Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν πρὸς Ἑβραίους ἐπιστολήν

Κύριλλος Ἀλεξανδρείας

Η υπεροχή του Υιού έναντι των αγγέλων και η αναίρεση των αρειανικών θέσεων

Σύγκριση της φυσικής υιότητος του Χριστού με την αγγελική διακονία, αντίκρουση των αρειανικών παρερμηνειών περί κτιστότητος και ανάδειξη της συναϊδιότητος του Υιού με τον Πατέρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 2 από 11

καὶ ἠλάττωτο μὲν βραχὺ παρ᾽ ἀγγέλους διά γε τὸ τῆς ἀνθρωπότητος μέτρον· ὑποκάθηται γὰρ τῶν ἀγγέλων τὸ εὐκλεὲς ἡ ἀνθρώπου φύσις· ἦν δὲ καὶ οὕτως ἔχων “ὑπεράνω πάσης ἀρχῆς ἐξουσίας τε ”καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον “ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.” καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος γράφει Παῦλος “Γινώσκετε γὰρ τὴν ”χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὅτι πλούσιος ὢν “ἐπτώχευσε δι᾽ ἡμᾶς, ἵν᾽ ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ” πλουτήσωμεν. <Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων.> Τὸ μὲν γάρ Ἄγγελος, ὄνομα λειτουργίας ἐστὶ σημαντικὸν, οἰκετικόν τε ἡμῖν ὑπεμφαίνει μέτρον· τὸ δέ γε Υἱὸς, τὴν ἐκ Πατρὸς ὕπαρξιν οὐσιώδη καὶ φυσικὴν δηλοῖ· διὰ τοῦτο γοῦν οὐδὲ συγκριτικῶς εἴρηκε μείζων ἢ τιμιώτερος, ἵνα μὴ ὡς περὶ ὁμογενῶν τούτου κἀκείνων τις λογίσηται· ἀλλά Κρείττων εἴρηκεν, ἵνα τὸ διαλλάττον τῆς φύσεως τοῦ Υἱοῦ πρὸς τὰ γενητὰ γνωρίσῃ· καὶ τούτων ἔχομεν τὴν ἀπόδειξιν ἐκ τῶν θείων γραφῶν, τοῦ μὲν Δαβὶδ ψάλλοντος “Ὅτι ”κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας,” τοῦ δὲ Σολομῶντος ἀναφωνοῦντος “Κρείσσων σοφία λίθων ”πολυτελῶν·” πῶς γὰρ οὐχ ἑτεροούσια καὶ ἄλλα τὴν φύσιν, ἡ σοφία καὶ οἱ ἀπὸ γῆς λίθοι; ποία δὲ συγγένεια ταῖς ἐν οὐρανοῖς αὐλαῖς καὶ τοῖς ἐπὶ γῆς οἴκοις;

οὕτως ἄρα οὐδεμία συγγένεια τοῦ Υἱοῦ πρὸς τοὺς ἀγγέλους ἐστί· μηδεμιᾶς δὲ οὔσης τῆς συγγενείας, οὐκ ἄρα συγκριτικῶς ἐλέχθη τό Κρείττων, ἀλλὰ διακριτικῶς διὰ τὸ διαλλάττον τῆς τούτου φύσεως ἀπ᾽ ἐκείνων· καὶ αὐτὸς οὖν ὁ ἀπόστολος τό Κρείττων ἑρμηνεύων, οὐκ ἐν ἄλλῳ τινὶ, ἢ ἐν τῇ διαφορᾷ τοῦ Υἱοῦ πρὸς τὰ γενητὰ τίθησι λέγων ὅτι ὁ μὲν, Υἱὸς, τὰ δὲ, δοῦλα· καὶ ὁ μὲν ὡς Υἱὸς μετὰ τοῦ Πατρὸς ἐν δεξιᾷ κάθηται, τὰ δὲ ὡς δοῦλα παρέστηκε καὶ ἀποστέλλεται καὶ λειτουργεῖ.

