Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν πρὸς Ῥωμαίους ἐπιστολήν

Κύριλλος Ἀλεξανδρείας

Το χρέος της συγκατάβασης και η ενότητα των πιστών

Πρακτικές προεκτάσεις περί καθαρών βρωμάτων, αποφυγή σκανδαλισμού των ασθενέστερων και η ενότητα εθνών και Ιουδαίων στη χάρη του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 8 από 8

λ.> Οἶδα καὶ πέπεισμαί φησιν ἐν Κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι᾽ ἑαυτοῦ, καὶ τὰ ἑξῆς. ἀξιόχρεως ὁ μάρτυς εἰδέναι καὶ πεπεῖσθαι διισχυριζόμενος· προσεπάγει δὲ τό Ἐν Κυρίῳ Ἰησοῦ πρὸς τὸ καὶ ἔτι μειζόνως ἐμπεδοῦσθαι τὸ ἀληθὲς, ἕπεσθαί τε τοῖς ἀκροωμένοις τὴν πίστιν ἐνδοιασμοῦ τινος δίχα· διαμέμνηται δὲ πάντως που εἰρηκότος τοῦ Χριστοῦ “Οὐ τὸ ”εἰσπορευόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον·” καὶ ὅτι πᾶν ἔδεσμα χωρεῖ μὲν εἰς τὴν κοιλίαν, ἐκπέμπεται δὲ καὶ εἰς ἀφεδρῶνα· καὶ τοῦτο φύσις αὐτῷ καὶ χρεία. οὐκοῦν ὅσον μὲν ἧκεν εἰς ἰδίαν φύσιν, κοινὸν ἢ βέβηλον οὐδὲν τῶν τελούντων εἰς τροφὰς, “ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύ- ”ξεως·” μεμνήμεθα δὲ ὅτι καὶ πρὸς τὸ εἶναι παρενεγκὼν τὰ πάντα Θεὸς, εἶδεν φησὶν ὅτι “καλὰ λίαν,” καὶ εὐλόγησεν αὐτά. ἐπαινοῦντος γεμὴν Θεοῦ καὶ μὴν καὶ ἀπηυλογηκότος τὰ ἴδια κτίσματα, τίς ὁ φάναι τολμῶν μολυσμοῦ καὶ βεβηλώσεως εἶναι πρόξενα, καὶ οὐκ αὐτοῦ ποιήσεται τὴν κατάῤῥησιν τοῦ παρενεγκόντος εἰς ὕπαρξιν; οὐκοῦν κοινὸν μὲν τῇ φύσει τῶν πεποιημένων παντελῶς οὐδέν· εἰ δὲ δή τις οἴοιτο κοινὸν εἶναί τι, κεκοίνωται διὰ τοῦτο καὶ νενόσηκεν αὐτὸς ὡς ἐν ἰδίᾳ γνώμῃ τὴν βεβήλωσιν· πάντα μὲν γὰρ καθαρὰ, κοινοῖ δὲ τὸν ἄπιστον ἡ ἐπί τισιν ὀλιγοπιστία, καὶ οὐκ αὐτά που πάντως ἃ νενόμικεν εἶναι κοινά.

