Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν πρὸς Κορινθίους α΄ ἐπιστολὴν Παύλου ἀποσπάσματα

Κύριλλος Ἀλεξανδρείας

Τα ειδωλόθυτα, η ασθενής συνείδηση και η τυπολογία της Εξόδου

Εξέταση του ζητήματος της βρώσεως ειδωλοθύτων προς αποφυγή σκανδαλισμού και ανάδειξη των γεγονότων της Εξόδου ως προτυπώσεων των ιερών μυστηρίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 4 από 8

ἐπειδὴ τοίνυν, φησὶ, τιμῆς ἠγοράσθητε, καὶ “οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ ”ἐλυτρώθητε, τιμίῳ δὲ μᾶλλον αἵματι ὡς ἀμνοῦ ἀμώμου “καὶ ἀσπίλου Χριστοῦ,” τοῖς αὐτοῦ μᾶλλον ὑποταττώμεθα νόμοις. <Περὶ δὲ τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν.> Ἐπειδὴ οἱ πιστοὶ τῶν ἐν Κορίνθῳ ἦσαν πεπεισμένοι ὅτι Θεὸς κατὰ φύσιν εἷς καὶ μόνος, καὶ ὅτι τὰ εἴδωλα οὐ θεοὶ, καὶ κατεγέλων τῶν θυόντων αὐτοῖς λέγοντες οὐδὲν ὅλως εἶναι τὸ ἱερόθυτον, καὶ ἤσθιον ἀδιακρίτως ταῦτα οὐδένα μολυσμὸν ἐκ τούτου λογιζόμενοι· ἐσκανδάλιζον δὲ τοὺς ἀσθενεῖς τοὺς νομίζοντας μὴ προσκρούειν Θεῷ εἰ τὰς τῶν εἰδώλων τιμήσειαν ἑορτάς· τούτου χάριν ἀνακόπτει ταύτας ὁ Παῦλος, μονοτρόπους εἶναι θέλων τοὺς πιστοὺς μόνῳ τῷ παναγίῳ λατρεύοντας Θεῷ. <Οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ.> Τοῖς ὅλως οὐκ εἰδόσι τὰ εἴδωλα, ἢ καὶ εἰδόσιν ἀκριβῶς ὅτι ξύλα εἰσὶ καὶ λίθοι ψιλὰ, οὐδὲν εἴδωλον ἐν κόσμῳ, οὐδὲ γὰρ ὅλως ἀξιοῦσι ταῦτα λόγου τινὸς, ἀλλ᾽ οὕτω φρονοῦντες, εἰς ἕνα πιστεύουσι Θεὸν καὶ Πατέρα ἐξ οὗ τὰ πάντα, καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν δι᾽ οὗ τὰ πάντα.

ἔχοντος· τὴν τῆς κυριότητος δόξαν τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τοῦ τεχθέντος ἐξ αὐτοῦ τὴν ὑπεροχὴν τοῦ τεκόντος αὐτὸν, ὡς ἐν ἰδίᾳ φύσει ὑπάρχοντός τε καὶ νοουμένου Θεοῦ, οὐ κατὰ μέθεξιν τὴν ἐν Πνεύματι θεοὶ καὶ κύριοι κέκληνται πολλοὶ, ἥνπερ γνῶσιν ὀλίγοι ἔχουσιν. <Ὥσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοί.> Κατὰ τὸ ἀξιωθῆναι τῆς τοῦ Ἁγίου Πνεύματος μετοχῆς, θεοὶ καὶ κύριοι κέκληνται πολλοί· καὶ τὴν μυστικὴν ταύτην γνῶσιν ὀλίγοι ἔχουσιν. οἱ μὲν γὰρ ἄπιστοι πολλοὺς ἔτι νομίζουσι θεοὺς, τινὲς δὲ καὶ τῶν εἰς Χριστὸν πιστευσάντων ὁλοτρόπως οὐκ ἀφίστανται τῶν τῆς εἰδωλολατρείας ἐθῶν. <Τινὲς δὲ τῇ συνειδήσει τοῦ εἰδώλου ἕως ἄρτι ὡς εἰδωλόθυτον ἐσθίουσιν καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται.> Τῶν εἰς Χριστὸν πιστευσάντων τινὲς ὁλοτρόπως οὐκ ἀποστάντες τῆς εἰδωλολατρείας, ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται. ἀπὸ γὰρ ἀσθενοῦς ψυχῆς, ἴσως καὶ νομίζουσιν ὠφελεῖν αὐτοὺς τῷ μετασχεῖν ἱερῶν θυσιῶν ἀγγεύσασθαι καὶ βρῶσιν ποιεῖσθαι τὸ ἱερόθυτον.

