Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν πρὸς Ἑβραίους ἐπιστολήν

Κύριλλος Ἀλεξανδρείας

Η πτώση του ανθρώπου, η κένωση του Λόγου και η ανακεφαλαίωση της φύσεως

Ερμηνεία του ογδόου ψαλμού με αναφορά στην έκπτωση του Αδάμ, την εκούσια συγκατάβαση του Θεού Λόγου και την αποκατάσταση της ανθρώπινης φύσης μέσω της υπακοής και του πάθους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 4 από 11

ἐπειδὴ δὲ ἡ τοῦ γένους ἀρχὴ, τουτέστιν Ἀδὰμ, τὴν θείαν λελύπηκεν ἐντολὴν, νενόσηκέ τε λοιπὸν ἡ ἀνθρώπου διάνοια τὸ λίαν εὐπάροιστον εἰς τὸ πλημμελὲς, ταύτῃτοι γυμνοὶ δόξης καὶ ἀφθαρσίας καὶ τῶν ἐν ἀρχαῖς ἀγαθῶν διετελοῦμεν ἐν κόσμῳ· σεσώσμεθα δὲ διὰ Χριστοῦ, καὶ τῇ παρ᾽ αὐτοῦ χάριτι κεκτήμεθα τὰ πρὸς ἀνάληψιν τῶν πάλαι δεδωρημένων. τῶν τοιούτων διηγημάτων ὁ τῶν προκειμένων λόγος εἰσκομίζει τὸ πλάτος· κατατέθηπε γὰρ ὁ θεσπέσιος Δαυεὶδ τῆς ἐφ᾽ ἡμῖν ἡμερότητος τὴν ὑπερβολήν· “Τί γάρ ἐστιν ἄν- ”θρωπος, φησὶν, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι “ἐπισκέπτῃ αὐτόν;” τὸ μικρὸν οὕτω καὶ εὐτελὲς καὶ ἀπὸ γὴς ζῷον. ἠλάττωσε γὰρ αὐτὸν βραχύ τι παρ᾽ ἀγγέλους, ἡττήμεθα γὰρ ὡμολογουμένως τῆς τῶν ἁγίων ἀγγέλων φύσεώς τε καὶ δόξης. οὐκοῦν τιμῇ τε καὶ δόξῃ στεφανοῦν ἠξίωσε καὶ λαμπροὺς ἀπέδειξεν ὁ τῶν ὅλων Θεός· κεχειροτόνηκε γὰρ εἰς ἀρχὴν τῶν ἐπὶ τῆς γῆς καὶ κατέστησεν “αὐτὸν ἐπὶ ”τὰ ἔργα τῶν χειρῶν” αὐτοῦ.

Καὶ τεθαύμακε μὲν εἰκότως τὰ ἐφ᾽ ἡμῖν ὁ μακάριος Δαυείδ· τεχνίτης δὲ λίαν ὑπάρχων εἰς ἐννοίας πνευματικὰς ὁ σοφώτατος Παῦλος, περιτρέπει μὲν ἀστεῖος εἰς ἐξήγησιν μυστικὴν τῶν εἰρημένων τὴν δύναμιν, οἰκουμένην δὲ μέλλουσαν ὀνομάζει τοῦ μετὰ τοῦτον αἰῶνος τὴν κατάστασιν, καὶ τὴν ἐσομένην κατὰ καιροὺς τῶν δοθέντων ἡμῖν ἐπανάληψιν ἤγουν ἐκπλήρωσιν. διαπεπτώκαμεν γὰρ, ὡς ἔφην, τῆς χάριτος ἐν Ἀδάμ· εἴρηται μὲν γὰρ ὡς ἐκείνῳ καὶ πρώτῳ τῇ ἀνθρώπου φύσει τό “Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ κατακυριεύσατε ”αὐτῆς·” νῦν δὲ οὔπω φησὶν ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα. οὐκοῦν τὸν τοῦ πράγματος καιρὸν ἕτερον ὄντα ζητήσωμεν καθ᾽ ὃν ἔσται καὶ ἀληθὲς τὸ ἐφ᾽ ἡμῖν εἰρημένον παρὰ τοῦ ψεύδεσθαι μὴ εἰδότος Θεοῦ. ταύτῃτοί φησι τὴν οἰκουμένην τὴν μέλλουσαν οὐκ ἀγγέλοις μᾶλλον ὑποτετάχθαι παρ᾽ αὐτοῦ, δεδωρῆσθαι δὲ τοῦτο τοῖς ἐπὶ τῆς γῆς.

