Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν ἀνάληψιν τοῦ κυρίου (Νόθος)

Κύριλλος Ἀλεξανδρείας

Η προφητεία του Ησαΐα και η έκπληξη των αγγελικών δυνάμεων

Αναλυτική ερμηνεία του προφητικού χωρίου για την έλευση από την Εδώμ, όπου περιγράφεται ο διάλογος και η απορία των αγγέλων μπροστά στο ένδοξο σώμα του Κυρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 2 από 4

Μικρὸν δὲ ἀνάσχου, ἀγαπητέ, ἵνα τῆς παρούσης πανηγύρεως εἴπω σοι τὴν ὑπόθεσιν, διδάξω δέ σε πῶς πανηγυρίζειν οὐχ ὡς μὴ εἰδότα, ἀλλ᾽ ὡς εἰδότα. Ὑπομιμνήσκω ἵνα ἀκριβέστερόν σε διηγήμασιν ἐπιστήσω, ἵνα εἰλικρινῶς προσκυνῇς τοῦ πεπονθότος ὑπέρ σου τὴν δύναμιν. Ἐπειδὴ εἰς οὐρανοὺς ἀνιέναι ἔμελλεν πάντα ὑπομείνας δι᾽ ἡμᾶς. Ἀνῄει δὲ οὐχ ὡς κατῆλθεν· κατῆλθεν γὰρ ἀσώματος, ἀνέρχεται μετὰ σώματος οὐκέτι τὰ τοῦ σώματος πάσχων· συγκεκραμμένως δέ, ἀσυγχύτως εἷς τῇ τῆς θεότητος δυνάμει.

Ἐπειδὴ οὖν ἀνίει εἰς οὐρανοὺς ἐπὶ τοῖς ἐξαισίοις πράγμασιν ξενιζόμεναι αἱ οὐράνιοι δυνάμεις φασίν· «Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ»; Τίς ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνέρχεται; Οὐδεὶς οὕτως κατῆλθεν ἄνωθεν. Ἡμεῖς τοιοῦτον δέχεσθαι οὐ μεμελετήκαμεν σῶμα· οὐκ ἀεροπορεῖ ἄνθρωπος, οὐκ οὐρανοπορεῖ. «Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ;». Τίς ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνέρχεται; Ἐδὼμ γὰρ ἑρμηνεύεται γῆ. «Τίς», φασίν, «ὁ τέμνων τὰς αἰθεροπόρους πύλας; Τίς ὁ κρείττων στοιχείων γινόμενος; Τίς ὁ μεταβαλὼν τὴν φύσιν; Τίς τὸ γεῶδες εἰς οὐρανοὺς ἀνάγει; Τίς τὸν αἰχμάλωτον ἠλευθέρωσεν Ἀδάμ; Εἰκόνα ὁρῶμεν οὐρανοβατοῦσαν, ξενιζόμεθα ἐπὶ τοῖς γιγνομένοις». «Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ;». Ἀπορούντων ὁ λόγος, οὐκ εἰδότων ἡ ἔννοια. Ἔλαθεν ὁ υἱὸς τοῦ Θεοῦ, τὴν κάθοδον οὐκ ἀνεκοινώσατο ἀγγέλοις, οὐκ ἀνεκοινώσατο δυνάμεσιν· κατῆλθεν λαθὼν τὴν παρουσίαν, ἵνα θριαμβεύσῃ λάθρᾳ τὸν τύραννον.

Οὐκ ἦν καιρὸς δορυφορίας, ἀτιμίας ἦν χρεία[ς], ἵνα μὴ μάθωσιν οἱ ὑπηρέται· διὰ τοῦτο σιωπᾷ ὁ δεσπότης. Ἐπεὶ οὖν τὴν κάθοδον οὐκ ἐθεάσαντο αἱ ἄνω δυνάμεις, ἐπὶ τῇ ἀνόδῳ ξενίζονται θαῦμα καινὸν καὶ πρᾶγμα ξένον παρὰ τὴν φύσιν τελεσιουργούμενον ὁρῶσαι καί φασιν πρὸς ἀλλήλους· «Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ;». Βοσὸρ πάλιν ἑρμηνεύεται σάρξ· τὸ οὖν «ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ», ἐκ σαρκός ἐστιν. Ποῖον ἆρα ἐρύθημα; Ἦ τὸ αἷμα τὸ ἐκ τῆς πλευρᾶς αὐτοῦ ἐξελθόν. Τηρεῖ γάρ, ὡς πολλάκις εἰρήκαμεν, τὴν πλευρὰν καὶ τὸ αἷμα τοῖς Ἰουδαίοις, ἵνα μὴ ἐν δόξῃ ὁρῶντες ἀρνήσονται τὸν σταυρὸν καὶ εἴπωσιν· τοῦτον ἡμεῖς οὐκ ἐσταυρώσαμεν.

