Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν πρὸς Κορινθίους α΄ ἐπιστολὴν Παύλου ἀποσπάσματα

Κύριλλος Ἀλεξανδρείας

Το αποστολικό κήρυγμα, η μωρία του σταυρού και η ενότητα της Εκκλησίας

Σχολιασμός της κλήσεως των εθνών, της υπεροχής της θείας σοφίας και δυνάμεως έναντι της κοσμικής, και της Εκκλησίας ως πνευματικής οικοδομής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 1 από 8

ΤΟΥ ΑΥΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΑΠΟΣΠΑΣΜΑΤΑ ΟΛΙΓΑ ΤΙΝΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ Α. <Παῦλος κλητὸς ἀπόστολος Ἰησοῦ Χριστοῦ.> ἈΠΕΣΤΑΛΘΑΙ φησὶν ὁ θεσπέσιος Παῦλος παρὰ Χριστοῦ, εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρός· τοῦτο γὰρ οἶμαί ἐστι τό Διὰ θελήματος Θεοῦ· ἐπειδὴ γὰρ δι᾽ Υἱοῦ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ἐστι τοῦ Πατρὸς, δι᾽ αὐτοῦ πάλιν τοὺς ἁγίους εἰς ἀποστολὴν προκεχειρῆσθαί φαμεν. <Καὶ Σωσθένης ὁ ἀδελφὸς κ.τ.

λ.> Ὅτι ὀνήσει τῶν κηρυγμάτων ἡ δύναμις οὐ μόνον Κορινθίους, ἀλλὰ καὶ πάντας τοὺς ἐν Χριστῷ κεκλημένους εἰς τὸν διὰ πίστεως ἁγιασμὸν, διατρανοῖ λέγων Ἡγιασμένοις ἐν Χριστῷ ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν· ὁ μὲν γὰρ νόμος οὐκ ἐν παντὶ τόπῳ κεκέλευκε τοῦτο δρᾶν, ἀλλ᾽ εἰς τὸν θεῖον αὐτὸν ἐν Ἱεροσολύμοις νεὼν ἀφικέσθαι· ἐδεδίει γὰρ τῆς παρ᾽ αὐτοῖς διανοίας ὡς εἰκὸς τὸ εὐμετακόμιστον, μὴ ἄρα πως προσκυνεῖν ἢ θύειν ἐν παντὶ τόπῳ κεκελευσμένοι, πρόφασιν τῆς εἰς τὰ αἰσχίω μεταβολῆς [ἔχοιεν] τὸν νόμον, καὶ προσκυνήσειαν τοῖς γλυπτοῖς, ναοὺς ἑαυτοῖς ἱστῶντες καὶ βωμούς· ἐπειδὴ δὲ κεκλήμεθα λοιπὸν οἱ ἐξ ἐθνῶν διὰ πίστεως τῆς εἰς Χριστὸν εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν, καὶ τὴν διὰ τοῦ Ἁγίου Πνεύματος ἀσφάλειαν πεπλουτήκαμεν, προσκυνεῖν τετάγμεθα οὐκ ἔν γε τοῖς Ἱεροσολύμοις ἅπαντες, ἀλλ᾽ ἐν παντὶ τόπῳ· καὶ τοῦτο ἦν ἄρα τὸ διὰ τῶν προφητῶν λεγόμενον “Καὶ προσκυνήσουσι τῷ Κυρίῳ ἕκαστος ἐκ τοῦ ”τόπου αὐτοῦ.” Ἐπιστέλλει δὴ οὖν ἅμα Σωσθένει τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ, ἣν αὐτὸς ἑαυτῷ παρέστησεν ὁ Χριστός· καὶ τίς αὐτὴν ὦπτο; πάντες οἱ ἡγιασμένοι καὶ κεκλημένοι διὰ Χριστοῦ πρὸς δικαίωσιν, ἐπικαλούμενοί τε τὸ ὄνομα αὐτοῦ ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν, τουτέστιν εἴτε ἐν τῇ τῶν Ἰουδαίων γῇ, εἴτ᾽ οὖν ἐν ταῖς τῶν ἐθνῶν πόλεσί τε καὶ χώραις.

