Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν πρὸς Κορινθίους α΄ ἐπιστολὴν Παύλου ἀποσπάσματα

Κύριλλος Ἀλεξανδρείας

Εκκλησιαστική πειθαρχία, κρίση και αγνότητα του σώματος

Ερμηνεία των αποστολικών χωρίων για την επιτίμηση των παρανομούντων, την αποφυγή προσφυγής σε κοσμικά κριτήρια και τη διαφύλαξη του σώματος ως ναού του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 2 από 8

ἐπεὶ οὖν πεφυσίωνταί τινες ἀπόντος μου καὶ νομίζουσι διὰ τοῦτό με ἀπολιμπάνεσθαι ὡς δεδιότα τοῦ ἐλθεῖν αὐτοῖς εἰς λόγους, ὅπερ οὐχ οὕτως ἔχει, ἥξω θέλοντος καὶ ἐπιτρέποντος Θεοῦ. <Ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος θελήσῃ.> Ἐπηγγείλατο μὲν ἀφίξεσθαι πλὴν οὐ πάντως, ἀλλ᾽ ὡς πρέπον ἦν ἐπιεικῶς προσθεὶς τὸ ἀναγκαῖον τό Ἐὰν ὁ Κύριος θελήσῃ· δεῖ γὰρ ἡμᾶς οὐχ ἑτέρως ἢ φρονεῖν ἢ λέγειν ἢ ὧδέ τε καὶ μόνος. <Καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν.> Τίς ἡ ὄνησις λέξεως λαμπρᾶς ἐχούσης τῶν ἀγαθῶν οὐδὲν, ὁποῖα ἡ τῶν ἑλλήνων ἐστίν; ἡ δέ γε τῆς θεοπνεύστου γραφῆς ἁπλὴ μέν ἐστι καὶ κατειθισμένη, πλουσίως γεμὴν ὀνίνησι καὶ ἀποφέρει λαμπρῶς εἰς ἐπίγνωσιν ἀληθῆ τοῦ κατὰ φύσιν ὄντος Θεοῦ· ἀποτελεῖ δὲ πρὸς τοῦτο καὶ παντὸς ἀξια[γασ]τοῦ πράγματος ἐπιμελητάς· οὗ δὴ γεγονότος, καταπλουτήσειεν ἄν τις καὶ τῶν διὰ Πνεύματος χαρισμάτων τὴν ἀξιόληπτον χάριν· οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τῶν οὐρανῶν, ἀλλ᾽ ἐν δυνάμει· τὸ δέ Ἐν δυνάμει νοήσεις, εἰ μὲν ἐπ᾽ αὐτῶν φέροιτο τῶν ἁγίων ἀποστόλων, ὡς ἐν ἰσχύϊ τε καὶ ἐνεργείᾳ τῇ διὰ τοῦ Πνεύματος, καθ᾽ ἥν εἰσι καὶ θαυματουργοί· εἰ δ᾽ ἐφ᾽ ἡμῶν αὐτῶν, ὡς ἐν δυνάμει ζωῆς τῆς ἁγίας καὶ εἰλικρινοῦς ἐκδέξῃ τὸ εἰρημένον. <Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς ἢ ἐν ἀγάπῃ;> Βούλεσθε, φησὶν, σοφὴν ἐπίπληξιν οἵᾳ τινὶ ῥάβδῳ ἐπαγάγω τοῖς ἡμαρτηκόσιν;

