Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν πρὸς Ῥωμαίους ἐπιστολήν

Κύριλλος Ἀλεξανδρείας

Το βάπτισμα και η απελευθέρωση από τον νόμο

Θεολογική ανάλυση του βαπτίσματος ως συνταφής και συνανανάστασης με τον Χριστό, της νέκρωσης του σώματος της αμαρτίας και της απαλλαγής από την κυριαρχία του νόμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 3 από 8

τέθειται τοίνυν ὁ νόμος ἔλεγχος οἷά τις τῆς ἁπάντων ἀσθενείας, ἵνα φαίνοιτο τὰ ἀνθρώπινα μόνης τῆς διὰ Χριστοῦ θεραπείας δεδεημένα· ταύτῃτοί φησιν Οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερεπερίσσευσεν ἡ χάρις· ἔδει γὰρ εἶναι τοσαύτην ὡς ἀμείνω φαίνεσθαι τοῦ κατακρίνοντος νόμου. <Ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν;> Βεβαπτίσμεθα μὲν ὁμολογουμένως εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος· εἰ δὲ δὴ λέγοι ὡς εἰς Χριστὸν Ἰησοῦν βεβαπτίσμεθα, οὐκ ἔξω τοῦ εἰκότος ἐρεῖ· μάλιστα μὲν γὰρ ὀνόμασί τε καὶ ὑποστάσεσι καὶ προσώπων διαφοραῖς εἰς ἰδικὴν ἑτερότητα διεστήξει πως Πατὴρ πρὸς Υἱὸν καὶ πρὸς ἄμφω τὸ Πνεῦμα· Πατὴρ γάρ ἐστιν ὁ Πατὴρ καὶ οὐχ Υἱός· Υἱὸς δ᾽ αὖ πάλιν κατὰ φύσιν ὁ ἐξ αὐτοῦ καὶ οὐ Πατὴρ, Πνεῦμα δὲ ἰδικῶς τὸ Πνεῦμα τὸ Ἅγιον· ἐπειδὴ δὲ ἐν Πατρὶ μέν ἐστιν ὁ Υἱὸς, ἐν Υἱῷ δὲ Πατὴρ, ὄντος ἐν ἀμφοῖν τοῦ Ἁγίου Πνεύματος διὰ τὸ τῆς οὐσίας ταὐτὸν, κἂν εἰ ἕν τις ὀνομάσῃ, δυνάμει θεωρημάτων τὴν τοῦ παντὸς δήλωσιν ἐποιήσατο. οὐκοῦν ὁ Χριστὸν ὀνομάσας οὐκ ἀμνημονεύσει τοῦ Πατρὸς ἢ τοῦ Πνεύματος.

ἐπειδὴ δὲ γενόμενος ἄνθρωπος, τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ἀνέτλη θάνατον ὁ Ἰησοῦς, κεχώρηκεν ἀναγκαίως ὁ μακάριος Παῦλος ἐπὶ τὸ ὅτι μάλιστα τῇ προκειμένῃ μυσταγωγίᾳ χρειωδέστατον· ἔδει γὰρ ὀνομάσαι τὸν πεπονθότα· ταύτῃτοί φησιν Ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν. προκαταθέμενοι γὰρ ὥσπερ τὸ ἐκ συνειδήσεως ὀρθῆς ἀγαθὸν ἐπερώτημα εἰς Χριστὸν, καὶ πίστει παραδεξάμενοι ὅτι καὶ ἀπέθανεν ὑπὲρ ἡμῶν καὶ ἐτάφη καὶ ἀνεβίω, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ἐσχήκαμεν διὰ τοῦ ἁγίου βαπτίσματος, καὶ τὴν τῆς ἁμαρτίας ὑπομένοντες νέκρωσιν, καὶ οἷον τῷ δι᾽ ἡμᾶς τεθνεῶτι συναποθνήσκοντες διὰ τὸ νεκροῦν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς. ὁ μὲν γὰρ Χριστὸς “τῇ ἁμαρτίᾳ ”ἀπέθανεν ἐφάπαξ, ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ·” ἡμεῖς δὲ τὸν ἴσον αὐτῷ θάνατον ὑπομένομεν, καὶ μονονουχὶ συντεθάμμεθα, τὴν αὐτοῦ νέκρωσιν περιφέροντες ἐν ἰδίοις σώμασιν, συνετάφημεν δὲ τῷ Χριστῷ. τί δὴ ἄρα ἐντεῦθεν ἀποκερδαίνοντες, σαφηνιεῖ λέγων αὐτός Ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτως καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν· δεῖ γὰρ ἡμᾶς ὡς συντεθαμμένους καὶ συνανίστασθαι νοητῶς· καὶ εἴπερ ἐστὶ τεθνάναι τῇ ἁμαρτίᾳ τὸ συνθάπτεσθαι τῷ Χριστῷ, δῆλον ἂν εἴη δήπουθεν ὡς οὐχ ἕτερόν τι τὸ συνανίστασθαι νοοῖτ᾽ ἂν εἰκότως, πλὴν ὅτι τὸ ζῆν ἐν δικαιοσύνῃ.