Θεὸν δὲ κατὰ φύσιν διακηρύττει Χριστὸν, καὶ σὺν αὐτῷ τε καὶ δι᾽ αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ τὴν δόξαν πραγματεύεται· Θεοῦ μὲν γὰρ ἐκκλησίαν ὀνομάζει τοὺς ἡγιασμένους, Χριστῷ δὲ πάλιν αὐτοὺς προσνέμει λέγων “Εἰ δέ τις Πνεῦμα Χριστοῦ ”οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.” <Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.> Χάριτι στεφανοῖ τοὺς πεπιστευκότας τῇ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ· δι᾽ αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ τὰ πάντα παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, συνδοτήρ τε ἐστὶ καὶ συνχορηγὸς τῷ γεγεννηκότι τῶν ἄνωθεν ἀγαθῶν, καὶ διανομεὺς τῶν ἐξ οὐρανοῦ χαρισμάτων, καὶ αὐτός ἐστιν ἡ πάντων εἰρήνη, τῇ παρ᾽ ἑαυτοῦ χάριτι καταλαμπρύνων ἀρχὰς, θρόνους τε καὶ ἐξουσίας καὶ ἁπαξαπλῶς εἰπεῖν πᾶσαν κτίσιν λογικήν. <Ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ.> Ὅτι ὀνόματι τῷ δεσποτικῷ κατασεμνύνεσθαι δεῖν, ἀναγκαῖον ἦν ἅμα καὶ σοφὸν ἀναπεῖσαι, λέγων αὐτὸς δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν “Τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ”ὄνομα καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς·” χριστιανοὶ γὰρ ὠνομάσμεθα, καὶ τὸ ὄνομα τὸ καινὸν πεπλουτήκαμεν, οὗ δικαίως ἐστέρηνταί τινες τῶν ὀρθῶν τῆς Ἐκκλησίας ἀποφοιτῶντες· καὶ προσκείμενοι πνεύμασι πλάνοις καὶ ἀνοσίων τινῶν ψευδοδιδασκάλων τερατισμοῖς, τὸ αὐτῶν ἐσχήκασιν ὄνομα, καὶ μάλα εἰκότως· οὐ γὰρ εἰσὶ τοῦ Χριστοῦ, τὴν κατ᾽ αὐτοῦ δυσφημίαν μερισάμενοι, καὶ εἰς διαφόρους δόξας τε καὶ γνώμας κατεσχισμένοι, καίτοι Χριστοῦ τοὺς ἰδίους κεκληκότος ἐν εἰρήνῃ.

καὶ ὅτι εἷς ἔστιν αὐτὸς, καὶ οὐ μεμέρισται· ἓν οὖν οἱ πάντες ἐσμὲν ἐν Χριστῷ, κατηρτίσμεθά τε πρὸς τοῦτο ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ, συνδέντος ἡμᾶς εἰς ὁμοψυχίαν καθ᾽ ἕνωσιν τὴν πνευματικὴν τοῦ περὶ ἡμῶν λέγοντος τῷ Θεῷ καὶ Πατρί Θέλω ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτως “καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ”ὦσιν.” <Μεμέρισται ὁ Χριστός; μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν;> Εἰ ἕτερος τὸν ὑπὲρ ἡμῶν ἀνέτλη σταυρὸν, αὐτοῦ καὶ λεγώμεθα· καὶ εἰ βεβαπτίσμεθα τυχὸν εἰς τὴν ἑτέρου κλῆσιν, ἐκεῖνος ἡμᾶς ἐχέτω, καὶ αὐτὸν ἐπιγραψώμεθα σωτῆρα καὶ λυτρωτήν· εἰ δέ “Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ”ἡμῶν,” καὶ αὐτῷ καὶ μόνῳ συντεθάμμεθα “διὰ τοῦ βαπ- ”τίσματος εἰς τὸν θάνατον,” πλουτείτω, φησὶ, τοὺς ἠγορασμένους αὐτός· σεσώσμεθα γὰρ δι᾽ αὐτοῦ τε καὶ παρ᾽ αὐτοῦ τεθεικότος ὑπὲρ ἡμῶν τὴν ἰδίαν ψυχήν. <Οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν, ἀλλ᾽ εὐαγγελίζεσθαι.> Ἀπέσταλται μὲν ὁμολογουμένως διακηρύξων τοῖς ἔθνεσι τὸν Ἰησοῦν· ἀλλ᾽ ἔργον εἶναί φαμεν τῆς ἀποστολῆς τὸ ὡς ἐν καιρῷ τε καὶ χρείαις πληροῦν, εἴτ᾽ οὖν ἕλοιτο, καὶ τὸ βαπτίσαι τινάς.

