Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν πρὸς Κορινθίους δευτέραν ἐπιστολήν

Κύριλλος Ἀλεξανδρείας

Η καινή κτίση και η διακονία της καταλλαγής

Ανάπτυξη του μυστηρίου της συμφιλίωσης του κόσμου με τον Θεό διά του σταυρού, της παρελεύσεως των αρχαίων διατάξεων και του ιεραποστολικού έργου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 7 από 8

ὀρθῶς οὖν λίαν ὁ θεσπέσιος Παῦλος Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις φησὶ τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ, γέγονε καινά· ἀρχαῖον μὲν γὰρ τό “Γῆ ”εἶ καὶ εἰς γῆν ἀπελεύσῃ·” καὶ μὴν καὶ ἐκεῖνο τὸ ἐν βίβλῳ Μωσέως “Ἐπιμελῶς γὰρ ἔγκειται ἡ διάνοια τοῦ ”ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος·” ἀρχαῖα δὲ πρὸς τούτοις καὶ τὰ ἐν νόμῳ· ταυτὶ δὴ πάντα παρελάσαι φησίν· δεδικαιώμεθα γὰρ διὰ πίστεως τῆς ἐν Χριστῷ, καὶ πέπαυται τῆς ἀρᾶς ἡ δύναμις· ἀνεβίω γὰρ ὑπὲρ ἡμῶν ὁ τοῦ θανάτου πατήσας τὸ κράτος, καὶ τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν ἐγνώκαμεν, τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ πληροῦντες λατρείαν, μεσιτεύοντος τοῦ Υἱοῦ καὶ τὰς ἄνωθεν καὶ παρὰ Πατρὸς εὐλογίας τῷ κόσμῳ διδόντος· ὅθεν τοι καὶ μάλα σοφῶς ὁ θεσπέσιος Παῦλος Τὰ δὲ πάντα φησὶν ἐκ τοῦ Θεοῦ τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ Χριστοῦ. καὶ γάρ ἐστιν ἀληθῶς οὐκ ἀβούλητον τῷ Πατρὶ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον καὶ ἡ δι᾽ αὐτοῦ καινουργία. προσεπάγει δὲ τούτοις ὁ μυσταγωγὸς ὅτι αὐτὸς ὁ Πατὴρ ἡμᾶς ἑαυτῷ κατήλλαξεν διὰ Χριστοῦ, ἐκπεπολεμωμένους αὐτῷ διὰ τῆς εἰς πολύθεον πλάνης ἕλληνας, καὶ ἰουδαίους διά γε τοῦ βούλεσθαι ταῖς κατὰ νόμον προσπεπῆχθαι σκιαῖς, καὶ τὸν τῆς ἀληθοῦς λατρείας οὐ προσίεσθαι λόγον· δι᾽ αὐτοῦ γὰρ τὴν προσαγωγὴν ἐσχήκαμεν, καί “Οὐδεὶς ἔρχεται πρὸς τὸν ”Πατέρα, καθά φησιν αὐτὸς, εἰ μὴ δι᾽” αὐτοῦ.

οὐκοῦν τὰ πάντα ἐκ τοῦ Θεοῦ τοῦ καταλλάξαντος ἡμᾶς διὰ Χριστοῦ καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς.

Ἄθρει δή μοι πάλιν ὅτι Χριστοῦ δεδωκότος αὐτοῖς τὴν διακονίαν τῆς καταλλαγῆς, κεχειροτόνηνται γὰρ δι᾽ αὐτοῦ πρὸς ἀποστολὴν, Θεὸν ἔφη τὸν δεδωκότα· Θεὸν οὖν ἄρα καὶ ἰσοκλεᾶ τῷ Πατρὶ διακηρύττουσιν αὐτὸν, μίαν εἰδότες τὴν ἀμφοῖν κυριότητά τε καὶ ἐξουσίαν· ποῖος οὖν ἄρα ἐστὶ, τίς οὗτος ἐπὶ τῆς διακονίας ὁ λόγος, ἢ τίς ὁ τρόπος τῆς καταλλαγῆς, ἐπιφέρει λέγων Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, τουτέστιν ὁ ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, Θεὸς ἦν· διὰ γὰρ πίστεως, ὡς ἔφην, τῆς εἰς Χριστὸν, εἰρηνεύσαμεν πρὸς Θεὸν, ἤτοι κατηλλάγμεθα. καὶ τούτου σαφὴς ἀπόδειξις, τῶν πεπλημμελημένων ἡ ἄφεσις, ἣν χαρίζεται μὲν ὁ Θεὸς καὶ Πατήρ· ὀρέγει δὲ πάλιν ἐπ᾽ ἐξουσίᾳ ὡς Θεὸς ὁ Υἱὸς, λέγων τῷ παραλυτικῷ “Ἀφέωνταί ”σοι ἁμαρτίαι σου.” οὐκοῦν ἐν Χριστῷ τουτέστιν ἐν προσώπῳ Χριστοῦ, κόσμον ἑαυτῷ καταλλάσσει Θεὸς, μὴ λογιζόμενος τοῖς ἡμαρτηκόσι τὰ παραπτώματα αὐτῶν. ἐπειδὴ δὲ τετάγμεθα, φησὶ, πρὸς ἱερουργίαν τῶν εὐαγγελικῶν θεσπισμάτων, καὶ τέθειται τῆς καταλλαγῆς ἐν ἡμῖν ὁ λόγος· διάκονοι γάρ ἐσμεν Θεοῦ· ἀναγκαίως τοῖς οὕτω πεπιστευκόσι τὰς ὑπέρ γε σφῶν αὐτῶν λιτὰς, καὶ οἷον αὐτοῦ τὸ πρόσωπον ἀναλαβόντες Χριστοῦ, τοῖς ἀποφοιτᾶν ἐθέλουσί φαμεν Δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ, πιστεύσαντες εἰς αὐτὸν, δῆλον ὅτι τὸν ὑπὲρ οὗ πρεσβεύομεν· Χριστὸς γὰρ ἡ θύρα καὶ αὐτὸς ἡ ὁδός.

