Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν ἀνάληψιν τοῦ κυρίου (Νόθος)

Κύριλλος Ἀλεξανδρείας

Η ερμηνεία των ερυθρών ιματίων και το πάτημα του ληνού

Εξήγηση της λειτουργίας του Αγίου Πνεύματος στην προφητεία και ανάλυση της απάντησης του Χριστού, η οποία προβάλλει το εκούσιο του πάθους και τη νίκη κατά των εχθρικών δυνάμεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 3 από 4

Καὶ ἵνα μή τις νομίσῃ τὰ ἡμέτερα ῥήματα πεπλάσθαι ἢ ἐκ πολλῶν προφητειῶν συνειλῆφθαι ἡμῖν φωνάς, ἐν μίᾳ σελίδι εὑρήσει ταῦτα ἠρτημένα. Διὸ καὶ μίαν ἔχει τὴν ἀκολουθίαν ὡς ἡρμοσμένον σῶμα παρὰ Ἠσαΐᾳ τῷ προφήτῃ.

Καὶ τί ἐρεῖ; Τὰ τέλη ἀνάγνωθι, ὁ φιλομαθὴς καὶ σπουδαῖος, καὶ εὑρήσεις ὡς οὐκ ἀπὸ πολλῶν προφητειῶν ταῦτα συνελέξαμεν, ἀλλὰ μίαν ἀκολουθίαν λαβόντες διεσαφηνίσαμεν. Εἶτα πρὸς αὐτὸν, ὡς ἔφην, οἱ ἄγγελοι· «Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους καταπεπατημένης». Ἐρυθρὰ τὰ ἱμάτια βλέπομεν, βουλόμεθα τὴν αἰτίαν μαθεῖν. Ἐπειδὴ γὰρ ἐρωτηθεὶς τίς εἶ ἐσιώπησας τὴν οὐσίαν σου, ἐταμιεύσω τὴν ἀξίαν καὶ πάθος ἡμῖν ἐκήρυξας καὶ κρίσιν καὶ δικαιοσύνην ἀνήγγειλας. Ἐάσαντες λοιπὸν ἡμεῖς μανθάνειν ἐκεῖνα, ἴσως γὰρ ὑπὲρ τὰς ἡμετέρας ἐστὶν ἀκοὰς ἃ βλέπομεν, φησίν, θέλομεν ἐρωτᾶν· «Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια;».

Οὐδὲ εἷς καιρὸς ἀργὸς τῷ σωτῆρι· ἐπὶ γῆς ὢν ὑπὲρ ἡμῶν πάσχει, εἰς οὐρανοὺς ἀνίων ἀγγέλους διδάσκει. «Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ». Εὐγενὴς ἀκρίβεια τοῦ προφήτου, μᾶλλον δὲ τῆς πάντα γινωσκούσης δυνάμεως τοῦ ἁγίου πνεύματος. Οὐδὲ γὰρ Ἠσαΐα ἐπιγράφω τὸ τοιοῦτο, οὐδὲ αὐτοῦ ῥήματα δέχομαι· κιθάραν δὲ αὐτὸν ὑποτιθέμενος ἐννοῶ τὸν ἐν αὐτῷ μουσουργοῦντα Θεὸν καὶ δέχομαι διὰ Ἠσαΐου τὰ τοῦ πνεύματος καὶ ἐννοῶ Θεὸν δι᾽ ἀνθρώπου λαλοῦντα.

Ἀλλ᾽ ἴσως ἐρεῖ τις πάλιν· τί οὖν ἀγνοεῖ τὸ πνεῦμα «Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια»; Ἆρα ἁρμόττει τῷ πνεύματι ἡ φωνὴ ἡ αὐτή; Οὐκ οἶδεν τὸ πνεῦμα τὰ ἐν Χριστῷ; οὐκ οἶδεν τὸ πνεῦμα τί πέπονθεν ὁ υἱός; οὐκ οἶδεν τὸ πνεῦμα τί ὑπὲρ ἡμῶν ὑπέμεινεν;

Τίνος οὖν ἕνεκεν ἐρωτᾷ τὸ πνεῦμα; Ἐρωτᾷ ταῦτα οὐ δηλουμένης ἀγνοίας, λαλεῖ γὰρ τὸ πνεῦμα διὰ τῶν προφητῶν. Λαλεῖ οὐχ ὡς ἐξ ἑνὸς προσώπου, ἀλλὰ πρὸς τὰς ὑποκειμένας ὑποθέσεις ἁρμόττει τὸν λόγον. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, μικρὸν ἀνάσχου, ἀγαπητέ, καὶ δέχου τούτων τὰς ἀποδείξεις. Εὑρήσεις γὰρ ἐν τοῖς προφητικοῖς λόγοις καὶ ἐκ προσώπου τοῦ πατρὸς φωνὰς καὶ ἐκ προσώπου τοῦ υἱοῦ καὶ ἐκ προσώπου τοῦ ἁγίου πνεύματος καὶ ἐκ προσώπου τῶν ἀγγέλων καὶ ἐκ προσώπου τοῦ προφήτου καὶ ἐκ προσώπου τῶν Ἰουδαίων καὶ οὐ δή που ταῦτα πάντα ἀναρτήσεις ἐπὶ τὸν Θεὸν τὰ λεγόμενα· οὐδὲ γὰρ ἐπειδὴ τὸ πνεῦμα φθέγγεται, ἀναγκασθήσει ταῦτα πάντα ἀναγαγεῖν ἐπὶ τὴν τοῦ ἁγίου πνεύματος οὐσίαν.