ὥσπερ γὰρ τοῖς τελείοις τὸν νοῦν εἷς ὁ φύσει Θεὸς καὶ οὐδεὶς ἐπ᾽ αὐτῷ ἕτερος, ἀλλ᾽ οὔτε εἴδωλόν τι ἐστὶν ἐν κόσμῳ, λελόγισται δὲ παρ᾽ οὐδὲν καὶ τὸ εἰδωλόθυτον· ὁ γὰρ εἴδωλον οὐκ εἰδὼς, πῶς ἂν εἰδείη τὸ εἰδωλόθυτον; τοῖς γεμὴν οἰομένοις πολλοὺς εἶναι θεοὺς, ἔσται τι πάντως καὶ εἰδωλόθυτον· οὕτω τοῖς πεπιστευκόσιν ἀβέβηλά τε εἶναι καὶ καθαρὰ τὰ παρὰ Θεοῦ, κοινὸν μὲν τῇ φύσει παντελῶς οὐδέν· ἀνεῖται δὲ πάντως ἐπ᾽ ἐξουσίας τῶν ἐδωδίμων ἡ χρῆσις· τοῖς γεμὴν οὔπω πρὸς τοῦτο γνώμης ἱγμένοις, οὔπω μὲν καθαρὰ κατὰ τὸ αὐτοῖς δοκοῦν ἔχειν ὀρθῶς, κοινὰ δὲ, ὅτι σκάζει πως αὐτοῖς πρὸς ἀλήθειαν ὁ νοῦς. <Μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν· οὐ γάρ> Μὴ κατεπαιρέσθω τῶν ἀσθενῶν ἡ τῶν εὐδοκιμούντων λαμπρότης, μήτε τὸ ἀγαθὸν ὑμῶν, τουτέστι τὸ ἀξιάγαστον εἰς πίστιν, βλασφημείσθω πρός τινος· οὐ γὰρ τῆς θεαρέστου πολιτείας τὰ κατορθώματα διὰ βρώσεως γένοιτο, οὔτε ὡς θεοσεβὴς ὁ τοιοῦτος τῆς τῶν οὐρανῶν βασιλείας ἄξιος, εἰ ἀδιακρίτως ἐσθίει τὰ παρατιθέμενα, ἀλλ᾽ ὁ συγκαταβαίνων τῇ τῶν ἀσθενῶν ἀδελφῶν ἀσθενείᾳ καὶ ἀπεχόμενος.

καὶ γὰρ εἰ καὶ ἐμέμψατο τῷ Πέτρῳ ὡς ἰουδαικῶς ζησάντι διὰ τοὺς ἐλθόντας εἰς Ἀντιόχειαν ἀπὸ Ἰακώβου, οὐ διὰ τοῦτο ἐμέμψατο ὅτι συγκατέβη τῇ ἀσθενείᾳ τῶν ἐκ περιτομῆς καὶ ἀπείχετο βρωμάτων, ἀλλ᾽ ὅτι πολλοὺς ὄντας τοὺς ἐξ ἐθνῶν παρέσυρε τῷ ἀξιοπίστῳ τοῦ προσώπου ἑαυτοῦ εἰς τὸ νομίσαι ὅτι χρὴ κατὰ νόμον ζῆν, καὶ εἰς οὐδὲν αὐτῷ τὸ κήρυγμα χωρεῖν ἐκινδύνευεν· ἦν γὰρ ἐθνῶν διδάσκαλος. <Πάντα μὲν γὰρ καθαρὰ, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι.> Ἔξεστι μὲν γὰρ καὶ κρέα φαγεῖν καὶ οἶνον πιεῖν, ἀλλ᾽ οὐκ εἰσάπαν ἀζήμιον ἡ ἐν τούτοις ἐξουσία. ἀλλὰ καὶ τὸ ἀπέχεσθαι χρήσιμον, ἵνα μὴ τὴν σάρκα παχύνοντες ταῖς τρυφαῖς, τὰ ἐν αὐτῇ καθ᾽ ἑαυτῶν ἐξαγριαίνωμεν πάθη. εἰ οὖν ἐκείνων δι᾽ ἑαυτοὺς ἀπεχόμεθα, πολλῷ μᾶλλον διὰ τὸν ἀδελφόν· ἵνα μὴ προσκόπτῃ διὰ τὸ εἰρημένον “Ἀγαπήσεις ”τὸν πλήσιον σου ὡς σεαυτόν.” <Διὸ προσλαμβάνετε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑμᾶς εἰς δόξαν Θεοῦ.> Ἓν σῶμα ἐσμὲν οἱ πολλοὶ, καὶ ἀλλήλων μέλη κατὰ τὸ γεγραμμένον, συνείροντος ἡμᾶς εἰς ἑνότητα τοῦ Χριστοῦ τοῖς τῆς ἀγάπης δεσμοῖς· “αὐτὸς γὰρ ὁ ποιήσας τὰ ἀμφό- ”τερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὸν νόμον “τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας.” δεῖ δὴ οὖν ἄρα τὸ αὐτὸ φρονεῖν εἰς ἀλλήλους, “καὶ εἴ τι πάσχει ἓν μέλος, ”συμπάσχειν πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, “χαίρειν πάντα τὰ μέλη.”

