Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν πρὸς Κορινθίους δευτέραν ἐπιστολήν

Κύριλλος Ἀλεξανδρείας

Τόμος Α', Λόγος Α': Ερμηνεία στο προοίμιο της επιστολής και η σφραγίδα του Πνεύματος

Σχολιασμός της αποστολικής αυθεντίας, της χορηγίας των πνευματικών αγαθών και της βεβαίωσης των πιστών μέσω της σφραγίδας του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 1 από 8

ΤΟΥ ΑΥΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΑΠΟΣΠΑΣΜΑΤΑ ΟΛΙΓΑ ΤΙΝΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ Β. ΤΟΜΟΣ Α ΛΟΓΟΣ Α. <Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός.> Ὁ ΣΟΦΩΤΑΤΟΣ ἀπόστολος Παῦλος προκεχειρισμένος εἰς διακονίαν τὴν ἐπὶ Χριστῷ διὰ θελήματος Θεοῦ παρῆχθαί φησιν, τὴν τῶν ψευδοπροφητῶν καὶ ψευδαποστόλων δόξαν ὡς δυσσεβῆ παρωθούμενος, λαλῶν δὲ ἐν Πνεύματι, καὶ αὐτὸν ἔχων ἐνηυλισμένον ἐν ἰδίᾳ ψυχῇ τὸν Ἰησοῦν· ὡς φάσκειν πῆ μέν “Δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν,” πῆ δέ “Εἰ ”δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ.” δοῦλον ἑαυτὸν εἶναί φησιν αὐτοῦ, καίτοι τῶν ὅλων κατεξουσιάζοντος τοῦ Θεοῦ καὶ κατάρχοντος μόνου· εἴρηται γὰρ πρὸς αὐτόν “Ὅτι τὰ σύμπαντα δοῦλα σά·” πῶς οὖν οὐκ ἐναργῶς φυσικήν τε αὐτῷ καὶ ἀληθῶς θεοπρεπεστάτην τῆς κυριότητος ἀπονέμει δόξαν;

Ἐξ ὧν ἀπόστολον ἑαυτὸν λέγει τοῦ Ἰησοῦ, Θεὸν φύσει καὶ ἀληθῶς καταγγέλλει τὸν Ἰησοῦν· οὐδεὶς γὰρ ἀπόστολον εἴη ἂν ἀνθρώπων ἀλλὰ Θεοῦ μᾶλλον τοῦ κατὰ φύσιν· καὶ δείκνυσιν ὅτι οὐ παρὰ γνώμην τοῦ Πατρὸς ἐκλήθη πρὸς τὴν ἀποστολὴν, οὔτε ἀπὸ καρδίας λαλεῖ ὡς οἱ ψευδομάντεις, ἀλλὰ Θεοῦ λόγια διακονεῖται. κοινωνὸν δὲ ποιεῖ τῆς ἐπιστολῆς τὸν Τιμόθεον, ὡς δόκιμον καὶ ἀκολουθοῦντα τοῖς αὐτοῦ ἴχνεσιν, ἵνα γοργότερον πείσῃ διὰ τῆς συμφωνίας, ἐπείπερ ὁ νόμος λέγει “Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν ”σταθήσεται πᾶν ῥῆμα.” <Τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ.> Γράφουσι τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, καίτοι Χριστοῦ λεγομένης εἶναι τῆς Ἐκκλησίας· αὐτὸς γὰρ αὐτὴν ἑαυτῷ παρέστησε παρθένον ἁγνήν· εἴπερ οὖν ἐστιν ἡ Ἐκκλησία Θεοῦ, Χριστὸς δὲ ὁ ταύτην ἑαυτῷ παραστήσας, Θεὸς ἄρα κατὰ φύσιν ἐστὶν ὁ ἐκ τῆς ἁγίας καὶ θεοτόκου Μαρίας. <Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.> Εἴπερ οὐκ ὄντα Θεὸν κατὰ φύσιν ἠπίστατο τὸν Υἱὸν, πῶς οὐκ ἔδει μᾶλλον εἰπεῖν Χάρις ὑμῖν καὶ εἰρήνη παρὰ μόνου τοῦ Θεοῦ καὶ Πατρός;

