Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν πρὸς Ἑβραίους ἐπιστολήν

Κύριλλος Ἀλεξανδρείας

Χριστολογικά αποσπάσματα περί της υποστατικής ενώσεως και της λυτρώσεως

Επιλογή ερμηνευτικών τεμαχίων από το υπόμνημα, τα οποία επικεντρώνονται στην ενότητα του προσώπου του Χριστού εκ δύο φύσεων και στην κατάργηση της φθοράς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 11 από 11

Κυρίλλου ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους ἐπιστολῆς. Εἰ γὰρ καὶ λέγοιτο τυχὸν ἡνῶσθαι σαρκὶ καθ᾽ ὑπόστασιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἀλλ᾽ οὐκ ἀνάχυσίν τινα τὴν εἰς ἀλλήλας τῶν φύσεων πεπράχθαι φαμὲν, μενούσης δὲ μᾶλλον ἑκατέρας τοῦθ᾽ ὅπερ ἐστὶν, ἡνῶσθαι σαρκὶ νοοῦμεν τὸν Λόγον.

Κυρίλλου ἐκ τῶν εἰς πρὸς Ἑβραίους δευτέρου τόμου. “Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν” κατὰ τὸ γεγραμμένον· ἀποδιιστάντες γὰρ ἀλλήλων τὰς δύο φύσεις, καὶ ἀνὰ μέρος ἡμῖν ἑκατέραν ἀσυναφῆ θατέρας δεικνύοντες, ἐν μόνοις προσώποις φασὶ γενέσθαι τὴν ἕνωσιν· καὶ ὡς ἔν γε ψιλῇ συναινέσει καὶ ταυτοβουλίᾳ καὶ θελημάτων ῥοπαῖς· κατ᾽ ἐκεῖνό που τάχα τὸ ἐν ταῖς πράξεσι τῶν ἁγίων ἀποστόλων γεγραμμένον “Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ ”καρδία καὶ ἡ ψυχὴ μία.” ἑκάστου γὰρ τῶν πεπιστευκότων κατά γε τὸν τῆς ἰδίας ὑποστάσεως λόγον διεσχοινισμένου τῶν ἄλλων, ὅσον ἧκεν εἰς ταυτοβουλίαν καὶ τὴν ἑνότητα τῆς πίστεως, ψυχὴ πάντων εἶναι μία λέγεται καὶ καρδία· ἆρα οὖν καὶ κατὰ τοῦτον καὶ αὐτοὶ τὸν τρόπον, τῶν προσώπων τὴν ἕνωσιν ὁμολογεῖν ἐγνώκασι; Καὶ μετὰ βραχέα· Καὶ οὐδέπω φαμὲν ἐν τῷ ἀνθρωπίνῳ σώματι τὴν τοῦ Θεοῦ Λόγου περιγεγράφθαι φύσιν· ἄποσον γὰρ τὸ θεῖον. Εἶτα ἐπάγει· Ὄψεταί τις ἐν Χριστῷ τὸ ἀνθρώπινον τελείως ἔχον, κατά γε τὸν τῆς ἰδίας φύσεως λόγον· ὁμοίως τε τέλειον τὸν ἐκ Θεοῦ φύντα Λόγον· πλὴν ἕνα τὸν ἐξ ἀμφοῖν ὁμολογήσει Χριστὸν καὶ Υἱὸν, οὐ προσώπων ἑνώσει μόνον συντιθεὶς τὴν οἰκονομίαν, συλλέγων δὲ μᾶλλον εἰς ἓν τὰς φύσεις ἀποῤῥήτως γε καὶ ὑπὲρ λόγον, ὡς αὐτὸς ἔγνω ὁ Θεός.