ἀναγκαῖον δὲ τοὺς ἀσθενεῖς πνευματικαῖς διδασκαλίαις ψυχαγωγεῖν, οὐ μὴν τὸ ἀδιαφόρως ἐσθίειν καὶ τοῖς ἀπίστοις συγκατακεῖσθαι. <Βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν.> Ἀδιαφοροῦντες περὶ τὸ ἐσθίειν τὰ ἱερόθυτα καὶ συνανακεῖσθαι τοῖς ἀπίστοις ἐν τοῖς ἱεροῖς, σκανδάλου πρόφασιν ἐποιοῦντό τισι τῆς ἑαυτῶν ἑδραιότητος τὴν ἐπίδειξιν. δεῖ γὰρ οὐκ ἐφ᾽ ἅπασιν οὔτε ἔξω καιροῦ καὶ ἀδιακρίτως τῇ τῆς πίστεως ἐξουσίᾳ κατακεχρῆσθαι, πάντα δὲ μᾶλλον εὐσχημόνως πρέποι ἂν γίνεσθαι πρὸς ἡμῶν. <Οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε.> Σκανδαλίζοντες ἀδελφοὺς, εἰς αὐτὸν πλημμελήσομεν τὸν ὑπὲρ τῆς ἁπάντων ἡμῶν σωτηρίας τεθνεῶτα Χριστὸν, οὗ τί ἂν γένοιτο τὸ ἰσοστατοῦν ἀδίκημα; ἀπόλλυται γὰρ ὁ ἀσθενῶν ἐν τῇ σῇ γνώσει, καὶ γέγονεν ἡμῶν ἁμαρτία τὸ ἀγαθὸν, καὶ σκάνδαλον ἀδελφοῖς ἡ τῆς πίστεως ἑδραιότης, καὶ βόθρος ἡ γνῶσις.

Παγχάλεπον τὸ πρᾶγμα· μόνον γὰρ οὐχὶ ταῖς τῶν ἀδελφῶν ἀσθενείαις ἐνάλλεσθαι καὶ οὐχὶ μᾶλλον ἐν σπουδῇ ποιεῖσθαι τὸ ἀσθενὲς αὐτῶν συνειδὸς ἐπιῤῥῶσαι· δεῖ γὰρ “μὴ ”τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον,” ἐννοοῦντας τὸ γεγραμμένον “Μὴ καταφρονεῖτε ἑνὸς τῶν μικρῶν τούτων, ”ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον “τοῦ Πατρός.” εἶτα πῶς οὐ παγχάλεπον καὶ πρὸς αὐτῶν ἡμᾶς κατηγορεῖσθαι τῶν ἁγίων ἀγγέλων, ὡς ταῖς ἀδελφῶν ἀσθενείαις μονονουχὶ καὶ ἐναλλομένους, καὶ οὐχὶ δὴ μᾶλλον ποιουμένους ἐν σπουδῇ τὸ ἀσθενὲς αὐτῶν ἐπιῤῥῶσαι συνειδός;

ΤΟΜΟΣ Δ ΛΟΓΟΣ Γ. <Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν.> Παραγγείλας ὁ Παῦλος μὴ ἐσθίειν ἱερόθυτα τοῖς δῆθεν τελείαν ἔχουσι γνῶσιν, πειρᾶται λοιπὸν ἀναπείθειν ἐκ τῶν τοῖς ἀρχαιοτέροις συμβάντων, ὅτι τὸ χρῆμα οὐκ ἔστιν ἐπώφελες, ἀλλὰ μᾶλλον ἐπισφαλὲς, καὶ ὅτι τοῖς ἀδικεῖν εἰωθόσιν ἐπιπηδᾶν οὐκ ἀζήμιον· ἀποκομίζει γὰρ εἰς τὸ δρᾶν ἃ μὴ θέμις, καταδονουμένης εὐκόλως τῆς ἀνθρώπου διανοίας ἐφ᾽ ἃ μὴ προσῆκε κατὰ βραχύ. δέχεται τοίνυν οὐκ ἀκαλλῆ τοῦ πράγματος εἰκόνα, μᾶλλον δὲ καὶ λίαν ἐμφερεστάτην, τὰ τοῖς ἐξ αἵματος Ἰσραὴλ συμβεβηκότα κατὰ τὴν ἔρημον· ἀποδεικνύοι δὲ καὶ μάλα γοργῶς, ὅτι τὸ συζῆν ἐθέλειν ἀπίστοις οὐδ᾽ ἂν αὐτοῖς γένοιτο τοῖς ἐρηρεισμένοις ἀζήμιον. ὃ δὲ λέγει, τοῦτό ἐστιν· ἐτελειοῦντο διὰ τῆς νεφέλης ἐν τῇ θαλάσσῃ, μέσης ἐπηρτημένης αὐτοῖς τῆς νεφέλης, μεσιτεύοντος Μωσέως, οἱ τῆς δουλείας ἀπηλλαγμένοι· ἔφαγον τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, ἔπιον τὸ πόμα τὸ ζωοποιόν· πεπότικε γὰρ αὐτοὺς ὁ Χριστὸς αὐτὸς ὢν ἡ πέτρα· καὶ γάρ ἐστιν ἄθραυστος ὡς Θεὸς κἂν εἰ πέπονθεν ἑκὼν τοῦ θανάτου τὴν ἔφοδον. πνευματικοῦ δὲ πράγματος προανατυπώσεις εἶναί φαμεν τὰ τοιαῦτα· καὶ τί μετὰ τοῦτο τοῖς ἀρχαιοτέροις συνέβη; προσκεκρούκασι δὲ τίνα τρόπον; ἐβεβηλώθησαν ἐν Σαττὶ, λελατρεύκασιν εἰδώλοις, ἐτελέσθησαν τῷ Βεελφεγώρ.