ἵνα δὲ μὴ τὸν τοῦ χρῆναι κηρύττειν καιρὸν ἑτέροις φαίνοιτο δαπανῶν σπουδάσμασι, παρεὶς εὖ μάλα τοῖς κατὰ χώρας καὶ πᾶσι τεταγμένοις εἰς ἐπισκοπὴν τὸ ὡς ἐν σχολῇ τοῦτο δρᾶν, εὐηγγελίζετο μᾶλλον αὐτὸς, ἅτε δὴ καὶ λόγου χρείαν πεπιστευμένος καὶ πολὺ λίαν ἠκριβωκὼς τὸ Χριστοῦ μυστήριον· ἀλλ᾽ ὥσπερ ὁ θεσπέσιος Στέφανος, καίτοι τραπεζῶν διάκονον προχειρισάμενος, οὐκ ἀπόπεμπτον ἐποιεῖτο τὸ χρῆναι μυσταγωγεῖν, οὕτω καὶ ὁ θεσπέσιος Παῦλος καίτοι τεθειμένος εἰς τὸ δεῖν εὐαγγελίζεσθαι τὸ Χριστοῦ μυστήριον, ἐπλήρου κατὰ καιρὸν καὶ τὴν τοῦ βαπτίσματος χρείαν, προκειμένης ἐπ᾽ ἄμφω τῆς ἐξουσίας αὐτῷ, καὶ ἐξείργοντος οὐδενὸς εἴπερ ἕλοιτο τοῦτο δρᾶν. <Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;> Τοῖς μὲν μέγα φρονοῦσιν ἐπὶ σοφίᾳ κοσμικῇ καὶ τὴν πίστιν οὐ προσιεμένοις, δῆλον δὲ ὅτι τὴν εἰς Χριστὸν, μωρία τὸ εὐαγγέλιον· ἡμῖν δὲ οὐχ οὕτως, πολλοῦ γε καὶ δεῖ· διατεθείμεθα γὰρ ὅτι δύναμις Θεοῦ ἐστι, καὶ σωτηρίας ὁδὸς ἀποφέρουσα πρὸς ἁγιασμὸν, καὶ εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν παιδαγωγοῦσα σοφῶς δαψιλῶν κηρυγμάτων.

οἶμαι δὲ ἔγωγε σοφοὺς νῦν αὐτὸν ἀποκαλεῖν τοὺς ῥήτορας, οἳ τῇ τῶν λόγων δεινότητι τὸ πιθανὸν ἀεὶ τῷ ψεύδει συμπλέκοντες, τῆς ἀληθείας αὐτῷ τὴν δόκησιν περιποιεῖν ἐσπούδαζον· γραμματέας δὲ οἶμαι τοὺς γραμματιστὰς ἤτοι γραμματικοὺς, οἷς ἦν ἔθος τὰς τῶν ποιητῶν περιεργάζεσθαι συγγραφὰς καὶ διερμηνεύειν τοῖς νέοις· συζητητὰς δέ φησι τοὺς λογομαχεῖν εἰωθότας καὶ ἀκριβείᾳ δῆθεν τῶν πραγμάτων βασανιστὰς, οἳ ταῖς τῶν ἐννοιῶν εὑρέσεσιν, ὡς ἑνὶ τὸ ἐφ᾽ ἑκάστῳ τῶν προκειμένων ἀδιαβλήτως ἔχειν δοκοῦν, ζητεῖν ὑποκρίνονται τὴν ἀλήθειαν, ἀλλ᾽ οὔτι πω ὀρθῶς, μᾶλλον δὲ εἰς ἅπαν ἠμελημένως· ἠγνοήκασι γὰρ τὸν τῶν ὅλων Θεὸν, ὃς τόδε τὸ σύμπαν ἀποῤῥήτοις ἐνεργείαις ἀπονητὶ διεπήξατο, καὶ παρήνεγκεν εἰς τὸ εἶναι τὰ οὐκ ὄντα πάντα, κατανεύσας μόνον· μεμώραται τοίνυν ἀληθῶς ἡ τοῦ κόσμου σοφία. <Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας.> Σοφίαν Θεοῦ καὶ τὴν ἀνθρωπίνην ὀνομάζει σύνεσιν καὶ τὴν εὐγλωττίαν, ἤτοι αὐτὸ τὸ τῆς λέξεως ἀνθηρόν· ἵνα διδάξῃ ὅτι νοῦ ποιητὴς ὁ Θεὸς καὶ φρονήσεως χορηγὸς καὶ εὐγλωττίας, καὶ εἴ τινες αὐτοῖς ἐχρήσαντο ἐφ᾽ ἃ μὴ προσῆκεν· μωρίαν δὲ τοῦ κηρύγματος, τῶν λέξεων τὴν ἁπλότητα λέγει· ἰδιῶται μὲν γὰρ τῷ λόγῳ γεγόνασιν οἱ θεσπέσιοι μαθηταὶ, πλούσιοι δὲ τῇ γνώσει. <Ἐπειδὴ καὶ ἰουδαῖοι σημεῖον αἰτοῦσι καὶ ἕλληνες σοφίαν ζητοῦσι.> Κατ᾽ ἄμφω ἀληθὴς ὁ τοῦ Παύλου λόγος· ἐξελαύνοντος γάρ ποτε τοῦ Χριστοῦ τῶν ἱερῶν περιβόλων τοὺς πωλοῦντας τὰ πρόβατα καὶ τὰς βοῦς, τρυγόνας τε καὶ περιστερὰς, καὶ φάσκοντος “Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου ”οἶκον ἐμπορίου,” ἀντεφέροντο λέγοντες “Τί σημεῖον δεικ- ”νύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς;”

