Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν πρὸς Ἑβραίους ἐπιστολήν

Κύριλλος Ἀλεξανδρείας

Πρόλογος και η αποκάλυψη της δόξας του Υιού

Εισαγωγή στη συγγραφική μέθοδο του Αποστόλου Παύλου και θεολογική ανάλυση των πρώτων στίχων της προς Εβραίους επιστολής σχετικά με την ταυτότητα του Υιού ως απαυγάσματος του Πατρός.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 1 από 11

CYRILLI ARCHIEPISCOPI ALEXANDRINI COMMENTARIORUM IN EPISTOLAM AD HEBRAEOS FRAGMENTA QUOT REPERIRI POTUERUNT. PRAEFATIONIS FRAGMENTUM. ΓΕΓΟΝΕ δὲ αὐτῷ καὶ σφόδρα σοφὸς ὁ τῆς ὑφηγήσεως τρόπος καὶ πολὺ δὴ λεπτῶς καὶ εὐμηχάνως ἐσκευασμένος. διαποικίλλεται γὰρ ἔκ τε νομικῶν γραμμάτων καὶ πνευματικῶν ἐννοιῶν καὶ τῆς τῶν ἁγίων προφητῶν πολυτρόπου προαναῤῥήσεως, καὶ σκοπὸς αὐτῷ καταδιδάξαι πανταχῆ καὶ ἀναπείθειν τοὺς ἐντευξομένους ὅτι τύποι μὲν ἦσαν τὰ διὰ Μωυσέως τὴν τῆς ἀληθείας ὠδίνοντα δύναμιν, ἀλήθεια δὲ ὁ Χριστός· περιττὴν ἀποφαίνων τὴν ὡς ἐκ τύπου καὶ σκιᾶς χρειωδεστάτην τοῖς πάλαι παράδειξιν. καθίστησι δὲ πρὸς τούτῳ καὶ τοῦτο ἡμῖν ἐναργὲς, ὅτι καὶ τοῖς ἐν νόμῳ βεβιωκόσι λαμπρῶς, συμβέβηκεν οὐχ ἑτέρως τὸ ἐν εὐκλείαις γενέσθαι καὶ εὐδοκιμεῖν, πλὴν ὅτι διὰ τῆς πίστεως τῆς εἰς Θεὸν, καὶ ὅτι χρῆμά ἐστιν ἀρχαῖον ἡ πίστις καὶ τοῖς ἁγίοις πατράσιν ἐντριβές. οὐκ ἐχρήσατο δὲ ταῖς κατειθισμέναις αὐτῷ ἀρχαῖς τε καὶ προοιμίοις, ἐπειδήπερ ἐν ὑποψίαις τε ἦν καὶ διαβολαῖς παρὰ τοῖς πιστεύσασι τῶν Ἰουδαίων ὡς τοῖς ἐξ ἐθνῶν προσκείμενον καὶ διδάσκοντα πάντας πανταχῆ παρ᾽ οὐδὲν ἡγεῖσθαι τὸν νόμον καὶ τῶν μὲν πατρῴων ἐθῶν ὡς εἰκαίων καταφρονεῖν, ἐφ᾽ ἑτέραν δὲ ὥσπερ ἰέναι τρίβον, ὡς ἐκ τῶν πράξεων τῶν ἀποστόλων τοῦτό ἐστι καταμαθεῖν.

