Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν πρὸς Κορινθίους α΄ ἐπιστολὴν Παύλου ἀποσπάσματα

Κύριλλος Ἀλεξανδρείας

Ο θεσμός του γάμου, η παρθενία και η εν Χριστώ ελευθερία

Θεολογική ανάλυση σχετικά με την εγκράτεια, τη συμβίωση με απίστους συζύγους και την πνευματική ελευθερία των πιστών ανεξαρτήτως κοινωνικής θέσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 3 από 8

ὅταν τοίνυν τηρῶμεν τὰ μέλη τοῦ σώματος, τὸν ἐκ τῆς φιλοσαρκίας οὐκ ἔχοντα μολυσμὸν, τότε καὶ ὁ Κύριος ἔσται τῷ σώματι· κατοικεῖ γὰρ ἐν ἁγίοις ἅγιος ὢν κατὰ φύσιν ὡς Θεός. <Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ.> Ἐλαφροὶ καὶ εὐπάροιστοι κατεφωρῶντο λίαν εἰς πᾶν ὁτιοῦν τῶν σφίσι καθ᾽ ἡδονὴν οἱ ἐξ Ἰσραήλ· ταύτῃτοι δικαίως τὸ χρῆναι γνωμοδοτεῖν παρῄρηντο νόμῳ· ἐπ᾽ αὐτῶν γὰρ, φησὶν, οὐκ ἔστιν προσθεῖναι, καὶ ἀπ᾽ αὐτῶν οὐκ ἔστιν ἀφελεῖν· οἱ δέ γε τῶν εὐαγγελικῶν θεσπισμάτων εἰσηγηταὶ βεβηκότα τὸν νοῦν ἔχοντες εἰς τὸ ἀγαθὸν, καὶ αὐτὸν ἐν ἑαυτοῖς ἐσχηκότες λαλοῦντα Χριστὸν, ἐθαρσήθησαν εἰκότως ἐπ᾽ ἐξουσίας ποιεῖσθαι πολλῆς τοὺς τῆς ὑφηγήσεως λόγους, κἂν εἰ μή τι κέοιτο τῶν πρακτέων παρά γε τοῖς ἱεροῖς γράμμασιν· τοιοῦτός τις ὑπάρχων καὶ ὁ θεσπέσιος Παῦλος Λέγω δέ φησι τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγὼ, καὶ τὰ ἑξῆς· ἔνθα μὲν γὰρ οὐ θεῖος ἡμῖν νόμος τό Λέγω τέθεικεν ἀναγκαίως· οὗ δὲ Χριστὸς ὁ προστάττων ἦν, τό Παραγγέλλω φησὶ, προσεπάγων εὐθὺς τό Οὐκ ἐγὼ, ἀλλ᾽ ὁ Κύριος· τί δὲ ἄρα παρῶπται τῶν ἀναγκαίων νομοθετοῦντι Χριστῷ; ἐπινοοῦσι δὲ τί τὸ ἄμεινον οἱ μυσταγωγοί; καίτοι πῶς οὐκ ἀμαθὲς καὶ ἀπόπληκτον παντελῶς τὸ μὴ ἀρτίως ἔχειν οἴεσθαι τὰ παρὰ Χριστοῦ; τί οὖν ἐροῦμεν;

οὐκ ἀπέφησεν τὸν γάμον τὸ εὐαγγελικὸν καὶ θεσπέσιον κήρυγμα, ἐπιμετροῦντος οἶμαί που τοῦ Θεοῦ τῇ ἀνθρώπου φύσει τὴν ἐντολήν· ἔφη γὰρ τοῖς πειράζουσι φαρισαίοις ὁ Κύριος ἐρωτήσασιν αὐτόν “Εἰ ἔξεστιν ἀπολῦσαι τὴν γυ- ”ναῖκα αὐτοῦ” μὴ ἐπὶ πορνείᾳ, ὅτι ὁ ἀπολύων “τὴν γυναῖκα ”αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι.” πρὸς ταῦτα λέγουσιν αὐτῷ οἱ μαθηταί “Εἰ οὕτως ἐστὶ τοῦ ”ἀνθρώπου ἡ αἰτία μετὰ τῆς γυναικὸς, οὐ συμφέρει γαμῆ- “σαι· ὁ δὲ εἶπεν αὐτοῖς Εἰσὶν εὐνοῦχοι οἵτινες ἐκ κοιλίας ”μητρὸς ἐγεννήθησαν οὕτως, καί εἰσιν εὐνοῦχοι οἵτινες εὐ- “νουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καί εἰσιν εὐνοῦχοι οἵ- ”τινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· “ὁ δυνάμενος χωρεῖν χωρείτω.” προὔθηκε γὰρ τοῖς ἐθέλουσι κατορθοῦν, οὐ μὴν ὑπήγαγε νόμῳ, ὅτι μὴ πάντας ἠπίστατο τῶν τῆς σαρκὸς κινημάτων κατευμεγεθεῖν δύνασθαι.