καί “Τίς ἔδωκέν σοι τὴν ”ἐξουσίαν ταύτην;” προσῄεσαν δὲ καὶ τῶν γραμματέων τινὲς μετὰ πλείστην ὅσην σημείων ἐπίδειξιν φιλοκακούργως λέγοντες “Διδάσκαλε θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.” ὀλίγου τοίνυν παντελῶς ἀξιοῦντες λόγου τὰς τῶν ἁγίων φωνὰς, δι᾽ ὧν ἦν εἰκὸς αὐτοὺς δύνασθαι μαθεῖν ὅτι αὐτὸς ἦν ὁ Χριστὸς, θεοσημίας ἐζήτουν· ὅθεν ἔλεγεν ὁ Σωτὴρ τοῖς ἀποσταλεῖσιν ὑπὸ Ἰωάννου “Ἀπελθόντες ἀπαγγείλατε ”Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· τυφλοὶ ἀναβλέπουσι, χωλοὶ “περιπατοῦσι” κ.τ.λ. καὶ οἱ ἕλληνες τὴν ἐν λέξει τε καὶ λόγοις ζητοῦντες λαμπρότητα, ἡγοῦνται δὲ καὶ μωρίαν τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν τρόπον, καί φασι Τί γὰρ ὅλως ἔδει Θεὸν ὄντα κατὰ φύσιν τὸν ἐκ Θεοῦ Λόγον, θελήσει καὶ νεύματι κατορθοῦν ἰσχύοντα τὰ κατὰ γνώμην αὐτῷ, γενέσθαι ἄνθρωπον καὶ ὑπομεῖναι θάνατον; πῶς δ᾽ ἂν γένοιτο, φασὶν, ἀποτεκεῖν παρθένον; πῶς δὲ καὶ ἀναστήσεται τὸ θανάτῳ κατεφθαρμένον; ἀλλ᾽ οὐδὲν αὐτοὺς ἀπεικὸς τοιαῦτα λέγειν “Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος· ”μωρία γὰρ αὐτῷ ἐστιν,” ἀλλ᾽ ἡμῖν Θεοῦ δύναμίς ἐστι καὶ σοφία· σέσωκε γὰρ δι᾽ αὐτοῦ τὴν ὑπ᾽ οὐρανὸν ὁ Θεὸς καὶ Πατὴρ, ὡς διὰ δυνάμεως τῆς ἐνούσης αὐτῷ φυσικῶς, καὶ τῆς ἀποῤῥήτου σοφίας, τῆς ἑαυτοῦ δηλονότι· σοφία γὰρ καὶ δύναμις τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, δι᾽ ἧς τὰ πάντα παρῆκται πρὸς γένεσιν, καὶ πεποιημένα σώζεται.

