Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν πρὸς Ἑβραίους ἐπιστολήν

Κύριλλος Ἀλεξανδρείας

Η υπεροχή του Χριστού έναντι του Μωυσή

Προβολή της ασύγκριτης δόξας του προαιώνιου Χριστού ως δημιουργού και Κυρίου επί του οίκου του Θεού, σε αντιπαραβολή με την υπηρεσιακή θέση του Μωυσή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 7 από 11

Ὅτι γάρ ἐστι Θεὸς κατὰ φύσιν καὶ Υἱὸς ἀληθῶς ὁ Ἐμμανουὴλ, οὐδὲν ἧττον ἡμᾶς πιστώσεται λέγων ὁ μακάριος Παῦλος ὡς γέγονε μὲν ἀπόστολος καὶ ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν, πιστὸς δὴ πρὸς τούτῳ τῷ ποιήσαντι αὐτὸν καθὰ καὶ Μωυσῆς ἐν τῷ οἴκῳ αὐτοῦ, πλείονος γεμὴν δόξης αὐτὸς ἠξίωται παρὰ Μωσέα, καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. καί μοι πάλιν ἐν τούτοις καταθαυμάζειν ἔπεισι τὸν μυσταγωγὸν, ὑποτρέχει γὰρ εὐμηχάνως τὸν Ἰσραὴλ οὐ μετρίως ἀπονενευκότα πρὸς τὸ ἐξήνιον καὶ πρός γε τὸ δεῖν ἀντιφέρεσθαι τῷ Χριστῷ. καὶ τῶν εἰς Μωσέα τε λόγων καὶ ἐγκωμίων ἅπτεται, πιστὸν μὲν ἀποκαλῶν, συνεισάγων δὲ τούτοις ἀστείως τῆς τοῦ Σωτῆρος ἡμῶν ὑπεροχῆς τὸ πολὺ λίαν ἀνεστηκός· ἔφη γὰρ γενέσθαι Χριστὸν ἀπόστολον καὶ ἀρχιερέα καὶ πρός γε τούτῳ πιστὸν, καθάπερ ἀμέλει καὶ αὐτὸς γέγονεν ὁ Μωυσῆς, εὐαφόρμως δὲ λίαν παρενεγκὼν εἰς μέσον τὸ Μωσέως ὄνομα καὶ τοὺς ἐπαίνους τοὺς ἐπ᾽ αὐτῷ προκαταθεὶς τῷ Λόγῳ δέδειχεν εὐθὺς κατόπιν ὄντα τῆς δόξης Χριστοῦ· τετιμῆσθαι γὰρ ἔφη μειζόνως αὐτὸν καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν.

Ὁρᾷς ὅπως καὶ ἐν σαρκὶ γεγονότα τὸν τοῦ Θεοῦ Λόγον καὶ ἐν τῇ τοῦ δούλου μορφῇ νοούμενον οἰκονομικῶς τῶν τῆς ἀνθρωπότητος ἀνακομίζει μέτρων καὶ τῶν τῆς δουλείας ὅρων ἐπέκεινα τιθεὶς, γενεσιουργὸν εἶναί φησι τῶν ὅλων καὶ αὐτοῦ δὲ δηλονότι Μωσέως, στεφανοῖ δὲ διὰ τούτων τῇ τῆς κατὰ φύσιν κυριότητος δόξῃ. εἰ γάρ ἐστιν ἀληθὲς ὅτι τῶν ποιημάτων οὐδὲν ταὐτὸν ἔσται κατ᾽ οὐσίαν τῷ ποιητῇ, πῶς ἂν ἐνδοιάσειέ τις ὅτι πάντη τε καὶ πάντως ἀμείνων ἔσται κατὰ τὴν δόξαν ὁ κατασκευάσας αὐτόν; ἐπιτήρει δὲ ὅτι τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν αὐτὸν ἔφη πιστὸν μὲν γενέσθαι τῷ ποιήσαντι αὐτὸν καθὰ καὶ αὐτὸς ἦν ὁ ἱεροφάντης Μωσῆς, πλείονος γεμὴν ἠξιῶσθαι δόξης παρ᾽ ἐκεῖνον καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν· προσεπάγει δὲ τούτοις, Θεὸν ὄντα καταδεικνὺς τὸν Ἰησοῦν Πᾶς δὲ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ δὲ τὰ πάντα κατασκευάσας Θεός.

