Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν πρὸς Κορινθίους δευτέραν ἐπιστολήν

Κύριλλος Ἀλεξανδρείας

Η ευωδία του Χριστού και η εγγραφή του νόμου στις σάρκινες καρδιές

Ανάλυση του αποστολικού κηρύγματος ως οσμής ζωής, της γνήσιας διακονίας του θείου λόγου και της πνευματικής εγγραφής του νόμου στις καρδιές έναντι των σκιών της Παλαιάς Διαθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 2 από 8

Ποία δέ τις ἄρα ἐστὶν ὀσμὴ τῆς γνώσεως τοῦ Θεοῦ καὶ Πατρὸς, ἡ διὰ τῶν ἁγίων ἀποστόλων τῷ κόσμῳ φανερουμένη καὶ ἐν παντὶ τόπῳ, καθά φασιν αὐτοὶ, διδάξει πάλιν αὐτὸς ὁ θεσπέσιος Παῦλος ἐκεῖνο λέγων “Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ”ἀλλὰ Χριστὸν Ἰησοῦν κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν “διὰ Ἰησοῦ Χριστοῦ·” καὶ πάλιν “Οὐ γὰρ ἔκρινά τι ”εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Χριστὸν Ἰησοῦν, καὶ τοῦτον ἐσταυ- “ρωμένον.” εἶτα τίνα τρόπον ὁ γεννηθεὶς ἐκ γυναικὸς, ὁ σταυρὸν ὑπομείνας καὶ θάνατον ὑποδὺς, εἰ καὶ ἀνεβίω πάλιν, ὀσμὴ τῆς γνώσεως ἔσται τοῦ Θεοῦ καὶ Πατρὸς, εἰ καθάπερ οἴονταί τινες ψιλὸς καθ᾽ ἡμᾶς, ἤγουν θεοφόρος, ἄνθρωπος νοεῖται Χριστὸς, καὶ οὐκ αὐτὸ κατὰ φύσιν ὑπάρχων Θεὸς, κἂν εἰ νοοῖτο προλαβὼν τὸ ἀνθρώπινον οἰκονομικῶς ὁ ἐκ Θεοῦ Λόγος; οὐ γὰρ ἔν γε τῷ εἶναι καθ᾽ ἡμᾶς καὶ πέρα τοῦ μηδὲν τὴν τοῦ Θεοῦ καὶ Πατρὸς εὐωδιάσει φύσιν, οὐδ᾽ ἂν ὀσμὴ γένοιτο τοῦ μὴ εἰδότος θάνατον ὁ θάνατον ἀνατλάς· πῶς οὖν ὀσμὴ τῆς γνώσεως τοῦ Πατρὸς ὁ Χριστός; ἢ δῆλον ὅτι καθὸ νοεῖται καὶ ἔστι Θεὸς, κἂν εἰ πέφηνεν ἐν σαρκὶ δι᾽ ἡμᾶς; ἐπεὶ τίνα τρόπον οἱ διακηρύσσοντες τὸν Χριστὸν καταγγέλλουσι τῷ κόσμῳ τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεόν; ἢ πῶς ἂν εἰδεῖεν τὸν Ἰησοῦν;

τίνα δὲ τρόπον καὶ Θεὸς καὶ Πατὴρ ἐν Χριστῷ τὸν κόσμον ἑαυτῷ καταλλάττειν λέγεται παρὰ τῶν ἁγίων μυσταγωγῶν, εἰ μὴ συνεισδέξαιτό τις τῷ ἐκ Θεοῦ φύντι Λόγῳ πρὸς ἕνωσιν τὸ ἀνθρώπινον, ἀπαιτούσης τοῦτο τῆς σοφῆς οἰκονομίας; καταγγέλλουσι γὰρ οἱ θεσπέσιοι μαθηταὶ λαλοῦντες ἐν πνεύματι, οὐχ ὡς ἐν ἀνθρώπῳ κατοικήσαντα τὸν τοῦ Θεοῦ Λόγον, ἀλλ᾽ ὡς σάρκα γεγονότα, τουτέστιν ἑνωθέντα σαρκὶ ψυχὴν ἐχούσῃ τὴν λογικήν· οὕτω γὰρ ἂν εἴη καὶ τῆς δόξης κύριος ὁ ἐσταυρωμένος· οὐκοῦν κἂν εἰ νοοῖτο μετὰ σαρκὸς, κἂν εἰ τοῦτο μὲν οὐχὶ, καταμόνας δὲ ὥσπερ καὶ οὔπω καθ᾽ ἡμᾶς γεγονὼς, ὁ ἐκ Θεοῦ Λόγος, ὀσμὴ τῆς γνώσεώς ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς ἐν ἰδίᾳ φύσει τὸν ἐξ οὗπέρ ἐστιν εὐωδιάζων εἰς ἡμᾶς. καὶ εἴπερ ἐστὶν ἀληθὲς ὅ φημι, πῶς ἂν εἴη γενητὸς καὶ τοῖς ἐξ οὐκ ὄντων λαχοῦσι γένεσιν ἐναρίθμιος; οὐκ ἂν γὰρ γένοιτο τοῦ μὴ κτισμένου ὀσμὴ, μήτε ὑπάρχοντος γενητῶς· οὐ γὰρ ἔν γε τῷ ἀγενήτῳ τὸ γενητὸν ὀψόμεθα, οὐδὲ ἐν τῷ γενητῷ τὸ ἀγένητον.