οἰκονομικώτατα τοίνυν περιστέλλει τὰ συνήθη, καὶ σεσίγηκε μὲν τῆς ἀποστολῆς τὴν χάριν· κεχώρηκε δὲ μᾶλλον ἐπὶ τὸ μεμνῆσθαι δεῖν πατέρων τε καὶ προφητῶν ἁγίων, εὐπαράδεκτον ἔσεσθαι τὸν λόγον αὐτοῖς διὰ τούτου πεπιστευκώς. ἔφη γοῦν <Λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις.> Λελάληκε μὲν ὁ Θεὸς τοῖς ἀρχαιοτέροις ἐν Πνεύματι διὰ στόματος ἁγίων καὶ διὰ φωνῆς προφητῶν, καὶ γοῦν ἔφη δι᾽ ἑνὸς αὐτῶν τὰς τῶν Ἰουδαίων ἀπονοίας ἐντρέπων “Οἱ ”πατέρες ὑμῶν ποῦ εἰσι καὶ οἱ προφῆται μὴ τὸν αἰῶνα “ζήσονται; πλὴν τὰ νόμιμά μου καὶ τὰ προστάγματά μου ”δέχεσθε ὅσα ἐγὼ ἐντέλλομαι ἐν πνεύματί μου τοῖς δούλοις “μου τοῖς προφήταις.” ἀλλ᾽ εἰ καὶ ἦν ἐν Πνεύματι τοῖς ἀρχαιοτέροις τῆς προφητείας ἡ χάρις, οὐ γέγονε δίχα τοῦ ἐκ Πατρὸς ὄντος Θεοῦ Λόγου· λαλεῖ γὰρ ἁγίοις ὡσαύτως τὸ Πνεῦμα αὐτοῦ. καὶ οὐ δήπου φαίη τις ἂν εἴ γε νοῦν ἔχοι ὡς τὸ Πνεῦμα τὸ Ἅγιον ὑπουργικὴν εἰς ἡμᾶς ἀποπεραῖνον διακονίαν, ἐν ἴσῳ προφήταις δέχεσθαι μὲν παρὰ τοῦ Θεοῦ Λόγου τὴν περὶ ὧν ἂν βούλοιτο γνῶσιν ἤγουν ἀποκάλυψιν, ποιεῖσθαι δὲ οὕτως εἰς ἡμᾶς αὐτήν· διοίσει γὰρ οὕτως κατ᾽ οὐδένα τρόπον τῶν ἁγίων προφητῶν εἴπερ ὧδε ἔχοι· ἀλλ᾽ εἰδὸς πάντα τὰ ἐν αὐτῷ, παρ᾽ αὐτοῦ λαμβάνειν λέγεται καὶ ἀναγγέλλειν ἁγίοις.

οὐκοῦν ἐλάλει καὶ πάλαι διὰ τοῦ Ἁγίου Πνεύματος τοῖς ἀρχαιοτέροις ὁ Μονογενής· ἐλάλει δὲ πολυτρόπως, διαμορφοῦσθαι κελεύων τὸ σεπτὸν καὶ μέγα τῆς ἐνανθρωπήσεως ἑαυτοῦ μυστήριον· ἔστιν οὖν ἀκοῦσαι λέγοντος διὰ προφητῶν “Ἐγὼ ὁράσεις ἐπλήθυνα ”καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην,” καὶ πάλιν “Αὐτὸς ”ὁ λαλῶν πάρειμι, ὡς ὥρα ἐπὶ τῶν ὀρέων ὡς πόδες εὐαγγε- “λιζομένου ἀκοὴν εἰρήνης, εὐαγγελιζομένου ἀγαθά.” ἐπὶ γὰρ συντελείᾳ τῶν αἰώνων αὐτὸς ἡμῖν δι᾽ ἑαυτοῦ λελάληκεν ὁ Υἱὸς, οὐ μεσολαβοῦντος ἔτι προφήτου καὶ φωνῆς ἁγίων ἀλλὰ δι᾽ ἑαυτοῦ καθ᾽ ἡμᾶς γεγονὼς ὁ Μονογενὴς τοὺς πρὸς ἡμᾶς πεποίηται λόγους. λαλῆσαι δέ φαμεν ἐν Υἱῷ τὸν Πατέρα, οὐχ ὡς δι᾽ ἀνθρώπου τινὸς ἰδικῶς διὰ μέσου κειμένου καὶ διαπορθμεύοντος εἰς ἡμᾶς οὐκ ἰδίους μᾶλλον ἀλλὰ τοὺς παρ᾽ ἑτέρου λόγους, ἄλλ᾽ ἰδίᾳ φωνῇ τῇ διὰ τοῦ σώματος λαλοῦντος ἡμῖν τοῦ Υἱοῦ· αὐτοῦ γὰρ ἦν τοῦ Μονογενοῦς καὶ οὐχ ἑτέρου τινὸς ἡ σάρξ· Θεὸς γὰρ ὢν φύσει γέγονεν ἄνθρωπος μετὰ τοῦ μεῖναι Θεός· τότε γὰρ τὴν ἀπόῤῥητον τοῦ Θεοῦ καὶ Πατρὸς φανερὰν ἡμῖν ἐποίει βουλήν· ταύτῃτοι “καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος.”

