Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὰς Πράξεις τῶν ἀποστόλων καὶ τὰς καθολικὰς ἐπιστολάς (Νόθος)

Κύριλλος Ἀλεξανδρείας

Α' Επιστολή Πέτρου: Το μυστήριο της σωτηρίας και η κατάβαση στον Άδη

Δογματικός και ηθικός σχολιασμός σχετικά με τον ακρογωνιαίο λίθο της Εκκλησίας, την κάθοδο του Χριστού στον Άδη και το απαθές της θεότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 5 από 8

IN EPISTOLAM I B. PETRI. Εἰς ὃν, ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ, ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν. Κυρίλλου. Δεινὸν τοίνυν καὶ χαλεπὸν ἡ ἀπιστία, μέγιστον δὲ ἀγαθῶν ἡ πίστις, πρόξενος πάσης σωτηρίας καθεστῶσα.

Διότι περιέχει ἐν τῇ Γραφῇ· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτὸν, ἔντιμον· καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ, οὐ μὴ καταισχυνθῇ. Ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν. Κυρίλλου. Λίθον μὲν ἐκλεκτὸν, πολυτελῆ καὶ ἔντιμον, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀποκαλεῖ, τῇ τῆς θεότητος δόξῃ καὶ ὑπεροχῇ διαπρέποντα.

Ἀκρογωνιαῖον δέ φησιν, ὡς διὰ πίστεως μιᾶς κατασφίγγοντα πρὸς ἑνότητα πνευματικὴν τοὺς δύο λαοὺς, τὸν ἐξ Ἰσραὴλ καὶ τὸν ἐξ ἐθνῶν. Ἀλλ᾽, «Ὁ πιστεύων, φησὶν, ἐπ᾽ αὐτῷ, οὐ μὴ καταισχυνθῇ.» Ἄθρει δὲ πῶς ἀνίησι τοῖς τεθλιμμένοις τὸ ἐλεύθερον.

Καί φησι· «Τίθημι τὸν ἐκλεκτὸν λίθον εἰς τὰ θεμέλια Σιών·» καὶ τί τὸ ἐντεῦθεν ὄφελος; «Ὁ πιστεύων ἐπ᾽ αὐτῷ, οὐ μὴ καταισχυνθῇ.» Παυσάτω τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ. Κυρίλλου. Ἁγιοπρεπὲς τὸ μάθημα καὶ σωτήριον, καὶ λόγου παντὸς ἀξίαν εἶναί φημι τὴν ὑφήγησιν.

Γέγραπται γὰρ, ὅτι «Θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης· οἱ δὲ κρατοῦντες αὐτῆς, ἔδονται τοὺς καρποὺς αὐτῆς.» Ἔφη δέ που καὶ ὁ Χριστοῦ μαθητής· «Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνὴρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.» Μέγα οὖν τῆς γλώσσης τὸ ἐγκρατὲς, ὥσπερ ἀμέλει παγχάλεπον νόσημα τὸ μὴ οὕτως ἔχειν.

Ἐν ᾧ καὶ τοῖς ἐν φυλάκῃ πνεύμασι πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασί ποτε, ὅτε ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία, ἐν ἡμέραις Νῶε, κατασκευαζομένης κιβωτοῦ, εἰς ἣν ὀλίγαι, τουτέστιν ὀκτὼ, ψυχαὶ διεσώθησαν δι᾽ ὕδατος.

Κυρίλλου. Λύει ἐνταῦθα τὴν ἀντίθεσιν ἐκείνην ἤν τινες ἀντιτιθέντες λέγουσιν· Εἰ ἐπωφελὴς ᾗ ἡ ἐνανθρώπησις, τί δήποτε μὴ πρὸ πολλῶν ἐνηνθρώπησε χρόνων; Ἰδοὺ γὰρ «καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν,» ἵνα λύσῃ τούτους, ὅσοι πιστεύειν ἔμελλον, εἰ κατ᾽ ἐκεῖνο καιροῦ σαρκωθεὶς τοῖς ἐπὶ γῆς ἐπεφοίτησεν. Οὗτοι γὰρ αὐτὸν καὶ ἐν τοῖς καταχθονίοις ἐπιφανέντα πάντως ἐπέγνωσαν, καὶ τῆς ἐπιφανείας ἀπέλαυσαν.

Τῇ ψυχῇ πορευθεὶς ἐκήρυξε τοῖς ἐν ᾅδου, ὡς ψυχὴ μετὰ ψυχῶν ὀφθεὶς, ὃν οἱ πυλωροὶ τοῦ ᾅδου ἰδόντες ἔπτηξαν, καὶ πύλαι χαλκαῖ συνετρίβησαν, καὶ μοχλοὶ σιδηροῖ συνεθλάσθησαν· καὶ ὁ Μονογενὴς ἐφώνει μετ᾽ ἐξουσίας ταῖς ὁμοιοπαθέσι ψυχαῖς, κατὰ τὸν τῆς οἰκονομίας λόγον, λέγων «τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε [cod. ἐξέλθατε], καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε.» Τουτέστι, καὶ τοῖς ἐν ᾅδου ἐκήρυζεν, ἵνα λύσῃ τούτους ὅσοι πιστεύειν ἔμελλον, εἰ κατὰ τὸν τῆς ἐκείνων ζωῆς καιρὸν σαρκωθεὶς ἐπεδήμησεν· οὗτοι γὰρ καὶ εἰς ᾅδου πάντως ἐπέγνωσαν. Ἔστι γὰρ τὰ πλείω τῆς καθ᾽ ἡμᾶς οἰκονομίας ὑπὲρ φύσιν καὶ παράδοσιν· καθάπερ οὖν ὁμοτίμως πᾶσι τοῖς ἐπὶ γῆς διὰ τῆς ἐνσάρκου παρουσίας ἐπεφώνει Χριστὸς, καὶ οἱ πιστεύσαντες ὠφελήθησαν· οὕτω καὶ διὰ τῆς εἰς ᾅδου καταβάσεως, τοὺς πιστεύοντας καὶ ἐπεγνωκότας αὐτὸν ἠλευθέρωσε τῶν τοῦ θανάτου δεσμῶν.