οὐκοῦν εἰ μὲν ἦν τις ἄνθρωπος εἷς τῶν καθ᾽ ἡμᾶς ὁ Χριστὸς, ἔδει κρίνεσθαι τὰ κατ᾽ αὐτὸν ὡς ἀπὸ μόνου τοῦ χρόνου τῆς κατὰ σάρκα γενέσεως· ἐπειδὴ δὲ ὁ καὶ αὐτῶν αἰώνων πρεσβύτατος Μονογενὴς Υἱὸς ἐν εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς γέγονεν ἄνθρωπος, κεχρημάτικέ τε οὗτος Χριστὸς Ἰησοῦς· καινὸν γὰρ ὄνομα τοῦτο αὐτῷ καὶ τοῖς τῆς οἰκονομίας καιροῖς συνεισβεβηκὸς, προσέσται πάλιν αὐτῷ καὶ εἰ γέγονε σὰρξ τὸ πρὸ παντὸς εἶναι χρόνου καὶ τὸ δεῖν ὁμολογεῖσθαι πρὸς ἡμῶν ὅτι τῶν ὅλων ἐστὶ γενεσιουργός· “Εἷς γὰρ Θεὸς ὁ Πατὴρ ἐξ οὗ ”τὰ πάντα καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι᾽ οὗ τὰ “πάντα,” καὶ πάλιν “Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ ”αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.” πῶς οὖν αὐτὸς κατὰ τὴν χθὲς ἂν εἴη καίτοι γεννηθεὶς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς; ὅτι τῆς τοῦ Θεοῦ Λόγου φύσεως τὸ πρεσβύτατον, ὡς ἔφην, ἀναπόβλητον αὐτῷ μεμένηκεν ἀναγκαίως καὶ ἐν χρόνοις τῆς μετὰ σαρκὸς καὶ νεωτάτης οἰκονομίας. καὶ γοῦν ἐποιεῖτο μὲν λόγους ποτὲ περὶ τοῦ προπάτορος Ἁβραὰμ πρὸς τὸν Ἰσραὴλ λέγων “Ἁβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ”ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ εἶδεν καὶ ἐχάρη.” οἱ δὲ κατ᾽ οὐδένα τρόπον τὸ ἐπ᾽ αὐτῷ συνιέντες μυστήριον, ἄνθρωπον δὲ καθ᾽ ἡμᾶς ἁπλῶς, καὶ πέρα τούτου μηδὲν, ὑπονοοῦντες ὑπάρχειν αὐτὸν, ἀσυνέτως ἔφασκον “Πεντήκοντα ἔτη οὔπω ”ἔχεις, καὶ Ἁβραὰμ ἑώρακας;”

ὁ δὲ πρὸς αὐτούς “Ἀμὴν ”λέγω ὑμῖν πρὶν Ἁβραὰμ γενέσθαι ἐγώ εἰμι.” ἔστι τοίνυν αὐτοῦ τε τοῦ Ἁβραὰμ καὶ Μωσέως καὶ τῶν ὅλων τεχνίτης καὶ γενεσιουργὸς, ἀνάγκη δὲ πᾶσα τῶν ἰδίων ποιημάτων προϋφεστάναι λέγειν τὸν ποιητὴν, καὶ τῶν κατ᾽ εἰκόνα τὴν πρὸς αὐτὸν ἐκτισμένων προαναφαίνεσθαι τὸ ἀρχέτυπον κάλλος. οὐκοῦν ἀσυγκρίτως τὸ Μωσέως ὑπερβαλεῖται μέτρον, μᾶλλον δὲ καὶ παντὸς τοῦ κεκλημένου πρὸς γένεσιν ἡ δόξα Χριστοῦ ὑπάρξει. καὶ καθ᾽ ἕτερον δὲ τρόπον πειρᾶται πληροφορεῖν ὁ θεσπέσιος Παῦλος ὅτι γέγονεν αὐτῷ σοφός τε καὶ ἀληθὴς ὁ περὶ τούτων λόγος· ἦν μὲν γὰρ, φησὶν, ὁ Μωσῆς πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων, Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ οὗ ὁ οἶκός ἐσμεν ἡμεῖς. ἄθρει δὴ οὖν ὅπως τῷ μὲν μακαρίῳ Μωυσῇ μέτρον ἀπονέμει τὸ οἰκετικὸν τῷ γνησιότητος τρόπῳ κοσμούμενον. εἶναι γάρ φησιν ἐν τῷ οἴκῳ πιστὸν εἰς μαρτύριον τῶν λαληθησομένων, τουτέστιν εἰς διακονίαν τῶν παρὰ Θεοῦ λόγων, Χριστὸν δὲ οὐχ οὕτως· οὐ γὰρ ὡς ἐν οἴκῳ πιστὸν οἰκέτην, ἀλλ᾽ ὡς Υἱὸν καὶ δεσπότην ἐπὶ τὸν οἶκον τοῦ Πατρὸς, τουτέστιν ἡμᾶς τοὺς ἐν πίστει δεδικαιωμένους καὶ ἡγιασμένους ἐν πνεύματι.

