Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν πρὸς Ἑβραίους ἐπιστολήν

Κύριλλος Ἀλεξανδρείας

Η τυπολογία της Σκηνής, η ανεπάρκεια του Νόμου και το μεγαλείο της πίστεως

Τυπολογική ερμηνεία της Σκηνής του Μαρτυρίου και ανάλυση της ανεπάρκειας των σαρκικών δικαιωμάτων του νόμου, με παράλληλη προβολή της πίστεως των παλαιών δικαίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 8 από 11

γέγονέ ποτε γῆ καρποφόρος ὁ Ἰσραήλ “Ἄμπελος ”εὐκληματοῦσα,” κατὰ τὸ γεγραμμένον· ταύτῃ γεγόνασιν ἐν τάξει νεφῶν οἱ μακάριοι προφῆται, καὶ θείοις αὐτὴν κατάρδοντες λόγοις, ὠφελεῖν ἐσπούδαζον, ἀλλ᾽ “ἐποίησεν ”ἀκάνθας,” ἀγρία γέγονε καὶ ὑλομανής· δέδοται τοίνυν εἰς καῦσιν, τουτέστιν ἠχρειώθη παντελῶς, καὶ τῷ πυρὶ τεταμίευται. <Χρυσοῦν ἔχουσα θυμιατήριον κ.τ.λ.> Ἀλλὰ ταῦτα μὲν διὰ μακροῦ περὶ τῆς σκηνῆς καὶ τῶν ἐν αὐτῇ εἴρηται· ἀναλαβόντες δὲ διὰ βραχέων αὖθις ἐροῦμεν ὅτι τρεῖς ἦσαν τόποι τῆς σκηνῆς· ὁ μὲν ἔξω ἀφωρισμένος πᾶσι, μεθ᾽ ὃν τὸ πρῶτον καταπέτασμα, τὸ καὶ ἐπίσπαστρον ἀπὸ τοῦ ἐφέλκεσθαι καλούμενον, ὃ διεῖργε τὴν αὐλὴν, εἰς ἣν πάντες κοινῶς εἰσῄεσαν, ἐν ᾗ καὶ ἔθυον κατὰ τοῦ χαλκοῦ θυσιαστηρίου· ὁ δὲ μέσος μετὰ τὸ ἐπίσπαστρον, οὗ ἔνδον εἰσήρχοντο οἱ ἱερεῖς, τὰς λατρείας καθεκάστην ἐπιτελοῦντες· οὗτος δὲ ὁ τόπος ἐκαλεῖτο Ἅγια, ἃ τύπος ἦσαν τῆς παλαιᾶς, ἅτε τῶν δι᾽ αἵματος θυσιῶν ἐκεῖ τελουμένων· ὁ δὲ ἐνδότερος ὠνομάζετο Ἅγια ἁγίων, ἃ τύπος ἦν τοῦ παρ᾽ ἡμῖν μυστηρίου.

τὴν μὲν οὖν μετὰ τὸ χαλκοῦν θυσιαστήριον σκηνὴν πρώτην ὁ ἀπόστολος λέγει, ὡς πρὸς τὰ ἅγια τῶν ἁγίων· ἐπεί τοι μέση ἦν τῷ ἐπισπάστρῳ ἀπὸ τῆς αὐλῆς διειργομένη· μετὰ δὲ τὴν μέσην ταύτην σκηνὴν αὖθις τὸ καταπέτασμα ἐτέτατο· καὶ ἔνδον τούτου ἦν ἡ σκηνὴ ἡ λεγομένη ἅγια ἁγίων, εἰς ἣν οὐδεὶς εἰσῄει ἢ μόνος ὁ ἀρχιερεὺς, καὶ οὗτος ἅπαξ τοῦ ἐνιαυτοῦ· ἀπέκειτο δὲ ἐν ταύτῃ ἡ κιβωτὸς τὰς πλάκας τοῦ νόμου φέρουσα, καὶ τὴν στάμνον τοῦ μάννα, καὶ τὴν ῥάβδον Ἀαρών. καὶ μὴν αἱ βασιλεῖαί φασιν ἐν τῇ κιβωτῷ μόνας τεθεῖσθαι τὰς πλάκας, ἐκ παραδόσεως δὲ ἴσως ὁ Παῦλος καὶ τὴν ῥάβδον καὶ στάμνον προσέθηκεν. <Ὑπεράνω δὲ αὐτῆς χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον.> Σύνες οὖν, ὅπως ἐποίει τὸ μὲν ἱλαστήριον εἰς εἰκόνα ἐνανθρωπήσαντος τοῦ Υἱοῦ· τότε γὰρ γέγονεν ἱλαστήριον· πλὴν κύκλῳ περιεστάναι προστάττει τὰ χερουβὶμ, καὶ συσκιάζειν ταῖς πτέρυξιν, ἀεὶ πρὸς αὐτὸν τετραμμένα τε καὶ βλέποντα· εἶτά πως ἡμῖν αὐτὸν ὁ προφήτης τεθεᾶσθαί φησιν, “ὅτε εἶδε τὴν ”δόξαν, καὶ ἐλάλησε περὶ αὐτοῦ.”