Ὅτι δὲ περὶ τῆς μελλούσης ἡμῖν οἰκουμένης οἱ μυσταγωγοὶ διαλέγονται, πῶς ἂν ἐνδοιάσειέ τις; ἀφιστάντες γὰρ τῶν ἐνεστηκότων, ζητεῖν ἀναπείθουσι τὰ ἐσόμενα καὶ “ἐπὶ ”τὸ βραβεῖον τῆς ἄνω κλήσεως” ἐπείγεσθαι δεῖν συμβουλεύουσι καὶ τὴν τῶν ἁγίων ἐλπίδα διψῆν καθ᾽ ἣν τὰ πάντα αὐτοῖς ὑποταχθήσεται καὶ κατακυριεύσουσι τῆς γῆς. καὶ αὐτὸς ὁ Σωτὴρ διεμέμνητο λέγων “Μακάριοι οἱ πραεῖς ὅτι ”αὐτοὶ κληρονομήσουσι τὴν γῆν.” τίς οὖν ἄρα ἐστὶν ὁ δι᾽ οὗ γέγονε παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἡ τῶν καθ᾽ ἡμᾶς ἀνακεφαλαίωσις; δῆλον ὅτι Χριστὸς, ὃ καὶ ἡμᾶς ἀκόλουθον εἰπεῖν ὡς διὰ τῆς τοῦ ψάλλοντος λύρας “Κύριος μερὶς τῆς ”κληρονομίας μου καὶ τοῦ ποτηρίου μου, σὺ εἶ ὁ ἀποκαθι- “στῶν τὴν κληρονομίαν μου ἐμοί·” δι᾽ αὐτοῦ γὰρ ἐσχήκαμεν τῶν ἐν ἀρχαῖς τῇ φύσει δεδωρημένων ἀγαθῶν τὴν ἐπανάληψιν αὐτὴν καὶ τὸ βέβαιον εἰς κτῆσιν. ἀταλαίπωρον δὲ καὶ τοῦτο ἰδεῖν οὐχ ἑτέρως ἔχον, γεγραφότος περὶ αὐτοῦ τοῦ θεσπεσίου Παύλου “Τὸν δὲ βραχύ τι παρ᾽ ἀγγέλους ἠλατ- ”τώμενον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου “δόξῃ καὶ τιμῇ ἐστεφανώμενον.”