Ἐκ προσώπου γοῦν τοῦ πατρός φησιν· «Ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ᾽ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς». Λαλεῖ ὁ προφήτης ἐν πνεύματι, ἀλλ᾽ οὐ ἁρμόττει τῷ πνεύματι τὸ λόγιον, ἀλλὰ τῷ πατρί· οὐχ ὡς τοῦ ἁγίου πνεύματος ἀλλοτριουμένου, ἀλλ᾽ ὡς τοῦ πνεύματος ἐκ προσώπου τοῦ πατρὸς φθεγγομένου.

Πάλιν ἐκ προσώπου τοῦ υἱοῦ «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον». Μὴ ἁρμόττει ταῦτα τῷ πνεύματι, μὴ τὰ ἱμάτια τοῦ πνεύματος διεμερίσαντο ἑαυτοῖς, μὴ τοῦ πνεύματος τοὺς χιτῶνας κατέκοψαν· ἀλλὰ φθέγγεται ἐκ προσώπου τοῦ υἱοῦ τὸ πνεῦμα. Φθέγγεται πάλιν ἐξ ἰδίου προσώπου ὅταν λέγῃ. «Ἀφορίσατε δή μοι τὸν Σαῦλον καὶ τὸν Βαρναβᾶν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς». Ἰδοὺ ἐκ προσώπου τοῦ πνεύματος καὶ οὐ δή που ἁρμόττει τῷ πατρὶ ἢ τῷ υἱῷ ἡ φωνή. Ἀκούσαντες γὰρ ἡμεῖς ὅτι τὸ πνεῦμα τὸ ἅγιον εἴρηκεν τό· «Ἀφορίσατέ μοι Σαῦλον καὶ Βαρναβᾶν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς», ἐπὶ τὸ ἅγιον πνεῦμα ἀναφέρομεν τῶν ῥητῶν τὴν δύναμιν οὐκ ἀλλοτριοῦντες τὸ λόγιον πατρὸς καὶ υἱοῦ, ἀλλὰ δίδοντες τῷ χωρίῳ τὸ ἁρμόττον πρόσωπον. Πάλιν ἐκ προσώπου τοῦ προφήτου· «Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου». Ἄρα οὐκ ἐν πνεύματι εἶπεν, μὴ τῷ πνεύματι ἁρμόττει ἡ φωνή, μὴ ἐν ἀνομίαις συνελήφθη καὶ ἐν ἁμαρτίαις ἐκίσσησεν ἡ μήτηρ. Ὥσπερ δὲ ἐνταῦθα ἀκούεις Δαβίδ, νοεῖς δὲ διὰ τοῦ πνεύματος τοῦ ἁγίου φθέγγεσθαι τὸν προφήτην, οὕτως καὶ ἐνταῦθα ὅταν ἀκούσῃς «Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ;», νόησον διὰ τοῦ πνεύματος λέγεσθαι ἐκ προσώπου τῶν ἀγγέλων. «

Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους καταπεπατημένης;». Ἀποκρίνεται οὖν ὁ Χριστὸς καί φησιν· «Ληνὸν ἐπάτησα μονώτατος». Ἀληθῶν ληνὸν ἐπάτησεν ὁ Χριστός, ληνὸν τῶν ἡμετέρων παθῶν, ληνὸς τῶν ἡμετέρων κακῶν· ἐκείνους γὰρ συνέτριψεν τοὺς βοτρύας καὶ ἄλλας ληνοὺς ἤγειρεν. Ὑπὲρ τούτων ὁ Δαβὶδ ψάλλει καὶ λέγει· «Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου Κύριε τῶν δυνάμεων». Καὶ ἐπειδὴ οὗτος ἡμῖν ὁ ψαλμὸς ἀρτίως ἀνεγνώσθη, ἐννόησον, ἀγαπητέ, μᾶλλον δὲ μάθε παρ᾽ ἡμῶν, εἴ σοι δοκεῖ, ὡς ταύτην ἔχει ὁ ψαλμὸς τὴν ἐπιγραφήν· «Ψαλμὸς ὑπὲρ τῶν ληνῶν». Ἐκείνην τοίνυν, ὡς ἔφην, τὴν τῶν ἐναντίων ληνὸν παύσας ἄλλην ἐπουράνιον ἡμῖν ἤγειρεν. Ἀλλ᾽ ἐπαναλάβωμεν τὸ ῥητόν. Τί οὖν φησιν ὁ Χριστὸς; «Ληνὸν ἐπάτησα μονώτατος». Τίς γὰρ ἄλλος ὑπὲρ ἡμῶν πέπονθεν; «Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ἡμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθημεν;». Μόνος ἐσταυρώθη ὑπὲρ ἡμῶν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, μόνος ὑπὲρ ἡμῶν πέπονθεν, μόνος ἡμᾶς ἔσωσεν· «Ληνὸν ἐπάτησα μονώτατος».