Ἐγηγέρθαι μὴν διαβεβαιοῦται Χριστὸν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὐχ ὡς ἰσχύος ἐπιδεᾶ· καὶ γάρ ἐστιν αὐτὸς ὁ τῶν δυνάμεων Κύριος· ἀλλ᾽ ὅτι τὰ ὑπὲρ ἀνθρώπου φύσιν τῇ τῆς ἀνωτάτω φύσεως δόξῃ προσάπτειν ἔθος αὐτῷ τε Χριστῷ καὶ τοῖς αὐτοῦ. οὐκοῦν κἂν εἴ τι λέγοιτο κατορθοῦν ὁ Θεὸς καὶ Πατὴρ, οὐκ ἐξ οἰκείου μὲν τῆς ἐφ᾽ ἅπασιν ἐνεργείας αὐτοῦ τὸν Υἱόν· εἰ γὰρ πάντα γέγονε δι᾽ αὐτοῦ, πῶς ἂν ἐνδοιάσειέν τις ὡς ἐνήργηκε διὰ Υἱοῦ καὶ αὐτοῦ τοῦ ἁγίου σώματος τὴν ἀνάστασιν; καὶ γοῦν ὁ Υἱὸς ἐνεργὸν εἰς τοῦτο δεικνὺς ἑαυτὸν, τοῖς Ἰουδαίοις ἔφασκε “Λύσατε τὸν ναὸν ”τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.” ἄθρει δὴ οὖν ὅπως αὐτὸς ἐγείρειν ἐπαγγέλλεται τὸν ἴδιον ναὸν, καίτοι τοῦ Θεοῦ καὶ Πατρὸς ἀναστῆσαι λεγομένου· ἐπειδὴ γάρ ἐστιν αὐτὸς ἡ ζωοποιὸς δύναμις τοῦ Θεοῦ καὶ Πατρὸς, τὸν ἴδιον ἐζωοποίει ναόν. <Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ κ.τ.λ.> Χρῆναί φησιν ὁ θεσπέσιος Παῦλος τοὺς συντεθαμμένους Χριστῷ καὶ συναναστήσεσθαι προσδοκᾶν· καὶ τὸ μὲν σύμφυτοι, τὸ οἱονεὶ σύμμορφοί τε καὶ ταυτοειδεῖς νοητῶς ὑπεμφήνειεν ἄν. πλὴν ἐκεῖνο περιαθρεῖν ἀναγκαῖον· τέθεικεν ὑπὲρ ἡμῶν τὴν ἑαυτοῦ ψυχὴν ὁ Ἐμμανουὴλ καὶ ἀπέθανε κατὰ σάρκα· συντεθάμμεθα δὲ αὐτῷ τίνα δὴ τρόπον ἡμεῖς οἱ βεβαπτισμένοι; ἆρα ὡς ἀνατλάντες σὺν αὐτῷ τὸν τῆς σαρκὸς θάνατον; οὐμενοῦν.