Καὶ τοῦτο εἰς ἅπαν ἔχει τι τοιοῦτον καὶ ἡ κατὰ νόμον σκιά· προστέταχε μὲν γὰρ τοὺς τῶν θυσιῶν ποιεῖσθαι τρόπους εἰς δόξαν Θεοῦ, τοῦτο μὲν ὑπὲρ ἁμαρτίας καὶ ἀγνοημάτων, τοῦτο δὲ εἰς καθαρισμὸν καὶ ἀπόῤῥιψιν ῥύπου, καὶ μὴν καὶ τὰς ἐν σαββάτῳ τὰς κατὰ νουμηνίαν, τὰς ἐν ταῖς ἑορταῖς· ἠφίει γεμὴν πρὸς τούτοις καὶ ἑκουσιάζεσθαί τινας, τουτέστι προσκομίζειν Θεῷ· τὰ ἑκούσια δὲ ταῦτα ἦσαν· τὰ ὑπὲρ τὸν νόμον, ὡς ἐξ ἀγαθῆς καὶ φιλοθέον φιλοτιμίας καρποί· ἀλλ᾽ ἦν μὲν οὐ θέμις τῶν ἐν νόμῳ διατεταγμένων ῥᾳθυμῆσαι θυσιῶν· ἐπαίνου γεμὴν ἀξίους ἡγεῖτο Θεὸς τοὺς προστιθέντας ἐκείνοις τὰ οἴκοθέν τε καὶ ἀπὸ γνώμης ἰδίας. τοῦτό τι καὶ νῦν ἐξῳκονομῆσθαί φαμεν· οὐκ ἀπέφησε μὲν γὰρ ὁ Χριστὸς τὸ εἴπερ τις ἕλοιτο καὶ τῆς κατὰ νόμον ἅπτεσθαι κοινωνίας· κατορθοῦν δὲ τὸ μεῖζον ἡμᾶς ἀπείρξειεν ἂν οὐδὲν, εἰ τῆς εἰς λῆξιν εὐκλείας μεταποιεῖσθαι σπουδάζομεν. ἄριστα οὖν ὁ Παῦλος λέγει μὲν τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ· τοῖς δὲ γεγαμηκόσι παραγγέλλω οὐκ ἐγὼ ἀλλ᾽ ὁ Κύριος, καὶ τὰ ἑξῆς· παρακομίζει δὲ εἰς ὑποτύπωσιν τῆς ἐξειλεγμένης καὶ ἀπερισπάστου ζωῆς τὰ καθ᾽ ἑαυτὸν, πάντως που τὴν ἀγαμίαν τοῦ ἑτέρου προθείς. οὐκοῦν εἰ καὶ ἀπεδύσατό τις τὸν τοῦ νόμου ζυγὸν, μενέτω φησὶν ἐν ἐγκρατείᾳ· κληρονομήσει γὰρ οὕτω τὴν τῶν οὐρανῶν βασιλείαν.

