Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν πρὸς Ἑβραίους ἐπιστολήν

Κύριλλος Ἀλεξανδρείας

Η μετάβαση στη νέα διαθήκη και η ασάλευτη βασιλεία του Χριστού

Σχολιασμός της σταυρικής κένωσης του Υιού, της θεοφάνειας στο όρος Σινά και της μετάβασης στη νέα διαθήκη και στην αναλλοίωτη, αιώνια βασιλεία του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 9 από 11

τὸ γράμμα διδάξει τὸ ἱερόν· “Ἐπίστευσε γὰρ, φησὶν, Ἁβραὰμ τῷ Θεῷ, καὶ ”ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.” <Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας.> Μᾶλλον δὲ ὧδε νοεῖν οἰκειότερον, ὅτι καίτοι ἐνὸν αὐτῷ τοῖς τῆς ἰδίας φύσεως ἀξιώμασιν ἐντρυφᾶν, καὶ ταῖς κατὰ πάντων ἀσυγκρίτως ὑπεροχαῖς θεοπρεπῶς ἐναβρύνεσθαι· τοῦτο γὰρ εἶναί φαμεν τὴν προκειμένην αὐτῷ χαράν· κεκένωκεν ἑαυτὸν καθεὶς ἐν τοῖς καθ᾽ ἡμᾶς, ἵν᾽ ὑπὲρ παντὸς τὸν κατὰ σάρκα θάνατον ἀνατλὰς, εἶτα πατήσας αὐτὸν διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, βάσιμον καὶ ἡμῖν ἀποφήνῃ τὸ παλινδρομεῖν δύνασθαι πρὸς ζωήν· καὶ γέγονε μὲν αὐτῷ πρὸς ἐντροπῆς τε καὶ ἀδοξίας τὸ παθεῖν· ἐπειδὴ δὲ ἀνέστησε τὸν ἑαυτοῦ ναὸν, καινοτομήσας τὸν θάνατον καὶ πλεονεκτήσας τὴν φθορὰν, ὡς Θεὸς ἐκ Θεοῦ καὶ εἰ πέφηνε μετὰ σαρκὸς, τὸ ἐν ἐκείνοις αἶσχος καὶ τὸ ἐκτροπῆς ἀκαλλὲς κατηφάνισται τοῖς δευτέροις, καὶ δεδόξασται διὰ τὴν ἀνάστασιν ὁ Υἱὸς, καίτοι πρὸ αὐτῆς τὸν ἀτιμότατόν τε καὶ ἀκλεᾶ μὴ παρωσάμενος θάνατον διὰ τὴν ἑκούσιον κένωσιν. <Ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν.> Δανιὴλ γοῦν θεοπτίας ἡμῖν ἀναγράφων καὶ ὁράσεις προφητικὰς, καθίζει μὲν ἐπὶ θρόνου τὸν παλαιὸν ἡμερῶν· περιίστησι δὲ αὐτῷ χιλίας μὲν χιλιάδας τῶν τεταγμένων εἰς λειτουργίαν, μυρίας δὲ μυριάδας τῶν παραστατῶν· Ἡσαΐας δὲ οὐκ ἐν μείονι δόξῃ τεθεᾶσθαί φησι τὸν Υἱόν “Εἶδον,” γὰρ ἔφη, “τὸν Κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ ”καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ.”

καὶ “Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ,” καὶ ἐκεκράγεσαν τὸν ἐν τριττῷ μὲν ἐν ἀρχῇ, καταλήγοντα δὲ εἰς ἑνάδα καὶ εἰς κυριότητα μίαν, ἁγιασμόν. ἆρά σοι δοκεῖ τὸ ἰσοπαγὲς ἐν δόξῃ ἰδίᾳ κεκτῆσθαι λοιπὸν ὁ Υἱός; ὅπου γὰρ θρόνος ὁ ἀνωτάτω, καὶ ἰσοδασμὸς ἡ ὑπεροχὴ, καὶ τῶν ἐν οὐρανῷ δυνάμεων ἡ ὡς ἐν κύκλῳ στάσις, τὸ τῆς δουλείας τῶν γενητῶν ἐμφανίζουσα μέτρον, καὶ τὴν τῆς κυριότητος δόξαν προσμαρτυροῦσα τῷ καθημένῳ, ποῖον ἂν ἔχοι τόπον ἐνδοιασμοῦ, μὴ τῇ τοῦ Πατρὸς κυριότητι φυσικῇ καταγλαΐζεσθαι τὸν Υἱόν; πλὴν καίτοι ἰσοκλεὴς καὶ ὁμόθρονος ὢν ὁ Κύριος, ὡς Υἱὸς Πατρὶ καὶ Θεὸς Θεῷ, μονονουχὶ καὶ εἰς ἀρχὰς τῆς οὕτω περιφανοῦς καὶ ὑπερκοσμίου δόξης ἀναβιβάζεσθαι δοκεῖ διὰ τὴν σάρκα καὶ τὴν μετὰ σαρκὸς οἰκονομίαν, ἀκούων “Κάθου ”ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν “ποδῶν σου.”