Τούτων δὲ οὕτως γεγραμμένων, οὐ γενητὸς ἐκ τούτων ὁ Υἱὸς σημαίνεται, ὦ Ἀρειανοὶ, ἀλλὰ μᾶλλον ἄλλος μὲν τῶν γενητῶν, ἴδιος δὲ τοῦ Πατρὸς, ἐν τοῖς κόλποις ὢν αὐτοῦ· καὶ γὰρ καὶ τὸ γεγραμμένον ἐνταῦθα Γενόμενος οὐ γενητὸν σημαίνει τὸν Υἱὸν, ὥσπερ ὑμεῖς νομίζετε· εἰ μὲν γὰρ ἁπλῶς εἰρήκει γενόμενος καὶ ἐσιώπησεν, ἦν πρόφασις τοῖς Ἀρειανοῖς· ἐπεὶ δὲ Υἱὸν προείρηκε, δι᾽ ὅλης τῆς περικοπῆς ἀποδείξας αὐτὸν ἄλλον εἶναι τῶν γενητῶν, οὐδὲ τὸ γενόμενος ἀπολελυμένως ἔθηκεν, ἀλλὰ τὸ κρείττων συνῆψε τῷ γενόμενος· ἀδιάφορον γὰρ ἡγήσατο τὴν λέξιν· εἰδὼς ὡς ἐπὶ ὁμολογουμένως γνησίου Υἱοῦ ὁ λέγων τὸ γενόμενος, ἴσον τῷ γεγενῆσθαι ὅτι ἐστὶ κρείττων λέγει· τὸ μὲν γὰρ γεν[ν]ητὸν οὐ διαφέρει, κἂν λέγῃ τις γέγονεν ἢ πεποίηται· τὰ δὲ γενητὰ, δημιουργήματα ὄντα, ἀδύνατον λέγεσθαι γεννητὰ, εἰ μὴ ἄρα μετὰ ταῦτα μετασχόντα τοῦ γεννητοῦ Υἱοῦ, γεγεννῆσθαι καὶ αὐτὰ λέγωνται· οὔ τι γε διὰ τὴν ἰδίαν φύσιν, ἀλλὰ διὰ τὴν μετουσίαν τοῦ Υἱοῦ ἐν τῷ Πνεύματι. καὶ τοῦτο πάλιν οἶδεν ἡ θεία γραφὴ, ἐπὶ μὲν τῶν γενητῶν λέγουσα “Πάντα δι᾽ αὐτοῦ ”ἐγένετο” καὶ “Πάντα ἐν σοφίᾳ” ἐποίησεν· ἐπὶ δὲ τῶν υἱῶν τῶν γεννητῶν “Ἐγένοντο τῷ Ἰὼβ υἱοὶ ἑπτὰ καὶ θυγα- ”τέρες τρεῖς,” καὶ “Ἁβραὰμ δὲ ἦν ἑκατὸν ἐτῶν ὅτε ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ.”

οὐκοῦν εἰ τῶν μὲν γενητῶν ἄλλος ἐστὶ, τῆς δὲ τοῦ Πατρὸς οὐσίας μόνος ἴδιον γέννημα ὁ Υἱὸς, μεματαίωται τοῖς Ἀρειανοῖς ἡ περὶ τοῦ γενόμενος πρόφασις· κἂν γὰρ ἐν τούτοις αἰσχυνθέντες βιάζωνται πάλιν λέγειν, συγκριτικῶς εἰρῆσθαι τὰ ῥητὰ, καὶ διὰ τοῦτο εἶναι τὰ συγκρινόμενα ὁμογενῆ, ὥστε τὸν Υἱὸν τῆς τῶν ἀγγέλων εἶναι φύσεως, αἰσχυνθήσονται μὲν προηγουμένως ὡς τὰ Οὐαλεντίνου καὶ Καρποκράτους φθεγγόμενοι· ὧν ὁ μὲν τοὺς ἀγγέλους ὁμογενεῖς εἴρηκε τῷ Χριστῷ, ὁ δὲ ἀγγέλους τοῦ κόσμου δημιουργοὺς εἶναί φησιν· παρ᾽ αὐτῶν γὰρ ἴσως μαθόντες καὶ οὗτοι, συγκρίνουσι τὸν τοῦ Θεοῦ Λόγον τοῖς ἀγγέλοις. ἀλλ᾽ ἐντραπήσονται τοιαῦτα φανταζόμενοι, παρὰ μὲν τοῦ ὑμνῳδοῦ λέγοντος “Τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν ”υἱοῖς Θεοῦ,” καὶ τίς “ὅμοιός σοι ἐν θεοῖς, Κύριε;” ἀκούσονται δὲ ὅμως, ἐὰν ἄρα μάθωσιν, ὡς ἐν μὲν τοῖς ὁμογενέσιν ὁμολογουμένως φιλεῖ τὸ τῆς συγκρίσεως γίνεσθαι, καὶ οὐκ ἐν τοῖς ἑτερογενέσιν.