καὶ πιστώσεται λέγων ὁ τῶν στεφάνων διανομεύς “Τάδε λέγει Κύριος τοῖς εὐνούχοις ”Ὅσοι ἂν φυλάζωνται τὰ σάββατά μου καὶ ἐκλέξωνται ἃ “ἐγὼ θέλω καὶ ἀντέχωνται τῆς διαθήκης μου, δώσω αὐτοῖς ”ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστὸν, “κρεῖσσον υἱῶν καὶ θυγατέρων ὄνομα αἰώνιον δώσω αὐτοῖς ”καὶ οὐκ ἐκλείψει.” Οὐκοῦν τῆς ἐγκρατείας ἀξιόληπτος ὁ μισθός· τοῖς γεμὴν ἤδη τῷ γάμῳ κατειλημμένοις, ἀποφοιτᾶν οὐκ ἀφίησι τῆς ἅπαξ συνῳκισμένης, ἵνα μὴ θορύβων ἔμπλεων τὴν ὑπ᾽ οὐρανὸν τὸ σωτήριον ἀποφήνῃ κήρυγμα· οὐκ ἐπαινοῦντος τὸ χρῆμα τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, εἰ καὶ ὁ νόμος οἰκονομικῶς ἐφῆκε τοῖς ἀρχαιοτέροις τοῦτο ποιεῖν διὰ “τὴν ”σκληροκαρδίαν αὐτῶν,” καθά φησιν αὐτὸς ὁ Σωτήρ.

Ὅτι δὲ ἀσφαλέστεροί τε καὶ ἀλκιμώτεροι τῶν ἀρχαιοτέρων οἱ ἐν Χριστῷ, κἀντεῦθεν ἰδεῖν τοῖς ἐθέλουσι ῥᾷον· ὁ μὲν γὰρ νόμος τοῖς ἐξ Ἰσραὴλ ἀπέφησε τὸ δεῖν ἀλλοφύλοις συνιέναι τε καὶ γαμικῶς ἀναπλέκεσθαι· ἡμῖν δὲ ὁ Παῦλος Εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ τὰ ἑξῆς. ἐκείνοις μὲν γὰρ ὁ νοῦς ἦν σαθρὸς καὶ σεσαλευμένος, ἡμεῖς δὲ οὐχ οὕτως· κεχρίσμεθα γὰρ εἰς υἱοθεσίαν τῷ Ἁγίῳ Πνεύματι καὶ κατῴκηκεν ἐν ἡμῖν ὁ Χριστός· βεβηκότες δὴ οὖν οὕτως πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν, δεδίαμεν κατ᾽ οὐδένα τρόπον τὸ συνεῖναί τινι τῶν ἀπίστων ἔτι· τεθαῤῥήκαμεν δὲ μᾶλλον ὅτι σαγηνεύσομεν εἰς εὐσέβειαν, καὶ οὐχ ἡμεῖς τῆς ἐνούσης ἐκείνοις ἀμαθίας ἐσόμεθα θήραμα· καὶ εὐλογοῦμεν μᾶλλον τοὺς οὔπω πιστεύσαντας ἢ μολυνόμεθα παρ᾽ αὐτῶν· ἡγίασται γάρ φησιν ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί· οὕτως εἰσὶν ἅγια καὶ τὰ τέκνα ὑμῶν, νικῶντος πάντως που τοῦ ἐν τοῖς πιστεύουσιν ἁγιασμοῦ τῶν οὔπω πεπιστευκότων τὸν ῥύπον. εἰ δὲ ὁ ἄπιστος χωρίζεταί φησιν, χωριζέσθω· οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις· οἰχέσθω γὰρ, εἰ δοκεῖ, τοῦ ἁγιάζοντος ὁ μεμολυσμένος, γνώμης ἰδίας ὀψώνιον ἔχων τὴν ἔν γε τούτῳ ζημίαν· ἀνυπαίτιος δὲ παντελῶς ὁ ταῖς θείαις ἑπόμενος ἐντολαῖς· εὐλογηθήσεται γὰρ ὡς εὐήνιος παρὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. <Περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω· ἐν ἀκροβυστίᾳ τις ἐκλήθη;