καὶ εἰ δή τις, φησὶν, ἕλοιτο ταῖς ἀνθρώπων δυνάμεσιν ἀντεξετάσαι τὴν ἐν Θεῷ, καταθρήσει δὴ πάντως ὅτι τὸ δοκοῦν τῶν θείων ἔργων ὡς ἐν ἀσθενείᾳ πεπράχθαι τυχὸν, καὶ οἷον οὐχ ὅλῃ δυνάμει τοῦ πεποιηκότος, ἁπάσης ἐστὶν ἐπέκεινά τε καὶ ἄμεινον τῆς ἀνθρωπίνης ἰσχύος· κατ᾽ αὐτὸν δὲ τουτονὶ τὸν τρόπον καὶ ἐπὶ τῆς σοφίας νοήσεις, ὅτι τὸ μωρὸν εἶναι δοκοῦν, σοφώτερον τῶν ἀνθρώπων ἐστίν. οἱονεὶ πρὸς τὰ μεγέθη καὶ κάλλη τῶν στοιχείων, οὐρανοῦ τε φημὶ καὶ ἡλίου καὶ τῶν λοιπῶν ἄστρων καὶ πυρὸς καὶ ὕδατος καὶ τῶν ἄλλων, συγκρῖναί τις βούλοιτο τὰ μικρὰ τῶν κτισμάτων καὶ ἐλάχιστα, ὀλίγη παντελῶς ἡ ἐν τούτοις εὑρεθήσεται δύναμίς τε καὶ σοφία, καὶ ὡς ἀπό γε τοῦ ἡττῆσθαι ... τις εἶναι δόξειεν· ἀλλ᾽ οὐκ ἂν γένοιτό τις τῶν ἐν ἡμῖν οὐδὲ τῶν οὕτως ... ἐργάτης. ἀληθῶς οὖν, ὅτι τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστὶν, καὶ τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν. ἔχει τοίνυν τὸ πάνσοφον ἡ οἰκονομία, βεβασίλευκε γὰρ συνετῶς ἁπάσης τῆς ὑπ᾽ οὐρανὸν ἐν σοφίᾳ Χριστός. <Καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ.> Μαρτύριον τοῦ Θεοῦ φησι τὸν Χριστόν· μεμαρτύρηκε γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἐπ᾽ αὐτῷ λέγων “Οὗτός ἐστιν ὁ υἱός μου ”ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα.” <Καὶ ἐγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ κ.τ.

λ.> Καίτοι γὰρ οὕτω μετρίᾳ χρησάμενος ὑφηγήσει, ἐδεδίειν σφόδρα, φησὶ, μὴ ἄρα πως ἀμείνους τῆς ἐνούσης ἡμῖν εὑρισκόμενοι διανοίας, ὀνήσειαν μὲν οὐδὲν, ἀδικήσειαν δὲ μᾶλλον· τοῖς γὰρ νηπίοις τὴν φρένα τρυφερός τε καὶ εὐαφὴς πρέποι ἂν εἰς εἴδησιν λόγος, “τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, ”τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων “πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.” γέγονε τοίνυν, φησὶν, ὡς ἐν ἀσθενείᾳ πολλῇ, καὶ οὐκ ἐν ὅλῃ δυνάμει τοῦ μυσταγωγοῦ πρὸς ὑμᾶς ὁ λόγος· οὔτε μὴν ἐν πειθοῖς σοφίας ἀνθρωπίνης ἀλλ᾽ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἀλλ᾽ ἐν δυνάμει Θεοῦ· τῷ γὰρ κηρύγματι προσεπῆγον οἱ ἀπόστολοι καὶ θεοσημίας, ἀπόδειξιν ἐναργῆ τὸ χρῆμα ποιούμενοι τὸ χρῆναι πιστεύειν ὅτι Θεὸς ἐν τούτοις διὰ τοῦ Πνεύματος καὶ δι᾽ αὐτῶν μεμαρτύρηται τῶν πραγμάτων· ὡς ἀῤῥήτῳ τινὶ καὶ ἀφράστῳ δυνάμει τε καὶ ἐνεργείᾳ χρώμενοι, καὶ κατορθοῦν εὐκόλως τὰς τερατουργίας.