Ἀκούεις ὅπως ἐπάνω πάντων ὑπέρτατον τὸν σύνθρονον τῷ Πατρὶ τὸν παρὰ τῶν ἄνω πνευμάτων ἐν τάξει Θεοῦ προσκυνούμενον, ᾧ χίλιαι μὲν χιλιάδες λειτουργοῦσιν ἀγγέλων, παρεστήκασι δὲ καὶ μύριαι μυριάδες, καταβιβάζει πάλιν ὁ μυσταγωγὸς ἐν τοῖς καθ᾽ ἡμᾶς καὶ τὸν τῆς κενώσεως ἀφηγεῖται τρόπον προσεπάγων εὐθὺς καὶ ὅσα κατώρθωται δι᾽ αὐτῆς τῇ ἀνθρωπείᾳ φύσει ἀγαθά. ἐννόησον γὰρ ἠλαττώμενον βραχύ τι παρ᾽ ἀγγέλους αὐτὸν, ἵν᾽ ἡμεῖς ἐν αὐτῷ πλουτήσωμεν τὰ ὑπὲρ φύσιν ἰδίαν ἐν εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρός· συνήγειρε γὰρ ἡμᾶς “καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ”ἐν Χριστῷ.” συνεδρεύοντος γὰρ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ἐφ᾽ ὅλην δραμεῖται τὸ καύχημα τὴν ἀνθρώπου φύσιν. ἐπεὶ τίνα τρόπον ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πεπλουτήκαμεν, εἰ κατὰ μηδένα τρόπον τὸ καθ᾽ ἡμᾶς ἐν ἀμείνοσιν, ὅτε γέγονε καθ᾽ ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν; ἠλάττωται τοίνυν βραχὺ παρ᾽ ἀγγέλους ἄνθρωπος γεγονὼς, ἵνα τὴν ἀνθρώπου τιμήσῃ φύσιν καὶ ἀνακομίσῃ πάλιν εἰς τὸ ἐν ἀρχαῖς, δόξῃ καὶ τιμῇ καὶ ἐν αὐτῇ στεφανούμενος καίτοι τῆς δόξης κύριος ὢν ὡς Θεός. ὥσπερ γὰρ ἡ τοῦ Ἀδὰμ παράβασις ἀτιμοτάτους ἀπέδειξεν, οὕτως δεδοξάσμεθα διὰ τῆς ὑπὲρ ἡμῶν ὑπακοῆς τοῦ Χριστοῦ καὶ αὐτὴν τεθεικότος τὴν ἰδίαν ψυχὴν “ἵνα ”καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.” Πῶς ἠλάττωται παρὰ τοὺς ἀγγέλους ὁ παρ᾽ αὐτῶν προσκυνούμενος;

ἢ ὅτι καθίκετο ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις, καὶ τὸ ἀποθνήσκειν πεφυκὸς σῶμα λαβὼν ἐν αὐτῷ πέπονθεν ἑκὼν, καὶ ταῖς ἀνωτάτω δόξαις στεφανοῦται διὰ τὸ πάθος, ὡς δι᾽ αὐτοῦ καταργήσας τὸν θάνατον, καὶ ἄπρακτον ἀποφήνας τὴν φθορὰν, ἅτε ἀφθαρσία ὢν καὶ ζωή. τὰ δὲ τῆς ὑπεροχῆς τοῖς ἀγγέλοις, ὅτι καὶ ἔξω σαρκὸς καὶ τοῦ τεθνάναι κρείττους εἰσὶ, γεγονότος ἐν τούτοις τοῦ Υἱοῦ διὰ τὴν ἑκούσιον κένωσιν. ἀλλ᾽ ὁ βραχὺ παρ᾽ ἀγγέλους ἠλαττωμένος διὰ τὸ τῆς ἀνθρωπότητος μέτρον, ἐν ὑπεροχῇ θεότητος ὢν προσκυνεῖται παρ᾽ αὐτῶν, καὶ ἐνίδρυται θώκοις οὓς περιεστᾶσιν ἐκεῖνοι δοξολογοῦντες ἀεὶ, καὶ τῶν δυνάμεων αὐτὸν ὀνομάζοντες κύριον. <Ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.> Τί τό Ἐγεύσατο παντί τῳ σαφὲς ὥς γε οἶμαι. δοὺς γὰρ τῷ θανάτῳ τὸ ἴδιον σῶμα καὶ οἷον ἀπογευσάμενος σαρκικῶς τοῦ συμβεβηκότος, ἀνεβίω πάλιν καὶ πεπάτηκεν εὐθὺς τοῦ θανάτου τὸ κράτος. οὐκοῦν ὁ βραχὺ παρ᾽ ἀγγέλους ἠλαττῶσθαι λεγόμενος, αὐτός ἐστιν ὁ ἐκ Θεοῦ Λόγος, οὐκ εἰς ἰδίαν φύσιν παθὼν τὴν ἐλάττωσιν· ἀεὶ γάρ ἐστιν αὐτὸς καὶ ὡσαύτως ἔχων, ἄτρεπτός τε καὶ ἀναλλοίωτος, ὑπομεμενηκὼς δὲ καὶ τοῦτο δι᾽ ἡμᾶς ἀνθρωπίνως· ἠνέσχετο γὰρ καίτοι Θεὸς ὢν φύσει τῶν τῆς ἀνθρωπότητος μέτρων διὰ τὴν οἰκονομίαν· καὶ τοῦτό ἐστι τοῦ κατ᾽ αὐτὸν μυστηρίου τὸ ὅτι μάλιστα θαυμάζεσθαι πρέπον.

