 3 από 3

Μὴ γένοιτο· ἀλλ᾽ ἀγνοεῖ μὲν ὁ κατὰ χάριν Υἱὸς, οὐ μέντοι γε ὁ κατὰ φύσιν· κατὰ χάριν ἡμεῖς ἐσμεν ἀγνοοῦντες τὸ πᾶν, καὶ μηδὲν ἐπιστάμενοι περὶ τὰ τέλη τοῦ αἰῶνος. ΝΕΣΤ. Φυσικῶς πεινῶμεν καὶ διψῶμεν καὶ καθεύδομεν, οὐ γνώμῃ τοῦτο πάσχοντες, ἀλλ᾽ ἀνάγκῃ φύσεως ὑποκείμενοι· τί οὖν; εὑρεθήσεται Θεὸς ἀναγκαστικοῖς νόμοις ἐξακολουθῶν; Μὴ γένοιτο. ΚΥΡ. Ἡμεῖς μὲν φυσικῶς πεινῶμεν καὶ διψῶμεν καὶ καθεύδομεν, οὐ γνώμῃ, ἀλλ᾽ ἀνάγκῃ φύσεως δουλεύοντες· αὐτὸς δὲ οὐκ ἀνάγκῃ, ἀλλὰ γνώμῃ· καὶ γὰρ ἐκ πέντε ἄρτων πεντακισχιλίους ἐχόρτασεν, καὶ ἐξ ἑπτὰ πάλιν τετρακισχιλίους· αὐτὸς εἶπεν· «Οὐδεὶς λαμβάνει τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ, ἀλλ᾽ ὅταν θέλω λαμβάνω αὐτήν·» οὐδεὶς δὲ ἄνθρωπος δύναται τοῦτο ποιῆσαι, εἰ μὴ ὁ μόνος Χριστός. ΝΕΣΤ. Λέγεις ὅτι ἔπαθεν ὁ Υἱός; Ἔπαθεν οὖν καὶ ὁ Πατήρ· εἰ δὲ λέγεις ὅτι ὁ Πατὴρ οὐκ ἔπαθεν, ἑτεροούσιον αὐτοῦ πεποίηκας τὸν Υἱόν. ΚΥΡ. Οὔτε τὸν Πατέρα λέγω παθητὸν, οὔτε τὸν Υἱὸν ἀπαθῆ· ἀλλ᾽ ἀπαθὲς μὲν τὸ Θεῖον, ὅτι καὶ ἀσώματον· παθητὸς δὲ ὁ Κύριος διὰ τὴν σάρκα. ΝΕΣΤ. Ἐγὼ οὐ λέγω τὸν Λόγον σάρκα γενόμενον, οὐδὲ παθόντα· ἀπαθὲς γὰρ τὸ Θεῖον, καὶ παθῶν ἀνώτερος ὁ ἀπαθής· παθητὴ δὲ σὰρξ καὶ θνητὴ ἀνθρωπίνη φύσις. ΚΥΡ.

Ὁμολογοῦμεν καὶ ἡμεῖς ἀπαθὲς τὸ Θεῖον, διὰ δὲ τῆς σαρκὸς κατεδέξατο πάθος· ὅθεν, «Χριστοῦ παθόντος σαρκὶ ὑπὲρ ἡμῶν·» τὸ δὲ, Χριστὸς οὐκ ἀλλότριον Θεοῦ ὄνομα· ὁ γὰρ ἀπόστολος Παῦλός φησιν· «Ἐξ ὧν ὁ Χριστὸς, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.»