ὃ γὰρ ἂν ὑποστορέσειεν ἑαυτῇ κατευνάζουσα ἡ θεία φύσις, τοῦτο δὴ πάντως τοῖς τοῦ Σωτῆρος ἡμῶν ὑποφέρεται ποσὶν, οὐκ ἀνθρωπίνως ἐνηργηκότος, οὐδὲ ἐπεί τοι γέγονε σὰρξ, διὰ τοῦτο κρατεῖν τῶν ἠπειθηκότων ἰσχύοντος· ἀλλ᾽ ὅτι τῆς ἀνθρωπότητος τὸ σμικροπρεπὲς εἰς τὸ τῆς ἀνωτάτω φύσεως ἀναθεὶς ἀξίωμα, καὶ τοῖς τῆς θεότητος θώκοις ἐνιδρύσας ἑαυτὸν καὶ μετὰ σαρκὸς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, κατακυριεύει τῶν ὅλων οὐ δίχα Πατρός· πάντα γὰρ δι᾽ ἀμφοῖν ἐν ἴσῳ, ἐνεργοῦντος μὲν τοῦ Πατρὸς, ἔχοντος δὲ δι᾽ Υἱοῦ καὶ σὺν αὐτῷ ἐν Πνεύματι τὴν ἐφ᾽ ὁτῳοῦν τῶν δρωμένων ἐνέργειάν τε καὶ θέλησιν. <Οὐ γὰρ προσεληλύθατε κ.τ.λ. ἔμφοβός εἰμι καὶ ἔντρομος.> Ταύτης καὶ νῦν μέμνηται Παῦλος τῆς ἱστορίας καὶ τοῦ καιροῦ, καθ᾽ ὃν καθίκετο μὲν ἐν εἴδει πυρὸς ἐπὶ τὸ Σινὰ ὁ Θεὸς, καὶ “φωνὴ τῆς σάλπιγγος ἤχει μέγα.”

ἦν δὲ ἀπρόσβλητος τοῖς ὁρῶσιν ἡ θέα, καὶ δύσοιστος ἡ τῶν σαλπίγγων ἠχή· διὸ ἔφασκον “Τὸ πῦρ τὸ μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι, ”καὶ οὐκ ἀκουσόμεθα τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν.” <Νῦν δὲ ἔτι ἐπήγγελται λέγων Ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν.> Ἔγνω μὲν γὰρ ὁ οὐρανὸς τὸ μυστήριον, ἔγνω δὲ ὁμοίως καὶ ἡ σύμπασα γῆ· δύο γὰρ γεγόνασι μεταθέσεις βίων ἐπιφανεῖς ἐκ τοῦ παντὸς αἰῶνος, καὶ διαθῆκαι δύο καλοῦνται, καὶ σεισμοὶ γῆς, διὰ τὸ τοῦ πράγματος περιβόητον· ἡ μὲν ἀπὸ τῶν εἰδώλων ἐπὶ τὸν νόμον, ἡ δὲ ἀπὸ τοῦ νόμου πρὸς τὸ εὐαγγέλιον· καὶ τρίτον σεισμὸν εὐαγγελιζόμεθα, τὴν ἐντεῦθεν ἐπὶ τὰ ἐκεῖσε μετάστασιν, τὰ μηκέτι κινούμενα μηδὲ σαλευόμενα. <Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν.> Ἐνταῦθα ἡδέως ἂν ἐροίμην τοὺς παυθῆναί ποτε τὴν βασιλείαν Χριστοῦ νομίζοντας, τῆς τίνος βασιλείας διαμεμνῆσθαι νῦν τὸν ἀπόστολον φήσομεν, ἣν καὶ ἐρηρεισμένην ἔσεσθαι λέγει, καὶ ἀεὶ λαχοῦσαν τὸ ἀκατάσειστον; δηλοῖ γὰρ οἶμαί που τουτὶ τό Ἀσάλευτον· πότερα τὴν Υἱοῦ βασιλείαν ἐν τούτοις φησὶν, ἤγουν τὴν αὐτοῖς τοῖς ἁγίοις δοθησομένην;