πῶς οὖν ἄρα σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, φέρε δὴ φέρε λέγωμεν· ἀπέθανε μὲν γὰρ κατὰ σάρκα Χριστὸς, ἵνα λύσῃ τοῦ κόσμου τὴν ἁμαρτίαν· ἀποθνήσκομεν δὲ ἡμεῖς οὐ κατά γε τὴν σάρκα· πόθεν; ἀλλὰ τῇ ἁμαρτίᾳ, καθὰ γέγραπται, τουτέστιν ἀεργῆ τε καὶ ἄπρακτον ἐν ἑαυτοῖς ἀποφαίνοντες τὴν ἁμαρτίαν διὰ τοῦ κατανεκροῦν “τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρ- ”σίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν.” σύμφυτοι δὴ οὖν γεγόναμεν, οὐχὶ δὴ μόνον τῷ κατὰ σάρκα θανάτῳ Χριστοῦ, ἀλλὰ καὶ τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ. τοῦτο δ᾽ ἂν εἶναι νοοῖτο τὸ ὑπὲρ τῆς ἁμαρτίας ἀποθανεῖν, καὶ οὐχ ὑπέρ τε τῆς ἰδίας, πολλοῦ γε καὶ δεῖ· καὶ γάρ ἐστιν ἄμωμος ὁ Θεὸς καὶ τοῦ δύνασθαι πλημμελεῖν ἀπωτάτω· ἀλλ᾽ ἵνα, ὡς ἔφην, ὑπὲρ τῆς τοῦ κόσμου ἁμαρτίας· “ὃ γὰρ ”ἀπέθανε τῇ ἁμαρτίᾳ, ἀπέθανεν ἐφάπαξ.” οὐκοῦν σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ. ἐσόμεθα δὲ πάντως σύμφυτοί τε καὶ ταυτοειδεῖς καὶ τῆς ἀναστάσεως αὐτοῦ· ζησόμεθα γὰρ ἐν Χριστῷ, καὶ ἀναβιώσεται μὲν ἡ σὰρξ, ζησόμεθα δὲ καὶ καθ᾽ ἕτερον τρόπον, αὐτῷ τὴν οἰκείαν ἀναθέντες ψυχὴν, μεταστοιχειούμενοι τὲ πρὸς ἁγιασμὸν καὶ εἰς εὐκλεᾶ πολιτείαν ἐν Ἁγίῳ Πνεύματι. <Τοῦτο γινώσκοντες ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος κ.τ.

λ.> Τίς ὁ παλαιὸς ἡμῶν ἄνθρωπος, ποῖον δὲ δὴ τὸ σῶμα τῆς ἁμαρτίας τὸ καταργούμενον, καὶ τίνα δὴ τρόπον συνεσταυρώθη Χριστῷ, πολυπραγμονεῖν ἀναγκαῖον· ἴσως μὲν οὖν οἰήσονταί τινες ἁμαρτίας εἰρῆσθαι σῶμα τὴν ἀπὸ γῆς σάρκα, καθάπερ ἐν τάξει δίκης τῇ τοῦ ἀνθρώπου δοθεῖσαν ψυχῇ, διὰ τὸ καὶ πρὸ σωμάτων ἡμαρτηκέναι· δοκεῖ γὰρ ὧδέ τισι καὶ φρονεῖν καὶ λέγειν· Ἑλλήνων δὲ οὖσαν τὴν δόξαν ὡς οὐκ ἀληθῆ διωσώμεθα. σῶμα τοίνυν ἁμαρτίας καὶ παλαιὸν ἡμῶν ἄνθρωπον, τὸ σῶμα λέγει τὸ ἀπὸ γῆς, ἔχον ὥσπερ ἐκ παλαιότητος τῆς ἐν Ἀδὰμ τὸ καταφθείρεσθαι δεῖν· καὶ καταδεδικάσμεθα γὰρ ἐν ἐκείνῳ καὶ πρώτῳ· ἠῤῥωστηκὸς δὲ πρὸς τούτῳ καὶ τὸ φιλήδονον· ἔχει γὰρ οὕτω κατὰ φύσιν ἡ σὰρξ ἐξ ἐμφύτων κινημάτων. πῶς οὖν ἄρα συνεσταύρωται τῷ Χριστῷ;

