Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν πρὸς Κορινθίους δευτέραν ἐπιστολήν

Κύριλλος Ἀλεξανδρείας

Η ελευθερία στο Άγιο Πνεύμα και ο φωτισμός του ευαγγελίου

Εμβάθυνση στην πνευματική άνοδο προς την ευαγγελική αλήθεια, αναδεικνύοντας την ελευθερία που παρέχει το Πνεύμα και τη θεότητα του ενσαρκωμένου Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 4 από 8

οὐκοῦν τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα· μεθιστάντες γὰρ τοὺς τύπους εἰς ἀλήθειαν, καὶ ἐκ τῆς κατὰ τὸν νόμον σκιᾶς τὸ Χριστοῦ μυστήριον τῇ τῶν ἐννοιῶν ἰσχνότητι διαμορφοῦντες, ὡς ἐν εἴδει τὴν αὐτὴν εὑρήσομεν δόξαν· εἰ γὰρ δέδοται δόξα τοῖς διακονοῦσι τὸν νόμον, μείζων καὶ ἀσυγκρίτως ὑπερκειμένη τὴν πρώτην ἡ τῶν ἁγίων ἱερουργῶν, οἳ καὶ ἱκάνωνται παρὰ Θεοῦ διάκονοι “καινῆς διαθήκης οὐ ”γράμματος ἀλλὰ πνεύματος.” πρόδηλον δήπου καὶ οὐδενὶ τῶν ὄντων ἀσυμφανὲς, ὅτι πάντη τε καὶ πάντως οἱ ἐκ νομικῆς παιδεύσεως μεθιστάμενοι πρὸς ἀκρίβειαν εὐαγγελικὴν, ἐκ δόξης ὥσπερ τῆς πρώτης εἰς δόξαν ἰόντες ἑτέραν νοηθεῖεν ἂν, καὶ οἷον πρὸς τὰ ἀμείνω μεταπλαττόμενοι. τὸ δὲ δὴ μεθιστᾶν εἰς τοῦτο αὐτοὺς τὸ Πνεῦμά ἐστι, τὸ τῆς ἐκ νόμου δουλείας ἐλευθεροῦν· ἐν αὐτῷ γὰρ “κράζομεν Ἀββᾶ ὁ ”πατὴρ” ὡς υἱοὶ καὶ ἐλεύθεροι. ἔστι δὲ οὐχ ἑτέρως τῆς κατὰ τὸν νόμον ἰσχνολογίας τὸ βάθος ἰδεῖν, πλὴν ὅτι διὰ μόνου τοῦ Ἁγίου Πνεύματος· αὐτὸ γάρ ἐστι καὶ τὸ ἐρευνοῦν “καὶ ”τὰ βάθη τοῦ Θεοῦ.”

βάθη δὲ Θεοῦ, τὴν ἐν τοῖς ἱεροῖς γράμμασι τεθησαυρισμένην γνῶσιν ὠνομάσθαι φαμέν· ταύτῃ τοι καὶ ὁ θεσπέσιος Δαυεὶδ τὰς πρὸς Θεὸν ἐποιεῖτο λιτὰς οὕτω λέγων “Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατα- ”νοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου·” ἐποιεῖτο δὲ καὶ αὐτὸς ὁ Σωτὴρ οὐκ ἀθαύμαστον τὸν ἐκ νομικῆς εἰδήσεως ἀναβαίνοντα πρὸς πνευματικὴν τουτέστι τὴν εὐαγγελικήν· ἔφη γὰρ ὅτι “Διὰ τοῦτο λέγω ὑμῖν ὅτι πᾶς γραμματεὺς ”μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅμοιός ἐστιν ἀν- “θρώπῳ πλουσίῳ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ ”νέα καὶ παλαιά.” παλαιὰ μὲν γὰρ, τὰ ἐν νόμῳ· νέα γεμὴν, τὰ ἐν Χριστῷ. εἰ δὲ δή τις βούλοιτο καὶ καθ᾽ ἕτερον νοεῖσθαι τρόπον τὴν ἐκ δόξης εἰς δόξαν μεταμόρφωσιν τῆς αὐτῆς ἡμῶν εἰκόνος, παραδέξεταί τι τοιοῦτον εἰς νοῦν, ὅτι ὅσοι Χριστὸν ἐγνώκαμεν, καταλελογίσμεθα δὲ καὶ ἐν τέκνοις Θεοῦ, πάντη τε καὶ πάντως ἐσμὲν ἐν δόξῃ· κατὰ δέ γε τὸν τῆς ἀναστάσεως καιρὸν τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν καθάπερ ἀπὸ κυρίου πνεύματος· αὐτὸς γὰρ ἡμῖν ὁ Χριστὸς, ὁ “τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος” χαρισάμενος, προσθήσει τὸ λεῖπον κατ᾽ ἐκεῖνο τοῦ καιροῦ, μετασχηματίσει δὲ καὶ “τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμ- ”μορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.”