εἰ μὲν οὖν ἀμείνω τοῦ μεταπίπτειν εἶναί φασι τήν τε βασιλείαν καὶ ὑπεροχὴν τοῦ Υἱοῦ, πεφλυαρηκότας εἰκῆ κατερυθριάσειν οἶμαι τοὺς δι᾽ ἐναντίας· εἰ δὲ δὴ μεθέντες τὸν Υἱὸν, ἀπαραποίητον ἔσεσθαι τοῖς ἁγίοις τὸ βασιλεύειν ἐροῦσι, πρῶτον μὲν ἀμείνους καὶ αὐτοῦ φανήσονται τοῦ Χριστοῦ, καὶ μοῖραν ἤδη λαχόντες τὴν ἐπέκεινα τῶν αὐτοῦ, εἰ ὁ μὲν ἀπόβλητον ποιήσεται τὴν ἀρχὴν, οἱ δὲ ἀμήρυτον λαχόντες τὴν εὐθυμίαν καὶ τὸ ἐν βεβαίῳ κεῖσθαι τῆς δόξης διακεκτήσονται· τὸ δὲ δὴ καὶ ἄγροικον ποιεῖσθαι τὴν συκοφαντίαν, πῶς οὐκ ἀπόβλητον κομιδῆ; τὸ μὲν γὰρ χρῆναι κρατεῖν καὶ βασιλεύειν τῶν ὅλων, προσήκοι ἂν οὐχ ἑτέρῳ μᾶλλον ἢ αὐτῷ τῷ Χριστῷ οὐκ ἐπίκτητον ἢ δοτὸν πλουτοῦντι τὸ χρῆμα, καθάπερ ἡμεῖς, ἀλλὰ τοῖς τῆς φυσικῆς κυριότητος ἑπόμενον λόγοις· οἱ δέ γε συμπάσχοντες καὶ συμβασιλεύσομεν αὐτῷ, καθὼς γέγραπται. οὐκοῦν ὁ μὲν τοῦ κατάρχειν κύριος, εἰσποίητοι δὲ ἡμεῖς καὶ τρόπῳ τῷ κατὰ μέθεξιν ἐκτετιμημένοι· συμβασιλεύσουσι γὰρ βασιλεύοντι τῷ Χριστῷ. εἶτα πῶς ἀσάλευτον ἕξουσι τὴν ἐπὶ τῷδε φιλοτιμίαν καὶ διηνεκῶς βασιλεύσουσιν, εἰ κατασεισθήσεται καὶ καταλήξει τὸ τοῦ Χριστοῦ κράτος, οὗ μετόχους αὐτοὺς εἶναί φαμεν; καὶ εἰ τῆς βασιλείας αὐτοῖς ὁ χορηγὸς καὶ πρύτανις ἀποπεπαύσεται τῆς ἀρχῆς, ποῦ τὰ αὐτῶν ἔτι κείσεται τοῖον ἔχοντα βάραθρον; ποῦ γὰρ ἔτι συμμεθέξουσιν, εἰ τὸ κεκληκὸς εἰς δόξαν ἀσθενεῖ;

ἢ οὐκ ἀνάγκη συγκατολισθεῖν τοῖς ἀνέχουσι τὸ ἀνεχόμενον, καὶ τοῖς κατωτάτοις βόθροις ἐνιζῆσαι τὰ ἐπερηρεισμένα, ὑποσπασθέντος τοῦ ἐρείδοντος; ὅτε τοίνυν ἡ τῆς εὐκλείας κρηπὶς καὶ ὁ τῆς εὐημερίας θεμέλιος κατασεισθήσεται κατ᾽ αὐτοὺς, συνοιχήσεταί που πάντως εἰς τὸ δυσκλεές τε καὶ ἐν ὑφέσει καὶ ἡ τῶν ἄλλων ἐλπίς· τὸ οὖν “Ὅταν παραδῷ τὴν ”βασιλείαν,” οὐ τοιοῦτόν ἐστιν, ὅτι ταύτην ἀποθήσει, ἀλλ᾽ ὅτι ὑφ᾽ ἑτέρων ἐχομένην ἐκσπάσας προσάξει τῷ Πατρί· συγκατάρξει γεμὴν τούτῳ καὶ αὐτός. <Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον· ὁ αὐτὸς καὶ εἰς αἰῶνας.> Τῶν φωνῶν αἱ μὲν θεοπρεπεῖς, ὡς τό “Ἐγὼ ἐν τῷ Πατρὶ ”καὶ ὁ Πατὴρ ἐν ἐμοί·” αἱ δὲ ἀνθρωποπρεπεῖς, ὡς τό “Νῦν ”δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀληθείαν λελά- “ληκα ὑμῖν” [αἱ δὲ μέσαι, ὧν αὕτη· Χριστὸν γὰρ εἰπὼν] χθὲς καὶ σήμερον εἶναί φησι καὶ εἰς τοὺς αἰῶνας. ἰδοὺ δὴ σαφῶς ὁ πνευματοφόρος, ὁ παρὰ αὐτοῦ Χριστοῦ τὸ περὶ αὐτοῦ μεμαθηκὼς μυστήριον, τὸ ἐν ἀτρέπτῳ καὶ ἀμεταποιήτῳ φύσει κεῖσθαι τὸν Υἱὸν ὁμολογεῖ, ὅπερ ἴδιόν ἐστι μόνου τοῦ Θεοῦ καὶ Πατρὸς, ἑτέρῳ δὲ πρόσεστι τῶν γενητῶν οὐδενί.