γέγονεν ἄνθρωπος ὁ Μονογενὴς, καὶ σάρκα τὴν ἀπὸ γῆς ἠμπέσχετο καταῤῥωστοῦσαν, ὡς ἔφην, ὡς ἐκ παλαιότητος τῆς ἐν Ἀδὰμ τὸν θάνατον· ὠδίνουσαν δὲ ὥσπερ ἐν ἑαυτῇ καὶ τὸ ἐξ ἐμφύτων κινημάτων ἀκονᾶσθαι πρὸς ἁμαρτίαν· κατηρεμεῖ μὲν τῆς ἁμαρτίας ὁ νόμος ἐν τῇ ἁγίᾳ καὶ πανάγνῳ σαρκὶ τοῦ Χριστοῦ· καὶ οὔ τι που κεκινῆσθαί φαμεν ἐν αὐτῷ τὰ τῶν ἀνθρωπίνων παθῶν ἐκτοπώτερα, πλὴν ὅσα τὴν κίνησιν ἀδιάβλητον ἔχει, τὸ πεινῆν δὴ λέγω καὶ τὸ διψῆν καὶ τὸ κοπιᾶν καὶ ὅσα καὶ παρ᾽ ἡμῖν ὁ τῆς φύσεως νόμος ἔξω τετήρηκεν αἰτίας· ὅμως εἰ καὶ μὴ κεκίνηται τυχὸν ἐν Χριστῷ τῆς ἁμαρτίας ὁ νόμος, διά τοι τὸ κατηυνᾶσθαι τῇ τοῦ οἰκονομοῦντος Λόγου δυνάμει τε καὶ ἐνεργείᾳ, ἀλλ᾽ οὖν ὅταν αὕτη καθ᾽ ἑαυτὴν ἡ τῆς σαρκὸς δοκιμάζεται φύσις, κἂν εἰ ἐν Χριστῷ νοοῖτο τυχὸν, οὐχ ἑτέραν οὖσαν παρὰ τὴν ἡμῶν εὑρήσομεν. συνεσταυρώμεθα τοίνυν αὐτῷ, σταυρωθείσης αὐτοῦ τῆς σαρκὸς, καὶ οἷον ὅλην ἐχούσης ἐν ἑαυτῇ τὴν φύσιν· καθάπερ ἀμέλει καὶ ἐν Ἀδὰμ, ὅτε γέγονεν ἐπάρατος, ὅλη νενόσηκε τὴν ἀρὰν ἡ φύσις· οὕτω γὰρ καὶ συνεγηγέρθαι λεγόμεθα τῷ Χριστῷ, συγκαθῆσθαι δὲ καὶ ἐν τοῖς ἐπουρανίοις· εἰ γὰρ καί ἐστιν ὑπὲρ ἡμᾶς ὡς Θεὸς ὁ Ἐμμανουὴλ, ἀλλ᾽ οὖν ἐπεί τοι γέγονε καθ᾽ ἡμᾶς ὡς εἷς ἐξ ἡμῶν, ἐγήγερταί τε καὶ συνεδρεύει τῷ Θεῷ καὶ Πατρί.

συνεσταυρώθη τοίνυν ὁ παλαιὸς ἄνθρωπος· λέλυται γὰρ διὰ τῆς ἀναστάσεως τῆς ἀρχαίας ἐκείνης ἀρᾶς ἡ δύναμις· κατήργηται δὲ καὶ τὸ σῶμα τῆς ἁμαρτίας, καὶ οὐχὶ δὴ πάντως ἡ σὰρξ, ἀλλὰ τῶν ἐν αὐτῇ κινημάτων ἡ ἔμφυτος ἀγριότης, κατασείουσα μὲν ἀεὶ πρὸς τὰ αἰσχίω τὸν νοῦν, ἐνιεῖσα δὲ ὥσπερ πηλῷ καὶ τέλμασι ταῖς γεωδεστέραις ἡδοναῖς· ὅτι γὰρ ἐν Χριστῷ καὶ τοῦτο κατώρθωται τῇ ἀνθρωπείᾳ φύσει, πῶς ἂν ἐνδοιάσειέ τις, Παύλου λέγοντος ἐναργῶς “Τὸ ”γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ “Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρ- ”τίας καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ “σαρκί;” ὁρᾷς οὖν ὅπως τὸ τῆς ἁμαρτίας κατήργηται σῶμα; κατακέκριται γὰρ ἐν τῇ σαρκὶ τῆς ἁμαρτίας τὸ κέντρον· καὶ νενέκρωται μὲν ἐν πρώτῳ Χριστῷ, διαβέβηκε δὲ παρ᾽ αὐτοῦ τε καὶ δι᾽ αὐτοῦ καὶ εἰς ἡμᾶς ἡ χάρις. <Ἡ ἀγνοεῖτε, ἀδελφοί· γινώσκουσι γὰρ νόμον λαλῶ.> Πανταχοῦ ἐπισφαλὲς ἀποφαίνει τὸ ὑπὸ νόμῳ κεῖσθαι ζητεῖν· προτρέπει δὲ μᾶλλον ἐφίεσθαι καὶ ὅλῃ διανοίᾳ διψῆν τὴν διὰ πίστεως χάριν, τουτέστι τὴν ἐν Χριστῷ δικαίωσιν· ᾧ καὶ συντεθάφθαι διισχυρίσατο τοὺς βεβαπτισμένους, ἵνα νεκρωθέντες τῇ ἁμαρτίᾳ, Θεῷ ζήσειαν ἐν δικαιοσύνῃ.

