Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν πρὸς Ἑβραίους ἐπιστολήν

Κύριλλος Ἀλεξανδρείας

Η αρχιερατική μεσιτεία του Χριστού έναντι των νομικών τύπων

Ανάπτυξη της σωτηριώδους μεσιτείας του Χριστού ως ελεήμονος Αρχιερέως και της πνευματικής υπεροχής της θυσίας του αίματός Του έναντι των καθαρμών του Μωσαϊκού Νόμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 6 από 11

καὶ δεδικαίωκε μὲν ὁ νόμος οὐδένα· δικαιοῦται γὰρ οὐδεὶς ἐν νόμῳ παρὰ Θεοῦ καί ἐστιν “ἀδύνατον αἷμα τράγων καὶ ”ταύρων ἀφαιρεῖν ἁμαρτίας·” ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐλεήμων γέγονε καὶ πιστὸς ἀρχιερεὺς εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ καὶ ἐν ᾧ γέγονεν αὐτὸς πειρασθεὶς βεβοήθηκε τοῖς πειραζομένοις. κέκληκε μὲν γὰρ ἁγίᾳ καὶ ἐπουρανίῳ κλήσει τὴν οἰκουμένην, ἐλεήμων δὲ γέγονεν ἀρχιερεὺς, ὅτι μὴ νόμου διάκονος ἦν τοῦ κατακρίνοντος, ἀμνησικάκῳ δὲ μᾶλλον χάριτι καὶ ἀγάπῃ δεδικαίωκε διὰ πίστεως καὶ τῶν ἀρχαίων ἡμῖν πταισμάτων δεδώρηται τὴν ἀπόνιψιν. ἐλεήμων γὰρ ὢν ἀεί τε καὶ φύσει, τέθειται μεσίτης ἡμῶν καὶ Θεοῦ διὰ τῆς ἐνανθρωπήσεως ὁ Μονογενὴς αὐτοῦ Λόγος, ἵν᾽ ὥσπερ ἀεὶ χρηστός τε καὶ ἐλεήμων ἦν, οὕτω δὴ πάλιν ἀρχιερεὺς ἀναδεδειγμένος κατοικτείρῃ τοὺς ἐπὶ τῆς γῆς, τὰ φίλα τε αὐτῷ καὶ συνήθη δρῶν καὶ τῶν ἰδίων οὐκ ἐξιστάμενος ἀγαθῶν, ἵλεω δὲ καὶ αὐτὸν ἡμῖν τὸν ἐν τοῖς οὐρανοῖς ἀποφήνῃ Πατέρα. γέγονε δὲ καὶ πιστὸς κατὰ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς, ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας προσαγαγὼν καὶ τὰς πάντων ἡμῶν ἁμαρτίας ἀνενεγκὼν “ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον,” καθὰ γέγραπται· βεβοήθηκε γὰρ οὕτω τοῖς πειραζομένοις ἐν ᾧ πέπονθεν αὐτὸς πειρασθεὶς, τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, κατὰ τὸ γεγραμμένον.

νοείσθω δὴ οὖν ἐν τούτοις τὸ πειρασθεὶς ἀντὶ τοῦ πεπονθὼς ἤτοι πειρασμὸν τὸν ἐκ τῶν σταυρωσάντων ὑπενεγκών· δοὺς γὰρ ὑπὲρ πάντων τὸ ἐν ᾧ πέπονθε σῶμα, πάντας ἡμᾶς ἠλευθέρου καὶ θανάτου καὶ ἁμαρτίας καὶ πειρασμῶν. οὐκοῦν βεβοήθηκε τοῖς πειραζομένοις εἷς ὑπὲρ πάντων ἀποθανὼν, ὁ πάσης τῆς κτίσεως ἀξιώτερος, “ἵν᾽ οἱ ”ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀπο- “θανόντι καὶ ἐγερθέντι.” Ὅτι γὰρ ἁγίους ἡμᾶς ἀποτελῶν σαρκὶ πέπονθεν ὁ Χριστὸς, πληροφορήσει λέγων ὁ θεσπέσιος Παῦλος τοῖς ἐξ ἐθνῶν τε καὶ Ἰουδαίων “Καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλο- ”τριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς “πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τῷ σώματι τῆς σαρ- ”κὸς αὐτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ὑμᾶς ἁγίους καὶ “ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ, εἴ γε ἐπιμέ- ”νετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ μετα- “κινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε.” σοφὸν οὖν ἄρα τοῖς κεκλημένοις εἰς ἐλπίδα ζῶσαν καὶ μένουσαν εἰπεῖν Ὅθεν ἀδελφοὶ κλήσεως ἐπουρανίου μέτοχοι κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν καθὰ καὶ Μωυσῆς ἐν τῷ οἴκῳ αὐτοῦ.