Ὀρθῶς οὖν ὁ Παῦλός φησιν ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν ἐν Υἱῷ λελαληκέναι πρὸς ἡμᾶς τὸν Θεὸν καὶ Πατέρα· ᾔδει γὰρ ὄντα Θεὸν τὸν Ἐμμανουὴλ, γεγονότα δὲ καὶ ἐν ἀνθρωπότητι μεθ᾽ ἡμῶν τὸν ἐκ Θεοῦ Λόγον, ἐπέγνω τὸν ἐλεύθερον ἐν τῇ τοῦ δούλου μορφῇ, ὡμολόγει τὸ πλήρωμα τοῦ δι᾽ ἡμᾶς ἑαυτὸν κενώσαντος, ἐθεώρει τῆς δόξης τὸ ὕψος τοῦ καθέντος ἑαυτὸν δι᾽ ἡμᾶς εἰς ταπείνωσιν ὅστις καὶ ταύτης ἕνεκα τῆς αἰτίας κληρονόμος πάντων τεθεῖσθαι λέγεται, καίτοι κατεξουσιάζων τῶν ὅλων καθὰ καὶ νοεῖται καὶ ἔστι Θεός· πάλιν γὰρ εἰς τὸν ἴδιον πλοῦτον ἀναφοιτᾷ καὶ μετὰ σαρκός. μεμένηκε γὰρ οὐδαμῶς ἐν τῇ καθ᾽ ἡμᾶς πτωχείᾳ· οὐ διὰ τοῦτο γενόμενος σὰρξ ἵνα πτωχὸς ἀπομείνῃ μεθ᾽ ἡμῶν, τὸν ἴδιόν τε καὶ θεοπρεπῆ πλοῦτον ἀποβαλὼν, ἀλλ᾽ ἵνα μᾶλλον ἡμεῖς οἱ τῶν θείων χαρισμάτων νοσοῦντες τὴν ἔνδειαν, τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν. καὶ γοῦν Υἱὸς ὢν φύσει καὶ συναΐδιος τῷ Πατρὶ ὅτε διὰ τῆς ἁγίας παρθένου καὶ τὴν κατὰ σάρκα γέννησιν ὑπέμεινε δι᾽ ἡμᾶς, ὡς εἰς ἀρχὰς υἱότητος ἀνακομιζόμενος ἔφασκε διὰ τοῦ Δαυείδ “Κύριος εἶπε ”πρὸς μέ Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε·” τὸ γάρτοι σήμερον καιροῦ τοῦ ἐνεστηκότος καθ᾽ ὃν καὶ γέγονε σὰρξ ποιεῖται τὴν δήλωσιν· ὑπάρχων δὲ φύσει καὶ τῶν ὅλων Κύριος.

μεμαρτύρηκε γὰρ Ἰωάννης περὶ αὐτοῦ ὅτι “εἰς τὰ ἴδια ἦλθεν,” ἴδια λέγων αὐτοῦ τὸν κόσμον, ὡς εἰς δόξαν ἀσυνήθη τὴν τῆς βασιλείας καλούμενος ἔφασκεν “Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾽ αὐτοῦ,” δῆλον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρός· ἠνέσχετο δὲ τῶν τοιούτων, ἵν᾽ ὡς ἄνθρωπος υἱοποιηθεὶς, καίτοι κατὰ φύσιν ὑπάρχων Θεὸς, ὁδοποιήσῃ δι᾽ ἑαυτοῦ τῇ ἀνθρώπου φύσει τῆς υἱοθεσίας τὴν μεθέξιν, καὶ καλέσῃ πρὸς βασιλείαν οὐρανῶν τοὺς ὑπὸ τῆς ἁμαρτίας τυραννουμένους· ὥσπερ γὰρ οἷά τινα κλῆρον ἐκ πατρὸς εἰς ὅλον τὸ ἐξ αὐτοῦ διήκοντα γένος ἃς ἐκ τῆς ἐν Ἀδὰμ παραβάσεως συμφορὰς ἐσχήκαμεν, ἀρᾷ καὶ θανάτῳ πεφορτισμένοι, οὕτω πάλιν εἰς ἅπαν τὸ ἀνθρώπινον γένος τὰ ἐν Χριστῷ διαδραμεῖται λαμπρά· δέχεται γὰρ ἡμῖν, οὐχ ἑαυτῷ δὴ πάντως ὁ Μονογενὴς, πλήρης γάρ ἐστιν ὅτι καὶ φύσει Θεὸς, δεῖται δὲ ὅλως οὐδενὸς, καταπλουτίζει μᾶλλον αὐτὸς τοῖς ἄνωθεν ἀγαθοῖς τὴν σύμπασαν κτίσιν.