τὰ μὲν γὰρ ἑλλήνων μυθάρια δέοιντ᾽ ἂν εἰκότως τοῦ συνασπίζοντος λόγου, καὶ τὸ ἐν αὐτοῖς ἀκαλλὲς οἱονεὶ περιστέλλοντος· ἀποχρὴ γεμὴν τῷ θείῳ κηρύγματι ψιλός τε καὶ εὐαφὴς καὶ ὡς ἐν δυνάμει Θεοῦ μαρτυρούμενος λόγος. <Σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων.> Πρόεισι μὲν ὁ λόγος τῶν ἁγίων μυσταγωγῶν διὰ λέξεως χαμαιπετοῦς, ἐνίησι δὲ τῶν θείων ἡμῖν μυστηρίων τὴν ἀκιβδήλευτον γνῶσιν, καὶ σοφίαν ὄντα Χριστὸν ἀποφαίνει, οὐ διὰ τῆς τῶν ἐν κόσμῳ σοφῶν καλλιεπείας, ἀλλ᾽ ἐξ ἰδίας φύσεως μαρτυρούμενον, ὃν οὐδεὶς ἔγνω τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, οἵ τινές εἰσιν αἱ πονηραὶ δυνάμεις καὶ ἀντικείμεναι, αἵτινες λελαλήκασιν ἐν τοῖς τοῦ κόσμου σοφοῖς. <Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.> Ἔχει πολὺ τὸ εἰκὸς ὁ λόγος· τεθριάμβευκε γὰρ ὁ Χριστὸς διὰ τοῦ ἰδίου σταυροῦ τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις, προσηλώσας τῷ ξύλῳ “τὸ καθ᾽ ἡμῶν χειρόγρα- ”φον,” ἀπεσόβησεν τῆς καθ᾽ ἡμῶν τυραννίδος τὸν σατανᾶν, κατήργηκε τοῦ κόσμου τὴν ἁμαρτίαν, ἀνήκας τοῖς κάτω πνεύμασι τὰς ᾅδου πύλας, καθεῖλε τοῦ θανάτου τὸ κράτος· εἶτα πῶς οὐκ ἀπηχθημένον τοῖς ἀκαθάρτοις δαίμοσίν ἐστι τὸ ἐπὶ τῷ σταυρῷ πάθος; οὐκ ἂν οὖν ἐσταύρωσαν, εἴπερ ᾔδεσαν ἀκριβῶς αὐτὸν ὄντα τὸν λυτρωτὴν καὶ τῆς δόξης Κύριον.

ὅτι γὰρ διαβολικῆς ἀγριότητος ἔργον ἦν τὸ διὰ τῆς ἰουδαίων ἀπονοίας σταυροῦσθαι Χριστὸν, παρέδειξεν ἐναργῶς ὁ θεσπέσιος Ἰωάννης εἰπὼν περὶ τοῦ Ἰούδα “Μετὰ γὰρ τὸ ”ψωμίον, φησὶν, εἰσῆλθεν εἰς αὐτὸν ὁ σατανᾶς,” ὃς οὐκ ᾔδει Θεὸν ὄντα τὸν Ἰησοῦν· εἰ γὰρ καὶ ἔγνω καὶ ἐπέπειστο, πῶς ἐπείραζεν αὐτὸν ἐν τῇ ἐρήμῳ λέγων “Εἰ υἱὸς εἶ τοῦ ”Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται;” γέγονε δὲ ὁμολογουμένως καὶ αὐτῷ τῷ Σωτῆρι σπουδὴ τὸ λαθεῖν τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου, ἵνα καὶ πάθοι λαθὼν καὶ τῷ ἰδίῳ αἵματι κατακτήσηται τὴν ὑπ᾽ οὐρανὸν ἑαυτῷ τε καὶ τῷ ἰδίῳ Πατρί. <Καὶ τὰ βάθη τοῦ Θεοῦ.> Βάθη τοῦ Θεοῦ τῶν ἱερῶν γραμμάτων ἡ κεκρυμμένη καὶ ἀπόθετος γνῶσις, ἢν εἰδὸς τὸ Πνεῦμα ταῖς τῶν ἁγίων ἀποκαλύπτει ψυχαῖς, θεῖόν τινα νοῦν ἀποφαῖνον τὸν ἐν αὐτοῖς. <Ψυχικὸς δὲ ἄνθρωπος.> Ψυχικός ἐστιν ὁ κατὰ σάρκα ζῶν καὶ μήπω τὸν νοῦν φωτισθεὶς διὰ τοῦ Πνεύματος, ἀλλὰ μόνην τὴν ἔμφυτον καὶ ἀνθρωπίνην σύνεσιν ἔχων, ἣν ταῖς ἁπάντων ψυχαῖς ἐμβάλλει ὁ δημιουργός. <Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα.> Ὁ πνευματικὸς ἀνακρίνει μὲν πάντα καὶ οἷον καταλεπτύνει ταῖς ἀκριβείαις, ἀνακρίνεται δὲ ὑπ᾽ οὐδενὸς αὐτός· ὅτι δὲ τοῖς λεγομένοις εἶναι ψυχικοῖς δεῖ δὴ πάντως εἰς ὄνησιν καὶ παιδαγωγίαν πνευματικῶν διδασκάλων, καθίστησιν ἐναργὲς προστιθείς τε καὶ λέγων Τίς γὰρ ἔγνω νοῦν Κυρίου ὃς συμβιβάσει αὐτόν;

