Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν ἀνάληψιν τοῦ κυρίου (Νόθος)

Κύριλλος Ἀλεξανδρείας

Η υποδοχή του Βασιλέως της δόξης και παραινετικός επίλογος

Η θριαμβευτική είσοδος του Χριστού στους ουρανούς μέσα από τον ψαλμικό διάλογο των ασωμάτων ταγμάτων, ακολουθούμενη από πνευματικές προτροπές προς τους πιστούς και την τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 4 από 4

Καὶ τί μετὰ ταῦτα ἡμέρα ἀνταποδόσεως ἦν; Πρὸς ταῦτα αἴνιγμα λαβοῦσαι αἱ οὐράνιοι δυνάμεις καὶ αἰσθόμεναι μυστηριωδῶς τίνα ἐστιν ἃ φθέγγεται πρὸς αὐτὰς ὁ δεσπότης, μᾶλλον δὲ διὰ τῆς τοῦ ἁγίου πνεύματος ἐνεργείας φωταγωγηθεῖσαι πρὸς ταύτην τὴν ἀλήθειαν, ἀποκρίνονται πρὸς ταῦτα καὶ φασίν· «Τὸν ἔλεον Κυρίου ἐμνήσθην». Οἶδα γάρ, φασίν, τί ἔλεγεν ὁ Κύριος διὰ τῶν λοιπῶν προφητῶν, τί ἐπηγγείλατο τῷ Ἀδάμ· οἶδα τί ἔλεγεν τότε. Ἐπηγγείλατο ἔρχεσθαι ἐπὶ γῆς καὶ πάσχειν ὡς ἄνθρωπος τὰ ἀνθρώπων. Ταῦτα ὁρῶμεν ὄψεσιν· «Τὸν ἔλεον Κυρίου ἐμνήσθην». Ταῦτα περὶ τῆς σήμερον Ἠσαΐας κράζει ὁ προφήτης, ταύτην τὴν ἡμέραν μυσταγωγεῖ, ἐπειδὴ γὰρ αἱ κατώτεραι δυνάμεις οὕτως ἀποκαλυφθεῖσαι ἔλεγον· «Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βόσορ».

Μετὰ ταύτην τὴν ἐξέτασιν καὶ μετὰ τὰς λοιπὰς ἀνεξετάσεις, μετὰ ταύτην τὴν ἀκρίβειαν τῶν ῥημάτων καὶ μετὰ τὴν πολλὴν σαφήνειαν τῶν μυστηρίων, μετὰ τὸ μηδὲν σιωπῆσαι τὸν Χριστὸν ἐκραύγαζον κατὰ τὸν Δαβίδ· «Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης». Ἀπεκρίθησαν αὐταῖς αἱ ἀνώτεραι δυνάμεις καὶ λέγουσιν· «Τίς οὗτος ὁ ἀναβαίνων καὶ διὰ τί, φασίν, βοᾶτε »Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης«. Ταῦτα ἀκούσασαι αἱ ἐγγὺς δυνάμεις λέγουσι· »Κύριος κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς ἐν πολέμῳ«. Τάξεις γάρ εἰσιν καὶ ἐν ἀσωμάτοις καὶ ἀκολουθίαι ἐν αὐταῖς πολλαί· καὶ οὐ πάντες ἄγγελοι, οὐ πάντες θρόνοι, οὐ πάντες κυριότητες, ἀλλὰ καὶ ὑπερβεβηκότα ἐστι τάγματα καὶ ὑπερβεβηκυῖαι δυνάμεις. Ἐπεὶ οὖν ἀνταπόκρισιν τῆς ἐρωτήσεως ἔλαβον αἱ ἀνώτεραι δυνάμεις φασίν· Ἔγνωμεν »τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης«. Ἐπειδὴ γὰρ ἔμαθον τίς ὁ ἀναβαίνων οὐκέτι χρείαν ἔχουσιν ἑρμηνείας, οὐκέτι λόγων χρείαν ἔχουσι μακρῶν, ἀλλὰ λέγουσιν· »Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης«.

Μέχρις ἐνταῦθα συνηκολούθησα τῷ δεσπότῃ ἄτονον ἔχων πρὸς τὰ ἐκεῖνα τὸ πτερὸν τῆς διανοίας. Εἴθε δέ, εἰ ἦν δύναμίς μοι, καὶ εἰς τὸ ὅρος αὐτῷ συνανελθεῖν τῆς θείας ὀπτασίας, ἵνα ἴδω τὸν Ἰησοῦν, ἐπειδὴ »ὁ κολλώμενος τῷ Κυρίῳ, φησίν, ἓν πνεῦμά ἐστιν«, καὶ ἡμῖν δὲ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ. Συνανέλθωμεν τοίνυν τῷ Χριστῷ εἰς οὐρανὸν, ἀδελφοί· μὴ μείνωμεν ἐπὶ γῆς, μὴ πάλιν γεώδη φρονήσωμεν, μὴ πάλιν περὶ ἐπιθυμίας, μὴ πάλιν περὶ ἁρπαγάς, μὴ πάλιν περὶ φιλοχρηματείας· μὴ ἐπαρθῇς, ἐπεὶ καὶ σὺ ἐξ οὐρανοῦ πίπτεις ὡς ἡ ἀστραπή.

Μὴ γένοιτο δὲ τοῦτο παθεῖν τὸν τῷ Χριστῷ ἀκολουθοῦντα. Πεπείσμεθα γὰρ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείττονα καὶ ἔχομεν σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν. Ταῦτα δὲ λέγομεν πρὸς τὴν ὑμῶν ἀσφάλειαν, καθὼς λέγει ὁ ἀπόστολος· »Ἐμοὶ μὲν τὸ λέγειν οὐκ ὀκνηρόν, ὑμῖν δὲ τὸ ἀσφαλές«. Γένοιτο δὲ πάντας ἡμᾶς ἀμέμπτως ἀκολουθῆσαι τῷ Χριστῷ καὶ τυχεῖν τῆς βασιλείας αὐτοῦ· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.