Τέθειται τοίνυν ὡς ἄνθρωπος κληρονόμος πάντων οἰκονομικῶς, ἵνα λοιπὸν ὡς αὐτῷ προσήκοντά τε καὶ ἴδιον ἀνασώσῃ κλῆρον τοὺς ἐπὶ τῆς γῆς, ἀνοσίως διηρπασμένους ὑπό τε τοῦ διαβόλου καὶ τῶν σὺν αὐτῷ δυνάμεων πονηρῶν. καὶ γοῦν ἔφη πρὸς αὐτὸν ὁ Θεὸς καὶ Πατήρ “Αἴτησαι παρ᾽ ἐμοὶ καὶ ”δώσω σοι ἔθνη τὴν κληρονομίαν σου” καὶ ἑξῆς· οὗ πρὸς πέρας ἐνηνεγμένου, πρὸς τὸν ἑαυτοῦ Πατέρα περὶ ἡμῶν φησιν “Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν κἀμοὶ ”αὐτοὺς δέδωκας.” ἄθρει δὴ οὖν ὅπως εἰς τὸν ὑπάρχοντα αὐτῷ πλοῦτον κατὰ φύσιν ἄνεισι καὶ μετὰ σαρκός· εἰ γὰρ ἦσαν οἱ ἐν κόσμῳ τοῦ Πατρὸς, κατὰ τίνα δὴ τρόπον νοηθεῖεν ἂν τοῦ συμβασιλεύοντος αὐτῷ Λόγου; τοιγάρτοι καὶ ἔφασκεν ὅτι “πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμὰ, καὶ ”δεδόξασμαι ἐν αὐτοῖς.” πῶς οὖν αἰτεῖν προστάττεται, καὶ δέχεται μὲν εἰς κληρονομίαν ἔθνη, κατάσχεσιν δὲ ποιεῖται καὶ τὰ πέρατα τῆς γῆς; ἀποσκιρτήσαντα γὰρ ἐξιτήλως τὸν ἄνθρωπον δουλείας τῆς ὑπὸ Θεῷ διασῶσαι θελήσας ὁ τῶν ὅλων γενεσιουργὸς καὶ Πατὴρ, πέπομφεν εἰς τόνδε τὸν κόσμον τὸν Μονογενῆ Θεὸν Λόγον ἵνα γενόμενος σὰρξ καὶ τοῖς ἀνθρώποις συναναστραφεὶς ὡς ἄνθρωπος, κηρύξαι αἰχμαλώτοις μὲν ἄφεσιν, τυφλοῖς δὲ ἀνάβλεψιν, καλέσῃ δὲ καὶ ἐνιαυτὸν Κυρίου δεκτόν.

οὐκοῦν κἂν εἰ λέγοιτο λαβεῖν καὶ τεθεῖσθαι κληρονόμος διὰ τὸ ἀνθρώπινον, οὐκ ἀγνοήσομεν τὴν οἰκονομίαν· ποῦ γὰρ ὅλως ἐπτώχευσεν, εἰ μὴ γέγονε καθ᾽ ἡμᾶς, τουτέστιν ἄνθρωπος μετὰ τοῦ μεῖναι Θεός; οὕτω φρονεῖν ἡμᾶς ἀναπείθων ὁ θεσπέσιος Παῦλος προσεπήνεγκεν ἀναγκαίως τό Δι᾽ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε. πῶς οὖν ἂν γένοιτο καὶ τοῦτο ἀληθές; εἰ γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς τέτοκεν ἡμῖν ἡ ἁγία παρθένος τὸν Ἐμμανουὴλ, πῶς δι᾽ αὐτοῦ τοὺς αἰῶνας πεποιῆσθαί φησι; καὶ μάλα ὀρθῶς. ὁ γὰρ ἐκ Θεοῦ Πατρὸς Λόγος ὁ πρὸ παντὸς αἰῶνος καὶ χρόνου γεγεννημένος, ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν τούτων γεγενῆσθαι λέγεται σαρκικῶς ἐκ γυναικός. ἀδικήσει δὲ ὅλως οὐδὲν εἰς ἀρχαιότητα θεοπρεπῆ τὸν οὕτως ἔχοντα κατὰ φύσιν τὸ νεώτερον τῆς οἰκονομίας οὔτε μὴν τῆς ὑπάρξεως αὐτοῦ τὸ πρεσβύτατον τὴν οἰκείαν ἀπολέσει δόξαν· γέγραπται γὰρ ὅτι “Χριστὸς Ἰησοῦς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς ”αἰῶνας.”