νυνὶ δὲ συνεισδεχόμενος καὶ συνδοτῆρα τιθεὶς τὸν Χριστὸν ὧν ἂν ἡ θεία χαρίσαιτο φύσις, δῆλος ἂν εἴη δήπουθεν οὐκ ἠγνοηκὼς ὄντα κατὰ φύσιν Θεόν· ἀναγκαίως τοιγαροῦν συνεισδεξόμεθα τῷ Θεῷ καὶ Πατρὶ τὸν Υἱὸν εἰς τὸν τῆς ταυτότητός τε καὶ ὁμοουσιότητος λόγον, ἵνα καὶ Θεὸς εἷς χορηγὸς ὑπάρχων νοῆται τῶν πνευματικῶν ἀγαθῶν. Χριστὸν δὲ Ἰησοῦν ὀνομάζων, τὸν ἐκ Θεοῦ Λόγον ἐν σαρκὶ πεφηνότα δηλοῖ· εἰ δέ ἐστι χορηγὸς ὧν ἂν καὶ αὐτὸς ὁ Πατὴρ, πῶς οὐ Θεὸς κατὰ φύσιν καθ᾽ ἕνωσιν οἰκονομικὴν μετὰ τῆς ἰδίας σαρκὸς νοεῖται Χριστός; οὕτω καὶ ὁ σοφώτατος Παῦλος περὶ τῶν ἐξ Ἰσραήλ που φησίν “Ὧν ”οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ “πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν.”

ΤΟΜΟΣ Α ΛΟΓΟΣ Β. <Πιστὸς δὲ ὁ Θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο ναὶ καὶ οὔ.> Οὐδεὶς λέγει “Κύριος Ἰησοῦς εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ·” τὸ δὲ πνεῦμά ἐστιν ἀλήθεια, κατὰ τὸ γεγραμμένον· ἔμπλεων δὴ οὖν ἀληθείας, ἤτοι τοῦ Ἁγίου Πνεύματος, τὴν διάνοιαν ἔχοντες οἱ τῶν εὐαγγελικῶν θεσπισμάτων κήρυκες, οὐκ ἂν νοοῖντο ψευδοεπεῖς· ἃ δ᾽ ἂν λέγοιεν περὶ Χριστοῦ, ταῦτα δὴ πάντως ἐστὶν ὀρθῶς τε καὶ ἀραρότως ἔχοντα· καὶ πιστώσεται λέγων αὐτὸς ὁ Χριστός “Οὐ γὰρ ὑμεῖς ἐστε οἱ ”λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν “ἐν ὑμῖν.” διὸ οὐ λέγει τοῦτό ἐστιν ὡς πρὸς τοὺς διαβάλλειν αὐτὸν πειρωμένους ὡς τὰ ἐναντία ἑαυτῷ λέγοντα διάτοι τὸ ποτὲ μὲν, ὡς Θεὸν κατὰ φύσιν κηρύττειν τὸν Ἰησοῦν, ὅτε δὲ καὶ ὡς ἄνθρωπον. ἀναγκαίως τοίνυν ταῖς ἐκείνων ἀνεπιεικείαις οἱονείπως ἐπιπηδῶν, ὅτι μὴ γέγονεν αὐτῷ διττός τε καὶ ἀσαφὴς ὁ λόγος, ἁπλοῦς δὲ μᾶλλον καὶ ἀληθὴς, πληροφορεῖ λέγων Ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο ναὶ καὶ οὔ· τουτέστιν οὐκ αὐτὸς ἑαυτῷ μαχόμενος καὶ νενοσηκὼς τὸ ἀσύμβατον, ποτὲ μὲν τοῦτο ἐπαινεῖν, ποτὲ δὲ ψέγειν, ἀλλ᾽ ἀληθεύων ἐν τῷ κηρύγματι· πιστὸς οὖν ἐστιν ὁ Θεὸς, τουτέστιν ἀψευδής τε καὶ ἀληθής.