εἶδον, γάρ φησι, “τὸν ”Κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ τε καὶ “ἐπηρμένου·” καὶ τὰ σεραφὶμ εἱστήκει κύκλῳ αὐτοῦ, καὶ τὸν ἐπὶ θρόνου Κύριον ἐδοξολόγουν, τὰς πτέρυγας τείνοντα· οὕτω τετάχατο καὶ ἐν τῇ ἁγίᾳ σκηνῇ συσκιάζοντα ταῖς πτέρυξιν ἐπὶ τὸ ἱλαστήριον· εἰ δὲ ἦν τις τοῖς χερουβὶμ τοῖς ἐκ χρυσίου πεποιημένοις βοή τε καὶ λόγος, ἐδοξολόγησαν ἂν ὡς κύριον σαβαὼθ, τὸν ἐν τῇ δούλου μορφῇ πεφηνότα Υἱὸν Μονογενῆ τὸν ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν. <Καὶ διαφόροις βαπτισμοῖς καὶ δικαιώμασι σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικείμενα.> Τετελείωκεν ὁ νόμος οὐδένα κατὰ συνείδησιν, εἰσκεκόμικε δὲ μᾶλλον βαπτισμῶν διδαχὰς, ἀφηγήσεις περιῤῥαντηρίων “πρὸς τὴν τῆς σαρκὸς καθαρότητα·” καταλήγει γὰρ εἰς τοῦτο μόλις τῆς νομικῆς ἱερωσύνης ἡ δύναμις· κἂν γὰρ νεκροῦ τις ἥψατο, κἂν λεπροῦ, κἂν γονοῤῥυὴς ἐγένετο, ἐβαπτίζετο, καὶ οὕτως ἐδόκει καθαρίζεσθαι· ταῦτα δὲ δικαιώματα ἦσαν σαρκὸς, τουτέστιν ἐντολαὶ σάρκιναι, σαρκικῶς δικαιοῦσαι τοὺς κατὰ σάρκα δοκοῦντας ἀκαθάρτους. —Ὅτι δὲ ταῖς κατὰ νόμον σκιαῖς τοὺς ἐξ αἵματος Ἰσραὴλ ἀσυνέτως ἐμφιλοχωρεῖν οὐκ ἠφίει Θεὸς, ἐξ αὐτῶν εἰσόμεθα τῶν ἱερῶν γραμμάτων· προστέταχε μὲν γὰρ καταθύεσθαι τὸν ἀμνὸν εἰς τύπον Χριστοῦ, ὁδοιπορικῶς δὲ ἐσταλμένους σιτεῖσθαι, σημαίνων ὡς μέχρι παντὸς οὐ στήσεται τὰ ἐν τύποις, ἀλλ᾽ οἱονεὶ δραμεῖται πρὸς ἀλήθειαν. <Καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας.> Ὥσπερ γὰρ στρατιώτην τὸν ῥιψάσπιδα καὶ φυγοπόλεμον οὐ δευτέροις τιμᾶσθαι σημάντροις, ἀλλ᾽ ἤδη κολάζεσθαι χρὴ, καὶ τῆς ἀνανδρίας ἀποτιννύναι λόγον, τὸν αὐτὸν οἶμαι τρόπον τὴν οὕτω σεπτήν τε καὶ ἀξιάγαστον περιυβρίζοντας χάριν οὐ δευτέρου τιμᾶσθαι Πνεύματος δόσει, τῆς πρώτης ἀθετουμένης, ἀλλ᾽ ἤδη ποιναῖς ὑποκεῖσθαι πρέπει· οὐ γάρ “ἡ αὐτῶν ἀπιστία τὴν πίστιν τοῦ Θεοῦ καταργήσει,” οὐδ᾽ ἐπείπερ καταπεφρονήκασί τινες ἀνόπιν ἰόντες, τῆς θείας χάριτος τὸ ἀβέβαιον καταγράψομεν· ποιναῖς δὲ μᾶλλον ὁ τῶν ὅλων ὑποθήσει Κριτὴς τοὺς εἰς τοῦτο δυσσεβείας κατολισθεῖν οὐ παραιτουμένους, ὡς τὸν Υἱὸν τοῦ Θεοῦ καταπατῆσαι, καὶ τὸ Πνεῦμα τῆς χάριτος ὑβρίσαι, ἐν ᾧ ἡγιάσθησαν καὶ τῆς θείας φύσεως γεγόνασι κοινωνοί. <Ἥτις ἔχει μισθαποδοσίαν μεγάλην.> Ὅτι δι᾽ ὑπομονῆς καὶ τοῦ μὴ ἁψικόρως ἔχειν περὶ τὸ πληροῦν τὰ ἐξαίρετα τῶν κατορθωμάτων, ἀλλὰ διψῆν μὲν ἀεὶ, καὶ ἀκορέστως ἔχειν, καὶ ἀπλήστως ἐρᾶν παντὸς ἀγαθοῦ πράγματος, καὶ κατασωρεύειν ἑαυτοῖς τὴν ἐκ πράξεων εὐδοκίμησιν, ἐν τοιαύταις δὲ εἶναι προθυμίαις, ἐν αἷσπερ ἂν εἶεν καὶ οἱ τοῦ πλουτεῖν ἐρασταὶ, περὶ ὧν γέγραπται “Ἀγαπῶν ”ἀργύριον οὐ πλησθήσεται ἀργυρίου·” εἰ δὲ οὐ κορέννυσιν ἐκείνους τὰ γήϊνα καὶ πρόσκαιρα καὶ εὐμάραντα, πῶς οὐκ ἀναγκαῖον ἡμᾶς θερμοτέραις κεχρῆσθαι ταῖς ἐπιθυμίαις, ἵνα κερδάνωμεν τὰ παρὰ Θεοῦ, ἃ καὶ εἰς ἀπεράντους αἰῶνας ἐκτείνεται, καὶ ἀκατάληκτον ἔχει τὴν εὐθυμίαν; <Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι.> Μέγα δὴ οὖν καὶ ἐξαίρετον ἀγαθὸν ἡ πίστις· πλουτεῖ γὰρ ἁμαρτιῶν ἀπόθεσιν, ῥύπου παντὸς ἀποκάθαρσιν· ἔστι δὲ καὶ μνηστείας πρόξενος τῆς παρὰ Θεοῦ, καὶ ὁδὸς εἰς ἁγιασμὸν καὶ υἱοθεσίαν, καὶ ἁπαξαπλῶς παντὸς ἀγαθοῦ προμνήστρια· οὕτως εὐδόκιμοι γεγόνασιν οἱ πατέρες, οὕτως λαμπρὰν καὶ ἀοίδιμον ἐσχήκασι δόξαν· κατηνδρίσαντο δὲ καὶ αὐτοῦ θανάτου πολλοὶ, καὶ τὸν ἀμάραντον τῆς δόξης ἀνεδήσαντο στέφανον. <Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων εὐλαβηθεὶς κατεσκεύαζε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ.> Ἐπειδὴ γὰρ ἡ σύμπασα γῆ τὴν ὁδὸν αὐτῆς διέφθειρε, καθὰ γέγραπται, καὶ ἀπονένευκεν ἡ καρδία “τοῦ ἀνθρώπου ”ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος,” κατακλυσμὸν τοῖς ἀνὰ πᾶσαν τὴν γῆν ἐπηφίει Θεὸς, οἷόν τινα κῆπον ὑλομανήσαντα καὶ κεχερσωμένον ἀνακτώμενος, καὶ φυτὸν ἐν αὐτῷ τηρήσας εὐγενὲς, τὸν πανάριστον Νῶε, ἵν᾽ ἐξ αὐτοῦ τὸ γένος τὸ ἀνθρώπινον, εἰς ἑτέραν ὥσπερ ἀρχὴν μεταστοιχειούμενον, σώζηται πάλιν ἐπὶ τῆς γῆς.