ἐπουράνιον δὲ καὶ μάλα εἰκότως ὀνομάζει κλῆσιν τὴν διὰ Χριστοῦ· χαριεῖται γὰρ ὁ τῶν ὅλων Θεὸς τοῖς δι᾽ αὐτοῦ κεκλημένοις, οὐ πρόσκαιρα καὶ εὐμάραντα καὶ ὅσα τοῖς ἀρχαιοτέροις ὁ διὰ Μωυσέως ἐδίδου νόμος, ἀλλ᾽ ὅσα τοῖς ἅπαξ ἠξιωμένοις ἑλεῖν εἰς μακραίωνα βίον συνεκτείνεται καὶ ἀναπόβλητον ἔχει τὴν κτῆσιν. κεχρηματίκαμεν δὲ καὶ ἑτέρως ἐπουράνιοι, Χριστοῦ πρωτεύοντος καὶ ὁδοῦ καὶ θύρας ἡμῖν γεγονότος. καὶ γοῦν ὁ Παῦλός φησι “Καὶ καθὼς ”ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ φορέσωμεν καὶ τὴν “εἰκόνα τοῦ ἐπουρανίου,” καὶ πάλιν “Ὁ πρῶτος ἄνθρωπος ”ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἐξ οὐρανοῦ. οἷος ὁ χοϊκὸς, τοι- “οῦτοι καὶ οἱ χοϊκοὶ, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ”ἐπουράνιοι.” γεγόναμεν τοίνυν ἐπουράνιοι, μορφούμεθα γὰρ εἰς Χριστὸν διὰ Πνεύματος, ὅς ἐστιν ἐξ οὐρανοῦ· διὰ τοῦτο καὶ περιπατοῦντες ἐπὶ γῆς, ἔχομεν “ἐν οὐρανοῖς τὸ ”πολίτευμα.” οὐ γὰρ τοῖς ἀρχαίοις ἐν ἴσῳ προσεληλύθαμεν ἡμεῖς “ψηλαφωμένῳ πυρὶ καὶ γνόφῳ καὶ ζόφῳ καὶ θυέλλῃ ”καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ῥημάτων,” προσεληλύθαμεν δὲ μᾶλλον “Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ”ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων πανηγύρει καὶ ἐκκλησίᾳ “πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς καὶ κριτῇ Θεῷ ”πάντων καὶ πνεύμασι δικαίων τετελειωμένων καὶ διαθήκης “νέας μεσίτῃ Ἰησοῦ καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι ”παρὰ τὸ Ἄβελ.”

τὸ μὲν γὰρ αἷμα τοῦ Ἄβελ κατεκεκράγει τοῦ φονευτοῦ καὶ ἀδελφοκτόνου, λαλεῖ δὲ τὰ ἐκείνου κρείττονα τὸ τίμιον αἷμα, μόνον γὰρ οὐχὶ καὶ ἐξαιτεῖ τῷ κόσμῳ τὸν ἐκ Πατρὸς ἔλεον καὶ ῥεραντίσμεθα δι᾽ αὐτοῦ πρὸς δικαίωσιν.

Κατανοήσωμεν τοίνυν τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· ἀρχιερέα δηλονότι καὶ ἀπόστολον, ὃς καὶ γέγονε πιστὸς καὶ μέχρι θανάτου καὶ σταυροῦ, καθεὶς ἑαυτὸν ἐν εὐδοκίᾳ Πατρὸς ἵνα καὶ ἡμᾶς ἑαυτοῦ καταστήσῃ μιμητὰς, οὐ δι᾽ αὐτὸν δεδιότας ὑπομεῖναι τὸν θάνατον, εἰ προσίοι κατὰ καιροὺς δι᾽ εὐσέβειαν καὶ ὑπακοήν τινος πρὸς Θεόν. συλλήψεται δὲ πρὸς τοῦτο ἡμῖν καὶ ὁ μακάριος Πέτρος οὕτω λέγων “Εἰς ”τοῦτο γὰρ καὶ ἐκλήθητε ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ ἡμῶν “ἡμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ”ἴχνεσιν αὐτοῦ,” καὶ αὐτὸς δέ φησιν ὁ Σωτήρ “Εἴ τις ”θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω “τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι.” Τὸ γεμὴν ὠνομάσθαι πιστὸν τὸν Υἱὸν, ἀδικήσειεν ἂν οὐδὲν τὴν δόξαν αὐτοῦ, θεοπρεπεστάτην γὰρ οὖσαν τὴν λέξιν κατίδοι τις ἂν καὶ ἐπ᾽ αὐτοῦ δὲ κειμένην τοῦ Θεοῦ καὶ Πατρός· γέγραπται γοῦν ὅτι “Θεὸς πιστὸς καὶ οὐκ ”ἔστιν ἀδικία ἐν αὐτῷ, δίκαιος καὶ ὅσιος ὁ Κύριος·” ἔφη δέ τις καὶ τῶν Χριστοῦ μαθητῶν “Ὥστε καὶ οἱ πάσχοντες ”κατὰ τὸ θέλημα τοῦ Θεοῦ πιστῷ κτίστῃ παρατιθέσθωσαν “τὰς ψυχὰς αὐτῶν,” καὶ μὴν καὶ ὁ Παῦλος “Πιστὸς ὁ ”Θεὸς δι᾽ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ.”