Οὐδεὶς γοῦν Θεὸν συγκρίνοι πρὸς ἄνθρωπον, οὐδὲ πάλιν ἄνθρωπον πρὸς τὰ ἄλογα, οὐδὲ ξύλα πρὸς λίθους διὰ τὸ ἀνόμοιον τῆς φύσεως· ἀλλὰ Θεὸς μὲν ἀσύγκριτον ἐστὶ πρᾶγμα, ἄνθρωπος δὲ πρὸς ἄνθρωπον συγκρίνεται, καὶ ξύλον πρὸς ξύλον, καὶ λίθος πρὸς λίθον· καὶ οὐκ ἄν τις εἴποι ἐπὶ τούτων τό Κρείττων, ἀλλὰ τὸ μᾶλλον καὶ τὸ πλέον. οὕτως Ἰωσὴφ ὡραῖος μᾶλλον ἦν παρὰ τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ Ῥαχὴλ τῆς Λείας· καὶ ἀστὴρ ἀστέρος οὐ κρείττων, ἀλλὰ μᾶλλον “διαφέρει ἐν δόξῃ·” ἐπὶ δὲ τῶν ἑτερογενῶν, ὅταν τις ταῦτα παραβάλῃ πρὸς ἄλληλα, τότε τὸ κρείττων πρὸς τὸ διαλλάττον λέγεται, καθάπερ ἐπὶ τῆς σοφίας καὶ τῶν λίθων εἴρηται. εἰ μὲν οὖν εἰρηκὼς ἦν ὁ ἀπόστολος Τοσούτῳ μᾶλλον ὁ Υἱὸς τῶν ἀγγέλων προάγει, ἢ τοσούτῳ μείζων ἐστὶν, ἦν ἂν ὑμῖν πρόφασις ὡς συγκρινομένου τοῦ Υἱοῦ πρὸς τοὺς ἀγγέλους· νῦν δὲ λέγων κρείττονα αὐτὸν εἶναι καὶ τοσούτῳ διαφέρειν, ὅσῳ διέστηκεν Υἱὸς δούλων, δείκνυσιν αὐτὸν ἄλλον εἶναι τῆς τῶν ἀγγέλων φύσεως· λέγων δὲ πάλιν αὐτὸν εἶναι τὸν θεμελιώσαντα τὰ πάντα, δείκνυσιν αὐτὸν ἄλλον εἶναι πάντων τῶν γενητῶν· ἄλλου δὲ καὶ ἑτεροουσίου αὐτοῦ ὄντος παρὰ τὴν τῶν γενητῶν φύσιν, ποία τῆς οὐσίας αὐτοῦ σύγκρισις ἢ ὁμοιότης πρὸς τὰ γενητά;