Μὴ πάλιν, ὦ ἀγαπητέ, ἔξω βάλῃς τὸν πατέρα τῆς οἰκονομίας, μηδ᾽ αὔπαλιν τὸ πνεῦμα τὸ ἅγιον, μὴ εἴπῃς ὅτι οὐκ ᾔδει ὁ πατὴρ ὅτι πάσχει ὁ υἱός. Ἀλλὰ καὶ ᾔδει καὶ προεώρα καὶ συνηυδόκει, οὐ συνέπασχεν δέ, οὐδὲ τὸ πνεῦμα· ὁ γὰρ υἱὸς μόνος ἀναδέξατο τὴν οἰκονομίαν ὑπὲρ ἡμῶν. Ἀλλ᾽ οὐδὲ αὐτὸς φυσικῶς πέπονθεν τῇ θεότητι, ἀλλ᾽ ἀνεδέξατο μὲν ὑπὲρ ἡμῶν τῆς οἰκονομίας εἰς ἑαυτὸν τὰ πάθη· οὐκ ἔπαθεν δὲ ἐπειδὴ Θεὸς ὑπῆρχεν. «Ληνόν», φησίν, «ἐπάτησα μονώτατος καὶ τῶν ἐθνῶν οὐκ ἦν ἀνὴρ μετ᾽ ἐμοῦ». Οὐ προφήτης, οὐ δίκαιος, οὐ πατριάρχης, οὐχ ὅσιος. Λέγει γάρ που· «Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν». «Ληνὸν ἐπάτησα μονώτατος». «Ἐμάκρυνας» γάρ, φησίν, «τοὺς γνωστούς μου ἀπ᾽ ἐμοῦ» καὶ «τῶν ἐθνῶν οὐκ ἦν ἀνὴρ μετ᾽ ἐμοῦ». Θέλεις μαθεῖν ὅτι οὐδεὶς ἦν τῶν ἐθνῶν μετ᾽ αὐτοῦ; Ἐννόησον τὸν καιρὸν τοῦ πάθους· ὅτε γὰρ ὁ Χριστὸς ἐσταυροῦτο, Πέτρος καὶ Ἰωάννης καὶ οἱ ἄλλοι ἀφέντες αὐτὸν ἔφυγον καὶ πάλιν ἐπὶ τὴν τῶν ἰχθύων ἁλείαν ἔτρεχον. Μὴ ἦν τις τῶν ἐθνῶν μετ᾽ αὐτοῦ. «Ληνὸν ἐπάτησε μονώτατος καὶ τῶν ἐθνῶν οὐκ ἦν ἀνὴρ μετ᾽ ἐμοῦ». Ἴσχυσα, φησίν, πρὸς τὴν πάλην μόνος, ἴσχυσα πρὸς τὴν νίκην μόνος, ἀλλὰ καὶ μονώτατος νικήσας. Τοῖς ἐμοῖς δωροῦμαι τὴν νίκην· εἰ γὰρ καὶ κατὰ προαίρεσιν ἦσαν ἔχθροι, ἀλλ᾽ οὖν γε κατ᾽ οὐσίαν ἐμὸν ἔργον ὑπῆρχον. «

Ληνὸν ἐπάτησα μονώτατος καὶ τῶν ἐθνῶν οὐκ ἦν ἀνὴρ μετ᾽ ἐμοῦ καὶ κατεπάτησα αὐτοὺς ἐν τῷ θυμῷ μου» καὶ τὰ ἑξῆς.

Καὶ εὐθὺς ἐπάγει τὴν αἰτίαν τοῦ πατῆσαι τὴν ληνὸν καὶ τίνος ἕνεκεν ἐπάτησεν καί φησιν· «Ἡμέρα γὰρ ἀνταποδόσεως ἦλθεν αὐτοῖς». Ἐμακροθύμησα, φησίν, τῷ διαβόλῳ πολὺν χρόνον, ἠνεσχόμην αὐτοῦ τυραννοῦντος, εἶδον μου τὸ ἔργον συντετριμμένον καὶ ἔφερον. Ἀλλ᾽ ἐπειδὴ ἔφθασεν ἡ ἡμέρα τῆς ἀνταποδόσεως, ἐπειδὴ ἐπὶ τοῖς τοσούτοις ἁμαρτήμασιν τῶν ἐμῶν πλασμάτων ἵλεως γενέσθαι ηὐδόκησα, ἐπειδὴ ἠλέησα τὸν Ἀδὰμ ὑβρίσαντά με, ἐπέστη ὁ καιρὸς καὶ πάντας τοὺς δαίμονας ὡς βοτρύας συναγαγὼν εἰς ἓν μόνος αὐτῶν τὴν ληνὸν ἐπάτησα, «καὶ τῶν ἐθνῶν οὐκ ἦν ἀνὴρ μετ᾽ ἐμοῦ».