μὴ περιτεμνέσθω.> Τινὲς ὡς εἰκὸς τῶν ἐκ περιτομῆς διελογίζοντο καθ᾽ ἑαυτούς Πῶς ἐσόμεθα δεκτοὶ καὶ τὴν ἐν Χριστῷ ζωὴν τιμήσομεν, ἔχοντες ἤδη τὴν περιτομήν; δεήσει τάχα που καὶ ἐπισπᾶσθαι, τουτέστι παλινδρομεῖν εἰς ἀκροβυστίαν, καὶ τὴν τῆς σαρκὸς καταβιάζεσθαι φύσιν· οἱ γεμὴν ἐξ ἑλληνικῆς ἐρχόμενοι πλάνης, παρὰ τῶν ἔτι τὴν ἐν νόμῳ τιμώντων σκιὰν τάχα που μανθάνοντες, ὡς ἔστι χρῆμα τίμιον ἡ περιτομὴ, καὶ πᾶσιν ἁγίοις τετηρημένον, καίτοι τὴν πίστιν ἔσθ᾽ ὅτε παραδεξάμενοι, ἐπετελοῦντο σαρκὶ, καθάπερ ἀμέλει καὶ τῶν ἐν Γαλατίᾳ τινὲς, οἷς καὶ ὁ θεσπέσιος Παῦλος ἐπιπλήττει λέγων “Ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε;” ἔδει τοίνυν σαφεῖ καὶ ἐναργεστάτῳ κηρύγματι τῆς ἀληθείας αὐτοῖς ἀνευρῦναι τὴν ὁδὸν, καὶ ὡς ἡ περιτομὴ οὐδέν ἐστι τῶν ἄλλων ἐντολῶν τοῦ Θεοῦ ἐστερημένη· ὁμοίως δὲ καὶ ἡ ἀκροβυστία οὐδέν ἐστι μὴ εὐαγγελικῷ βίῳ κεκοσμημένη.

Προσήκει τοίνυν τὸν κεκλημένον ἐν τῇ κλήσει μένειν ὅπως ἂν ἔχοι σχήματος· μέτεισι δὲ ἀναγκαίως ἐπὶ τὸ χρῆναι πάλιν δυσφημίαν ἑτέραν μονονουχὶ ἀποσοβεῖν τοῦ θείου κηρύγματος· πνεῦμα μὲν γὰρ δουλείας ἦν ἐν τοῖς ὑπὸ νόμον· τὸ δὲ θέσπισμα τὸ εὐαγγελικὸν, τῆς υἱοθεσίας τὸ πνεῦμα τοῖς πιστεύειν ἐθέλουσιν ἐνίεσθαί φησιν, καὶ οὐκ ἔτι καλοῦν εἰς δουλείαν, ἀλλ᾽ εἰς ἐλεύθερον ἀξίωμα.

ΤΟΥ ΑΥΤΟΥ ΕΚ ΤΟΥ Δ ΤΟΜΟΥ ΤΗΣ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΚΥΡΙΛΛΟΥ. <Δοῦλος ἐκλήθης; μή σοι μελέτω.> ἘΠΕΙΔΗ τινες τῆς τοῦ Ἁγίου Πνεύματος ἀξιούμενοι χάριτος, τὸν τῆς κατὰ σάρκα δουλείας ἀπεσείοντο ζυγὸν, ἐπιστέλλει μὲν καὶ δι᾽ ἑτέρων “Μόνον μὴ τὴν ἐλευθερίαν εἰς ”ἀφορμὴν τῇ σαρκὶ,” καταγοητεύει δὲ ὥσπερ καὶ διὰ τούτων αὐτοὺς ἀστειότατα λέγων Δοῦλος ἐκλήθης; μή σοι μελέτω· ἀλλ᾽ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι· τουτέστι κἂν εἰς τὸν τῆς δουλείας τῆς κατὰ σάρκα ζυγὸν ἐπηρτημένον ἔχων ἐκλήθης διὰ τῆς πίστεως εἰς ἐλευθέραν υἱότητα, κἂν εἰ τῆς θείας φύσεως γέγονας κοινωνὸς, ἄμεινον ἔσο μικροψυχίας, οὐκ ἄμισθον εὑρήσεις τὸν ἐπὶ τῇ δουλείᾳ πόνον· οἶδεν μὲν γὰρ ἐλευθέραν τὴν φύσιν ὁ δημιουργός· πεποίηται γὰρ οὕτως παρ᾽ αὐτοῦ· πλεονεξία δέ τις παρεισδραμοῦσά πως κατὰ καιροὺς τῷ τῆς ἐλευθερίας κάλλει διελυμήνατο. δεῖ δὲ δὴ πάντως τοὺς πεπονθότας, ἀποφορτίσασθαι τὸ κακὸν, μεταστοιχειοῦντος ἅπαντα πρὸς τὸ ἐν ἀρχαῖς τοῦ Χριστοῦ· καινὴ γὰρ κτίσις τὰ ἐν αὐτῷ καὶ οὔτε δοῦλος οὔτε “ἐλεύθερος ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσιν” αὐτός. καὶ γοῦν ὁ Ἡσαΐας τοῦ προσδοκωμένου καὶ τοῦ μέλλοντος ἔσεσθαι βίου τὴν κατάστασιν καὶ τὴν ἰσότητα τὴν παρὰ Θεῷ προανακέκραγεν λέγων “Καὶ ἔσται ὁ λαὸς ὡς ”ὁ ἱερεὺς, καὶ ὁ παῖς ὡς ὁ κύριος, καὶ ἡ θεράπαινα ὡς ἡ “κυρία.”