οὕτω καὶ ὁ προφήτης ἔλεγεν Ἀμβακούμ “Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, ”κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην·” ἔκστασις γὰρ ἀληθῶς καὶ τοῦ παντὸς ἐπέκεινα θαύματος τὸ γεγενημένον. ἀλλ᾽ οὐκ οἶδ᾽ ὅπως τὸ ἐπ᾽ αὐτὸ μυστήριον οὐ νενοηκότες ὀρθῶς κενολογοῦσί τινες καὶ δὴ καὶ γεγράφασι τὰ ἐν τῷ ὀγδόῳ ψαλμῷ διερμηνεύειν ἐθέλοντες “Σκοπῶμεν τοίνυν τίς ὁ “ἄνθρωπος περὶ οὗ ἐκπλήττεται καὶ θαυμάζει ὅτι δὴ ὁ Μονο- “γενὴς κατηξίωσεν αὐτοῦ μνησθῆναί τε καὶ ἐπισκοπὴν ποιή- “σασθαι·” εἶτα τούτοις ἐπάγει καὶ μάλα ἐναργῶς ὡς οὐκ “εἴρηται μὲν ἐπὶ παντὸς ἀνθρώπου τό Τί ἐστιν ἄνθρωπος “ὅτι μιμνήσκῃ αὐτοῦ ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν; “ἀλλὰ περὶ μόνου τοῦ Υἱοῦ·„ πειρῶνται δὲ τοὺς ἑαυτῶν λόγους ἐμπεδοῦν εἰς ἀλήθειαν περιενεγκεῖν λέγοντες τὸν μακάριον Παῦλον εἰς τὸ ἑαυτοῦ πρόσωπον τὰ ἐν τῷ ψαλμῷ, διά τοι τὸ φάναι “Τὸν δὲ βραχύ τι παρ᾽ ἀγγέλους ἠλαττω- ”μένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ “καὶ τιμῇ ἐστεφανωμένον.” εἶτα διιστάντες τὰς φύσεις, ὁλότροπον τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον ἄνθρωπον εἶναί φασιν ἰδικῶς, περὶ οὗ καὶ θαυμάζει, φησὶν, ὁ Δαυεὶδ, ὅτι καὶ μνήμης καὶ ἐπισκοπῆς ἠξίωται· ἠξίωται δὲ καὶ τῶν ὑπὲρ φύσιν ἰδίαν, ὡς εὐεργετούμενος παρὰ τοῦ Θεοῦ Λόγου.

Ἠγνοήκασι δὲ ὡς ἔοικεν, ὅτι Χριστὸς Ἰησοῦς οὐ καθ᾽ ἑαυτὸν ἄνθρωπος κοινῶς τε καὶ ἰδικῶς νοεῖται καὶ λέγεται πρὸς ἡμῶν, ἐνανθρωπήσας δὲ μᾶλλον ὁ ἐκ Θεοῦ Λόγος. ἵνα δὲ τῶν ἐννοιῶν ἡ ἀπόδοσις ἐν κόσμῳ τῷ δέοντι προϊοῦσα φαίνοιτο, φέρε καὶ πρό γε τῶν ἄλλων τῆς ἐν τῷ παροισθέντων ψαλμῷ θεωρίας ἁψώμεθα. ᾔδει ὡς προφήτης ὁ θεσπέσιος Δαυεὶδ ὅτι κατὰ τὴν ἀψευδῆ τε καὶ θείαν ὑπόσχεσιν “ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα” γενήσεται, πλὴν οὐκ ἠγνόηκεν ὅτι Θεὸς κατὰ φύσιν ὑπάρχων ἐν τοῖς καθ᾽ ἡμᾶς ἑαυτὸν καθήσει κατὰ καιρόν. διαλέγεται τοίνυν ἐν τῷ ὀγδόῳ ψαλμῷ καὶ τοὺς πρὸς αὐτὸν ποιεῖται λόγους ὡς πρὸς ἄνθρωπον ἅμα καὶ Θεὸν ἕνα τὸν ἐξ ἀμφοῖν ἐπιγινώσκων Θεόν. ταύτῃτοί φησι “Κύριε ὁ Κύριος ἡμῶν, ὡς ”θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ, ὅτι ἐπήρθη ἡ “μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν·” ποῦ γὰρ ὅλως ἢ παρὰ τίσι Χριστὸς οὐ τεθαύμαστο; ἢ πῶς οὐκ ἐπήρθη καὶ ὑπεράνω τῶν οὐρανῶν ἡ μεγαλοπρέπεια αὐτοῦ καὶ τὸ τῆς δόξης περιφανές; εἴπερ ἐστὶν ἀληθὲς ὅτι “ἐν τῷ ὀνόματι ”Ἰησοῦ Χριστοῦ πᾶν γονὺ κάμπτει ἐπουρανίων καὶ ἐπι- “γείων καὶ καταχθονίων καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ”ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.”