τί γὰρ ἕτερον ἐν τούτοις ἡμῖν σημαίνει τό Πιστὸς ἢ τὸ ἀσφαλής τε καὶ βέβαιος καὶ ἀξιόχρεως εἰς πίστιν ὧν ἂν λέγοι τυχὼν ἢ ὧν ἂν ἕλοιτο κατορθοῦν; γέγονε δὲ τοιοῦτος ὁ Υἱὸς τῷ Πατρὶ καὶ ἐν ἀνθρωπότητι καθιγμένος, καὶ σταυρὸν καὶ θάνατον ἀνατλὰς ἵνα κατορθώσῃ τὸ αὐτῷ δοκοῦν. ἔφη γοῦν “Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ ”θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με· τοῦτο “δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με ἵνα πᾶν ὃ δέδωκέ μοι ”μὴ ἀπολέσω ἐξ αὐτοῦ ἀλλ᾽ ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ “ἡμέρᾳ.” δεδόμεθα γὰρ ὡς Σωτῆρι καὶ ζωοποιῷ τῷ Υἱῷ, καὶ τοῦτο ἦν ἔργον αὐτῷ παρὰ τοῦ Πατρός· ἐνεργεῖ γὰρ δι᾽ Υἱοῦ πᾶν ὅτι ἂν βούλοιτο κατορθοῦσθαι θεοπρεπῶς ὅτι καὶ δύναμις αὐτοῦ ἐστι καὶ σοφία. διὰ τοῦτο καὶ αὐτὸς ἔφασκεν ὁ Υἱός “Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου, τὰ ”γὰρ ἔργα ἃ δέδωκέ μοι ὁ Πατὴρ ἵνα τελειώσω αὐτὰ τὰ “ἔργα ἃ ἐγὼ ποιῶ μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ Πατήρ με ”ἀπέστειλε·” ψάλλει δέ που καὶ ὁ Δαυείδ “Ἔντειλαι ὁ Θεὸς ”τῇ δυνάμει σου, δυνάμωσον ὁ Θεὸς τοῦτο ὃ κατειργάσω ἐν “ἡμῖν.” Φέρε δὲ πολυπραγμονήσωμεν εἰ δοκεῖ, τίς δὴ ἄρα καὶ ἐπὶ τίσι γέγονε τῷ Υἱῷ τῆς ἱερατείας ὁ τρόπος, πότερον δουλοπρεπὴς καὶ τῆς ἑτέρου δόξης ὑπουργὸς, ἢ μᾶλλον τῷ Υἱῷ τὰ κατὰ φύσιν ἁρμοδιώτατος καὶ τοῖς τῆς ἐνανθρωπήσεως λόγοις οὐκ ἀσύμβατος.

οἱ μὲν γὰρ πάλαι κατὰ τὸν Μωσέως δοθέντα νόμον ἱερουργοῦντες Θεῷ ὡς ἐν τύπῳ καὶ σκιᾷ προσῆγον λατρείας, αὐτὸν ἱερωμένοι τῷ Πατρὶ τὸν Υἱὸν, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνακομίζοντες ὡς ἐν χιμάρῳ καὶ κριῷ καὶ μόσχῳ πλειστάκις. ἔριφος γὰρ ὑπὲρ ἁμαρτίας ἐσφάζετο κατά γε τὴν πίστιν τῶν ἱερῶν γραμμάτων ἀλλ᾽ ἐν ἐκείνοις μὲν ἦν τῆς ἀληθείας ἡ μόρφωσις· γέγραφε δὲ ἡμῖν ὁ σοφώτατος Παῦλος “Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν ”μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκη- “νῆς, οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως, ”οὐδὲ δι᾽ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου “αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια αἰωνίαν λύτρωσιν ”εὑρόμενος.” ἐπράττετο μὲν γὰρ δι᾽ αἵματος ἀλλοτρίου τῆς λατρείας ἡ δύναμις τοῖς κατὰ νόμον ἱερουργοῖς· ὑποδείγματι γὰρ καὶ σκιᾷ λελατρεύκασι τῶν ἐπουρανίων· Χριστὸς δὲ οὐχ οὕτω, πολλοῦ γε καὶ δεῖ, σέσωκε γὰρ τὴν ὑπ᾽ οὐρανὸν αἵματι τῷ ἰδίῳ καὶ “οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης ”γέγονεν ἱερεὺς ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου·” προσκεκόμικε γὰρ ἑαυτὸν ὑπὲρ ἡμῶν, ἀτονούσης εἰς δικαίωσιν τῆς ἐν τύπῳ λατρείας, καὶ γὰρ ἦν “ἀδύνατον αἷμα ταύ- ”ρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας,” ὅθεν καὶ δευτέρας διαθήκης ἐξῃτήθη τόπος, οὐκ ἐχούσης ἐφ᾽ ἑαυτῇ τῆς πρώτης τὸ ἄμεμπτον.

