Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν πρὸς Κορινθίους α΄ ἐπιστολὴν Παύλου ἀποσπάσματα

Κύριλλος Ἀλεξανδρείας

Τα πνευματικά χαρίσματα, η ενότητα και η τάξη στη λατρεία

Εκτενής θεολογική θεμελίωση της χορηγίας των πνευματικών δωρεών, της υπεροχής της προφητείας έναντι της γλωσσολαλίας και της σημασίας του κατανοητού λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 6 από 8

ΤΟΜΟΣ Ε. ΛΟΓΟΣ Α. <Οὐδεὶς ἐν πνεύματι Θεοῦ λαλῶν λέγει Ἀνάθεμα Ἰησοῦν κ.τ.λ.> Ὁ ΚΥΡΙΟΣ ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐπηγγέλλετο μὲν ἀπελθὼν πέμψειν ἡμῖν τὸν παράκλητον· προσετίθει δὲ τούτοις τό “Ἐκεῖνος ἐμὲ δοξάσει.” συνίεμεν δὲ ἡμεῖς καὶ μάλα ὀρθῶς ὅτι δοξάζει Χριστὸν τὸ Πνεῦμα αὐτοῦ, καὶ σοφοὺς ἀποτελοῦν τοὺς ἐν οἷς ἂν γένοιτο, καὶ αὐτὸν τοῖς ἁγίοις ἐνοικίζον δι᾽ ἑαυτοῦ· ἔστι γὰρ ἐν ἡμῖν διὰ τοῦ Ἁγίου Πνεύματος· δοξάζει δὲ καὶ ἑτέρως, ἐνεργεῖ γὰρ τὰ εἰς δόξαν αὐτοῦ διὰ χειρὸς ἁγίων· εἰ δὲ δοξάζει τὸν Υἱὸν τὸ Πνεῦμα αὐτοῦ, πῶς ἂν εἰς αὐτὸν δυσφημήσειέν τις λαλῶν ἐν Πνεύματι; ἐρεῖ γὰρ μᾶλλον ὅτι Κύριος Ἰησοῦς. οὐκοῦν οἱ τῇ κτίσει συντάττοντες τὸν δι᾽ οὗ τὰ πάντα παρῆκται πρὸς γένεσιν, ἀμέτοχοι παντελῶς εἶεν ἂν τοῦ Ἁγίου Πνεύματος· λέγουσι γὰρ ἐναργῶς Ἀνάθεμα Ἰησοῦς· οἱ δὲ ὁμολογοῦντες ὅτι Θεὸς καὶ Κύριος Ἰησοῦς, εὐσεβῶς ἐξ αὐτοῦ μαρτυρηθήσονται τοῦ πράγματος, ὅτι τῆς ἐπ᾽ αὐτῷ θεοπτίας τὴν γνῶσιν μεμυσταγώγηνται διὰ Πνεύματος· “τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, ”καὶ τὰ βάθη τοῦ Θεοῦ.” εἰδὼς δὲ τὸ Πνεῦμα τὰ ἐν Θεῷ κεκρυμμένα, ταῖς τῶν ἁγίων αὐτὰ διαπορθμεύει ψυχαῖς, καὶ ἀπλανῆ καὶ ἀμώμητον αὐταῖς ἐνίησι γνῶσιν.

καὶ τούτου μάρτυς αὐτὸς ὁ θεσπέσιος Παῦλος προστιθείς τε καὶ λέγων Διαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. ὥσπερ γὰρ οἱ τῶν ἐπὶ γῆς κρατοῦντες πραγμάτων, καὶ τοῖς τῆς βασιλείας ἐμπρέποντες θρόνοις, διαφόροις τιμαῖς τοὺς τῶν ἰδίων ὑπασπιστῶν στεφανοῦσι γνησιωτέρους, οὕτως ἡ ἁγία τε καὶ ὁμοούσιος Τριὰς τοῖς ἐξ ὑγιοῦς καρδίας καὶ φρενὸς ὁλοτελοῦς ἀγαπῶσιν αὐτὴν, ἀμφιλαφῆ διανέμει τῶν ἄνωθεν ἀγαθῶν τὴν κτῆσιν, δι᾽ ἑνὸς τοῦ Πνεύματος ὡς διὰ Χριστοῦ παρὰ τοῦ Πατρός· πάντα γὰρ παρὰ τοῦ Πατρὸς δι᾽ Υἱοῦ ἐν Πνεύματι. <Ἑκάστῳ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον· ᾧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας κ.τ.λ.> Οἶδεν γὰρ οἶδεν καιροὺς τοὺς ἑκάστῳ πρέποντας τῶν παρ᾽ αὐτοῦ δρωμένων, “ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς ”σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι,” κατὰ τὸ γεγραμμένον· ποῖα γεμὴν χαρίσματα καὶ ποῖαί τινες αἱ διανομαὶ, καὶ μὴν καὶ τὰ τῶν δυνάμεων ἐνεργήματα, διαλευκαίνει λέγων Ὧι μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας· σοφίας δὲ λόγος, κατά γε τὸ αὐτῷ μοι δοκοῦν, ὁ “ἐν ἀνοίξει ”τοῦ στόματος,” ὁ πρόχειρός τε καὶ εὔρους καὶ ὡς ἀπὸ γλώσσης ἰὼν τῆς ἄγαν εὐτροχωτάτης.