ὅμοιον ὡσεὶ λέγοι Τὸν ψυχικὸν ἄνθρωπον συμβιβάσειεν ἂν οὐδεὶς, εἰ μὴ νοῦν ἔχοι Χριστοῦ· τὸ δὲ συμβιβάσαι φησὶν ἀντὶ τοῦ νοῆσαι παρασκευάσει· καὶ τίνες ἂν εἶεν οἱ νοῦν ἔχοντες Κυρίου, πάλιν αὐτὸς παρέδειξεν εἰπών Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, τουτέστι τὸ Πνεῦμα τὸ λαλοῦν ἐν ἁγίοις, καὶ ἐκκαλύπτον αὐτοῖς μυστήρια, καὶ θεῖόν τινα νοῦν ἀποφαῖνον τὸν ἐν αὐτοῖς. οὐκοῦν ὧν γεγράφασι τὰ ἀμείνω τε καὶ ὑψηλότερα, νοεῖν τε καὶ λέγειν δυναμένοις συμμεμετρήκασιν οἰκονομικῶς ταῖς τῶν μυσταγωγουμένων ἕξεσι τὴν ὑφήγησιν. <Καὶ ἐγὼ, ἀδελφοὶ, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς, ἀλλ᾽ ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ.> Οὐχ ὡς ἀπορῶν τοῦ λόγου πρὸς τελείαν γνῶσιν ἀνακομίζειν ἰσχύοντος ἐκωλύθην ὑμῖν λαλῆσαι τὰ τελειότερα, ἀλλ᾽ ἐπειδὴ νήπιοί ἐστε τὴν ἕξιν καὶ ἀνασφαλῆ τὸν νοῦν ἔχετε, μὴ προβεβηκότα πρὸς εἴδησιν τῶν τελειωτέρων, καὶ οὐ δυνάμενον χωρεῖν τέως μυστήρια. <Ἐγὼ ἐφύτευσα.> Ἐφύτευσε μὲν Παῦλος, ὁ δὲ Ἀπολλὼς ἐπότισεν, ἐκάλει πρὸς αὔξησιν Θεός. τίς οὖν ἡ φύτευσις ἢ τὸ ἐν ἀρχῇ τῆς πίστεως, καὶ ὅτι τῶν ὅλων Κύριος ὁ Θεὸς ἐπιγνῶναί τε καὶ εἰπεῖν; τίς δὲ ὁ ποτισμὸς ἢ τῶν ἐκ διδασκαλίας λόγων οἱονεὶ καταβολὴ καὶ ἐπίχυσις, τρέφουσα πρὸς εὐρωστίαν τὸν τοῦ πιστεύσαντος νοῦν ἵνα φαίνοιτο καὶ καρποφόρος;

