Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν ἁγίαν Θεοτόκον
Χαιρετισμοί προς την αγία Θεοτόκο
Ρητορικοί χαιρετισμοί προς την Παρθένο Μαρία, προβολή του μυστηρίου της θείας ενανθρώπησης και αντίκρουση της αιρετικής διδασκαλίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Χαιρετισμοί προς την αγία Θεοτόκο
Ρητορικοί χαιρετισμοί προς την Παρθένο Μαρία, προβολή του μυστηρίου της θείας ενανθρώπησης και αντίκρουση της αιρετικής διδασκαλίας.
Χαίροις δὲ καὶ αὐτὴ, Μαρία Θεοτόκε, Παρθενομήτωρ, Φωτοφόρε, σκεῦος ἀμίαντον. Χαίροις, Παρθένε Μαρία, μήτηρ καὶ δούλη, Παρθένε μὲν, διὰ τὸν ἐκ σοῦ τῆς Παρθένου τεχθέντα· μήτηρ δὲ διὰ τὸν ἐν ἀγκάλαις σαῖς βασταχθέντα, καὶ γάλακτι σῷ τραφέντα· δούλη διὰ τὸν μορφὴν δούλου λαβόντα. Εἰσῆλθε γὰρ ὁ βασιλεὺς ἐν τῇ πόλει σου, μᾶλλον δὲ ἐν τῇ κοιλίᾳ σου, καὶ πάλιν ἐξῆλθεν ὡς αὐτὸς ἠθέλησεν, καὶ ἡ πύλη σου ἐκέκλειστο. Συνέλαβες γὰρ ἀσπόρως, θεοπρεπῶς δὲ ἐγέννησας. Χαίροις, Μαρία, ὁ κατάλυτος ναὸς, μᾶλλον δὲ ἅγιος, καθὼς βοᾷ ὁ προφήτης Δαβὶδ λέγων· «Ἅγιος ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.» Χαίροις, Μαρία, τὸ κειμήλιον τῆς οἰκουμένης· χαίροις, Μαρία, ἡ περιστερὰ ἡ ἀμίαντος.
Χαίροις, Μαρία, ἡ λαμπὰς ἡ ἄσβεστος. Ἐκ σοῦ γὰρ ὁ Ἥλιος τῆς δικαιοσύνης γεγέννηται. Χαίροις, Μαρία, τὸ χωρίον τοῦ ἀχωρήτου, ἡ τὸν Μονογενῆ Θεὸν Λόγον χωρήσασα, ἡ τὸν στάχυν ἄνευ ἀρότρου καὶ σπέρματος βλαστήσασα τὸν ἀμαράντινον. Χαίροις, Μαρία Θεοτόκε, δι᾽ ἣν προφῆται κελαδοῦσιν, δι᾽ ἢν ποιμένες δοξολογοῦσιν, λέγοντες σὺν ἀγγέλοις τὸν φοβερὸν ἐκεῖνον ὕμνον· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Χαίροις, Μαρία Θεοτόκε, δι᾽ ἣν ἄγγελοι χορεύουσιν, ἀρχάγγελοι σκιρτῶσι φρικωδεστάτους ὕμνους ἀναπέμποντες. Χαίροις, Μαρία Θεοτόκε, δι᾽ ἣν μάγοι προσκυνοῦσιν, ὑπὸ ἀστέρος λαμπαδούχου ὁδηγούμενοι. Χαίροις, Μαρία Θεοτόκε, δι᾽ ἣν τὸ δεκάκτινον κάλλος τῶν ἀποστόλων ἐκλέλεκται. Χαίροις, Μαρία Θεοτόκε, δι᾽ ἣν Ἰωάννης ἔτι ὢν ἐν τῇ κοιλίᾳ τῆς μητρὸς αὐτοῦ ἐσκίρτησεν, καὶ προσεκύνησεν ὁ λύχνος τῷ φωτὶ τῷ ἀκοιμήτῳ. Χαίροις, Μαρία Θεοτόκε, δι᾽ ἧς προῆλθεν ἡ χάρις ἡ ἀνεκλάλητος, περὶ ἧς ὁ Ἀπόστολος βοῶν ἔλεγεν· «Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις.» Χαίροις, Μαρία Θεοτόκε, δι᾽ ἧς προῆλθε τὸ φῶς τὸ ἀληθινὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ λέγων ἐν τοῖς Εὐαγγελίοις· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.» Χαίροις, Μαρία Θεοτόκε, δι᾽ ἧς ἐπέλαμψε φῶς τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις. «Ὁ λαὸς γὰρ, φησὶν, ὁ καθήμενος ἐν σκότει, ἴδε φῶς μέγα.»