Ἑλλήνων οἱ λογάδες περὶ τῶν παρ᾽ αὐτοῖς ὑπειλημμένων θεῶν δοξάσουσι διαφόρως, ναί τε καὶ οὔ λέγοντες· οὐ γάρ ἐστι παρ᾽ αὐτοῖς ἡ ἀλήθεια ἀλλὰ μᾶλλον τὸ ψεῦδος· διὸ καὶ διαφόροις σαλεύονται δόξαις· ὁ δὲ ἀληθῶς καὶ κατὰ φύσιν Υἱὸς τοῦ πάντα ἰσχύοντος Θεοῦ, πῶς ἂν γένοιτο ναὶ καὶ οὔ; .... ἀναγκαίως δὲ καὶ ὁ ἐξ αὐτοῦ κατὰ φύσιν Υἱὸς ὁ ἐν ὑμῖν δι᾽ ἡμῶν κηρυχθεὶς δι᾽ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο ναὶ καὶ οὔ· πᾶς γὰρ ἐπ᾽ αὐτῷ λόγος ἀληθὴς διὰ τῆς τῶν θεηγόρων γέγονε φωνῆς. καὶ ὅσαι δή φησιν ἐπαγγελίαι τοῦ Θεοῦ, ἐν αὐτῷ τὸ ναὶ, τουτέστι φιλοτιμίαν τε καὶ ὑπόσχεσιν ἅπασαν ἐν αὐτῷ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἐσχήκαμεν· καὶ τοῦτο ἐν τῷ Ναὶ, τουτέστιν ἐν ἀληθείᾳ· ἥκει γὰρ ταῦτα πρὸς πέρας διὰ Χριστοῦ· “κατεπόθη γὰρ ὁ ”θάνατος εἰς νῖκος,” καὶ τὸ τῆς φθορᾶς κατεσείσθη κράτος, παύσεται δὲ καὶ τὸ ἄναλκι καὶ πρὸς τούτοις ἡ ἀτιμία· καθὰ ἔφη καὶ ὁ σοφώτατος Παῦλος καὶ ἐν τῇ προτέρᾳ ἐπιστολῇ· ἀποδεδείγμεθα δὲ καὶ αὐτῆς τῆς τῶν ἁγίων βασιλείας κληρονόμοι καὶ μέτοχοι· ἐρεῖ γὰρ ἡμῖν αὐτὸς ἐπὶ τοῦ θείου βήματος ὁ ἐν ᾧ τὸ ναί “Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός ”μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν “ἀπὸ καταβολῆς κόσμου.”

οἰκέται μὲν γὰρ ἡμεῖς τό γε ἧκον εἰς τὴν φύσιν· ἀλλ᾽ ἀπὸ δούλων εἰς ἐλεύθερον ἐκλήθημεν ἀξίωμα δι᾽ αὐτοῦ, ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν, ἀπὸ τοῦ δουλεύειν τῷ διαβόλῳ ἀπαλλάγημεν. πᾶσα τοίνυν ἐπαγγελία τοῦ Θεοῦ διὰ Χριστοῦ μόνον ἔχουσα τὸ ναί· ἀπαράδεκτον δὲ παντελῶς τὸ οὔ· ὅπερ ἐστὶν ἡ ἄρνησις· καὶ γάρ ἐστιν αὐτὸς ἡ ἀλήθεια. προσαποδείκνυσι δὲ καὶ τοῦτον ἑνικῶς ὅτι κατὰ φύσιν ἐστὶ Θεός· εἰ γὰρ οὐκ ἂν διαψεύσαιτο τὰς ἐπαγγελίας, ἀποπερανεῖ δὲ μᾶλλον τοῖς ἁγίοις αὐτὰς, καίτοι τοῦ Θεοῦ καὶ Πατρὸς τὰ ἀγαθὰ διανέμοντος, πῶς οὐκ ἂν εἴη φύσει τε καὶ ἀληθῶς Υἱὸς, καὶ ὡς ἐκ Θεοῦ Θεὸς, ὁ ἐν ᾧ “πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον” οὐ διεψευσμένως;