Ἐπειδὴ δέ φησιν ὁ μυσταγωγός Καθάπερ ἀπὸ κυρίου πνεύματος, καί “Οὗ δὲ τὸ πνεῦμα Κυρίου, ἐλευθερία,” τῆς τῶν ἀνοσίων αἱρετικῶν συκοφαντίας οὐκ ἀνεξόμεθα, τοῖς γενητοῖς ἐναρίθμιον ποιεῖσθαι τὸ Πνεῦμα· εἰ γὰρ ἔνθα που ἐστὶ τὸ Πνεῦμα, ἐκεῖ που πάντως καὶ ἡ ἐλευθερία, πῶς οὐκ ἐλεύθερον κατὰ φύσιν ἐστίν; εἰ δὲ τοῦτο, καὶ τῶν τῆς δουλείας ἄνω κεῖται μέτρων· Πνεῦμα γάρ ἐστι τοῦ Πατρὸς ἐξ αὐτοῦ διῆκον ἐπὶ τὴν κτίσιν ἐν Χριστῷ. <Εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ.> Ἐπειδὴ ἡλίου δίκην τὸ ἱερὸν ἀναλάμπει κήρυγμα καὶ ἀνακεκαλυμμένῳ προσώπῳ πᾶς πιστὸς “τὴν δόξαν Κυρίου” κατοπτρίζεται, οὐκ ἄν τις τῶν ὀρθὰ φρονούντων τὴν τινῶν ἀμάθιαν τῷ θείῳ καταγράψει κηρύγματι. τί γὰρ εἰ ἐξὸν εἰδέναι ἀποσείονται τὴν γνῶσιν τινῶν πεπωρωμένοι τὸν νοῦν ἐξ ἀπάτης διαβολικῆς; ἀλλ᾽ οἵ γε τῆς ἐκείνου δυστροπίας ἀμείνους σοφοί τε καὶ νουνεχέστεροι πεπλουτήκασι τὴν γνῶσιν. ἆρα γὰρ εἰ βαρβάρων τινὰς εἰρηκότων καὶ τοῖς τῆς δουλείας ὑποθέντων ζυγῷ, προσθείη τις ἕτερος τοῖς εἰς τοῦτο πεσοῦσι ταλαιπωρίας τῶν συμβεβηκότων αὐτοῖς τὴν ἀπαλλαγήν· εἶτα τῆς ἐλευθερίας ἐκεῖνοι προθέντες τὰ ὑπόζυγα κεῖσθαι, ἀνεξίτητον ποιοῖντο τὴν συμφοράν· αἰτιάσαιτό τις εἰπέ μοι τὸν προθέντα φιλαγάθως τῆς ἐλευθερίας αὐτοῖς τὴν ἄδειαν ἢ μᾶλλον ἐκείνους δυσβουλίας γράψεται;