ἢ ἐν πνεύματι πραΰτητος καὶ ὡς ἐν ἀγάπῃ προσενεχθεὶς παραδράμω σεσιγηκώς; ἀλλ᾽ ἦν ἄμεινον αὐτοῖς ἡ ἐπίπληξις ἅμα κόπτουσα τὸ δεινὸν καὶ τὸ ῥᾴθυμον καὶ τῆς τοιαύτης παρανομίας τὴν ἐπιχείρησιν· περὶ ἧς καὶ ἡ θεόπνευστος ἔφη γραφὴ περὶ τῶν ἐξ Ἰσραὴλ διὰ φωνῆς Ἰωήλ “Καὶ υἱὸς καὶ πατὴρ αὐτοῦ εἰσεπορεύοντο πρὸς ”τὴν αὐτὴν παιδίσκην, ὅπως βεβηλώσωσι τὸ ὄνομα τοῦ “Θεοῦ αὐτῶν.” ταύτην φησὶ τὴν πορνείαν οὐδὲ ἐν τοῖς ἔθνεσιν ἔστιν ἀκοῦσαι· Θησέα γὰρ ἠκηκόει που κατὰ τὸ εἰκὸς τεθηγμένον ἐπὶ τῷ ἰδίῳ παιδὶ, ἐπαρασάμενόν τε αὐτῷ, καὶ δὴ καὶ ἀπεκτονότα διαβεβλημένον ἐκ μητρυιᾶς· καὶ ἑτέρους τινὰς ἐπὶ τοιοῖσδε αἰτιάμασι ταῖς τῶν ποιητῶν εὐστομίαις κατεσκωμμένους. <Παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός.> Ἀπέδειξε δι᾽ ὧν τὸν πεπορνευκότα δέδωκεν εἰς ὄλεθρον τῆς σαρκὸς ἵνα τὸ πνεῦμα σωθῇ, τί ἐστιν “Οὐκ ἐν λόγῳ ”ἀλλ᾽ ἐν δυνάμει ἡ βασιλεία τῶν οὐρανῶν·” ἐξουσίας γὰρ τῆς τεθαυμασμένης καὶ δοθείσης ἄνωθεν αὐτῷ μήνυσις ἐναργής.

τετίμηκε γὰρ τοὺς ἁγίους ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός. <Κρίνεσθαι ἐπὶ τῶν ἀδίκων καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων;> Ἁγίους καλεῖ τοὺς ἡγιασμένους ἐν πνεύματι, ἀδίκους δὲ τοὺς οὔπω πεπιστευκότας ὡς ἑτοιμότατα λίαν πρὸς πᾶν ὁτιοῦν ἰόντας τῶν κακῶν· ἀνεπιτήδευτον γὰρ τῶν ἀτόπων οὐδὲν τοῖς οὔπω τὸν φύσει καὶ ἀληθῶς εἰδόσι Θεόν. <Οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν;> Κρινοῦσι δὲ αὐτὸν οὐ πάντη τε καὶ πάντως προκαθήμενοι δικασταί· “Εἷς γὰρ ὁ νομοθέτης καὶ κριτής·” ἀλλὰ τῇ τοῦ βίου σεμνότητι καὶ τῇ πρὸς πᾶν εὐπειθείᾳ μονονουχὶ καθορίζοντες τοῦ κόσμου τὴν ἁμαρτίαν, ὅτι μὴ γεγόνασιν αὐτῶν μιμηταί. μιᾶς μὲν γὰρ φύσεως οἱ πάντες ἐσμὲν, εἰ καὶ μητέρα λαχόντες τὴν γῆν καὶ ἐν τούτοις τοῖς ἐπικήροις ὄντες σώμασιν, ἀλλ᾽ εἰ γεγόνασίν τινες ἐξ ἡμῶν φιλόθεοί τε καὶ ἀγαθοὶ, ποῖος ἄρα λοιπὸν ἐπικουρήσει λόγος τοῖς τὴν ἀκλεᾶ καὶ ἐπάρατον ἑλομένοις ζωὴν ἐπὶ τοῦ θείου βήματος; ἐξὸν γὰρ ἐν ἴσῳ τοῖς ἄλλοις κατασεμνύνεσθαι, πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἐθελονταὶ κεχωρήκασιν. <Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν; μήτι γε βιωτικά;> Ἀναγνωσόμεθα δὲ τὸν στίχον ὡς ἐν ἐρωτήσει καὶ ὑποστιγμῇ, ὡς κατὰ ἐρώτησιν ἀναγνωστέον τοῦτο καθ᾽ ὑποστιγμήν Τίς γὰρ ὁ τολμῶν εἰπεῖν, ὅτι ἀνάξιοί ἐστε τῶν οὕτως εὐτελεστάτων κριτηρίων, οἱ τῇ τοῦ βίου λαμπρότητι κρίνοντες τὸν κόσμον;

