Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὰς Πράξεις τῶν ἀποστόλων καὶ τὰς καθολικὰς ἐπιστολάς (Νόθος)

Κύριλλος Ἀλεξανδρείας

Α' Επιστολή Ιωάννου: Θεολογία του φωτός και της αγάπης

Ανάπτυξη των θεολογικών εννοιών του φωτός και της αγάπης, αποτροπή από τα κοσμικά θελήματα και έμφαση στη νικηφόρο πίστη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 7 από 8

AD EPISTOLAM I DIVI JOANNIS. Ὁ Θεὸς φῶς ἐστι, καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία. Κυρίλλου. Ἢ ὅτι κατ᾽ οὐσίαν φῶς ὑπάρχει ὁ Θεὸς, ἐν τοῖς ἐν αὐτῷ διὰ τῶν ἀρετῶν περιπατοῦσιν, ἀληθῶς φῶς γενόμενος· ἣ σκοτίαν τὴν κακίαν λέγει διὰ τοὺς Ἰουδαίους.

Ἀγαπητοὶ, οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν, ἀλλ᾽ ἐντολὴν παλαιὰν, ἣν εἴχετε ἀπ᾽ ἀρχῆς· ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος, ὃν ἠκούσατε ἀπ᾽ ἀρχῆς. Κυρίλλου. Περὶ ἀγάπης ὑμῖν διαλεγόμενος· τοῦτο γάρ ἐστι τὸ «καθὼς ἐκεῖνος περιεπάτησεν» ἐν ἀγάπῃ· ὡς γὰρ αὐτὸς ὁ Κύριος ἔλεγε· «Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει ἐνδείξασθαι, ἢ ἵνα τις θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν φίλων αὐτοῦ.» Ταύτην οὖν τὴν περὶ ἀγάπης ἐντολὴν οὐ καινὴν γράφω ὑμῖν· πάλαι γὰρ αὐτὴν διὰ τῶν προφητῶν ἐπηγγείλατο· «Οὐ γὰρ πρέσβυς, φησὶν, οὐκ ἄγγελος, ἀλλ᾽ αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτοὺς, διὰ τὸ ἀγαπᾷν αὐτοὺς καὶ κήδεσθαι αὐτῶν.» Γράφω ὑμῖν, πατέρες· γράφω ὑμῖν, νεανίσκοι· γράφω ὑμῖν, παιδία.

Κυρίλλου. Ἡλικίας ἐνταῦθά μοι νόει κατὰ τὸν ἔσω ἄνθρωπον· οὐ γὰρ ὁ εὐαγγελιστὴς πρὸς βρέφη ἔγραφε. Καὶ νεανίαι μὲν, οἱ εἰς ἀνδρίαν ἐλθόντες πνευματικήν· πρεσβῦται δὲ, οἱ εἰς φρόνησιν ἐλάσαντες· νήπιοι δὲ, οἱ ἐν Χριστῷ ἄρτι πιστεύσαντες.

Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ. Κυρίλλου. Καὶ τί τὰ ἐν τῷ κόσμῳ ἢ ματαιότης, ἢν ἐπ᾽ οὐδενὶ τῶν χρησίμων τηροῦσί τινες; Ἤγουν ἐμμόνως ὁρῶνται πράττοντες· ὁ περιττὸς καὶ ἀνόνητος τοῦ παρόντος βίου περισπασμός· ἡ τῶν κοσμικῶν ἐπιθυμιῶν χυδαιότης. Ἐξίστησιν ἡμᾶς ὁ Χριστοῦ μαθητὴς οὕτω λέγων· «Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ,» καὶ τὰ ἑξῆς.

Ἀγαπητοὶ, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παῤῥησίαν ἔχομεν πρὸς τὸν Θεόν. Κυρίλλου. Ἕως εἶ κατὰ τὸν βίον τοῦτον, ὁδὸς γὰρ ὁ βίος ὑπὸ πάντων ἀνθρώπων παροδευόμενος, προσδέχου καὶ μὴ παραλογίζου τὴν ἐκ τοῦ συνειδότος ὑπόμνησιν· εἰ δὲ παραλογίσῃ καὶ παραδράμῃς τὸν βίον, αὐτὸ τὸ συνειδὸς ἀντιδίκου τάξιν ἐπέχον ἐπὶ τοῦ κριτοῦ κατηγορήσει, καὶ ὑπὸ τὴν ψῆφον ποιήσει σε τοῦ δικάζοντος, καὶ παραδοθήσῃ ταῖς ἀνηκέστοις κολάσεσιν. Ἃ οὐκ ἂν ἔπαθες, εἴ γε κατὰ τὴν ὁδὸν εὔνοιαν ἐκτήσω πρὸς τὸν ἀντίδικον, τοὺς ἐλέγχους ὡς μετ᾽ εὐνοίας προσφερομένους καταδεχόμενος.

Τοῦτο γὰρ καὶ ὁ θεσπέσιος εὐαγγελιστὴς Ἰωάννης ἐπιστέλλων φησίν· «Ἐὰν ἡ συνείδησις ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παῤῥησίαν ἔχομεν πρὸς τὸν Θεόν.» Καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν. Τίς δέ ἐστιν ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ;

Κυρίλλου. Καὶ οὔτε Ἕλλην, οὔτε Ἰουδαῖος, οὔτε αἱρετικὸς δύναται πρὸς αὐτὴν, ἅπαξ τοῖς ἔργοις τὰ νικητήρια τῆς καθ᾽ ἡμᾶς πίστεως ἀπενεγκαμένης.