καὶ οὐ δήπου φαμὲν ἀνάχυσιν ὥσπερ τινὰ συμβῆναι περὶ τὰς φύσεις, ὡς μεταστῆναι μὲν τὴν τοῦ Λόγου φύσιν εἰς τὴν τοῦ ἀνθρώπου τυχόν· ἀλλ᾽ οὐδὲ αὖ τὴν ἀνθρωπίνην εἰς τὴν αὐτοῦ τοῦ Λόγου· νοουμένης δὲ μᾶλλον καὶ ὑπαρχούσης ἑκατέρας ἐν τῷ τῆς ἰδίας φύσεως ὅρῳ, πεπράχθαι φαμὲν τὴν ἕνωσιν, ἐνοικήσαντος τοῦ Λόγου σωματικῶς τῷ ἐκ παρθένου ναῷ. Καὶ μετ᾽ ὀλίγα· Εἴ τις οὖν ἄρα λέγει μόνων προσώπων τὴν ἕνωσιν, ἀποδιιστὰς ὁλοτρόπως ἀλλήλων τὰς φύσεις, ἔξω τῆς εὐθείας φέρεται τρίβου.

Κυρίλλου ἐκ τῆς αὐτῆς ἑρμηνείας. Ὅρα τοίνυν καὶ ἐν δυσὶ τοῖς χιμάροις τὸν ἕνα Χριστὸν, τουτέστι Θεὸν ἐνανθρωπηκότα, καὶ ἀποθνήσκοντα μὲν σαρκικῶς ὑπὲρ ἁμαρτίας, ἵνα τῷ ῥαντισμῷ τοῦ ἰδίου αἵματος ὅλην ἁγιάσῃ τὴν Ἐκκλησίαν, μεμενηκότα δὲ πάλιν ἀπαθῆ θεϊκῶς.

Κυρίλλου ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους ἐπιστολῆς. Εἰ δὲ τετελείωκεν ἡμᾶς δι᾽ ὕδατος καὶ Πνεύματος, πῶς οὐκ ἐνήργει θεϊκῶς τε ἅμα καὶ ἀνθρωπίνως ὁ αὐτὸς ὑπάρχων, καὶ ὡς ἐν ἑνὶ Θεός τε ὁμοῦ καὶ ἄνθρωπος;

Κυρίλλου ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους, δευτέρου τόμου. Συνέβησαν δὲ ἀλλήλαις ἀποῤῥήτως τε καὶ ὑπὲρ νοῦν θεότης καὶ ἀνθρωπότης· καὶ διάφοροι μὲν αἱ φύσεις ὁμολογουμένως, πλὴν εἷς τε καὶ μόνος ἐξ ἀμφοῖν Υἱός.

Κυρίλλου ἐκ τοῦ ὑπομνήματος τῆς πρὸς Ἑβραίους ἐπιστολῆς. Εἰ γὰρ καὶ νοοῖντο διάφοροι καὶ ἀλλήλαις ἄνισοι τῶν εἰς ἑνότητα συνδεδραμηκότων αἱ φύσεις, σαρκὸς δὴ λέγω καὶ Θεοῦ, ἀλλ᾽ οὖν εἷς τε καὶ μόνος ἐξ ἀμφοῖν Υἱὸς, ἀληθῶς ἔχοντος καὶ ἡμῖν ἀραρότως τοῦ καὶ ἐμψυχῶσθαι ψυχῇ λογικῇ τὸν ἑνωθέντα τῷ Λόγῳ ναόν.

Κυρίλλου ἐκ τῆς ἑρμηνείας τῆς πρὸς ἑβραίους ἐπιστολῆς. Οὐ γὰρ ἦν ἀνθρώπου ψιλοῦ καὶ τῶν καθ᾽ ἡμᾶς ἑνὸς, τῆς κατὰ φύσιν ζωῆς ἀποπεραίνειν δύνασθαι τὴν ἐνέργειαν, διὰ τοῦτο “χάριτι Θεοῦ” καὶ αὐτὸ τὸ σῶμα τοῦ δι᾽ ἡμᾶς ἐνανθρωπήσαντος Λόγου, καίτοι κατὰ φύσιν ὄντος ζωῆς, ὑπὲρ τῆς ἁπάντων σωτηρίας ἐγεύσατο θανάτου, καθά φησιν αὐτὸς ὁ ἱερώτατος Παῦλος, ἵνα μὴ τοῦ γηΐνου σώματος ἔργον εἶναι νομισθείη τὸ καταργῆσαι θάνατον, αὐτοῦ δὲ δὴ μᾶλλον τοῦ ἑνωθέντος αὐτῷ καὶ παρ᾽ αὐτὸ ἑτέρου κατὰ φύσιν ὑπάρχοντος Λόγου.