ἄλλῳ δὲ λόγος γνώσεως· εἰσὶ γὰρ τῶν ἐν ἡμῖν τινες, οἱ τὸ πρόχειρον μὲν εἰς λόγους οὐκ ἔχοντες, καὶ τοῦ φράζειν εὐκόλως δύνασθαι τὴν παῤῥησίαν οὐ κεκτημένοι, βαθεῖς γεμὴν ἄγαν εἰς σύνεσιν, νουνεχέστατά τε καὶ λίαν ἴσχνως τοῖς ἱεροῖς προσβάλλοντες λόγοις, καὶ μυσταγωγεῖν ἑτέρους οἷοί τε καὶ τὰ τῶν θεωρημάτων ἀντικαταψιλοῦντες εὐκόλως. ἀλλὰ καὶ τῆς σοφίας ὁ λόγος καὶ μέντοι τῆς γνώσεως δι᾽ ἑνὸς τοῦ Πνεύματος τοῖς ἑλεῖν ἀξίοις χορηγεῖται παρὰ τοῦ Πατρὸς δι᾽ Υἱοῦ· λόγος γνώσεώς ἐστιν ὅταν τις οἶδε τὸν νοῦν τῶν θείων λογίων καὶ ἱκανὸς ἀναπτῦξαι νοήματα, εὐφραδῶς δὲ ταῦτα διδάξαι οὐ δυνάμενος. καὶ τοῦτο δὲ κἀκεῖνο δι᾽ ἑνὸς τοῦ Πνεύματος τοῖς ἀξίοις χορηγεῖται παρὰ Πατρὸς δι᾽ Υἱοῦ, ὃς διαιρεῖν λέγεται τὰς διακονίας· οὓς μὲν γὰρ τῶν ἁγίων ἀποστόλων διακηρύττειν ἐκέλευσε τοῖς ἐξ αἵματος Ἰσραὴλ τὸν τῆς πίστεως λόγον· ἑτέρους δ᾽ αὖ ταῖς τῶν ἐθνῶν ἀπονενέμηκε χώραις.

ἐνήργηκε δὲ καὶ τοῦτο διὰ τοῦ Ἁγίου Πνεύματος· καὶ γοῦν ἐν ταῖς πράξεσι τῶν ἁγίων ἀποστόλων γεγραμμένον εὑρήσομεν ὅτι “Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευ- ”όντων εἶπεν τὸ Πνεῦμα τὸ Ἅγιον Ἀφορίσατε δή μοι τὸν “Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι ”αὐτούς·” τέθειται δὲ ὁ θεσπέσιος Παῦλος εἰς ἀποστολὴν ἐθνῶν, καὶ ταύτην ἔλαχεν τὴν διακονίαν· καὶ πιστώσεται γράφων αὐτός “Ἐφ᾽ ὅσον μὲν οὖν ἐγὼ ἐθνῶν εἰμι ἀπόστολος, ”τὴν διακονίαν μου δοξάζω.” οὐκοῦν διανέμει μὲν ὁ Υἱὸς τὰς διακονίας, ἐνεργεῖ δὲ τὸ χρῆμα τὸ Πνεῦμα τὸ Ἅγιον μετ᾽ ἐξουσίας· Πνεῦμα γάρ ἐστι τοῦ Υἱοῦ. ἀλλὰ καὶ τὰ τῶν δυνάμεων ἐνεργήματα, τουτέστι τὰς διὰ τῶν ἁγίων θεοσημίας, ὁ αὐτὸς ἡμῖν ἀποπεραίνει Θεός· πάντα γὰρ, ὡς ἔφην, παρὰ Πατρὸς δι᾽ Υἱοῦ ἐν Πνεύματι, καὶ ἐφ᾽ ἅπασι τοῖς κατορθουμένοις ἡ ἁγία καὶ ὁμοούσιος Τριὰς δοξάζεται.