Ὅτι δέ ἐστιν ἀψευδὴς ὁ λόγος, προσεμπεδοῖ λέγων Διὸ καὶ δι᾽ αὐτοῦ τῷ Θεῷ τὸ ἀμὴν πρὸς δόξαν δι᾽ ἡμῶν· ἐπειδὴ γάρ ἐστιν αὐτὸς ὁ μεσίτης, ὁ δι᾽ οὗ καὶ μόνου προσιτὸς ὁ Πατὴρ, ὁ ἐν ᾧ πᾶσα δόσις πνευματικὴ, δι᾽ αὐτοῦ δὴ πάντως καὶ πᾶν ἔσται πέρας εὐχῆς· καὶ τοῦτό ἐστι τὸ ἀμήν· καὶ πρός γε τοῦτο ἡμᾶς αὐτὸς ὁ Υἱὸς πεπαιδαγώγηκε λέγων τοῖς ἁγίοις ἀποστόλοις “Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε ”οὐδέν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τι αἰτήσητε τὸν Πατέρα, “δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου· ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ”ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν “ᾖ πεπληρωμένη.” δι᾽ αὐτοῦ μὲν οὖν τὸ ἀμὴν τῷ Θεῷ Πατρὶ πρὸς δόξαν δι᾽ ἡμῶν. ἔθος γὰρ ἡμῖν ἁπάσης εὐχῆς κατακλείειν πέρας ἐν ὀνόματι τοῦ Χριστοῦ. ὅτι δὲ οὐκ ἂν ἀμοιρήσειεν αὐτὸς τοῦ δοξολογεῖσθαι πρέπειν, ἀκονιτὶ διοψόμεθα τοῦ μακαρίου προφητεύοντος Ἰακώβ “Ἰούδα, σὲ αἰνέσαισαν οἱ ”ἀδελφοί σου·” ἀνέφυ γὰρ ἐκ τῆς Ἰούδα φυλῆς κατὰ σάρκα Χριστός· Ἡσαΐου γεμὴν τοῦ προφήτου λέγοντος “Εἶδον ”τὸν Κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ “ἐπηρμένου,” περιεστηκότα δὲ τὰ σεραφεὶμ, ἅγιον αὐτὸν ἀποκαλοῦντα, καὶ κύριον σαβαὼθ ὀνομάζοντα, πλήρη τε λέγοντα εἶναι τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ.

ὅτι δὲ αὐτὸν τεθέαται τὸν Υἱὸν, ἀποδείξει λέγων ὁ σοφὸς ὁ Ἰωάννης “Ταῦτα δὲ εἶπεν Ἡσαΐας ὅτι εἶδεν τὴν δόξαν ”αὐτοῦ καὶ ἐλάλησεν περὶ αὐτοῦ.” οὐκοῦν καὶ εἰ ὁ Πατὴρ δοξάζοιτο δι᾽ αὐτοῦ, καὶ ἐπειδὴ δὲ τέθειται “διὰ πίστεως ἱλα- ”στήριον,” γέγονε δὲ καὶ “τῶν ἁγίων λειτουργὸς” διὰ τὸ ἀνθρώπινον, ὡς θυσίαν πνευματικὴν τὴν ἑκάστου τῶν ἁγίων ἱερουργεῖ προσευχήν· δι᾽ αὐτοῦ γὰρ ἡμῶν τὸ ἀμήν· καὶ οὐκ ἂν ἔξω νοοῖτο τοῦ καὶ προσκυνεῖσθαι δεῖν καὶ συνδοξάζεσθαι τῷ γεγεννηκότι παρά γε ἡμῶν αὐτῶν καὶ τῆς ἄνω πληθύος τῶν ἁγίων πνευμάτων. ἔφη δέ που θεσπέσιος Παῦλος “Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκου- ”μένην, λέγει Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι “Θεοῦ·” καίτοι τίνι τῶν ὄντων ἀσυμφανὲς ὡς ἔστι Μονογενὴς καθ᾽ ὃ ἂν νοοῖτο Θεός; μόνος γὰρ ἐκ μόνου γεγέννηται τοῦ Πατρός· ἐπειδὴ δὲ καθεὶς ἑαυτὸν ἐν τοῖς καθ᾽ ἡμᾶς ἐν πολλοῖς γέγονεν ἀδελφοῖς, τότε τέθειται πρωτεύων αὐτός· καὶ πρός γε τῷ εἶναι Μονογενὴς ὡς Θεὸς, κεχρημάτικε καὶ πρωτότοκος διὰ τὸ ἀνθρώπινον. <Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν κ.τ.