Διὰ τοῦτο καὶ τὸ αἷμα καὶ τὰ ἴχνη τῆς τετρωμένης πλευρᾶς δεικνύει, ἵνα ἐντρέψῃ ἐκείνους ἐν καιρῷ τῆς βασιλείας αὐτοῦ. «Ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ, ὡραῖος ἐν στολῇ βιαίᾳ». Βιαία δὲ ἑρμηνεύεται δύναμις, παρὰ δὲ τοῖς ἄλλοις ἑρμηνεύεται πάνυ καὶ λίαν καὶ μάλιστα. Ὡραῖος οὖν φησιν ἐν στολῇ πάνυ, ἐπειδὴ γὰρ τὴν ἡμετέραν ἀδοξίαν ἀναδεξάμενος διὰ τῆς τῶν παθημάτων δόξης ἠλευθέρωσεν τοὺς καταδεδουλωμένους τῇ αἰσχύνῃ καὶ εἰς ἐλευθερίαν ἀνεκαλέσατο. Ὅτι μὲν ἦν ἐν ἀτιμίᾳ φησὶν ὁ προφήτης· «Εἴδαμεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος οὔτε κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων». Ἐν γὰρ ἐμπτύσμασιν γέγονεν, ἐν αἰσχύνῃ, ἐν χλεύῃ, ἐν πείνῃ, ἐν δίψῃ, ἐν δικαστηρίοις, ἐν εὐθύναις, ἐν δήμοις Ἰουδαίων, ἐν ἀπειλαῖς, ἐν γέλωτι, ἐν ὕβρεσιν, ἐν διωγμοῖς, ἐν συκοφαντίαις καὶ ἀνάγκαις, ποτε μὲν ἀπὸ τῆς Γαλιλαίας εἰς τὴν Ἰουδαίαν μετανιστάμενος, ποτε δὲ ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισαρίαν διωκόμενος· ἐν τούτοις ὢν ἀληθῶς «οὐκ εἶχεν εἶδος οὔτε κάλλος».

Ἐπειδὴ δὲ ταῦτα νενίκηκεν καὶ διὰ τούτων ἐξελθὼν ἔδειξεν αὐτοῦ τὴν θεότητα ἀνύβριστον, ἐπειδὴ ἐν τοῖς πάθεσιν ἔμεινεν ἀπαθὴς καὶ ἐν ταῖς ὕβρεσιν ἀνύβριστος καὶ ἐν τῇ πείνῃ πάντων τροφεὺς καὶ ἐν τοῖς διωγμοῖς πάντων σωτὴρ καὶ ἐν ταῖς ἀνάγκαις πάντων ἐλευθερωτὴς, ἐπειδὴ τὸν ἀκανθώδη στέφανον περιελὼν ἐξ ἡμῶν τέθηκεν ἐπὶ τὴν τῶν πιστῶν κεφαλὴν στέφανον ἐκ λίθου τιμίου πάντων τῶν αἰσχρῶν ἐκείνων πεπατημένων, τῆς δόξης ἀναδραμούσης ἐπὶ τὸν Ἀδάμ, φασὶν αἱ ἀγγελικαὶ δυνάμεις· «ὡραῖος ἐν στολῇ βιαίᾳ».