ἄθρει γὰρ ὅπως ἄρχεται μὲν ἀπὸ τοῦ Πνεύματος ὡς ὄντος ἐν ἡμῖν καὶ τὴν τῶν θείων χαρισμάτων ἐνεργοῦντος διανομήν· ἀναβιβάσας δὲ τὸν λόγον ἐπὶ τὸν Υἱὸν, ὅς ἐστιν Υἱὸς κατὰ φύσιν, ἄνεισιν οὕτω λοιπὸν ἐπὶ τὸν Πατέρα, τὴν διὰ τοῦ Πνεύματος ἐνέργειαν διὰ μέσου τοῦ Υἱοῦ προσνέμων αὐτῷ. <Ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι.> Πίστις ἐν τούτοις εἴη ἂν, καθάπερ ἐγῷμαι, ἡ πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἑδραιότης καὶ ὧν ἂν βούλοιτο Θεός· φαμὲν γὰρ οὕτω γενέσθαι πιστὸν “ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ” τὸν ἱεροφάντην Μωσέα· οὐ γὰρ τὸ χρῆναι πιστεῦσαι μόνον ὅτι φύσει καὶ ἀληθῶς εἷς ἐστι τῶν ὅλων Θεὸς, πίστις ἂν νοοῖτο καὶ λέγοιτο, ἀλλὰ τὸ εὖ βεβηκέναι κατὰ ψυχὴν, “καὶ ”ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ” κατὰ τὴν τοῦ προφήτου φωνήν· καὶ γοῦν οἱ θεσπέσιοι μαθηταὶ προσῄεσάν ποτε τῷ Χριστῷ λέγοντες ἐναργῶς “Πρόσθες ”ἡμῖν πίστιν.” δίδοται δὲ πρὸς τούτῳ καὶ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ Πνεύματι. καί μοι πάλιν ἐπιτήρει λεπτῶς· τοῦ γὰρ Πνεύματος διανέμειν λεγομένου τὰ τῶν ἰαμάτων χαρίσματα, Χριστός ἐστιν ὁ διδούς· δέδωκε γὰρ τοῖς ἁγίοις ἀποστόλοις “ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων ὥστε ”ἐκβάλλειν αὐτά·” καὶ δὴ καὶ ἔφασκεν “Ἀσθενοῦντας θερα- ”πεύετε, καὶ νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, καὶ δαι- “μόνια ἐκβάλλετε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε.”

αὐτοῦ δὲ δὴ πάντως καὶ τὰ τῶν δυνάμεων ἐνεργήματα, πλὴν ἐν Πνεύματι τῷ ἑνί· οἷον ἔῤῥιψεν ὁ Μωσῆς τὴν ῥάβδον εἰς γῆν καὶ γέγονεν ὄφις, μετεσκεύασεν εἰς αἷμα τοὺς ποταμοὺς, ἐξήγαγεν ὕδωρ ἐκ πέτρας· τετελέκασι δὲ πλεῖστα ὅσα καὶ πέρα λόγου καὶ θαύματος οἱ μακάριοι προφῆται· ταῦτα δὲ εἶναί φαμεν τὰ τῶν δυνάμεων ἐνεργήματα δι᾽ ἑνὸς τοῦ Πνεύματος· ἀλλὰ καὶ προφητεύει τις ἕτερος, πλὴν οὐ δίχα τοῦ Πνεύματος· ἔχει δέ τις καὶ διακρίσεις πνευμάτων, πλὴν ἐν αὐτῷ τῷ Πνεύματι· ποίων δὲ πνευμάτων, εἴρηται πρότερον· διδόναι γεμὴν καὶ ἑτέροις ἰσχυρίζεται τὸ εἰδέναι γένη γλωσσῶν, καὶ μέντοι καὶ ἑρμηνείας· χάρισμα δὲ τοῦτό φαμεν ἴδιον καὶ ἐν καιρῷ καὶ χρείᾳ τισὶν οἰκονομικῶς κεχορηγημένον.