οὐκοῦν προὔθηκεν μὲν ὁ τῶν ὅλων Θεὸς τοῖς ἐθέλουσι πιστεύειν εἰς τὸν Υἱὸν, τὸ γυμνῷ καὶ ἀνακεκαλυμμένῳ προσώπῳ καταθεάσασθαι τὴν δόξαν αὐτοῦ· διημαρτήκασι δὲ τῆς χάριτος οἱ τοῦ διαβόλου τὸν σκοτισμὸν ἀπόβλητον ἔχοντες, καὶ τῶν εὐαγγελικῶν θεσπισμάτων τὸ φῶς ἀσυνέτως οὐ προσιέμενοι. διηύγασε γὰρ ἂν καὶ αὐτοῖς ὁ φωτισμὸς τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ. καὶ θεὸν μὲν τοῦ αἰῶνος τούτου κατονομάζει τὸν σατανᾶν, οὐχ ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν, ἀλλ᾽ ὅτι τοῦτο εἶναι νενόμισται παρά γε τοῖς οὐκ εἰδόσι τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι Θεός· ἐκεῖνο γεμὴν ἄξιον καταθαυμάσαι πάλιν· θεολογεῖ γὰρ ὁ Παῦλος, καὶ τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς διατρανοῖ τὸ μυστήριον. ἰδοὺ γὰρ σαφῶς φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης Χριστοῦ τὸ ἀποστολικὸν ὀνομάζει κήρυγμα· καίτοι Χριστοῦ κεκλημένου τοῦ ἐκ Θεοῦ κατὰ φύσιν ὄντος Υἱοῦ, κατὰ τὸν τῆς χρίσεως καιρὸν, καθ᾽ ὃν καίτοι τοῦ Ἁγίου Πνεύματος αὐτὸς ὑπάρχων χορηγὸς, κεχρίσθαι λέγεται παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως. οὐκοῦν ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς γεγονὼς καὶ ὀφθεὶς ἄνθρωπος ἐπὶ τῆς γῆς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, τότε δὴ τότε καὶ μάλα ὀρθῶς Χριστὸς νοεῖται καὶ λέγεται.

οὐκ εἰς ἕνα τοίνυν τῶν καθ᾽ ἡμᾶς ἡ πίστις τῷ κόσμῳ διακηρύττεται καὶ ψιλὸν ἄνθρωπον ὑπὸ τῶν πνευματοφόρων, καταγγέλλουσι δὲ μᾶλλον τὸν ἐκ Θεοῦ Λόγον ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότα, καὶ ὡς πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς τὸν Μονογενῆ. ἐπεὶ ποῖος ἂν νοοῖτο πρὸς ἡμῶν ὁ φωτισμὸς τοῦ εὐαγγελίου τῆς δόξης αὐτοῦ, εἰ μὴ ἔν γε τῷ νοεῖσθαι Θεὸς καὶ εἰκὼν τοῦ Πατρὸς, καὶ οὐκ ἐν ἴσῳ τρόπῳ τοῖς καθ᾽ ἡμᾶς, οὐσιωδῶς δὲ μᾶλλον καὶ φυσικῶς;

καὶ οὔ τι που φαμὲν ὡς ἄρα δεήσει καὶ αὐτὸν ἐν σαρκὶ γεγονότα νοεῖσθαι τὸν Πατέρα· οὐ γάρ ἐστιν ἐν τούτοις τῆς εἰκόνος τὸ κάλλος· ἐκεῖνο δὲ μᾶλλον περινοεῖν ἄξιον, ὡς Θεὸς ἦν ὁ Λόγος καὶ πρὸ σαρκὸς χαρακτὴρ καὶ ὁμοίωσις φυσικὴ τοῦ γεννήτορος· καὶ πάλιν καθ᾽ ἡμᾶς γεγονότι τὸ ἐν μορφῇ νοεῖσθαι τοῦ Πατρὸς, ἐνούσης αὐτῷ τῆς οἰκονομίας τὸ ἀνθρώπινον· λελόγισται τοίνυν ὡς ἓν μετὰ τῆς ἰδίας σαρκός· ἔστι δὲ καὶ οὕτως εἰκῶν τοῦ Πατρὸς καθ᾽ ὃ καὶ ἔστι Θεὸς καὶ ἐξ αὐτοῦ γεγέννηται κατὰ φύσιν. <Ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ.> Ὅτι εἰς Θεὸν ἡ πίστις, κἂν εἰ ἐν προσώπῳ πράττοιτο τοῦ Χριστοῦ, σαφηνιεῖ ὁ μυσταγωγὸς διὰ τῆς προκειμένης λέξεως· κέκληνται γὰρ Ἰουδαῖοί τε καὶ Ἕλληνες πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ, οἱ μὲν ὡς ἐκ πλάνης καὶ λατρείας ψευδοῦς εἰς θεογνωσίαν τὴν ἀληθῆ, οἱ δὲ εἰς ἀκριβεστέραν εἴδησιν τῆς ἐν νόμῳ παιδαγωγούμενοι. ταύτῃτοι καὶ ὁ θεσπέσιος Παῦλος “διὰ τὸ ὑπερέχον τῆς γνώσεως” τοῦ Χριστοῦ ὀλίγα πεφροντικὼς τῶν ἐν νόμῳ μαθημάτων ὁρᾶται. ὅτε τοίνυν Χριστὸν κηρύττουσιν οἱ μυσταγωγοὶ, καὶ οἱ πιστεύοντες εἰς Θεὸν εἰς Θεὸν τὸν ἕνα καὶ ἀληθῶς πιστεύουσιν, πῶς οὐχὶ Θεὸς ὁ Χριστὸς οὐ νόθος, οὐ ψευδώνυμος, ἤγουν ἑτεροφυὴς παρὰ τὸν Πατέρα, ἀληθὴς δὲ μᾶλλον ὡς ἐξ αὐτοῦ κατὰ φύσιν;