εἶτα καὶ λογισμὸν ἐπάγει τοῦ εἰρημένου τῇ τοῦ μείζονος παραθέσει συνιστῶν τὸ τοῦ λόγου βέβαιον. ἀγγέλους δὲ ὧδε οὐχ ἁγίους, τοὺς ἀποστάτας δὲ μᾶλλον λέγει, τοὺς τὴν ἑαυτῶν ἀρχὴν οὐ τετηρηκότας, οἳ ἄνωθεν ὄντες καὶ σώμασι τοῖς ἀπὸ γῆς οὐ πεφορτισμένοι, κατακριθήσονται ὑπὸ τῶν ἁγίων κατὰ τὸν ἴσον τῷ κόσμῳ τρόπον διὰ τῆς τῶν ἁγίων ἐπιεικείας, ἐφ᾽ ἅπασι τοῖς αἰσχίστοις κατηγορούμενοι. εἰ οὖν ἀγγελῶν ἀμείνους οἱ ἅγιοι, πῶς ἀνάξιοι κριτηρίων ἐλαχίστων εἶεν ἂν τῶν ἐπὶ πράγμασι κοσμικοῖς; <Βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε.> Μικρὸν κομιδῆ καὶ τοῦ μηδενὸς ἄξιον τοῖς ἄγαν ἐπιεικέσιν ἐν ἐκκλησίᾳ τὸ κρίνειν ἐστὶ τὰ βιωτικά· πεπαιδεύμεθα δὲ καὶ τοῦτο παρὰ τοῦ Κυρίου· προσῄει μὲν γάρ τις αὐτῷ λέγων “Διδάσκαλε εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ᾽ ”ἐμοῦ τὴν κληρονομίαν· ὁ δὲ πρὸς αὐτόν Ἄνθρωπε, φησὶ, “τίς με κατέστησε κριτὴν ἢ μεριστὴν ἐφ᾽ ὑμᾶς;” πρέποι γὰρ ἂν μᾶλλον καὶ νουνεχεστέροις ἐν ἐκκλησίᾳ τὸ κρίνειν τὰ πνευματικὰ, τὸ βασανίζειν εὐτέχνως τὸν περὶ πίστεως λόγον· ἐνηρίθμηται δὲ τοῦτο τοῖς ἄνωθεν καὶ διὰ τοῦ Πνεύματος ἀγαθοῖς· δίδοται γάρ τισι λόγος σοφίας καὶ λόγος γνώσεως, ἑτέροις δὲ καὶ διάκρισις πνευμάτων. <Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν;> Πῶς ἂν εἶεν μέλη Χριστοῦ τὰ ἡμῶν;

ἔχομεν αὐτὸν ἐν ἑαυτοῖς αἰσθητῶς τε καὶ νοητῶς· κατοικεῖ μὲν γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ τοῦ Πνεύματος, μετεσχήκαμεν δὲ καὶ τῆς ἁγίας αὐτοῦ σαρκὸς, ἡγιάσμεθά τε διττῶς· καὶ κατῴκηκεν ἐν ἡμῖν ὡς ζωὴ καὶ ζωοποιὸς, ἵνα τὸν τοῖς μέλεσιν ἡμῶν ἐπισκήψαντα θάνατον καταργήσῃ δι᾽ ἑαυτοῦ· καὶ τοῦτο ἡμᾶς ἀπαλλάσσει φθορᾶς καὶ τῶν τοῦ θανάτου βρόχων καὶ ἀμείνους ποιεῖ παθῶν σαρκικῶν. καὶ δεχόμεθα τὴν ἄζυμον ἐν ἑαυτοῖς διδασκαλίαν τῶν θείων λογίων τὴν τρέφουσαν τὸ ἡγεμονικὸν, καὶ συζῶμεν Χριστῷ, δῆλον δὲ ὅτι πνευματικῶς, περιγενόμενοι τῶν τῆς σαρκὸς παθῶν. εἰ τοίνυν αὐτός ἐστιν “ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας,” ἡμεῖς ἄρα ἐσμὲν οἱ καθ᾽ ἕκαστα μέλη· ὅταν οὖν εἰς ἀτόπους ἡδονὰς καταπίπτωμεν, τότε δὴ τότε πλημμελήσομεν εἰς αὐτὸν, οὗ καὶ γεγόναμεν μέλη· πόρνοις γὰρ ὥσπερ τὰ αὐτοῦ χαριούμεθα· τὰ μέλη αὐτοῦ μολύνονται τῇ ἁμαρτίᾳ καὶ πόρνης ποιοῦνται μέλη. ὥσπερ γὰρ ὁ γυναικὶ κολλώμενος ἓν πρὸς αὐτὴν ἔσται σῶμα, οὕτως καὶ ὁ Θεῷ συνδεσμούμενος νοητῶς ἒν πρὸς αὐτὸν ἔσται πνεῦμα· γεγόναμεν γὰρ “θείας κοινωνοὶ φύσεως,” συνήφθημέν τε καὶ ἡγιάσμεθα διὰ τοῦ Πνεύματος ἐν Χριστῷ.