Ἀλλ᾽ οἱ μὲν ταῖς γλώσσαις ἐλάλουν, καίτοι πρὶν οὐκ εἰδότες αὐτὰς, οἱ δὲ συνῆσαν διερμηνεύοντες καίτοι πάλαι τὸ οὖς οὐκ ἐντριβῆ τε καὶ ἐν ἔθει τῶν τοιούτων ἐχόντων τινῶν· δεδόσθαι γεμὴν ὁ θεσπέσιος Παῦλος τοῖς τὸ τηνικάδε διισχυρίζεται τὸ γλώσσαις λαλεῖν, οὐχ ὡς ἐν μοίρᾳ χαρίσματος, ἀλλ᾽ ὡς ἐν τάξει σημείου τοῖς πιστοῖς· καὶ δὴ καὶ προφητικὸν παρετίθει λόγιον οὕτως ἔχον “Ὅτι ἐν ἑτερογλώσσοις ”καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ᾽ “ὡς πιστεύσουσιν.” ἐνεργεῖ δὲ διαφόρως ἐν ἑκάστῳ τὸ Πνεῦμα τὴν τῶν χαρισμάτων διανομήν. ἵνα ὥσπερ, φησὶ, τὸ παχὺ δὴ τοῦτο καὶ ἀπὸ γῆς σῶμα συνέστηκεν ἐκ μορίων, οὕτω καὶ ὁ Χριστὸς ἤτοι τὸ σῶμα αὐτοῦ, τουτέστιν ἡ Ἐκκλησία, διὰ πολλῆς ἁγίων πληθύος εἰς ἑνότητα τὴν νοητὴν τελεωτάτην ἔχει τὴν σύστασιν. ταύτῃτοι καὶ ὁ θεσπέσιος Δαυεὶδ περιεστάλθαι φησὶν αὐτὴν “ἐν ἱματισμῷ διαχρύσῳ” περιπεποικιλμένῳ, τὸ τῶν χαρισμάτων οἶμαι πολυειδὲς καὶ τίμιον ὡς ἔν γε τούτῳ σημαίνων.

Ὅτι τοίνυν ἔμελλον οἱ τῆς ὑφ᾽ ἡλίῳ μυσταγωγοὶ γλώσσῃ τε ἁπάσῃ καὶ ἔθνει παντὶ προσλαλεῖν τὸ εὐαγγελικὸν δηλονότι καὶ σωτήριον κήρυγμα, σημεῖον ἐδίδου τὰς γλώσσας αὐτοῖς· ἄνδρες ὄντες Γαλιλαῖοι καὶ τεθραμμένοι κατὰ τὴν Ἰουδαίαν, Ἑβραῖοι τε καὶ ἐξ Ἑβραίων, Μήδοις τε καὶ Πάρθοις, καὶ μέντοι καὶ Ἐλαμίταις, καὶ τοῖς ἐκ μέσης οἰκούσης ποταμῶν, Καππαδόκαις τε καὶ Αἰγυπτίοις, ταῖς αὐτῶν προσελάλουν γλώσσαις. καὶ διεπεραίνετο μὲν τὸ χρῆμα αὐτοῖς τῇ τοῦ Πνεύματος ἐνεργείᾳ καὶ χάριτι· γέγραπται γὰρ ὅτι “ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς” καὶ τὰ ἑξῆς· ἀλλὰ τρόπος μὲν οἰκονομίας τὸ δρώμενον ἦν, συνίεσαν δὲ οὐ πάντες. ἐπειδὴ δὲ ἅπαξ ταῖς ἑτέρων γλώσσαις ἐλάλουν, ἐπίδειξιν ὥσπερ τινὰ τὴν διὰ τοῦ Πνεύματος ποιούμενοι χάριν, καὶ φιλοκομπίας ἀφορμὴν δεχόμενοι τὸ σημεῖον, ῥᾴθυμοι μὲν ἦσαν τὸ δεῖν τοῖς ὄχλοις τὰ ἐκ τῶν ἁγίων προφητῶν διαλέγεσθαι, καὶ τοῖς εὐαγγελικοῖς συναγορεύειν δόγμασιν, ὡς ἄνωθέν τε καὶ ἐκ πολλοῦ προκεκηρυγμένου· ἀποσεμνυνόμενοι δὲ ὡς ἐπὶ μόνῳ τῷ δύνασθαι γλώσσαις λαλεῖν, τούτου τε καὶ μόνου μεταποιεῖσθαι δεῖν ᾤοντο· καὶ τὸ πρᾶγμα ἦν ἐν σπουδαῖς ταῖς προυργιαιτάταις. <Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλὰ κ.τ.