διὰ τοῦτο γὰρ καὶ αὐτὸς ὁ Υἱὸς οὐκ εἴρηκεν Ὁ Πατήρ μου κρείττων μου ἐστὶν, ἵνα μὴ ξένον τις τῆς ἐκείνου φύσεως αὐτὸν ὑπολάβῃ· ἀλλὰ μείζων εἶπεν, οὐ μεγέθει τινὶ, οὐδὲ χρόνῳ, ἀλλὰ διὰ τὴν ἐξ αὐτοῦ τοῦ Πατρὸς γέννησιν· πλὴν ὅτι καὶ ἐν τῷ εἰπεῖν Μείζων ἐστὶν ἔδειξε πάλιν τῆς οὐσίας τὴν ἰδιότητα. καὶ ὁ ἀπόστολος δὲ, οὐ τὴν τοῦ Λόγου οὐσίαν προηγουμένως διακρῖναι θέλων πρὸς τὰ γενητὰ ἔλεγε Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων· ἀσύγκριτον γὰρ, μᾶλλον δὲ ἄλλο ἐστίν· ἀλλὰ πρὸς τὴν ἔνσαρκον οἰκονομίαν τοῦ Λόγου βλέπων καὶ τὴν τότε γενομένην παρ᾽ αὐτοῦ οἰκονομίαν, ἠθέλησε δεῖξαι οὐχ ὅμοιον εἶναι τοῦτον τοῖς πρότερον, ἵνα ὅσῳ τῇ φύσει διαφέρει τῶν προαποσταλέντων παρ᾽ αὐτοῦ, τοσούτῳ καὶ πλέον ἡ παρὰ τούτου καὶ δι᾽ αὐτοῦ γενομένη χάρις κρείττων τῆς δι᾽ ἀγγέλων διακονίας γένηται· δούλων μὲν γὰρ ἦν ἀπαιτεῖν μόνον τοὺς καρποὺς, Υἱοῦ δὲ καὶ δεσπότου χαρίσασθαι τὰς ὀφειλὰς, καὶ μεταθεῖναι τὸν ἀμπελῶνα.

Ἔστι μὲν οὖν ἱκανὰ ταῦτα δυσωπῆσαι τοὺς μαχομένους πρὸς τὴν ἀλήθειαν· εἰ δ᾽ ὅτι γέγραπται Γενόμενος κρείττων, τό Γενόμενος οὐ θέλουσιν, ὡς περὶ Υἱοῦ λεγόμενον, ἴσον ἀκοῦσαι τῷ Ἐστὶν, ἢ διὰ τὸ γενέσθαι τὴν κρείττω διακονίαν τό Γενόμενος λαβεῖν καὶ νοεῖν ὡς εἴπομεν, ἀλλὰ νομίζουσιν ἐκ ταύτης τῆς λέξεως γενητὸν εἰρῆσθαι τὸν Λόγον, ἀκουέτωσαν πάλιν Εἰ μὲν ἐκ τῶν ἀγγέλων ἐστὶν ὁ Υἱὸς, ἔστω καὶ ἐπ᾽ αὐτοῦ ὡς ἐπ᾽ ἐκείνων τό Γενόμενος· καὶ μηδὲν αὐτῶν κατὰ τὴν φύσιν διαφερέτω, ἀλλ᾽ ἔστωσαν ἢ καὶ αὐτοὶ υἱοὶ, ἢ κἀκεῖνος ἄγγελος· καὶ κοινῇ πάντες καθεζέσθωσαν ἐκ δεξιῶν τοῦ Πατρὸς, ἢ μετὰ πάντων καὶ ὁ Υἱὸς παρεστηκέτω ὡς λειτουργικὸν πνεῦμα εἰς διακονίας ἀποστελλόμενος καὶ αὐτὸς τὰς ὁμοίας ἐκείνων· εἰ δὲ διίστησι τὸν Υἱὸν ὁ Παῦλος ἀπὸ τῶν γενητῶν λέγων “Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων Υἱός ”μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε; καὶ πάλιν Ἐγὼ “ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν” .... <Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον.> Πρωτότοκον δὲ αὐτόν φησιν οὐχ ὡς φασὶν οἱ τὰ ὀρθὰ διαστρέφοντες τῇ κτίσει τοῦτο συντάττοντες ἀλλ᾽ ἐπειδήπερ ἐστὶν ἐν πᾶσι πρωτεύων αὐτὸς .... ...κὸς, θαυμάζοντες ἔλεγον “Τίς οὗτος ὁ παραγενόμενος ”ἐξ Ἐδώμ· τουτέστιν ἐκ γῆς· ἐρύθημα ἱματίων ἐκ Βοσόρ;”