ὅτι δὲ καὶ ἐν σαρκὶ πεφηνὼς προσμεμαρτύρηκεν ἑαυτῷ τὸ ὡς ἐν θείᾳ φύσει πρεσβύτατον, πιστώσεται λέγων πρὸς Ἰουδαίους “Ἀμὴν ἀμὴν λέγω ὑμῖν πρὶν Ἁβραὰμ γε- ”νέσθαι ἐγώ εἰμι·” ἔφη δὲ καὶ ὁ θεσπέσιος Ἰωάννης ὁ εὐαγγελιστής “Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν ”ὅτι πρῶτός μου ἦν·” πλουτεῖ γὰρ ἐν πᾶσι καὶ πρωτεύει Χριστός. <Ὃς ὢν ἀπαύγασμα τῆς δόξης.> Ὥσπερ ἐστὶν ἄτρεπτος ὁ Πατὴρ ἀεὶ διαμένων τοῦθ᾽ ὅπερ ἐστὶ, Πατὴρ δηλονότι οὐχ Υἱὸς, οὕτω καὶ ὁ Υἱὸς ἐμφιλοχωρεῖ τοῖς ἰδίοις, Υἱὸς ἀεὶ μένων καὶ εἰς Πατέρα μὴ μεθιστάμενος, ἵνα φαίνηται καὶ κατ᾽ αὐτὸ δὴ τουτὶ χαρακτὴρ ὑπάρχων τῆς ὑποστάσεως τοῦ Πατρός. ἴδοι δ᾽ ἄν τις αὐτῷ τῆς τοῦ τεκόντος ὑπεροχῆς καὶ μὴν καὶ εὐκλείας ἐμπρέπον τὸ κάλλος.

Θεὸς γάρ ἐστιν ἀληθινὸς ἐξ ἀληθινοῦ Θεοῦ, φῶς ἐκ φωτὸς, ζωή τε ὁμοίως ἐκ ζωῆς· ὑπερανέστηκε δὲ τοσοῦτον τὴν σύμπασαν κτίσιν ὅσον ἂν νοοῖτο καὶ αὐτὸς ὁ Πατήρ. ἔστι γὰρ ἀγένητος ἐξ ἀγενήτου, καὶ οὐ τοῖς ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρενηνεγμένοις ἐναρίθμιος· ἦν γὰρ ὁ Λόγος ἐν ἀρχῇ καὶ Θεὸς ἦν ὁ Λόγος· πῶς οὖν ἄρα τό Οὐκ ἦν ἀληθὲς ἔσται λεγόμενον ἐπ᾽ αὐτοῦ παρὰ τῶν ταῖς θείαις πολεμούντων γραφαῖς; εἰ γάρ ἐστι γενητὸς κατ᾽ αὐτοὺς, συνυποκείσεται πάντως τοῖς ἄλλοις ἅπασι καὶ τὸν τῆς δουλείας παραδέξεται ζυγὸν, διοίσει δὲ κατ᾽ οὐδένα τρόπον τῶν ἑαυτοῦ γεγονότων. ἔστιν οὖν Θεὸς μᾶλλον ὡς ἐκ Θεοῦ· φέρει γὰρ τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. γέγονε μὲν γὰρ “δι᾽ αὐτοῦ τὰ πάντα καὶ ”χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν·” ἀνέχει δὲ πάλιν αὐτὸς τὰ πάντα πρὸς ἀκλόνητον διαμονήν.

Ἐλέγομεν ὅτι τοῖς μὲν ἀρχαιοτέροις ὁ Θεὸς διὰ Μωυσέως τεθέσπικε καὶ τῶν προφητῶν· ἡμεῖς δὲ γεγόναμεν κατὰ τὴν τοῦ προφήτου φωνήν “διδακτοὶ Θεοῦ.” διδάσκαλον γὰρ ἐσχήκαμεν αὐτὸν τὸν ἐκ Θεοῦ Λόγον ἐνανθρωπήσαντα δι᾽ ἡμᾶς, τὸν ποιητὴν τῶν αἰώνων, τὸ τῆς πατρικῆς δόξης ἀπαύγασμα, τὸν χαρακτῆρα τῆς ὑποστάσεως· ταῦτα περιοδικῶς θεωρήσαντες προσθήσομεν τὰ ἐχόμενα· τάδε ἐστί .....