λ.> Ἡνώμεθα γὰρ ἀλλήλοις, σύσσωμοί τε γεγόναμεν ἐν Χριστῷ, συνεγείραντος ἡμᾶς καὶ μονονουχὶ συνδέοντος διὰ τοῦ ἑνὸς καὶ ἐν πᾶσιν Ἁγίου Πνεύματος, ὃ καὶ ἐν πόματος τάξει ζωοποιοῦ πεποτίσμεθα. καὶ γοῦν ἔφη Χριστὸς ὅτε πρὸς τὸ γύναιον ἐποιεῖτο τοὺς λόγους τὸ ἐπὶ τῇ πηγῇ τοῦ Ἰακώβ “Ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν, ὃς ”δ᾽ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται “ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.” ἔφη δέ που καὶ πρὸς Ἰουδαίους “Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς ”εἶπεν ἡ γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν “ὕδατος ζῶντος· τοῦτο δὲ εἶπεν, φησὶ, περὶ τοῦ Πνεύματος ”οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν.” καὶ μὴ θαυμάσῃς· εἰ γάρ ἐστιν αὐτὸς “ὁ ποταμὸς τοῦ Θεοῦ,” κατὰ τὴν τοῦ ψάλλοντος φωνὴν, ὁ πλήρης ὑδάτων, ὁ χειμάῤῥους τῆς τρυφῆς, ὃν ποτίζειν λέγεται τοὺς ἀγαπῶντας αὐτὸν ὁ Θεὸς καὶ Πατὴρ, πῶς οὐκ ἔδει τὸ Πνεῦμα αὐτοῦ πόμα τε καὶ ὕδωρ νοεῖσθαι τὸ ζωοποιόν; οὐκοῦν εἰς ἑνότητα κεκλημένοι διὰ τοῦ Πνεύματος, σύσσωμοί τε γεγονότες Χριστῷ, τῆς ἀγάπης τὸν σύνδεσμον τηρήσωμεν ἀῤῥαγῆ.

ΤΟΜΟΣ Ε ΛΟΓΟΣ Β. <Ὁ γὰρ λαλῶν γλώσσῃ, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ κ.τ.λ.> Ἐξίστησιν αὐτοὺς τοῦ χρῆναι νομίζειν ὥς ἐστι δὴ μᾶλλον πρὸς εὐκλείας αὐτῆς τοῦ διερμηνεύειν τὰ προφητῶν, τὸ γλώσσαις λαλεῖν· προϋποκειμένων γὰρ ἐν ἡμῖν καὶ προτιμωμένων πίστεώς τε καὶ ἐλπίδος καὶ μὴν καὶ ἀγάπης τῆς εἰς Θεόν τε καὶ ἀδελφοὺς, ἥτις καὶ παντὸς τοῦ νόμου τὴν πλήρωσιν ἔχει, προσεπαγέσθω τὰ ἕτερα· τότε γὰρ τότε καὶ λίαν ἐπὶ καιροῦ καὶ αὐτῶν ἐσόμεθα τῶν παρὰ Θεοῦ χαρισμάτων μεμεστωμένοι, καὶ τὰς διὰ τοῦ Πνεύματος καταπλουτήσομεν δωρεάς· τὸ προφητεύειν δύνασθαί φημι, τουτέστι τὸ διερμηνεύειν τὰ προφητῶν. ἐνηνθρωπηκότος γὰρ ἅπαξ τοῦ Μονογενοῦς, παθόντος τε καὶ ἐγηγερμένου, καὶ τῆς καθ᾽ ἡμᾶς οἰκονομίας ἐκπεπερασμένης, ποίας ἦν ἔτι προφητείας καιρὸς, ἢ ποίων ἔτι πραγμάτων ἡ προαγόρευσις; οὐκοῦν τὸ προφητεύειν ἐν τούτοις εἴη ἂν ἕτερον οὐδὲν, πλὴν ὅτι καὶ μόνον τὸ διερμηνεύειν δύνασθαι προφητείας· καὶ τοῖς ἀκροωμένοις ὡς ἔνι καταλευκαίνοντες, εἶτα πρὸς ἀλήθειαν τὸν οἰκεῖον ἐξ αὐτῶν ἐμπεδοῦντες λόγον, ὀρθοί τε καὶ ἀπλανεῖς ἐσόμεθα τῶν καλλίστων ἐξηγηταί. ὁ τοίνυν φησὶ γλώσσῃ λαλῶν οὐκ ἀνθρώποις μᾶλλον ἀλλὰ τῷ Θεῷ προσλαλεῖ· πῶς δὲ ἢ τινὰ τρόπον;