ὅ ἐστι τῇ Ἕλλαδι φωνῇ συνοχῆς ἢ θλίψεως “ἱνατί σου ”ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματα σου ὡς ἀπὸ πατητοῦ “ληνοῦ;” προσεπυνθάνοντο δὲ κἀκεῖνο λέγοντες “Τί αὗται ”αἱ πληγαὶ αἱ ἀνὰ μέσον τῶν χειρῶν σου;” ὁ δὲ πρὸς αὐτούς “Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου.” καὶ οὐ δήπου φαίη τις ἂν ὡς ἦν ἐξ ἀνάγκης αὐτῷ τοὺς τῶν ἥλων τύπους ἐνεῖναί τε μετὰ τὴν ἀνάστασιν καὶ σὺν αὐτοῖς ἀναβαίνειν εἰς τὸν οὐρανόν· ἐκεῖνο δὲ μᾶλλον εἰκότως περινοεῖν ἄξιον.

ὥσπερ ἀπιστήσαντι τῷ Θωμᾷ τοὺς τύπους τῶν ἥλων καὶ αὐτὴν ἐπέδειξε τὴν πλευρὰν ἵνα λοιπὸν ἀναπείσῃ λέγειν ἐξ εὐμαθοῦς διανοίας “Ὁ Κύριός μου καὶ ὁ Θεός μου,” οὕτω καθάπερ ἐγῷμαι τοῖς ἁγίοις ἀγγέλοις ἐμφανῆ καθιστὰς τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν τρόπον μετὰ τῶν τοῦ πάθους σημείων ἐφαίνετο, ἐρυθρὰ γοῦν τὰ ἱμάτια φέρων καὶ αὐτοὺς δὲ τοὺς τύπους τῶν ἥλων ἵνα καὶ αὐτοὶ πιστεύσειαν ὡς φύσει τε καὶ ἀληθῶς ὑπάρχων Θεὸς γέγονε καὶ υἱὸς ἀνθρώπου, σῶμα λαβὼν ἐκ τῆς ἁγίας παρθένου καὶ καθεὶς ἑαυτὸν εἰς κένωσιν, ἵνα προσφορὰν καὶ θυσίαν ἑαυτὸν ὑπὲρ πάντων εἰς ὀσμὴν εὐωδίας ἀναθεὶς τῷ Θεῷ καὶ Πατρὶ διασώσῃ τὴν ὑπ᾽ οὐρανόν· προσκυνεῖ τοιγαροῦν καὶ ἡ τῶν ἀγγέλων ἁγία πληθὺς, οὐ παραιτουμένη τὴν προσκύνησιν ὅτι πρωτότοκος ἦν καὶ ἐν πολλοῖς ἀδελφοῖς ἄνθρωπος, δεδιδαγμένη δὲ τὴν οἰκονομίαν καὶ τὸν ἐκ Θεοῦ κατὰ φύσιν ἐπιγινώσκουσα Υἱὸν καὶ ὅτε γέγονε σάρξ. <Πρὸς δὲ τὸν Υἱὸν Ὁ θρόνος σου, ὁ Θεός.> Πῶς οὖν οὐκ ἀσύνετον καὶ θρασὺ τὸ περιεργάζεσθαι φύσιν, δι᾽ ἧς τὰ πάντα παρήχθη πρὸς ὕπαρξιν, τὴν χρόνου παντὸς πρεσβυτέραν;