ΤΟΥ ΑΥΤΟΥ ΚΥΡΙΛΛΟΥ ΕΚ ΤΟΥ Γ ΤΟΜΟΥ ΤΗΣ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ. <Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.> ΦΑΙΗ τις ἄν Ὁ φονευτὴς, εἰπέ μοι, τίνα δὴ τρόπον ἐνεργήσει τὸν φόνον; ἆρ᾽ οὐ δι᾽ αἵματος; εἰ δὲ δή τις ἕλοιτο φιλοψογεῖν ἑτέρους, οὐ διὰ γλώττης ἐστὶ τοιοῦτος; εἶτα ποῖον ἔσται τῶν πλημμελημάτων ὃ δρῶτο ἂν, οὐχὶ διὰ τοῦ σώματος; ψευδοέπης οὖν ἆρα λοιπὸν ὁ πνευματοφόρος ἀναφανεῖταί που; μὴ γένοιτο· λαλεῖ γὰρ ἐν Χριστῷ, Χριστὸς δέ ἐστιν ἡ ἀλήθεια· ἔσται δὴ οὖν ἀληθής. εἰ τῇδέ πη. τὸ χρῆμα διασκεπτόμεθα, εἴ τις ἕλοιτο τυχὸν σκαιὸς εἶναι τοὺς τρόπους, εἰς ἑτέρους που πάντως ἔσται τοιοῦτος καὶ οὐκ εἰς ἑαυτόν. ἀποκτενεῖ γὰρ ὁ φονευτὴς, οὐχ ἑαυτὸν, ἀλλ᾽ ἑτέρους, ὑβρίσει δὲ καὶ ὁ λοίδορος οὐχ ἑαυτὸν, ἀλλ᾽ ἑτέρους, ἀδικήσει δὲ καὶ ὁ πλεονέκτης οὐχ ἑαυτὸν ἀλλ᾽ ἐφ᾽ ἑτέρους, καὶ ἐφ᾽ ἑκάστῳ τῶν ἐκτόπων τινὰ τῶν δρωμένων τοιαύτην εὑρήσεις ὁδόν. οὐκοῦν κατὰ τόνδε τὸν τρόπον Πᾶν ἁμάρτημα ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. ἁλώσεται γὰρ ἀδικῶν αὐτὸ τὸ ἴδιον σῶμα, καὶ τίνα τρόπον, ἐρῶ.