Ὅτι γὰρ ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότι τῷ Λόγῳ καὶ ἑνωθέντι σαρκὶ τὰ τοιαῦτά φησιν ὁ θεσπέσιος μελῳδὸς ἐκδείξειεν ἂν εὐκόλως τὰ ἐφεξῆς· ἔφη γὰρ ὅτι “ἐκ στόματος ”νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.” ἐπειδὴ γὰρ τὸν Λάζαρον ἤγειρεν ἐκ νεκρῶν, τεθαύμασται μὲν παρὰ πάντων, “εὑρὼν δὲ ὀνάριον ἐκάθισεν ἐπ᾽ αὐτῷ,” ὅτε καὶ παῖδες λαβόντες “τὰ βαΐα τῶν φοινίκων” ταῖς καθηκούσαις αὐτὸν καταγεραίροντες εὐφημίαις ἔφασκον “Ὡσαννὰ τῷ υἱῷ ”Δαυεὶδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.” ἐπιτιμώντων δὲ αὐτοῖς τῶν ἄλλων, ἔφασκεν ὁ Χριστός “Οὐκ ”ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρ- “τίσω αἶνον;” ἐνηνθρωπηκότα δὴ οὖν τὸν Υἱὸν μονονουχὶ καὶ ἐποχούμενον τῷ πώλῳ βλέπων κατατέθηπεν εἰκότως ἐκεῖνο διενθυμούμενος ὅτι πρὸς τοσοῦτο σμικροπρεπείας ἑαυτὸν ὁρᾶται καθεὶς καίτοι κατὰ φύσιν ὑπάρχων Θεὸς, εἶτα τοῦ κεκενῶσθαι τὴν ἀφορμὴν οὐχ ἑτέραν ὁρῶν ὁ μακάριος Δαυεὶδ, πλὴν ὅτι μόνους ἡμᾶς οὓς ἦν ἀναγκαῖον καὶ φθορᾶς ἐξελέσθαι καὶ ἁμαρτίας καὶ τυραννικῶν ἁρπάσαι χειρῶν, τῶν τοῦ διαβόλου φημὶ, τοῦ παντὸς ἀξιοῖ θαύματος τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον. ταύτῃτοί φησι “Κύριε ”τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ ἢ υἱὸς ἀνθρώπου “ὅτι ἐπισκέπτῃ αὐτόν;” τίς γὰρ ἡ ἀνθρώπου φύσις ὡς πρὸς Θεόν; καὶ τί τοῦτο λέγω; τί τὸ γένος τὸ ἀνθρώπινον;

μοῖρά τε ὅση καταλογισθεῖεν ἂν οἱ ἐπὶ γῆς ὡς πρός γε φημὶ τὰ τῶν ἁγίων ἀγγέλων τάγματα; ἀλλ᾽ εἰ καὶ μηδὲν ὅλως ὁ ἄνθρωπος φύσει τε καὶ ἀριθμῷ, οὐχ ὑπερεῖδεν ἡμᾶς ὁ Δημιουργὸς, ἐμνήσθη γὰρ καὶ ἡμῶν καὶ ἐπισκοπῆς ἠξίωσεν, ὡς διολωλότων· ὁ καὶ ἐν ἀρχαῖς τοῦ παραγαγεῖν εἰς ὕπαρξιν, βραχὺ μὲν ἡμᾶς ἐλαττώσας παρὰ τοὺς ἀγγέλους, στεφανώσας δὲ τιμῇ τε καὶ δόξῃ καὶ καταστήσας μὲν ἐπὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, πάντα δὲ ὑποτάξας ὑπὸ πόδας ἡμῶν.