τίς δὲ ἡ αὔξησις ἡ παρὰ Χριστοῦ ἢ διὰ Πνεύματος στερέωσις καὶ “εἰς ἄνδρα τέλειον” ἀναδρομὴ ἀναλόγως ταῖς ἑκάστου σπουδαῖς τε καὶ προθυμίαις χορηγουμένη; <Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε.> Ἐπειδὴ Χριστὸς ἡμᾶς ἐξηγόρασεν τῷ τιμίῳ αὐτοῦ αἵματι τὸν τῆς σαρκὸς ἀνατλὰς θανατὸν, τοῦ ἀγοράσαντος πάντως ἐσμὲν, οὐχ ἑτέρων, εἰ καὶ γεγόνασιν εἰς ἡμᾶς τινες διάκονοι καὶ διαλλάκται καὶ μεσίται καὶ μυσταγωγοὶ τῆς παρ᾽ αὐτοῦ χάριτος· διὸ οὐχ ἑτέρων ὀνομαζόμεθα ἀλλὰ μόνου Χριστοῦ ὃς καὶ κυριεύει ἡμῶν. <Ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα.> Ἐπειδὴ οἶκον ὠνόμασεν Θεοῦ τοὺς πεπιστευκότας, θεμέλιον εἰκότως ὀνομάζει Χριστόν· καὶ πολλοὶ μὲν διδάσκαλοι γεγόνασι παρὰ Κορινθίοις, αὐχεῖ δὲ ὁ Παῦλος τὸ πρῶτος εἶναι τῶν ἄλλων, καὶ οἷόν τις ἀπαρχὴ τῶν εὐαγγελισαμένων αὐτοῖς τὸ Χριστοῦ μυστήριον, ὅς ἐστι θεμέλιος ἀκατάσειστος, ἀνέχων τοὺς ἐποικοδομουμένους αὐτῷ, καὶ ναοὺς ὑποφαίνων, συναρμολογουμένους τε ἀλλήλοις διὰ τῆς πίστεως καὶ τῇ τοῦ Ἁγίου Πνεύματος χάριτι συμβαίνοντος εἰς ὁμοψυχίαν· περὶ τούτου τοῦ θεμελίου ἔφασκεν ὁ Θεὸς καὶ Πατὴρ διὰ προφήτου “Ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν ”λίθον πολυτελῆ ἀκρογωνιαῖον ἔντιμον, εἰς τὰ θεμέλια “αὐτῆς, καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ μὴ καταισχυνθῇ.”

Τεθεικέναι τοίνυν ὁ Παῦλος εὖ μάλα φησὶ τὸν θεμέλιον αὐτὸς, καὶ δύνασθαι μὲν ἑτέρους ἐπεργάζεσθαί τε καὶ οἰκοδομεῖν, οὐ μὴν ἔτι καταθεῖναι καὶ ἕτερον παρὰ τὸν ἤδη κείμενον ὅς ἐστιν Ἰησοῦς Χριστός· “οὐ γάρ ἐστιν ἕτερον ὄνομα ”ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἄνθρωποις, ἐν ᾧ δεῖ “σωθῆναι ἡμᾶς.” “Εἷς γὰρ Θεὸς καὶ Πατὴρ, ἐξ οὗ τὰ ”πάντα καὶ ἡμεῖς εἰς αὐτὸν, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, “δι᾽ οὗ τὰ πάντα καὶ ἡμεῖς δι᾽ αὐτοῦ, καὶ αὐτός ἐστιν ἡ ”κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας.” εἴ τις οὖν ἀρνεῖται τὸν θεμέλιον καὶ παραιτεῖται τὴν πέτραν, οὐκ οἰκοδομεῖ ἐπ᾽ αὐτῇ ἀλλ᾽ εἰς τὴν ἄμμον· ταύτῃτοι καὶ λίαν εὐκόλως κατασεισθήσεται· ὃ γὰρ μὴ ἀνέχῃ Χριστὸς, τοῦτο δὴ πάντως κινηθήσεται, οὐχ ἑδραίαν ἔχων τὴν στάσιν. <Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμὰς ἐφυσιώθησάν τινες.> Ἐπειδή τινες ἦσαν ἐν Κορίνθῳ οἰόμενοι ἀρκεῖν ἑαυτοῖς καὶ μὴ δεῖσθαι διδασκάλων, καὶ ὑπεραίρειν ἐν σοφίᾳ κοσμικῆς εὐγλωττίας τὸν Παῦλον· καὶ διὰ τοῦτο ἀνεφυσῶντο πρὸς ὑπεροψίαν κατεξανιστάμενοι τῶν ἄλλων, ὅμως οὐκ ἀνεπίληπτοι κατὰ τὸν βίον.