Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν παραβολὴν τοῦ ἀμπελῶνος

Κύριλλος Ἀλεξανδρείας

Αλληγορική ερμηνεία των ωρών της παραβολής

Ανάλυση της παραβολής και παραλληλισμός των ωρών της ημέρας με τις ιστορικές περιόδους της θείας οικονομίας, από τους πρώτους δικαίους έως την κλήση των Εθνών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 1 από 3

ΟΜΙΛΙΑ ΙΖʹ. ΕΙΣ ΤΗΝ ΠΑΡΑΒΟΛΗΝ ΤΟΥ ΑΜΠΕΛΩΝΟΣ. Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Ἤκουσας, ἀγαπητὲ, τῆς εὐαγγελικῆς τοῦ Κυρίου παραβολῆς· ἄκουε καὶ τὴν ἑρμηνείαν, ἣν κατὰ δύναμιν ἐροῦμεν. Οἰκοδεσπότης τοῦ μεγάλου οἴκου, τουτέστιν ὁ δεσπότης Θεός· οἶκος γὰρ, ὁ κόσμος· Δεσπότης δὲ αὐτοῦ, ὁ κτίσας αὐτὸν Θεός· ἀμπελὼν αὐτοῦ, ἡ ἀνθρωπεία φύσις· ἐργάται τοῦ ἀμπελῶνος, ὅσοι διακονούμενοι τῇ σωτηρίᾳ τῶν ἀνθρώπων ἅγιοι· πρώτη ὥρα ὁ καιρὸς τῶν θεοσεβῶν ἐκείνων τῶν περὶ Ἄβελ καὶ Ἐνὼχ καὶ Νῶε· πρῶτοι γὰρ οὗτοι θεοσεβεῖς, πρῶτοι οὗτοι ἐργάται τοῦ ἀμπελῶνος. Νῶε γὰρ ἐφύτευσεν ἀμπελῶνα, νοητῶς νόει· πνευματικοὶ γὰρ οἱ λόγοι· ἕως τρίτης ὥρας οὗτοι εἰργάζοντο· μετὰ τρίτην ὥραν ὁ καιρὸς τῶν περὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ· καὶ οὗτοι γὰρ ἐργάται τῆς σωτηρίας ἡμῶν, τρεῖς τὸν ἀριθμόν· διὰ τοῦτο καὶ ἕως ἕκτης ὥρας εἰργάσαντο· ἀπὸ ἕκτης ὥρας τὸ μεσαίτατον τῆς ἡμέρας, ὅτε ὁ ἥλιος σφοδρότερον καταλάμπει τὴν οἰκουμένην, ὁ χρόνος τοῦ νόμου· ὅτι τῷ ὄντι ἐφώτισεν τὴν ἀνθρωπότητα διὰ τῶν ἐντολῶν τοῦ νόμου τὸ ἀληθινὸν φῶς ὁ Θεὸς ἡμῶν. «Ἡ ἐντολὴ γὰρ Κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούς.» Καὶ πάλιν, ὅτι «Φῶς τὰ προστάγματά σου.»

Ἀπὸ ἕκτης ὥρας, τὸ ἥμισυ τῆς ἡμέρας· ὅτε γὰρ ἐμέσασαν οἱ χρόνοι οἱ ἀπ᾽ ἀρχῆς κτίσεως, καὶ ἕως συντελείας, τότε μεσημβρινὸν ἀπεστάλη Μωϋσῆς καὶ Ἀαρών. Καὶ γὰρ ἡ κατὰ νόμον λατρεία, ἕως ὀγδόης· ἐννάτη δὲ ὥρα, καιρὸς τῶν πνευματοφόρων προφητῶν· καὶ γὰρ αὐτοὶ ὡς καλοὶ ἐργάται ἀπεστάλησαν παρὰ τοῦ οἰκοδεσπότου ἐργάσασθαι τὸν ἀμπελῶνα τῆς ψυχῆς ἡμῶν ἕως δεκάτης. Ἑνδεκάτη ὥρα, ἐπιδημία τοῦ Μονογενοῦς· ἐπ᾽ ἐσχάτων γὰρ τῶν χρόνων ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐπεδήμησεν ἡμῖν ὁ τοῦ Θεοῦ Υἱὸς, Θεοῦ Λόγος· ὥσπερ γὰρ ἀπὸ ἑνδεκάτης εἰς δωδεκάτην ἄλλη μία ὥρα ἐστὶν ἡ ἐσχάτη, οὕτως ἀπὸ τῆς ἐπιδημίας Χριστοῦ ἕως τῆς συντελείας, ἄλλη μία ὥρα ἐστίν. Ἄκουσον τοῦ Ἰωάννου λέγοντος· «Τεκνία, ἐσχάτη ὥρα ἐστίν.» Ὁρᾷς ὅτι τῇ ἑνδεκάτῃ ἐξελθὼν ὁ τοῦ ἀμπελῶνος δεσπότης, εὑρὼν ἀργοὺς ἐμισθώσατο. Τίνες οὗτοι οἱ ἀργοί; Ἡμεῖς οἱ ἀπὸ τῶν ἐθνῶν· ἀργοὶ γὰρ ἦμεν ἀπὸ θεογνωσίας, ἀργοὶ ἀπὸ ἔργων ἀγαθῶν. Καὶ λέγει αὐτοῖς· «Τί ἑστήκατε ὧδε ὅλην τὴν ἡμέραν ἀργοί·» Ὅλην τὴν ἡμέραν ἀπ᾽ ἀρχῆς κτίσεως κόσμου, ἕως τῆς ἐπιδημίας αὐτοῦ χρόνον ἐσήμανεν· ἕως γὰρ τότε ἀργὰ ἦν τὰ ἔθνη, Θεὸν μὴ εἰδότα· «Οὐδεὶς γὰρ, φασὶν, ἡμᾶς ἐμισθώσατο.» Εὐγνώμονα τὰ ἔθνη· τῷ γὰρ οὐδεὶς αὐτὰ ἐμισθώσατο, οὐ νόμοι, οὐ προφῆται· τῷ Ἰσραὴλ ἐκεῖνοι ἀπεστάλησαν, οὐ τοῖς ἔθνεσιν· διὸ καλῶς λέγουσιν, ὅτι «Οὐδεὶς ἡμᾶς ἐμισθώσατο.»