πίστει οὖν χρηματισθεὶς Νῶε κατεσκεύαζε τὴν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, “εἰς ”ἣν ὀλίγαι τουτέστιν ὀκτὼ ψυχαὶ διεσώθησαν δι᾽ ὕδατος·” μία μὲν γὰρ ἐξενήνεκται θανάτου ψῆφος κατὰ πάντων τῶν ἐπὶ τῆς γῆς, πεπληθυμένης δηλονότι τῆς ἁμαρτίας καὶ εἰς ἀβούλητον ὀργὴν καλεσάσης τὸν Δημιουργόν· ἀλλ᾽ ἐσώζετο πανοικὶ δίκαιος ὢν ὁ Νῶε· πεπίστευκε γὰρ τῷ Θεῷ προστάττοντι κατασκευάσαι τὴν κιβωτὸν, καὶ βεβάπτιστο μὲν ἡ σύμπασα γῆ, ἡ δὲ τοῖς ὕδασιν ἐπενήχετο, κυβερνήτην λαβοῦσα τὸν τῶν ὅλων σωτῆρα Θεόν· καὶ ἦν ἐν αὐτῇ λείψανον ἀνθρωπότητος ὁμοῦ γυναιξὶ καὶ τέκνοις· ὁ πίστιν ἔχων τὸ καύχημα. <Πίστει προσήνεγκεν Ἁβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος.> Ἀλλ᾽ οὐ δύναμαι τοῦ μεγάλου τούτου ἀποστῆναι θαύματος· πρεσβύτης ἦν ὁ μακάριος Ἁβραὰμ, ἐθρήνει τὴν ἀπαιδίαν, ἐζήτει παρὰ Θεοῦ κληρονόμον ἐξ ἐλευθέρας· εἶτα λαβὼν, καὶ ἐπ᾽ αὐτῷ πᾶσαν ἔχων τὴν τοῦ γένους ἐλπίδα καὶ τὸ τῆς θείας ὑποσχέσεως τέλος, προσετάττετο θύειν αὐτόν· τί οὖν ὁ πρεσβύτης;