οὐδεὶς γὰρ ἀκούει, φησίν· εἰ γὰρ δέδοται τυχὸν τῷ μὲν δεῖνι τῶν μαθητῶν τὸ γλώσσῃ τῇ Μήδων δύνασθαι λαλεῖν, ἑτέρῳ δὲ αὖ τῇ Ἐλαμιτῶν, εἶτα ταῖς Ἰουδαίων προσδιαλέγοιντο συναγωγαῖς οἱ περὶ ὧν ὁ λόγος ἤγουν ταῖς ἑλλήνων ἀγέλαις, τίς ὁ ἀκουσόμενος, ἢ ποία τῶν λόγων ἡ ὄνησις ἔσται; συνήσει γὰρ οὐδεὶς, πλὴν μόνου τοῦ πάντα εἰδότος Θεοῦ· τῷ γὰρ πνεύματι, φησὶ, λαλεῖ μυστήρια. ἄθρει δὲ ὅπως ὁ Θεῷ λαλῶν πνεύματι λαλεῖ· Θεὸς οὖν ἄρα τὸ Πνεῦμα. οὐκοῦν ὁ γλώσσῃ λαλῶν Θεῷ μᾶλλον, φησὶ, καὶ οὐκ ἀνθρώποις λαλεῖ· ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. συνιεὶς οὖν ὅτι τὸ προφητεύειν ἐν τούτοις, τὸ διερμηνεύειν ἐστὶ τὰ τῶν προφητῶν, δι᾽ ὧν ὁ τῆς παρακλήσεως πιστοῦται λόγος καὶ ὁ τῶν μυσταγωγουμένων χειραγωγεῖται νοῦς εἰς ἀλήθειαν τὴν ἐπὶ Χριστῷ, προαποδείκνυσι καὶ ἑτέρως ἀσυγκρίτως ὂν ἐν ἀμείνοσι τοῦ γλώσσῃ λαλεῖν, τὸ διερμηνεύειν τὰ προφητῶν· ἑαυτὸν μὲν γὰρ οἰκοδομεῖ φησιν ὁ γλώσσῃ λαλῶν· συνίησι γὰρ αὐτὸς, ἕτερος δὲ ὅλως οὐδείς· ὁ δὲ ταῖς τῶν ἁγίων προφητῶν φωναῖς καὶ προῤῥήσεσιν εἰς μαρτυρίαν χρώμενος, ἐκκλησίαν οἰκοδομεῖ.

μεῖζον οὖν ἄρα καὶ ἐν ὑπερτάτοις αὐχήμασι τὸ προφητεύειν ἐστὶν καὶ ἐν ἐλπίσι λαμπραῖς· εἴπερ ἐστὶν ἄμεινον ὁμολογουμένως τὸ ἐκκλησίαν οἰκοδομεῖν, τοῦ ἑαυτῷ τε καὶ μόνῳ προσδιαλέγεσθαι γλώσσῃ. <Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε κ.τ.λ.> Ἐπειδὴ παράδοξον ἦν καὶ θεόσδοτον ἀληθῶς τὸ δύνασθαι γλώσσαις ταῖς ἑτέρων λαλεῖν ἄνδρας ὄντας Ἑβραίους, ἵνα μή τις οἴηται τὸν ἀπόστολον καθορίζειν ἀβούλως τοῦ γεγονότος τὸ εἰκαῖον εἶναι λέγειν τὸ διὰ τῆς τοῦ Πνεύματος ἐνεργείας δεδωρημένον, δέδοται γὰρ εἰς σημεῖον τοῖς πιστοῖς· ἀποδέχεται τὸ χρῆμα καί φησι Θέλω δὲ πάντας λαλεῖν γλώσσαις. ἀποκείρει δὲ παραχρῆμα σαφῶς τὴν ἔν γε τούτω σπουδὴν, καὶ μεθίστησι πρὸς τὸ ἄμεινον ἐπενεγκὼν εὐθύς Μᾶλλον δὲ ἵνα προφητεύητε, μείζονά τε τὸν προφητεύοντα τοῦ γλώσσῃ λαλοῦντος ἐναργέστατα λέγων· καταδείκνυσι δὲ οὐδὲ παντελῶς ἀνόνητον ἐκεῖνο τοῖς ἔχουσι καὶ τοῖς ἀκροωμένοις, ἐπιφέρων Ἐκτὸς εἰ μὴ διερμηνεύῃ, τουτέστιν εἰ μὴ ἔχοι τινὰ τὸν ἀεὶ προσεδρεύοντα καὶ τοῖς μυσταγωγουμένοις διερμηνεύοντα.