διὸ προσλαμβάνεσθέ φησιν ἀλλήλους καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑμᾶς εἰς δόξαν Θεοῦ· προσληψόμεθα δὲ ἀλλήλους, τὰ αὐτὰ φρονεῖν ᾑρημένοι, βαστάζοντες δὲ καὶ ἀλλήλων τὰ βάρη, καὶ τηροῦντες “τὴν ”ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης.” οὕτως ἡμᾶς προσελάβετο καὶ ὁ Θεὸς ἐν Χριστῷ· καὶ γάρ ἐστιν ἀληθὴς οὕτως ἠγαπῆσθαι τὸν κόσμον εἰπὼν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ὥστε καὶ αὐτὸν ὑπὲρ ἡμῶν δεδόσθαι τὸν Υἱόν· δέδοται γὰρ τῆς ἁπάντων ἡμῶν ζωῆς ἀντάλλαγμα, καὶ θανάτου τὴν καταλλαγὴν ἐσχήκαμεν, καὶ θανάτου καὶ ἁμαρτίας ἐκλελυτρώμεθα. καὶ τόν γε τῆς οἰκονομίας σκοπὸν διαλευκαίνει λέγων Χριστὸν γεγενῆσθαι διάκονον περιτομῆς ὑπὲρ ἀληθείας, καὶ τὰ ἑξῆς. ἐπειδὴ γὰρ τοῖς Ἰουδαίων πατράσι προεπήγγελται Θεὸς, ὅτι καὶ εὐλογήσει τὸ ἐξ αὐτῶν ἐσόμενον σπέρμα καὶ ὡσεὶ “τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ ”πλήθει,” ταύτῃτοι πέφηνεν ἐν σαρκὶ καὶ γέγονεν ἄνθρωπος, Θεὸς ὑπάρχων ὁ Λόγος, αὐτὸς ὢν ὁ πᾶσαν τὴν κτίσιν καὶ εἰς τὸ εἶναι συνέχων, καὶ τὸ εὖ εἶναι τοῖς οὖσιν ἀπονέμων ὡς Θεός· ἦλθε δὲ εἰς τόνδε τὸν κόσμον μετὰ σαρκὸς, πλὴν οὐ διακονηθῆναι μᾶλλον καθά φησιν αὐτὸς, “ἀλλὰ δια- ”κονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ ἀντίλυτρον ὑπὲρ “πολλῶν.” ὡμολόγει γεμὴν ἀφῖχθαι σαφῶς, ἵνα πληρώσῃ τῷ Ἰσραὴλ τὴν ὑπόσχεσιν· ἔφασκε γάρ “Οὐκ ἀπεστάλην ”εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ.”

οὐκοῦν οὐ ψευδοεπήσει λέγων ὁ Παῦλος διάκονον αὐτὸν γεγενῆσθαι ἐκ περιτομῆς εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, τεθεῖσθαί τε πρὸς τούτῳ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ εἰς ἔλαιον τοῖς ἐξ ἐθνῶν, ἵνα καὶ αὐτοὶ δοξάσειαν ὡς τῶν ὅλων γενεσιουργὸν καὶ τεχνίτην τὸν Σωτῆρά τε καὶ λυτρωτήν. ἔδει γὰρ ἔδει διὰ πολλὴν ἀπείθειαν ὑβριζούσης αὐτὸν ἀνοσίως τῆς περιτομῆς, καὶ τὴν παρ᾽ αὐτοῦ λύτρωσιν οὐ προσιεμένης, μὴ ἀπρακτῆσαι δοκεῖν τὴν ἄφραστον τοῦ Θεοῦ χάριν, ὀλίγων καὶ μόλις κομιδῆ διασεσωσμένων τῶν πεπιστευκότων ἐξ Ἰσραήλ· ταύτῃτοι κατευρυνομένης ὥσπερ ἐφ᾽ ἅπαντας τῆς ἄνωθεν γαληνότητος προσελήφθη τὰ ἔθνη, καὶ τῆς ἐν Χριστῷ σοφίας τὸ μυστήριον οὐχ ἡμαρτηκὸς ὁρᾶται τοῦ πρὸς ἡμερότητα βλέποντος σκοποῦ· σέσωσται γὰρ ἀντὶ τῶν ὠλισθηκότων ἡ ὑπ᾽ οὐρανὸν, κατοικτείροντος Θεοῦ. ὅτι δὲ προαναπεφώνητο τὸ μυστήριον διὰ φωνῆς ἁγίων προεγνωκότων ἐν πνεύματι τὰ ἐσόμενα, καθίστησιν ἐναργεστάτῃ τῶν προφητειῶν παραθέσει.