τὰ μέλη τοῦ σώματος ἡμῶν διὰ μὲν τῆς ἁγνείας Χριστοῦ μέλη μεμενηκότα, μεθέξουσι πάντως τῆς παρ᾽ αὐτοῦ ζωῆς τε καὶ δόξης· “μετασχηματίσει γὰρ τὸ ”σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς “δόξης αὐτοῦ·” εἰ δὲ δὴ γένοιτο πόρνης μέλη, πῶς ἂν λάβοι τὸν μετασχηματισμὸν καὶ τὴν τῆς πρὸς αὐτὸν συμμορφίας λαμπρότητα νοητήν; ἐγηγερμένων γὰρ τῶν ἀπὸ γῆς σωμάτων κατὰ τὸν τῆς ἀναστάσεως καιρόν “Ἐκλάμψουσι μὲν οἱ ”δίκαιοι ὡς ὁ ἥλιος,” οἱ δὲ ἀσεβεῖς τε καὶ βέβηλοι καὶ βεβιωκότες ἐκτόπως, ἐγερθήσονται μὲν, οὐ μὴν ἔτι καὶ τὴν εὐκλεᾶ διαβιώσονται ζωὴν, ἀμέτοχοι δὲ μένουσι καὶ δόξης· ἀναστήσονται γὰρ οὐκ “ἐν κρίσει οὔτε μὴν ἐν βουλῇ ”δικαίων,” ἀλλ᾽ ἐπὶ ποινῇ καὶ δίκῃ, κατοιχήσονται γὰρ εἰς τὸ σκότος τὸ ἐξώτερον· πῶς γὰρ ἐν δόξῃ τὸ κολαζόμενον; προσεπάγει δέ τι καὶ ἕτερον, οὐκ ἀνικάνως ἔχον ἀναπεῖσαι μισεῖν τὴν ἐπάρατον τοῦ σώματος ἡδονήν.

Ἐπειδὴ καὶ ὁ φονεύων καὶ ἀτιμάζων καὶ λοιδορῶν, εἰ καὶ σώματι ποιεῖ τὴν ἁμαρτίαν, ἀλλ᾽ ὅμως εἰς ἑτέρους αὐτὸ πράττει, τούτων τῶν τρόπων λέγεται Πᾶν ἁμάρτημα ἐκτὸς τοῦ σώματος, ὁ δὲ πορνεύων αὐτὸ τὸ ἴδιον ἀδικεῖ σῶμα· τὰ σώματα ἡμῶν δι᾽ ἁγνείας μένουσι μέλη Χριστοῦ, καὶ μεταλαμβάνουσι τῆς παρ᾽ αὐτοῦ ζωῆς καὶ δόξης· ἐὰν δὲ μολυνθῇ, στερεῖται τῆς τοιαύτης δόξης. <Οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου Πνεύματος.> Κατῴκηκε γὰρ ἐν ἡμῖν τὸ τῆς “υἱοθεσίας Πνεῦμα,” τουτέστι τὸ Ἅγιον, “ἐν ᾧ κράζομεν Ἀββᾶ ὁ πατήρ·” ἠγοράσμεθα δὲ καὶ τιμῆς, τεθεικότος ὑπὲρ ἡμῶν τὴν ἰδίαν ψυχὴν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ἐσμὲν οὖν ἄρα ναοὶ Θεοῦ ζῶντος, ἐναυλίζεται γὰρ ἡμῖν δι᾽ Ἁγίου Πνεύματος Χριστὸς, ἔχων ἐν ἰδίᾳ φύσει καὶ τὸν ἐξ οὗ πέφηνεν οὐσιωδῶς Πατέρα καὶ Θεόν· ἔφη γὰρ αὐτός “Ἐάν τις ἀγαπᾷ με, ”τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐ- “τὸν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ᾽ αὐτῷ ”ποιησόμεθα.”

ἀπέστω δὴ οὖν τῶν ἡμετέρων διανοιῶν ὡς ἀπὸ ναοῦ Θεοῦ ἡ κάκοσμος ἡδονὴ, ἀναφοιτάτω δὲ μᾶλλον καθάπερ ἐν τάξει θυμιαμάτων τῆς ἐγκρατείας ἡ εὐοσμία, καὶ παραστήσωμεν “τὰ σώματα ἡμῶν θυσίαν ζῶσαν, ἁγίαν, ”εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν” ἡμῶν· ἠγοράσθημεν γὰρ “οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, ἀλλὰ τιμίῳ ”αἵματι,” κατὰ τὸ γεγραμμένον· οὐκοῦν τῷ πριαμένῳ δουλεύσωμεν, αὐτῷ παραστήσωμεν ἑαυτοὺς εἰς ὑπακοὴν, “καὶ ”τὰ μέλη ἡμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ·” γέγραπται γὰρ ὅτι “Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ ”Κύριος τῷ σώματι.”