ἐννοῶ μὲν ἐν ὅσαις γέγονε δυσθυμίαις· ἡ φύσις αὐτὸν ἐβιάζετο πρὸς φιλοστοργίαν, τὸ θεῖον ἐκάλει πρόσταγμα πρὸς ὑπακοήν· προσέκειτο τῷ παιδὶ μόνον ἔχων αὐτὸν, ἐδεδίει προσκροῦσαι Θεῷ· καὶ καθάπερ τι δένδρον μέγα τε καὶ εὐμηκέστατον ταῖς τῶν ἀνέμων ἀντιπνοίαις τῇδε κἀκεῖσε διαῤῥιπτούμενον μονονουχὶ μεθύει καὶ σείεται, οὕτω γέγονεν ἡ τοῦ δικαίου ψυχή· πῶς οὖν ἄρα τὸν τοῦ πειρασμοῦ χειμῶνα νενίκηκεν; ὁ νομομαθέστατος Παῦλος διδάξει λέγων Πίστει προσήνεγκε τὸν Ἰσαὰκ πειραζόμενος, λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγεῖραι δύναται ὁ Θεός. ὢ πίστεως ἑδραιότης· ὢ λογισμῶν ἁγιοπρεπῶν ἀσφάλεια· δέδωκε τῷ Θεῷ τὸ πάντα δύνασθαι κατορθοῦν· καὶ τί τὸ ἐντεῦθεν; εἰς ποῖον αὐτῷ τέλος ἐκδεδράμηκεν ἡ πίστις;