ἀχλύος μὲν γὰρ νοητῆς καὶ δαιμονιώδους ἀπάτης ὁ τῶν πλανωμένων μεμέστωται νοῦς, ἀλλ᾽ ἐπηγγέλλετο Θεὸς ἐκ σκότους ἡμῖν ἀναλάμψειν τὸ φῶς· ἔφη γάρ που διὰ φωνῆς Ἡσαΐου “Ὁ λαὸς ὁ καθήμενος ἐν σκότει ἴδε ”φῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς “λάμψει ἐφ᾽ ὑμᾶς·” καὶ ὁ θεσπέσιος δὲ Δαυείδ φησιν, ὡς ἐκ προσώπου τῶν ἐν ἀχλύϊ καὶ σκότῳ “Ὅτι σὺ φωτιεῖς ”λύχνον μου Κύριε, ὁ Θεός μου φωτιεῖς τὸ σκότος μου.” ἐπειδὴ δὲ πεπλήρωται λοιπὸν ἐφ᾽ ἡμῖν ἡ ὑπόσχεσις τοῦ Πατρὸς, καὶ τὸ θεῖον ἡμῖν καὶ νοητὸν διηύγασε φῶς, ἐγνώκαμεν αὐτοῦ τὴν δόξαν ἐν προσώπῳ Χριστοῦ· εἶτα εἴπερ ἐστὶν ὁ Χριστὸς οὐ φύσει τε καὶ ἀληθῶς Θεὸς, τὴν τοῦ Πατρὸς δόξαν ἐν αὐτῷ τεθεάμεθα; καίτοι λέγοντος ἀκούω σαφῶς τοῦ Θεοῦ καὶ Πατρός “Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω·” ἀλλ᾽ ἰδοὺ δέδωκεν αὐτὴν τῷ Υἱῷ· οὐχ ἕτερος ἄρα παρ᾽ αὐτόν ἐστιν, πλὴν ὅσον ἐν ὑποστάσει καὶ τὸ ὑπάρχειν ἰδικῶς, ἵνα μὴ φαίνηται ψευδοεπήσας ὁ Πατὴρ τῷ προσώπῳ τοῦ Υἱοῦ τὴν ἰδίαν δόξαν προθεὶς, καὶ ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ἐν αὐτῷ τε καὶ δι᾽ αὐτοῦ γινωσκόμενος· πρόσωπος γάρ ἐστι καὶ εἰκὼν καὶ ἀπαύγασμα τῆς ὑποστάσεως αὐτοῦ· καὶ ἀποκαλύπτεται μὲν ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς, ἀποκαλύπτει δὲ καὶ αὐτὸς ἡμῖν ἐν ἑαυτῷ τὸν Πατέρα.