Ποῖον ἄρα φῶς, εἰ μὴ τὸν Κύριον ἠμῶν Ἰησοῦν Χριστὸν, τὸ φῶς τὸ ἀληθινὸν, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον; Χαίροις, Μαρία Θεοτόκε, δι᾽ ἣν ἐν Εὐαγγελίοις κηρύσσεται· «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου·» δι᾽ ἣν καὶ ἐν πόλεσιν καὶ ἐν κώμαις καὶ ἐν νήσοις Ἐκκλησίαι ὀρθοδόξων τεθεμελίωνται.
Χαίροις, Μαρία Θεοτόκε, δι᾽ ἧς προῆλθεν ὁ τοῦ θανάτου νικητὴς, καὶ τοῦ ᾅδου ὀλοθρευτής. Χαίροις, Μαρία Θεοτόκε, δι᾽ ἧς προῆλθεν ὁ τοῦ πρωτοπλάστου πλάστης, καὶ τῆς παραβάσεως αὐτοῦ διορθωτὴς, καὶ τῆς ἐν οὐρανῷ βασιλείας ὁδηγός. Χαίροις, Μαρία Θεοτόκε, δι᾽ ἧς ἤνθησε καὶ ἐξέλαμψε τὸ τῆς ἀναστάσεως κάλλος. Χαίροις, Μαρία Θεοτόκε, δι᾽ ἧς βάπτισμα ἁγιοσύνης φρικτόν τε καὶ Ἰορδανικὸν ἔῤῥευσεν.
Χαίροις, Μαρία Θεοτόκε, δι᾽ ἧς ὁ Ἰωάννης καὶ Ἰορδάνης ἁγιάζονται, καὶ διάβολος ἀτιμάζεται. Χαίροις, Μαρία Θεοτόκε, δι᾽ ἧς πᾶσα πνοὴ πιστεύουσα σώζεται. Χαίροις, Μαρία Θεοτόκε· διὰ σοῦ γὰρ καὶ τὰ θαλάττια κύματα γαληνιῶντα καὶ ἡσυχάζοντα, τοὺς συνδούλους ἡμῶν καὶ συλλειτουργοὺς μετὰ χαρᾶς καὶ ἡμερότητος ἐβάστασαν. Καὶ γὰρ ἡ γῆ ποτε ὑπὸ λῃστῶν πατουμένη, τῇ τῶν ἁγίων Πατέρων ἐπιδημίᾳ εἰς εἰρήνην μεταβέβληται. Γέγραπται γάρ· «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην!» Ποίαν εἰρήνην; τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν κήρυκα τῆς εἰρήνης, τὸν λέγοντα ἐν τοῖς ἁγίοις Εὐαγγελίοις· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.» Ποίαν εἰρήνην; ἣν βλασφημήσας Νεστόριος οὐ παρεδέξατο λέγων, ὅτι Οὐκ ἐτέχθη, φησὶν, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ τοῦ Θεοῦ Υἱὸς Λόγος ἐκ τῆς Παρθένου Μαρίας, μήτε ἄτρωτον τὸν τῆς παρθενίας τόκον ἐπιστάμενος, μήτε τῇ ἀρχαγγελικῇ φωνῇ πιστεύων τῇ λεγούσῃ· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.» Περσικῇ γὰρ βασιλείᾳ ἐξομοιούμενος, καὶ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ ἀθετεῖν πειρώμενος, ἐπὶ ἀπωλείᾳ πολλῶν καὶ βλασφημίᾳ ψυχῶν ταῦτα ἐμυθολόγησεν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.