λ.> Βεβαιοῖ ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ εἰς Χριστὸν, ὀρθὴν καὶ ἀκατάσειστον ἐνιδρυσάμενος πίστιν ταῖς ἁπάντων ψυχαῖς, φρονεῖν ἀναπείθων ὡς ἔστι φύσει τε καὶ ἀληθείᾳ Θεὸς, κἂν εἰ ἐν τῷ καθ᾽ ἡμᾶς ὁρῷτο σχήματι, γεννηθεὶς κατὰ σάρκα ἐκ γυναικὸς ὁ ὑπὲρ πᾶσαν κτίσιν· καὶ γοῦν αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ὁμολογοῦντι τῷ Πέτρῳ τὴν πίστιν, λέγοντί τε σαφῶς “Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ”ζῶντος,” ἀντανεφώνει λέγων “Μακάριος εἶ σὺ Σίμων ”βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι, ἀλλ᾽ ὁ “Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.” ἐπειδὴ γὰρ παμμέγεθες τὸ μυστήριον, δέοιτ᾽ ἂν εἰκότως μυσταγωγίας τῆς ἄνωθεν καὶ παρὰ Πατρός· βεβαιοῖ τοιγαροῦν ἡμᾶς αὐτὸς εἰς Χριστὸν ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ χρίσας Θεὸς καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος.