Καὶ μή μοι τις μέμψηται τίνος ἕνεκεν τὴν προφητικὴν ταύτην ἐξέρχομαι νῦν ῥῆσιν λέγων· μὴ γὰρ τοῦτο προανηγόρευται νῦν, μὴ γὰρ τοῦτο ἀναγνώσθη νῦν, μὴ γὰρ Ἠσαΐου ἐπηκούσαμεν νῦν. Μηδεὶς μέμψηται, ἀγαπητοί· μηδεὶς φιλολοίδορος φάνῃ, εἰ μὲν γὰρ ἔξω τῆς πανηγύρεως εἱλκύσατο διήγημα καὶ ἄλλην ὑπόθεσιν μελῳδῷ· μέμψασθαι ὡς ἄκαιρον καὶ φλύαρον, εἰ δὲ διήγημα προφητικὸν εἰς ταύτην ἁρμόττον τὴν πανήγυριν εὐκαίρως ὑμῖν παρήγαγον. Δέξασθε πειθανῶς καὶ προσδέξασθε εὐμενῶς καὶ ἐγχρονίσατέ μοι μικρὸν καὶ δείξω ὑμῖν καὶ ἀγγέλους μανθάνοντας τίς ὁ ἀνελθὼν καὶ Χριστὸν πάλιν συμπεριφερόμενον δούλοις καὶ τῆς ἡμετέρας σωτηρίας διηγούμενον τὸ μυστήριον.

Τί οὖν φησιν ὁ προφήτης; «Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ, ὡραῖος ἐν στολῇ βιαίᾳ;». Ταῦτα μὲν ὑπὸ τῶν ἀγγέλων, ὑπὸ τῶν ἄνω δυνάμεων· πρὸς δὲ ταῦτα ὁ Χριστός—οὐδὲ γάρ ἐστιν ὑπερόπτης, οἶδεν καὶ δούλοις συμπεριφέρεσθαι, οἶδεν καὶ οἰκέταις ἐρωτῶσιν ἀποκρίνεσθαι «Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ;» —ἀποκρίνεται ἐφεξῆς καὶ λέγει· «Μετὰ ἰσχύος ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου». Ὢ τῆς καλῆς καὶ δεσποτικῆς φωνῆς ὢ τῆς ἀληθείας τῆς ἐκείνῳ μόνῳ πρεπούσης «Μετὰ ἰσχύος, φησίν, ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου».

Θέλεις μαθεῖν ἰσχύν; Σταυρούμενος ἐνίκα· ἰδού, ἰσχύς. Δεδεμένος ἐδουλαγώγει· ἰδού, ἰσχύς. Κρατεῖται ὡς ἄνθρωπος· ἰδού, ἰσχύς. Εἰ δὲ καὶ τὴν δικαιοσύνην θέλεις μαθεῖν, μάθε. Ἔλαβέν σε ὁ διάβολος οὐκ ὄντα αὐτοῦ, ἤλασέν σε πολὺν χρόνον οὐ πλάσας σε περὶ ὄρη καὶ νάπας, ἐπτόησέν σε, ζυγόν σοι ἐπέθηκεν οὐκ ὤν σου δεσπότης· ἦλθεν ὁ ἀληθινὸς ποιμήν, ἀπέσπασέν σε ἀπὸ τοῦ λύκου, ἐποίησεν μετά σου δικαιοσύνην καὶ λοιπὸν πεπλήρωται· «Μετὰ ἰσχύος ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου». Οὐχ ὅσον δὲ τὰ ἡμέτερα κατορθώματα, οὐδὲ γὰρ ἡμεῖς εὐπραγήσαντες ἐπείσαμεν ἐνανθρωπῆσαι τὸν Θεόν. Οὐχ ἡμετέρα δικαιοσύνη κατήγαγεν αὐτὸν ἐπὶ γῆς, ἀλλ᾽ ἡ τοῦ τυράννου παρανομία, ἵνα μάθῃ ὁ τύραννος τὰ ἀλλότρια μὴ δεσμεύειν πρόβατα. «Μετὰ ἰσχύος, φησίν, ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου». Τὴν πρᾶξιν λέγει, τὴν ἀξίαν σιωπᾷ. Ἐρωτηθεὶς γὰρ «Τίς οὗτος» οὐ λέγει ὅτι ἐγὼ εἰμὶ ὁ δεσπότης ὑμῶν, ἀλλὰ ἐσιώπησεν τοῦτο ἐκ τῶν ἔργων θέλων γνωρίζεσθαι. «Μετὰ ἰσχύος ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου». Καὶ σιωπᾷ τέως ταῦτα εἰρηκὼς καὶ ἀντιφθέγγεται πάλιν ὁ τῶν ἀγγέλων χορὸς καί φησιν πρὸς αὐτόν· «Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους καταπεπατημένης».