οὐκοῦν κἂν εἰ δύναιό φησιν ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι· καὶ γάρ ἐστιν, ὡς ἔφην, οὐκ ἀκερδὴς ὁ ζυγὸς τοῖς ἀγαθῇ κεχρημένοις εὐνοίᾳ καὶ ὀρθῶς ἐν αὐτῷ διαγεγονόσιν· ἀδικήσει δὲ τὸ σύμπαν οὐδὲν τὸ νῦν ἐκ πλεονεξίας ἐπεῤῥίφθαι τισὶ τὴν κατὰ σάρκα δουλείαν, ἔσται ἂν ἅπασιν ἐν ἴσῳ τρόπῳ καὶ λόγῳ σώζηται τὸ ἐλεύθερον παρά γε τῷ τὰ δίκαια κρίνοντι καὶ τὰ καθ᾽ ἡμᾶς ὁσίως ταλαντεύοντι Θεῷ. ἄλλως τε, φησὶν, οὐκ ἂν εἴη τῶν ἐνδεχομένων ἀνθρώπους ὄντας ἡμᾶς τὸ τῆς δουλείας ὄνομα φυγεῖν· δοῦλον γὰρ ἅπαν ἐστὶ τὸ πεποιημένον καὶ τοῖς θείοις ὑποφέρεται σκήπτροις πᾶν ὅπερ ἐστὶ κεκλημένον εἰς γένεσιν· ὥστε καὶ ὁ δοῦλος ἀπελεύθερός ἐστι Χριστοῦ, δοῦλος δὲ πάντως καὶ ὁ κεκλημένος εἰς ἐλευθερίαν, καθά φησιν ὁ ψαλμός “ὅτι τὰ ”σύμπαντα δοῦλα σά.” Ἀποφαίνει γεμὴν ὁ μυσταγωγὸς καὶ καθ᾽ ἕτερον τρόπον ὠφελουμένους Χριστῷ τοὺς δι᾽ αὐτὸν σεσωσμένους· ταύτῃ τοί φησι Τιμῆς ἠγοράσθητε, μὴ γίνεσθε δοῦλοι ἀνθρώπων· ἠγοράσμεθα μὲν γὰρ τιμῆς ὁμολογουμένως τεθεικότος ὑπὲρ ἡμῶν τὸ ἴδιον αἷμα τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ἐξῃρήμεθα δὲ τῆς τοῦ διαβόλου πλεονεξίας, τῆς τῶν δαιμονίων ὠμότητος, κεκλήμεθα δὲ πρὸς ἐλευθερίαν διὰ Χριστοῦ. οὐκοῦν ὡς ἠγορασμένοι καὶ τῷ πριαμένῳ τὴν ἑαυτῶν ὀφείλοντες ζωὴν, μὴ γίνεσθέ φησι δοῦλοι ἀνθρώπων.

καὶ οὔτι φαμὲν ὡς τῆς κατὰ σάρκα δουλείας ἀποπηδᾶν ἀναπείθει, διδάσκει δὲ μᾶλλον ἐκεῖνο καὶ μάλα ὀρθῶς μὴ δουλεύειν τοῖς ἀποφέρειν τοὺς πεπιστευκότας ἐπιχειροῦσιν εἰς νομικὴν παρατήρησιν, καὶ τῆς ἀρχαίας ἀπάτης ἐκχέουσι τὸν ἰὸν ταῖς τῶν ἁπλουστέρων ψυχαῖς, καὶ ἡμέρας καὶ μῆνας ἐπιτηρεῖν ἀναπείθουσι, καὶ τὴν καλουμένην ἐθελοθρησκείαν ἐπιτηδεύουσι, καὶ ἑτέροις ἑλέσθαι πληροῦν συμβουλεύουσιν.