Λόγος ὢν ὁ τοῦ Θεοῦ καὶ Πατρὸς παναλκής “Αὐτὸς εἶπε ”καὶ ἐγεννήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν, ἔστη- “σεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ”πρόσταγμα ἔθετο καὶ οὐ παρελεύσεται.” ἐπειδὴ γὰρ τῶν εἰς τὸ εἶναι παρενηνεγμένων ἡ φύσις οὐκ ἔχει τὴν ἀφθαρσίαν οὔτε μὴν τὸ ὡσαύτως ἔχειν διαπαντὸς δύνασθαι· ἴδιον γὰρ τοῦτο τῆς ἀνωτάτω πάντων οὐσίας· φέρει τὰ πάντα αὐτὸς τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Λόγος μὲν γάρ ἐστιν αὐτὸς ἐνυπόστατος καὶ ὡς ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν γεγεννημένος, πανσθενὲς δὲ καὶ ἐνεργὸν τὸ ῥῆμα αὐτοῦ καὶ πάντα εὐκόλως κατορθοῦν ἰσχύον· ἐπάγει δὲ τούτοις Καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ᾽ αὐτοὺς κεκληρονόμηκεν ὄνομα. δείξας αὐτὸν χαρακτῆρα τῆς ὑποστάσεως τοῦ Πατρὸς καὶ μὴν καὶ ἀπαύγασμα τῆς δόξης αὐτοῦ, μέτεισιν ἀναγκαίως ἐπὶ τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν δι᾽ ἧς καὶ σεσώσμεθα καὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν πεπλουτήκαμεν, ἡγιάσμεθά τε διὰ τοῦ αἵματος αὐτοῦ. ὡς γὰρ αὐτός φησιν ὁ σοφώτατος Παῦλος “Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, ”τὴν ἄφεσιν τῶν παραπτωμάτων.”

γράφει δὲ ὡδὶ καὶ Ἰωάννης περὶ τοῦ Θεοῦ καὶ Πατρός “Ἐὰν περιπατῶμεν ἐν τῷ ”φωτὶ κοινωνίαν ἔχομεν μετ᾽ αὐτοῦ καὶ τὸ αἷμα Ἰησοῦ “Χριστοῦ τοῦ Υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρ- ”τίας.” αἵματι δὴ οὖν κεκαθαρίσμεθα τῷ ἁγίῳ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ὃς κεκάθικεν ἐν δεξίᾳ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, πότε δέ; ὅτε καθαρισμὸν ἐποιήσατο διὰ τοῦ αἵματος αὐτοῦ, τότε καθίσαι λέγεται, γεγενῆσθαι δὲ καὶ κρείττων ἀγγέλων, κληρονομῆσαι δὲ παρ᾽ αὐτοὺς τὸ διαφορώτερον ὄνομα· κέκληται γὰρ Υἱός. γέγονε μὲν γὰρ σὰρξ ὁ Λόγος καίτοι Λόγος ὢν καὶ ἀπαύγασμα τῆς δόξης τοῦ Πατρὸς καὶ τῆς ὑποστάσεως αὐτοῦ χαρακτὴρ, οὐκ ἰδίᾳ φύσει ποιούμενος τῆς μετὰ σαρκὸς οἰκονομίας ἵν᾽ οὕτως εἴπω τοὺς πόνους· ὑπέμεινε γὰρ “σταυρὸν αἰσχύνης καταφρονήσας,” ἀτιμίας τε καὶ ὕβρεις καὶ ἐμπτύσματα· ἀλλ᾽ ἵν᾽ ἡμᾶς ἀπαλλάξῃ παντὸς μολυσμοῦ αἵματι τῷ ἰδίῳ καθαροὺς ἀποφήνας, συνάψῃ δὲ δι᾽ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί· “δι᾽ αὐτοῦ γὰρ ”τὴν προσαγωγὴν” ἐσχήκαμεν, καὶ αὐτός ἐστιν ἡ θύρα καὶ ἡ ὅδος. πλὴν εἰ καὶ γέγονε “σὰρξ ὁ Λόγος καὶ ἐσκήνωσεν ”ἐν ἡμῖν,” ἴδιον σῶμα ποιησάμενος τὸ ἐκ τῆς ἁγίας παρθένου ληφθὲν, ἀλλ᾽ οὖν ἐν δόξῃ καὶ φύσει θεότητος ἦν καὶ τῶν ὑπερτάτων τοῦ Θεοῦ καὶ Πατρὸς οὐκ ἀπέστη θρόνων. ἦν μὲν γὰρ ἄνθρωπος ἐπὶ γῆς, ἐπλήρου δὲ πάλιν τὸν οὐρανὸν καὶ ἦν αὐτοῦ τὰ πάντα μεστά.