ΤΟΜΟΣ Ε ΛΟΓΟΣ Γ. <Καὶ οὐδὲν αὐτῶν ἄφωνον.> Εἰσεφοίτων ἐν ταῖς ἐκκλησίαις τινὲς τῇ τοῦ Πνεύματος ἐνεργείᾳ πεπλουτηκότες τὸ δύνασθαι γλώσσαις λαλεῖν· εἶτα δέον τὰς ἐν αὐταῖς ποιεῖσθαι προσευχὰς, καὶ πρό γε τούτων λιτὰς ἤγουν ψαλμῳδίας, τῇ τῶν παρόντων γλώσσῃ κεχρῆσθαι δυναμένους, τοῦτο μὲν οὐκ ἔδρων, ἐναβρυνόμενοι δὲ τῷ τῶν γλωσσῶν χαρίσματι μόνῳ, οὔτε προσευχὰς ἢ ψαλμῳδίας ἐποιοῦντο· τοῦτο διδάσκει ὁ Παῦλος ὅτι ἐὰν μή εἰσιν οἱ ἀκούοντες ἐπιστήμονες τῆς γλώσσης, ᾗ διαλέγοιτο ὁ τὸ χάρισμα ἔχων, οὐδὲν ὄφελος ἐκ τοῦ πράγματος· μύρια γάρ εἰσιν ἔθνη καὶ πολλαὶ γλώσσαι τῶν ἀνθρώπων· ἄφωνον δὲ οὐδὲν τῶν ἅπαξ τελούντων ἐν λογικοῖς ἢ ἐν ἀνθρώποις.

Ἄφωνον λέγει παντελῶς οὐδὲν τῶν τελούντων ἐν λογικοῖς ἤγουν ἐν ἀνθρώποις· ἀλλὰ τῆς ἑκάστου φωνῆς τὴν δύναμιν εἰ μή τις εἰδείη τυχὸν, μήτε μὴν ἐκεῖνοι τῆς αὐτοῦ γλώσσης εἶεν ἐπιστήμονες, ἀλλήλοις ἔσονται βάρβαροι, καίτοι λαλοῦντες ὀρθῶς κατά γε τὴν ἰδίαν ἑκάστου φωνήν. δεῖ δὴ οὖν ἄρα τοὺς διδάσκειν ἑτέρους ἐθέλοντας, τὸν συνήθη τοῖς ἀκροωμένοις ἐρεύγεσθαι λόγον· εἰ δὲ ἄσημός τε ὁ φθόγγος ἦν καὶ ἀσυνήθης ἡ φωνὴ, πεποίηκε μάτην εἰκαίῳ τινὶ κτύπῳ προσαράξας μόνον τὴν τοῦ μανθάνοντος ἀκοήν.

Δεῖ, φησὶ, τοὺς διδάσκειν ἐθέλοντας, συνήθη τοῖς ἀκροωμένοις λαλεῖν λόγον, ἐπεὶ εἰς μάτην πονεῖ· οὐ γὰρ τὸ ἐν μόναις γλώσσαις λαλεῖν ἐκκλησίαν οἰκοδομεῖ. <Ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται.> Πνεῦμα ἐν τούτοις τὴν διὰ τοῦ Πνεύματος ὀνομάζει χάριν, τουτέστι τὸ δύνασθαι γλώσσαις λαλεῖν. ἐὰν οὖν, φησὶ, τὰς ἐν ταῖς ἐκκλησίαις εὐχὰς προσεύξωμαι πνεύματι, τουτέστιν ἀποκεχρημένος τῇ γλώσσῃ τῇ διὰ τοῦ πνεύματος, ἕξω ἄκαρπον τὸν νοῦν· δεῖ γὰρ ἐν προσευχαῖς συντείνεσθαι, καὶ τὰ τελοῦντα πρὸς σωτηρίαν παρὰ Θεοῦ ζητεῖν, οὐκ ἐναβρύνεσθαι γλώσσῃ καὶ γίνεσθαι ἁπλῶς τοῦ γλώσσῃ λαλεῖν· ἐπεὶ ὁ νοῦς ἄκαρπος γίνεται, μηδεμίαν ἐκ τῆς τοιαύτης φιλοτιμίας ἀποφερόμενος ὄνησιν. <Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ.> Δεῖ με τοίνυν, φησὶν, εἴπερ ἑλοίμην προσεύχεσθαι γλώσσῃ τουτέστιν εὐδοκιμεῖν ἐν τῷ λαλεῖν γλώσσῃ, πειρᾶσθαι σπουδαίως μὴ ἄκαρπον ἔχειν τὸν νοῦν, μηδὲ μόνου γενέσθαι τῇ γλώσσῃ λαλεῖν ἀλλὰ διεγείρειν ἐν ἐμαυτῷ τὸν νοῦν. καὶ εἰ ψάλοιμι τυχὸν ἐν γλώσσῃ ψάλλειν οὐδὲν ἧττον καὶ τῷ νοῒ ἐν τῷ νοεῖν τῆς ψαλμῳδίας καὶ τῆς προφητείας τὴν δύναμιν, καὶ μὴ ἀζητήτους ἐᾶν τοὺς τοιούτους λόγους. εἰ γὰρ εἰκαίας λέγοιμι φωνὰς, “γέγονα χαλκὸς ”ἠχῶν.” διὸ ἄμεινον τὸ προφητεύειν ἤτοι διερμηνεύειν τὰς θείας γραφὰς ἐν ἐκκλησίᾳ ἢ γλώσσαις ἁπλῶς κατακεχρῆσθαι φιλεῖν.