ἄθρει δὴ οὖν ὅπως οἱ ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ βεβαπτισμένοι, καίτοι φάγοντες τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ καὶ πόμα πίοντες τὸ πνευματικὸν συνεπλάκησαν μὲν τοῖς εἰδωλολάτραις· ἐπειδὴ δὲ συνέστιοί τε ἦσαν αὐτοῖς, καὶ τραπέζης ἥπτοντο τῆς εἰδωλικῆς, εὐπαράφοροί τε ἦσαν εὐθὺς καὶ παρώλισθον εἰς ἀπόστασιν, καὶ συνεχόρευον γυναιξίν “Καὶ ”ὁ λαὸς συνιὼν συνεπλέκετο μετὰ πόρνης,” κατὰ τῆν τοῦ προφήτου φωνήν· τοῦτο γάρ ἐστι τὸ καὶ ἀνέστησαν παίζειν· ἐπισφαλὲς οὖν ἄρα τὸ συνδιαιτᾶσθαι πονηροῖς καὶ ἀπίστοις· καὶ γοῦν ἔφη που Σολομῶν “Ὁ συμπορευόμενος σοφοῖς ”σοφὸς ἔσται, ὁ δὲ συμπορευόμενος ἄφροσι γνωσθή- “σεται.”

Καὶ ἡμεῖς γὰρ πρὸ τῆς εἰς Χριστὸν πίστεως, ταῖς τῶν δαιμονίων πλεονεξίαις ὑπεζευγμένοι δεδουλεύκαμεν τῷ νοητῷ Φαραῷ, τουτέστι τῷ ἀρχεκάκῳ σατανᾷ· ἐπονοῦμεν αὐτῷ μάτην οἷα πηλῷ καὶ πλινθείᾳ τοῖς τῆς σαρκὸς ἔργοις ἐμβεβηκότες· ἐξείλετο δὲ καὶ ἡμᾶς ὁ “μεσίτης Θεοῦ καὶ ἀνθρώ- ”πων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον “ὑπὲρ πάντων·” διεβίβασε καὶ ἡμᾶς οἷά τινα θάλασσαν τοῦ παρόντος βίου τὸν κλύδωνα, τετελείωκε διὰ τοῦ ἁγίου βαπτίσματος· αὐτὸς γάρ ἐστιν ἡ ἄνωθέν τε καὶ νοητὴ νεφέλη, ἡ τοῦ ζῶντος ὕδατος τοῖς ἀγαπῶσιν αὐτὴν ποιουμένη τὴν χορηγίαν· ὕδωρ δὲ ζῶν τὸ Πνεῦμά ἐστιν· καὶ γοῦν ἔφη ὁ Χριστός “Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ ”γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος “ζῶντος,” διατρανῶν δὲ τὸ εἰρημένον ὁ θεσπέσιος εὐαγγελιστὴς, προσεπήγαγεν εὐθὺς τοῖς περὶ τούτου λόγοις “Τοῦτο δὲ εἶπεν περὶ τοῦ Πνεύματος οὗ ἤμελλον λαμβάνειν ”οἱ πιστεύοντες εἰς αὐτόν·” ἐφάγομεν καὶ ἡμεῖς ἄρτον ἀληθῶς τὸν ζωοποιὸν, ἐπίομεν πόμα τὸ πνευματικὸν, καθάπερ ἀμέλει κἀκεῖνοι τὸ ὕδωρ ἐκ πέτρας· ἡ πέτρα δὲ ἦν ὁ Χριστὸς, ὃς καὶ ἡμῖν αὐτοῖς ἐκ τῆς ἰδίας πλευρᾶς ὕδατι συμμιγὲς τὸ ἴδιον συνανέβλυσε αἷμα, διανυττόντων αὐτὸν τῇ λόγχῃ τῶν τοῦ Πιλάτου στρατιωτῶν.

Πᾶσαν τὴν ἱστορίαν παράγει τὴν ἐν τοῖς ἀριθμοῖς διδάσκων ὅτι ἐν τῇ νεφέλῃ καὶ τῇ θαλάσσῃ βεβαπτισμένοι, καὶ τῶν τροφῶν τῶν πνευματικῶν ἀξιωθέντες, ἐπειδὴ συνέφαγον τοῖς εἰδωλολάτραις, ὠλίσθησαν. τὸ δὲ ἀνέστησαν παίζειν, ἀντὶ τοῦ πορνεύειν μετὰ τῶν μαδιανιτῶν γυναικῶν. <Συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου.> Διὰ τὴν συνείδησιν οὖν ἀφεκτέον ὧν ἀφεκτέον. συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ· γνωστικὴ γάρ· ἀλλὰ τὴν τοῦ ἑτέρου, ἵνα μὴ κακῶς οἰκοδομηθῇ ἀμαθίαν μιμούμενος ὃ μὴ γινώκη καταφρονητὴς ἀντὶ μεγαλόφρονος γινόμενος.