γεγόνασι γὰρ δι᾽ αὐτῆς, καὶ ἔστι πρὸ παντὸς αἰῶνος ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος· ἀλλ᾽ οἱ πάντολμοι κατηγοροῦσιν αὐτοῦ τὸ νεώτερον, καὶ γενητὸν αὐτὸν εἶναί φασιν· οὐκ εἰδότες ὅτι τοῖς τοῦ Ἁγίου Πνεύματος ἀντιφέρονται λόγοις· δι᾽ αὐτοῦ μὲν γὰρ πεποιῆσθαι τοὺς αἰῶνάς φασιν οἱ λαλοῦντες ἐν Πνεύματι· οἱ δὲ γενητὸν εἶναι διισχυρίζονται τὸν ἐπέκεινα καὶ νοῦ καὶ λόγου, καὶ οὐδ᾽ ἐκεῖνο δέχονται κατὰ νοῦν· οὐ γὰρ ἐν χρόνῳ γέγονε πατὴρ ὁ Θεὸς, ἀλλ᾽ ἦν ἀεί τε καὶ ἐν ἀρχῇ· τούτου δὲ οὕτως ἔχοντος, πᾶσά πως ἀνάγκη συνυφεστάναι νοεῖν τὸν Υἱὸν, ἵνα καὶ ἀληθῶς ὑπάρχῃ πατὴρ ὁ Θεός. ἐπεὶ διδασκέτωσαν, εἰ Λόγος ἐστὶ τοῦ Πατρὸς ὁ Υἱὸς καὶ σοφία καὶ δύναμις καὶ χαρακτὴρ καὶ ἀπαύγασμα τῆς ὑποστάσεως αὐτοῦ, ποῖος ἦν ἄρα χρόνος καθ᾽ ὃν ἦν ἄλογος ὁ Πατὴρ, οὐχ ὑπάρχοντος τοῦ Υἱοῦ; πότε δὲ ἦν δίχα τῆς ἑαυτοῦ σοφίας ἡ τῆς σοφίας πηγή; πότε δὲ δυνάμεως δίχα; πότε δὲ οὐκ ἦν ἐν Θεῷ τὸ ἀπαύγασμα τῆς δόξης αὐτοῦ; ἢ πῶς οὐκ ἂν εἴη σὺν αὐτῷ τε καὶ ἐν αὐτῷ διηνεκῶς ὁ χαρακτὴρ αὐτοῦ; εἰ μὲν οὖν ἐν χρόνῳ ταῦτα γέγονεν, οὐκ ἦν ἄρα πατὴρ πρὶν γένηται, ἄλογος ἦν καὶ ἄσοφος, καὶ ἰσχὺν οὐκ ἔχων, χαρακτῆρός τε δίχα καὶ ἀπαυγάσματος.

ἀλλ᾽ οἶμαι τοῦτο εἶναι δυσσεβὲς ἐννοεῖν, καὶ τῆς ἀνωτάτω δυσσεβείας ἀπόδειξιν ἔχει· ἀεὶ δὲ ἦν ὁ Πατήρ· ἦν οὖν ἄρα καὶ ὁ Υἱὸς, συνυφεστηκὼς ἀεὶ τῷ ἰδίῳ γεννήτορι. <Ἠγάπησας δικαιοσύνην.> Ὁ θεσπέσιος Δαυεὶδ πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν κοινὴν ὥσπερ τινὰ ὑπὲρ πάσης τῆς ἀνθρωπότητος ἐξεφώνει λιτήν “Ἔντειλαι ὁ Θεὸς τῇ δυνάμει σου, δυνάμωσον ”ὁ Θεὸς τοῦτο ὃ κατειργάσω ἐν ἡμῖν.” δύναμις δὲ τοῦ Πατρὸς ὁ Υἱὸς δι᾽ οὗ ἐστερέωσε μὲν τοὺς οὐρανοὺς καὶ τὴν γῆν τεθεμελίωκε, καὶ τὴν τοῦδε τοῦ παντὸς εἴργασται διακόσμησιν. καὶ πεποίηκε μὲν τὸν ἄνθρωπον κατ᾽ ἰδίαν εἰκόνα καὶ ὁμοίωσιν, φθορᾶς καὶ θανάτου κρείττονα δικαιοσύνης ἐργάτην. ἐπειδὴ δὲ βεβασίλευκεν ὁ θάνατος διὰ τῆς ἁμαρτίας καὶ ὑπενηνέγμεθα τῇ φθορᾷ καὶ “πάντες ἐξέκλιναν, ἅμα ”ἠχρειώθησαν,” προενόησεν ἀναγκαίως τῶν ἑαυτοῦ κτισμάτων ὁ τῶν ὅλων γενεσιουργὸς καὶ Κύριος· ηὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ “ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ ”Χριστῷ” καὶ ἀνακαινίσαι εἰς τὸ ἐν ἀρχαῖς.