ἀλλὰ μὴν ἔδειξεν ὁ Υἱὸς ἐν ἑαυτῷ τὸν Πατέρα· Θεὸς ἄρα κατὰ φύσιν ἐστὶ διὰ τὸ τῆς οὐσίας ταὐτόν· ἀκουέτω τοίνυν καὶ πρὸς ἡμῶν ὁ Υἱός “Μύρον ἐκκενωθὲν ὄνομά σου·” ἐγνώκαμεν γὰρ δι᾽ αὐτοῦ τε καὶ ἐν αὐτῷ τὸν ἐξ οὗ γεγέννηται Πατέρα καὶ Θεόν. <Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν Θεῷ ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις.> Εὐωδιάζουσι τῷ Θεῷ καὶ Πατρὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, πρῶτον μὲν ὡς αὐτὸν ἔχοντες διὰ τοῦ Πνεύματος ἐνοικοῦντά τε καὶ ἐνηυλισμένον, εἶτα ὅτι τοῖς ἁπανταχοῦ διακηρύττοντές τε καὶ περιφέροντες τὸν ἐπ᾽ αὐτῷ λόγον, καθάπερ τι τῶν εὐοσμοτάτων θυμιαμάτων, προσεκόμιζον τῷ Θεῷ τὴν ἔν γε τούτῳ σπουδήν· κατὰ τρίτον δὲ τρόπον, ὅτι καὶ σύμμορφοι γεγονότες αὐτῷ, διὰ τῶν ἴσων τετελείωνται παθημάτων. εὐωδίαν γεμὴν ἑαυτοὺς εἶναί φασι τοῦ Χριστοῦ ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωὴν, κατιδεῖν ἀκόλουθον. οὐκοῦν νοηθεῖεν πρὸς ἡμῶν εἰκότως οἱ σωζόμενοί τε καὶ ἀπολλύμενοι, κατά γε τὸν πρέποντα ταῖς θεωρίαις σκοπὸν, οἱ πιστεύοντές τε καὶ οἱ τὴν πίστιν παρωθούμενοι, καὶ οἱ μὲν οὔπω Θεὸν τὸν φύσει τε καὶ ἀληθῶς ἐγνωκότες, λελατρευκότες δὲ μᾶλλον τῇ κτίσει παρὰ τὸν κτίσαντα.

οὗτοι τοῦ θείου κηρύγματος τὸν λόγον οὐ προσιέμενοι, διαγελῶντες δὲ μᾶλλον καὶ μωρίαν εἶναι νομίσαντες τὸ Χριστοῦ μυστήριον, δέχονται “τὴν ὀσμὴν τῆς γνώσεως” τοῦ Πατρὸς, ἐκ θανάτου πρὸς θάνατον· ἐν θανάτῳ γὰρ ὄντες διά τοι τὴν ἐνοῦσαν αὐτοῖς ἀγνωσίαν καὶ πώρωσιν, μονονουχὶ καὶ δευτέρῳ θανάτῳ περιπταίοντες ἁλοῖεν ἄν· οἱ γεμὴν διὰ τῆς νομικῆς παιδεύσεως πρὸς ἀρχὰς ἐνηνεγμένοι τῆς γνώσεως τοῦ Θεοῦ, γεγόνασι μέν πως ἐν ζωῇ, πλὴν εἰ πιστεύσειαν παραδέξονται τὴν ὀσμὴν τῆς γνώσεως τοῦ Πατρὸς ἐκ ζωῆς εἰς ζωήν· φησὶ γάρ που Χριστὸς πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν “Αὕτη δέ ἐστιν αἰώνιος ζωὴ, ἵνα γινώ- ”σκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας “Ἰησοῦν Χριστόν.” ἀλλὰ τίς ἂν γένοιτό φησι πρὸς ταῦτα ἱκανός;