εἰδὼς δὲ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ὁ ἐξ αὐτοῦ κατὰ φύσιν Υἱὸς, ἑαυτὸν ὑπὲρ ἡμῶν πάντων προσκομιῶν τε ἅμα καὶ ἱερουργήσων αὐτῷ γέγονεν ἄνθρωπος ὑπὲρ ἡμῶν. καὶ τούτου μάρτυς γένοιτ᾽ ἂν ἡμῖν οὐ ψευδοεπὴς ὁ μακάριος Παῦλος, ἔφη γὰρ πάλιν περὶ αὐτοῦ “Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει Θυσίαν καὶ προσ- ”φορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώ- “ματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας, τότε εἶπον Ἰδοὺ ἥκω, ”ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι ὁ “Θεὸς τὸ θέλημά σου.” τίς οὖν ἄρα ἐστὶν ὁ εἰς τὸν κόσμον εἰσερχόμενος; πῶς δὲ καὶ ὅλως εἰσβεβηκέναι λέγεται; μὴ οὐχὶ δὴ πρότερον ἔξω τε ὑπάρχων αὐτοῦ καὶ οἷον ἀπῳκισμένος;

Εἰσβέβηκε τοίνυν εἰς τόνδε τὸν κόσμον ὁ ἐκ Θεοῦ Λόγος, οὐ τοπικῶς δὲ μᾶλλον ἀλλὰ φυσικῶς ὅτε καὶ αὐτὸς μέρος πέφηνε τοῦ κόσμου καταρτίσαντος αὐτῷ τὸ σῶμα τοῦ Θεοῦ καὶ Πατρὸς, ἵνα καὶ τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα γένηται τεθνεὼς σαρκὶ κατὰ τὰς γραφάς. γέγονε γὰρ “διὰ τοῦτο ”καινῆς διαθήκης μεσίτης ὅπως θανάτου γενομένου εἰς ἀπο- “λύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων, τὴν ”ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονο- “μίας.” ὠνόμασται τοίνυν ἀρχιερεὺς καὶ ἀπόστολος τῆς ὁμολογίας ἡμῶν, εὖ μάλα πεποιημένος, προσκεκόμικε τῷ Πατρὶ καθάπερ ὀσμὴν εὐωδίας πνευματικῆς καὶ ὡς ἤδη κεκαθαρμένους, προσίομεν γὰρ λέγοντες τῆς πίστεως ἡμῶν τὸ μάθημα. ὅτε τοίνυν τῆς ἀκραιφνοῦς πίστεως τὴν ὁμολογίαν τε καὶ ὁμοούσιον Τριάδα ποιεῖσθαι προστετάγμεθα, πῶς οὐχ ἅπασιν ἐναργὲς οὐχ ὡς ἑτέρῳ μᾶλλον αὐτὴν ἱερουργεῖ καὶ προὔχοντί τε καὶ ὑπερκειμένῳ κατὰ τὴν φύσιν, ἑαυτῷ δὲ μᾶλλον μετὰ τοῦ Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος. Θεὸς οὖν ἄρα καὶ ἐν σαρκὶ γεγονὼς νοοῖτ᾽ ἂν εἰκότως· δεδικαιώμεθα γὰρ ὁμολογοῦντες ὅτι καὶ γέγονε σὰρξ καὶ μεμένηκε Λόγος καὶ πεπάτηκεν ὑπὲρ ἡμῶν τοῦ θανάτου τὸ κράτος, ζωὴ κατὰ φύσιν ὑπάρχων ὡς ἐκ ζωῆς τοῦ Πατρός.