Ἐπειδὴ δὲ ἦν εἰκὸς ἀλογῆσαί τινας τῶν εὐαγγελικῶν κηρυγμάτων, καὶ λογίσασθαι παρ᾽ οὐδὲν τὸν τῆς σωτηρίας καιρὸν τὸν εὐπρόσδεκτον ἀληθῶς, παρωθεῖσθαί τε καὶ μετὰ τοῦτο τὴν πίστιν, προσεπινοεῖ τι πάλιν αὐτοῖς ὁ μυσταγωγὸς οὐκ ἀνικάνως ἔχον εἰς ἐντροπὴν, καὶ πρὸς τὸ ἀναπεῖσαι ῥᾳδίως μὴ ἀναπίπτειν εἰς ῥᾳθυμίας, ἐπιδράξασθαι δὲ μᾶλλον τῆς ἐν Χριστῷ ζωῆς· καί φησι περὶ τοῦ Θεοῦ καὶ Πατρός Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ. ὅμοιον ὡσεὶ λέγοι Τὸν οὐδὲν ἡμαρτηκότα πώποτε παρεσκεύασε παθεῖν τὸ τῶν σφόδρα φιλαμαρτημόνων, ἵν᾽ ἡμᾶς ἀποφήνῃ δικαίους τὴν εἰς αὐτὸν πίστιν εἰσδεδεγμένους· ὑπέμεινε γὰρ “σταυρὸν, ”αἰσχύνης καταφρονήσας·” εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν ὁ πάντων ἀντάξιος. ὅταν τοίνυν ἁμαρτία γενέσθαι λέγηται, μὴ ὑπολάβῃς ὅτι πέπραχεν ἁμαρτίαν· οὐ γὰρ οἶδεν πλημμελεῖν Θεὸς ὢν ὁ Λόγος· ἴσθι δὲ μᾶλλον ὅτι δέδοται παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν· καθάπερ ἀμέλει καὶ τὰ ὑπὲρ ἁμαρτίας σφάγια, κατὰ τὸν Μωσέως νόμον, ἁμαρτίας ὠνόμαζον· γέγραπται γοῦν ἐν προφήταις περὶ τῶν ἱερᾶσθαι προστεταγμένων “Ἁμαρτίας λαοῦ μου φάγονται, ”καὶ ἐν ταῖς ἀδικίαις αὐτῶν λήψονται τὰς ψυχὰς αὐτῶν·” ἤσθιον γὰρ τὰ ὑπὲρ ἁμαρτιῶν θύματα κατὰ τὸν νόμον, οἱ τῶν θείων θυσιαστηρίων ἐπιμεληταὶ καὶ διάκονοι.

μέγα τοίνυν πρὸς ἐντροπὴν τοῖς ἐθέλουσι ῥᾳθυμεῖν τὸ διενθυμεῖσθαι σοφῶς ὅτι τοῖς ἁμαρτωλοῖς συγκατεδικάσθη καὶ συγκεκρέμαται δι᾽ ἡμᾶς ὁ μὴ εἰδὼς ἁμαρτίαν ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ· δεδικαιώμεθα γὰρ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς “οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν ”ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος” διὰ πίστεως τῆς ἐν Χριστῷ. <Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πραότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ κ.τ.λ.> Πολλοὶ ἦσαν τῶν Ἀθήνῃσι σοφῶν, τοῖς ἐν Κορίνθῳ συνδιαιτώμενοι, οἳ μωρίαν ἡγοῦντο τὸν τοῦ Σωτῆρος σταυρὸν, καὶ τὸν τῆς θεοπνεύστου γραφῆς διαγγέλλοντα λόγον, ἀγύρτην καὶ σπερμολόγον ὁμοῦ τοῖς ἄλλοις ἁγίοις καὶ αὐτὸν ὠνόμαζον τὸν μακάριον Παῦλον· ἕτεροι δέ τινες τῶν ἐκ περιτομῆς κατεπεφύοντο πάλιν τῶν πεπιστευκότων, ἐπαινοῦντες τὴν περιτομὴν καὶ τὰς νομικὰς θυσίας, ἐξεστηκότα τε λέγοντες τὸν μακάριον Παῦλον, ὡς τοῖς ἀρχαίοις θεσπίσμασιν ἀνοσίως πολεμεῖν ᾑρημένον.