Καὶ τῆς μὲν ὅλης ᾠδῆς ὁ σκόπος ἐν τούτοις, φιλοσοφεῖ δὲ λίαν ὁ θεσπέσιος Παῦλος καὶ περιίστησιν εὐτέχνως νενοσηκότα τὰ καθ᾽ ἡμᾶς εἰς καινότητα διὰ Χριστοῦ· καινὴ γὰρ κτίσις τὰ ἐν αὐτῷ καὶ τὰ μὲν ἀρχαῖα παρῆλθε, γέγονε δὲ πάντα καινά· τοῦτό φησι καὶ δι᾽ ἑνὸς τῶν προφητῶν τὸ Πνεῦμα τὸ Ἅγιον “Θάρσει Σιὼν, μὴ παρείσθωσαν αἱ ”χεῖρές σου· Κύριος ὁ Θεός σου ἐν σοὶ δυνατῶς σῶσαί σε “καὶ ἀνακαινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ.” Ἀποφαίνει τοίνυν ὁ Παῦλος γυμνοὺς ἡμᾶς τῆς δόξης τῆς πάλαι δεδωρημένης· διὰ τοῦτό φησι “Νῦν δὲ οὔπω ὁρῶμεν ”αὐτῷ τὰ πάντα ὑποτεταγμένα.” καὶ οὐ δήπου φρονοῦμεν, ὀρθὰ φρονεῖν ᾑρημένοι περὶ ἑνὸς ἀνθρώπου τὰ τοιάδε λέγειν αὐτὸν, ἀλλ᾽ ὡς ἐν ἑνὶ προσώπῳ τὸν καθόλου σημαίνων ἄνθρωπον, σεσυλῆσθαί φησιν αὐτὸν τῆς πάλαι δοθείσης εὐκλείας τὴν μέθεξιν. καὶ ποία τις ἐστὶν ἡ τοῦ παντὸς λόγου κατασκευὴ, τί δὲ τὸ τῆς εὐτεχνίας συμπέρασμα διειπεῖν ἀναγκαῖον. ἀποφαίνει γὰρ τῆς δόξης ἡμαρτηκότα διὰ τὴν ἐν Ἀδὰμ παράβασιν ἵνα καὶ τὸν τῆς ἐπαναλήψεως ἀφηγήσηται τρόπον καὶ οἷά τις ἦν ἐμφάνῃ τὴν τοῦ γένους πτωχείαν ἵνα δείξῃ πάλιν τὸν δι᾽ οὗ πεπλουτίσμεθα.

προσεπάγει γὰρ εὐθύς “Τὸν δὲ βραχύ τι παρ᾽ ἀγγέλους ”ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανά- “του δόξῃ καὶ τιμῇ ἐστεφανωμένον·” Θεὸς γὰρ ὢν φύσει καθὰ πλειστάκις εἰρήκαμεν ὁ ἐκ Θεοῦ Λόγος, καθῆκεν ἑαυτὸν εἰς κένωσιν καὶ κεχρημάτικε μεθ᾽ ἡμῶν ὡς ἄνθρωπος βραχὺ παρ᾽ ἀγγέλους, ἵνα καὶ ὑπήκοος γεγονὼς τῷ Πατρὶ καὶ μέχρι θανάτου, δόξῃ καὶ τιμῇ στεφανώσῃ τὴν ἀνθρώπου φύσιν, ὡς εἷς ἐξ ἡμῶν στεφανούμενος καίτοι τῆς δόξης Κύριος ὤν.