πεπαιδαγώγηκε μὲν γὰρ ὁ Μωσῆς διὰ τῆς τοῦ νόμου σκιᾶς τοὺς ἀρχαιοτέρους καὶ τὰ τῆς οἰκετικῆς γνησιότητος ἐκομίζετο γέρα, Θεοῦ λέγοντος πρὸς αὐτόν “Σὺ δὲ αὐτοῦ στῆθι μετ᾽ ἐμοῦ,” πολὺ δὲ λίαν ἐν ἀμείνοσιν ἐπὶ Χριστοῦ. κεκάθικε γὰρ “ἐν δεξιᾷ τοῦ θρό- ”νου τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς,” καὶ κατῴκηκεν ὡς Υἱὸς καὶ Κύριος ἐν τῷ οἴκῳ τοῦ Πατρὸς αὐτοῦ. ἐναυλίζεται γὰρ ἡμῖν ὡς Θεὸς διὰ τοῦ ἰδίου Πνεύματος, καίτοι τοῦ πανσόφου Μωσέως ἐν οὐδενὶ κατοικήσαντος, οὐ γὰρ μέτοχοι γεγόναμεν Μωσέως, ἀλλ᾽ οὐδὲ ἑτέρου τινὸς τῶν ἁγίων, μετεσχήκαμεν δὲ τοῦ Χριστοῦ, διά τε τοῦ Πνεύματος καὶ τῆς εὐλογίας τῆς μυστικῆς. καίτοι γὰρ Θεοῦ λέγοντος δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν “Ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπα- ”τήσω καὶ ἔσομαι αὐτῶν Θεὸς καὶ αὐτοὶ ἔσονταί μοι λαός.” ἐνεστηκότος ἤδη καιροῦ καθ᾽ ὃν ἔδει τοῦτο πληροῦν, κατῴκηκεν ἐν ἡμῖν ὁ Χριστὸς κατὰ τὴν ἀρχαίαν ὑπόσχεσιν, ἵν᾽ ἡμᾶς ἀποφήνῃ ναοὺς Θεοῦ ζῶντος, τουτέστιν αὐτοῦ, καὶ συνάψῃ δι᾽ αὐτοῦ τῷ Θεῷ καὶ Πατρί. καὶ γοῦν ἔφη τοῖς ἁγίοις ἀποστόλοις “Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὅτι ἐγὼ ”ἐν τῷ Πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν· ὁ γὰρ “κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι,” κατὰ τὸ γεγραμμένον.

παρατιθέμενος δὲ καὶ ἡμᾶς τῷ Θεῷ καὶ Πατρὶ πάλιν οὕτω φησίν “Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον ἀλλὰ ”καὶ περὶ πάντων τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν “εἰς ἐμὲ, ἵνα πάντες ἓν ὦσι, καθὼς σὺ Πατὲρ ἐν ἐμοὶ κἀγὼ ”ἐν σοὶ, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν ἵνα ὁ κόσμος πιστεύῃ “ὅτι σύ με ἀπέστειλας. κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι ”δέδωκα αὐτοῖς ἵνα ὦσιν ἓν καθὼς καὶ ἡμεῖς ἓν, ἐγὼ ἐν “αὐτοῖς καὶ σὺ ἐν ἐμοὶ, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν.”

Οὐκοῦν ἐν Χριστῷ τὸ τῆς ἑνώσεως ἀγαθὸν τῆς πρὸς Θεὸν καὶ Πατέρα κεκερδήκαμεν, καὶ μένει πάντως ἐν ἡμῖν, τὸ οὕτω λαμπρὸν καὶ περιφανὲς ἀγλαΐσμα τετηρηκόσι τὴν παῤῥησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος, καὶ πρός γε τούτοις πιστεύουσιν οὐχ ὅτι παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς ἕτερός ἐστιν ἰδικῶς τε καὶ ἀνὰ μέρος υἱὸς ὁ ἐκ τῆς ἁγίας παρθένου γεγενημένος ναὸς, ἀλλ᾽ ὅτι γέγονε μὲν κατὰ τὰς γραφὰς, “σὰρξ ”ὁ Λόγος καὶ ἐσκήνωσεν ἐν ἡμῖν,” οὐ πέπαυται δὲ τοῦ εἶναι Θεὸς, ἀλλ᾽ ἔστιν Υἱὸς εἷς καὶ Κύριος εἷς Ἰησοῦς ὁ Χριστός. <Καὶ διικνούμενος ἄχρι μερισμοῦ.> Τὸ γεμήν Διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος ἔστι καὶ οὕτως νοῆσαι, ὅτι τὸ παρὰ Θεοῦ κήρυγμα διαιρεῖ καὶ μερίζει τὰ τῆς ψυχῆς μέρη, δεκτικὴν ποιοῦν καὶ χωρητικὴν τῶν ἀκουομένων. <Γῆ ἐκφέρουσα ἀκάνθας.> Ἣ γεμὴν ῥᾴθυμος ψυχὴ παρεικάζοιτο ἂν εἰκότως γῇ πονηρᾷ καὶ ἁλμάδι, δεχομένῃ μὲν πολλάκις παρὰ τῶν γηπονεῖν εἰωθότων τὰς τῶν σπερμάτων καταβολὰς, τικτούσῃ δὲ τὸ σύμπαν οὐδέν· εἰς ποῖον δὲ αὐτῇ τέλος ἡ ῥᾳθυμία ἐκβήσεται, ἄπρακτον ἀποφηνάσῃ τὴν δοθεῖσαν αὐτῇ παρὰ τοῦ Θεοῦ δωρεὰν, διδάξει λέγων ὁ Παῦλος, ὅτι τὸ τέλος αὐτῆς εἰς καῦσιν. βούλει καὶ διὰ πραγμάτων τὸ εἰρημένον ἰδεῖν ἀληθές;