εἴη δ᾽ ἂν οὐκ ἀσυμφανὲς καὶ διά γε τούτων ἡμῖν, ὅτι μὴ γέγονεν ὁ Υἱὸς “ναὶ καὶ οὔ·” Θεὸς δὲ μᾶλλον ἀληθινὸς, καὶ ἐφ᾽ ἅπασι τοῖς ἀγαθοῖς “ἐν αὐτῷ ”τὸ ναί·” Θεοῦ γὰρ ἡμᾶς σφραγίσαι τε καὶ χρίσαι λεγομένου, δόντος τε τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος, Χριστὸς ἂν εἴη πάλιν ὁ ταῦτα πληρῶν ἐν ἡμῖν, οὐχ ὑπουργικῶς, οὔτε μὴν ἀλλοτρίῳ καταχρίων τε ἡμᾶς καὶ σφραγίζων Πνεύματι, ἀλλ᾽ αὐτῷ τῷ ἰδίῳ καὶ τῷ τοῦ Πατρός· ἐν γὰρ ἀμφοῖν τὸ Πνεῦμα τὸ Ἅγιον διὰ τὴν ταυτότητα τῆς οὐσίας οὐ μεμερισμένως, ἀλλ᾽ ὡς ἐκ Πατρὸς δι᾽ Υἱοῦ διῆκον ἐπὶ τὴν κτίσιν· ἐνεφύσησε γὰρ τοῖς ἁγίοις ἀποστόλοις λέγων “Λάβετε ”Πνεῦμα Ἅγιον·” δι᾽ αὐτοῦ τε καὶ ἐν αὐτῷ πρὸς εἰκόνα κατεσφραγίσμεθα τὴν θείαν καὶ νοητήν· ἔφη γὰρ αὐτὸς ὁ θεῖος ἀπόστολος Γαλάταις ἐπιστέλλων “Τεκνία μου, οὓς ”πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν·” εἰ δὲ εἰς Χριστὸν μορφούμενοι, τὸν θεῖον ἐν ἑαυτοῖς πλουτοῦμεν εἰκονισμὸν, αὐτὸς ἄρα ἐστὶν ἡ εἰκὼν τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἡ ἀκριβὴς ἐμφέρεια, καὶ οὐ καθάπερ ἡμεῖς κατὰ μέθεξιν ἁγιασμοῦ πρὸς ὁμοιότητα κεκλημένοι, φύσει δὲ μᾶλλον καὶ οὐσιωδῶς· Θεὸς γὰρ ὁ φύσει πρὸς τὸν φύσει τε καὶ ἀληθῶς Θεὸν καὶ ἐκ τῆς αὐτοῦ γεγενημένον οὐσίας, οὐδὲν ἂν ἔχοι τὸ ἀπεοικός· ἐσφραγίσθαι δὲ καὶ αὐτὸν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, Ἰωάννης φησὶν ὁ σοφώτατος· “Ὁ λαβὼν γὰρ ”αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής “ἐστιν·” ἐσφράγισται δὲ πάλιν οὐκ ἐν ἴσῳ τρόπῳ καθ᾽ ὃν καὶ ἡμεῖς, ἀλλ᾽ ὅλον ἑαυτὸν ἐν τῇ τοῦ Υἱοῦ φύσει μονονουχὶ γράφοντος τοῦ Πατρὸς καὶ οἷον οὐσιωδῶς ἐνσημαινομένου· ταύτῃτοι ἔφασκεν “Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.” <Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσμὴ γνώσεως αὐτοῦ φανεροῦντι δ᾽ ἡμῶν ἐν παντὶ τόπῳ.> Εὐχαριστοῦσιν οἱ ἀπόστολοι δοκιμαζόμενοι καὶ πονοῦντες καὶ καυχῶνται τοῖς ἀγῶσιν τοῖς διὰ Χριστόν· ὥσπερ γὰρ ὑπὲρ ἡμῶν τεθριάμβευται Χριστὸς τὸν ἐπὶ ξύλου θάνατον ἀνατλὰς, καὶ τελειωθεὶς διὰ παθημάτων, οὕτω καὶ αὐτοὶ θριαμβεύεσθαί φασιν ὑπὲρ αὐτοῦ, τουτέστι γνωρίζεσθαι τοῖς ἁπανταχῆ καὶ καταλαμπρύνεσθαι διὰ πειρασμῶν καὶ νικᾶν τὸν κόσμον, διά γε τοῦ πάντα παθεῖν ἑτοίμως ἔχειν καὶ λίαν ἀσμένως ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ· εἰσὶ γάρ εἰσι μέτοχοι τῶν αὐτοῦ παθημάτων, ὡς φησὶ, “καὶ τῆς μελλού- ”σης ἀποκαλύπτεσθαι δόξης” κοινωνοί· Θεὸν δὲ εἶναί φασι τὸν θριαμβεύοντα αὐτοὺς, οὐχ ὡς ἐνιέντα τῷ πάσχειν αὐτοὺς οὔτε μὴν ὡς θλίψεις ἐπισωρεύοντα, ἀλλ᾽ ὅτι κατὰ τὸ αὐτῷ δοκοῦν τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ᾽ οὐρανὸν διακηρύττοντες τὸν Ἰησοῦν, τοῖς ὑπὲρ αὐτοῦ περιπίπτουσι πειρασμοῖς· ἄνευ γὰρ πειρασμῶν εὐδοκιμεῖν ἀδύνατον· ὁ δὲ τούτων καρπὸς ὅτι πάσχουσιν ἐν Χριστῷ, τουτέστι διὰ τὸν Χριστὸν, ὅπερ ἐστὶν εὐκλεὲς καὶ ἐλπίδων ἀνάμεστον ἀγαθῶν.