τί οὖν ἔσται τὸ ἄμεινον; Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι καὶ τῷ νοΐ. πνεύματι δὲ πάλιν ἐνθάδε, τῷ διὰ τοῦ Πνεύματος χαρίσματι λέγει. ἐπειδὴ δὲ σκοπὸς αὐτῷ διὰ πλείστων ὅσων καὶ ἀναγκαίων ἐννοιῶν ἀνόνητον ἀποφῆναι τὸ γλώσσῃ λαλεῖν, οὐχ ἑπομένου τοῦ δύνασθαι διατρανοῦν ἑτέροις τὰ προφητῶν, προσεπάγει καὶ ἕτερα δι᾽ ὧν ἄν τις εἴδοι λέγοντα σαφῶς. <Ἐπεὶ ἐὰν εὐλογήσῃς τῷ πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ ἀμήν;> Ὅταν, φησὶν, αὐτὸς μὲν γλώσσῃ λαλῇς, ὁ γεμὴν ἐν τάξει τῇ τοῦ λαϊκοῦ κείμενος, εἰ τὴν σὴν οὐκ εἰδείη φωνὴν, πῶς προσυπακούσεται τό Ἀμὴν ἐν ταῖς ἰδίαις εὐχαριστίαις ἤτοι προσευχαῖς; ὅτι γὰρ ταῖς τῶν ἡγουμένων εὐχαῖς τὰς τῶν ὑπὸ χεῖρα συγκαταλήγειν ἔθος ἐν ἐκκλησίαις παντί τῳ σαφές. προσυπακούουσι γὰρ τό Ἀμὴν ταῖς ἑαυτῶν πρὸς τὸν Θεὸν ἱκετείαις τὸ πέρας ἐπάγοντες τῇ τοῦ ἱερέως φωνῇ, ἵνα τῇ τῶν ἱερέων τελειότητι τὸ δοκοῦν ἐλλείπειν, τοῖς τῶν λαῶν ἀναπληρῷτο μέτροις, καὶ οἱονεὶ “τοὺς μικροὺς μετὰ τῶν ”μεγάλων” ὡς ἐν ἑνότητι πνεύματος παραδέχοιτο Θεός. ταῖς γὰρ τῶν ἱερέων εὐχαῖς τὰς ἑαυτῶν παραζευγνύντες οἱ ὑπὸ χεῖρα λαοὶ, δεκτὰς ἔσεσθαι πεπιστεύκασιν· τούτῳ τῷ σκοπῷ καὶ πενιχρὰς θυσίας ὁ Θεὸς πρὸς τὸ θυσιαστήριον ἐκέλευσε προσάγεσθαι τῶν ὁλοκαυτωμάτων, ἵνα τὸ βραχὺ τῷ τελείῳ συμμιγὲν, δεκτὸν γένηται τῷ Θεῷ· ἓν γὰρ οἱ πάντες ἐσμὲν ἐν Κυρίῳ.

ὅταν τοίνυν, φησὶ, σὺ μὲν γλώσσῃ λαλῇς· τοῦτο γάρ ἐστιν τὸ εὐλογεῖν πνεύματι· ὁ μὴ εἰδὼς ὃ φῂς, πῶς ἐρεῖ τό Ἀμὴν ἐπὶ τῇ ἰδίᾳ εὐχαριστίᾳ; δράσεις μὲν γὰρ ὀρθῶς αὐτὸς, κατά γε τὸν ἐνόντα σοι νοῦν, πλὴν ὁ ἕτερος οὐκ οἰκοδομεῖται. δεῖ δὲ δὴ πάντα πράττεσθαι πρὸς ἡμῶν εἰς οἰκοδομὴν καὶ εἰς ὄνησιν ἀδελφῶν.