καὶ μάλα εἰκότως· δυσεύρετος γὰρ ἀληθῶς ᾧπερ ἂν ἐνυπάρχοι τὸ δύνασθαι λαλεῖν ὀρθῶς τε καὶ ἀπλανῶς τὸ Χριστοῦ μυστήριον, ὁποῖοί τινες ἦσαν οἱ θεσπέσιοι μαθηταὶ, καὶ τὰς τῶν ἑτεροφρόνων δυστροπίας διορθούμενοι, οἷς ἔθος ἐστὶ καὶ διὰ πλείστης τέθειται σπουδῆς τὸ οἷον ἐκκαπηλεύειν τὸν τοῦ Θεοῦ λόγον, ἀπάτῃ τε καὶ ψεύδει συγκεκραμένην ἀεὶ ποιεῖσθαι φιλεῖν τῆς πίστεως τὴν ἀπόδοσιν· οὐ γὰρ ἔστι παρ᾽ αὐτοῖς ἄκρατον ὥσπερ καὶ ἀνόθευτον εὑρεῖν τὴν ἀλήθειαν· ἀλλ᾽ οἵ γε θεῖοι μυσταγωγοὶ λαλοῦντες ἐν Πνεύματι, ὡς ἐξ εἰλικρινείας κατέναντι Θεοῦ πάντα τε δρῶσι καὶ λέγουσιν. <Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν.> Οὐ τῆς διὰ λόγων δεόμεθα μαρτυρίας, αὐτοῖς γὰρ πράγμασιν εὐδοκιμοῦντες ὑμεῖς οἱ μαθηταὶ καὶ πιστοὶ δειχθέντες Χριστοῦ, ἡμᾶς τοὺς διδασκάλους ὑμῶν στεφανοῦτε καὶ εὐδοκίμους ἐδείξατε.

διὸ ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, τουτέστιν ἀεὶ καὶ διαπαντὸς ἐν μνήμῃ τῇ παρ᾽ ἡμῖν κειμένῃ· ἀεὶ γὰρ σεμνυνόμεθα, φησὶν, ἐν ὑμῖν. <Οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ᾽ ἐν πλαξὶ καρδίας σαρκίναις.> Ἐπισφραγίζει καὶ προφητικῇ μαρτυρίᾳ τό Οὐκ ἐν πλαξὶ λιθίναις ἀλλ᾽ ἐν πλαξὶ καρδίας σαρκίναις· ἔφη γάρ που, φησὶν, ὁ Θεὸς διὰ φωνῆς προφήτου “Ἰδοὺ ἡμέραι ἔρχονται, ”λέγει Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ “οἴκῳ Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν ”διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου “τῆς χειρὸς αὐτῶν τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ”ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέ- “λησα αὐτῶν, φησὶ Κύριος· διδοὺς νόμους μου εἰς τὴν ”διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτοὺς, “ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ ”τὰς ἡμέρας ἐκείνας, φησὶ Κύριος·” πάλαι μὲν γὰρ ὁ θεσπέσιος Μωσῆς νόμον ἐδέχετο τὸν παιδαγωγὸν ἐν πλαξὶ λιθίναις, καθὰ γέγραπται· αἴνιγμα δὲ τοῦτο γεγενῆσθαί φαμεν τῆς Ἰουδαίων σκληροκαρδίας· μᾶλλον γὰρ ἀπαράδεκτον ὥσπερ ταῖς σφῶν αὐτῶν διανοίαις ἀποφαίνει τὸν νόμον, καὶ οἷον ἐν λίθοις βραχὺ μὲν καὶ μόλις ἐνιζηκότα, πλὴν εὐαπόβλητον παντελῶς καὶ μάλα ῥᾳδίως ἀποπτυόμενον.

καὶ γοῦν ἔφη που Θεός “Ἐγγίζει μοι ὁ λαὸς οὗτος ”τῷ στόματι αὐτῶν, καὶ τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ “δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ᾽ ἐμοῦ· μάτην δὲ σέβον- ”ταί με διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.” ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν πλαξὶ καρδίας σαρκίναις, τουτέστιν αἰσθητικαῖς, τοὺς ἱεροὺς ἡμῖν καὶ θείους ἐγγράφει νόμους· τοιγάρτοι καὶ ἔφασκεν διὰ φωνῆς Ἰεζεκιὴλ τοῦ προφήτου “Καὶ ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν ”λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν καὶ δώσω αὐτοῖς καρδίαν “σαρκίνην, ὅπως ἐν τοῖς προστάγμασί μου πορεύωνται.” εἴ τις οὖν οὐ ταῖς διὰ Μωσέως προσερήρεισται σκιαῖς, οὔτε μὴν μέλανι γεγραμμένον ἔχει τὸν νόμον ὡς ἐν πλαξὶ λιθίναις, ἀλλ᾽ εἰς νοῦν ἔσω διὰ τοῦ Πνεύματος, οὗτός ἐστιν ἐπιστολὴ Χριστοῦ γινωσκομένη ὑπὸ πάντων ἀνθρώπων.