Αἱ γὰρ τῶν ἐν εἰδωλολατρίαις καὶ ἀθεμίτοις ἀσελγείαις βιωσάντων ψυχαὶ, ταῖς σαρκικαῖς προσπαθείαις οἱονεὶ ἀποτυφλωθεῖσαι, πρὸς τὰς τῆς θεοφανείας αὐγὰς βλέπειν οὐκ ἴσχυον, ἵνα καὶ πιστῶς ἐπιγνοῖεν τὸν ἐπὶ τῷ πάντας ἐλευθερῶσαι, τό γε ἐπ᾽ αὐτῷ, τοῖς καταχθονίοις ἐπιφανέντα, καὶ κοινῇ πᾶσι κηρύξαντα, καὶ μετὰ τοῦ φιλανθρώπου καὶ τὸ δίκαιον ἐνδεικνύμενον· ἵνα οἱ τῆς τοιαύτης εὐεργεσίας ἀποπεσόντες, σφᾶς αὐτοὺς ἔχοιεν αἰτιᾶσθαι, τὸν δημιουργὸν καὶ τὸν τῶν ὅλων Θεὸν ἀπολιπόντες, καὶ δαίμοσι μισανθρώποις δουλεύσαντες, καὶ ὡς ἐκείνοις φίλον ὑπῆρχε διαβιώσαντες.

Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, κ. τ. λ. Κυρίλλου. Οὐκοῦν ἀνάγκη νοεῖν, ὅτι γεγονὼς καθ᾽ ἡμᾶς ὁ τοῦ Θεοῦ Λόγος σαρκὶ πέπονθεν ἑκών. Βεβαπτίσμεθα γὰρ οὕτως εἰς τὸν αὐτοῦ θάνατον, ὡς ἑνὸς ὄντος Υἱοῦ, κατὰ μὲν τὴν τῆς θεότητος φύσιν ἀπαθοῦς, παθητοῦ δὲ κατὰ τὴν σάρκα.

Κυρίλλου. Ὡς γὰρ ὑπάρχοντος Θεοῦ τοῦ Χριστοῦ, σοφῶς καὶ ἐμφρόνως ὁ μαθητὴς σαρκὶ πεπονθέναι φησὶν αὐτὸν, ὑπεξάγων τοῦ παθεῖν τὴν ἀπόῤῥητον φύσιν, ἧς ἀλλότριον τὸ παθεῖν. Ἰδίᾳ τοίνυν πέπονθε σαρκὶ, καίτοι τοῦ παθεῖν ἀμοιρεῖν εἰθισμένος ὁ ἐκ Θεοῦ Λόγος. Θεὸς οὖν ἄρα ὁ Χριστὸς, θεϊκῶς μὲν ἀπαθὴς, παθητὸς δὲ κατὰ τὴν σάρκα.

Εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ Θεός. Κυρίλλου. Οἱ τὴν ἑστίαν εὐρύνοντες ὑπαντάτωσαν ἱλαροὶ, πρόθυμοι, οὐχ ὡς διδόντες τι μᾶλλον, ἀλλ᾽ ὡς αὐτοὶ ληψόμενοι κατὰ διττὸν τρόπον· πρῶτον μὲν γὰρ ταῖς παρὰ τῶν ξενιζομένων ἐντρυφήσωσι συντυχίαις· εἶτα πρὸς τοῦτο καὶ τὸν τῆς φιλοξενίας κερδανοῦσι μισθόν. Δεχόμενοι δὲ εἰς ἑστίαν τοὺς ἀδελφοὺς, μὴ περισπάσθωσαν περὶ πολλὴν διακονίαν, μὴ ζητείτωσαν τὰ ὑπὲρ χεῖρα καὶ χρείαν. Λυπεῖ γὰρ πανταχοῦ ἐν παντὶ πράγματι τὸ περιττόν· ἐνεργάζεται μὲν τοῖς φιλοξενεῖν ἐθέλουσιν, ὄκνον· κάματος δὲ τοῖς ἑστιωμένοις εὑρίσκεται. Μὴ ξένον τοῦτον νομίσητε συμβαίνειν ὑμῖν καὶ στενοχωρίας καὶ θλίψεις καὶ ἀῤῥωστίας σωματικάς· ἁλλ᾽ ἐν τοῖς δοκοῦσι δυσχερέσι τὸ δόκιμον ἐπιδείξασθε.