τοιγάρτοι καὶ ἔφασκεν “Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ ”θνητῷ ὑμῶν σώματι εἰς τὸ ὑπακούειν ταῖς ἐπιθυμίαις “αὐτοῦ, μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ”ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ ὡσεὶ ἐκ “νεκρῶν ζῶντας, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ ”Θεῷ· ἁμαρτία γὰρ ὑμῶν οὐκέτι κυριεύσει· οὐ γάρ ἐστε “ὑπὸ νόμον, ἀλλ᾽ ὑπὸ χάριν.” ἄθρει δὴ οὖν ὅπως ἀποφοιτᾶν ἐπιτάττει τῆς τοῦ νόμου σκιᾶς, ὑποτρέχειν δὲ μᾶλλον τὴν ἐν Χριστῷ χάριν· πλὴν οὐκ ἠγνόησεν ὁ πνευματοφόρος ὅτι δὴ πάντως ἐροῦσί τινες, ἤγουν διαλογιοῦνται, ὅτι διημαρτήκασιν ἄρα τῆς εὐθείας ὁδοῦ καὶ ζωῆς οἱ πατέρες· ὤνησε δὲ αὐτοὺς ὁ νόμος οὐδὲν, καὶ φροῦδά πως ἤδη τῆς ἐκείνων πολιτείας τὰ αὐχήματα· εἰ γάρ ἐστι τῶν ἀτόπων τὸ ὑπὸ νόμῳ κεῖσθαι ζητεῖν, καὶ ἦν οὗτος τοῖς ἀρχαίοις ὁ τοῦ βίου σκοπὸς, πῶς οὐκ ἀληθὲς εἰπεῖν ὡς τοῦ πρέποντος διημαρτήκασιν; ἀγωνίζεται τοίνυν ὁ Χριστὸν ἔχων ἐν ἑαυτῷ· καὶ ὑποπλάττεται μὲν εὐφυῶς τὸ καὶ αὐτοῖς βούλεσθαι συνειπεῖν τοῖς ὑπὸ νόμον βεβιωκόσι, περιτρέπει δὲ ποικίλως εἴς γε τὸ δεῖν οἴεσθαι, καιροῦ καλοῦντος εἰς πίστιν, μὴ λίαν ἐθέλειν τοῖς ἀρχαίοις ἔθεσιν ἐμφιλοχωρεῖν· ταύτῃτοί φησιν Ἢ ἀγνοεῖτε, ἀδελφοὶ, γινώσκουσι γὰρ νόμον λαλῶ, ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ᾽ ὅσον χρόνον ζῇ;

ὅρος οὗτος γενικὸς κατά τε νόμου παντὸς καὶ τῶν ὑπὸ νόμον· ἅπασι μὲν γὰρ τοῖς ὑπὸ σκῆπτρα βασιλέων διορίζουσι νόμοι τό τε πρακτέον καὶ τὸ μή· ἰσχύουσι δὲ παρά γε τοῖς ζῶσιν ἔτι· εἰ δὲ δή τις τῶν ὑπὸ νόμον τῆς ἐνσωμάτου ζωῆς ἀπαλλάττοιτο, συναπεδύσατο τῇ ζωῇ καὶ τῶν νόμων τὴν ἐξουσίαν· εἰ γὰρ πέπαυται τοῦ πλημμελεῖν, ἀπρακτήσει που πάντως καὶ ὁ νόμος ἐπ᾽ αὐτῷ. ἀληθὲς οὖν ὅτι κυριεύει τοῦ ἀνθρώπου ἐφ᾽ ὅσον χρόνον ζῇ· καὶ τίς ἄρα ἐστὶν ὁ τοῦ λόγου σκοπὸς, ἀναγκαῖον εἰπεῖν· δύο κατ᾽ αὐτὸν εἰσκομίζει χρήσιμα· ἡμεῖς μὲν γὰρ, φησὶν, οἱ συντεθαμμένοι Χριστῷ διὰ τοῦ βαπτίσματος, οἱ ἀποθανόντες τῇ ἁμαρτίᾳ, ἔξω γεγόναμεν τῆς ἐξουσίας τοῦ νόμου, μετεστοιχειώμεθα γὰρ εἰς ζωὴν ἑτέραν· οἱ δέ γε πρὸ τῆς ἐπιδημίας, οὔπω τὸν ἐν Χριστῷ νοούμενον θάνατον ὑπομείναντες, ἔζων ἔτι τῇ ἁμαρτίᾳ.

ἐκράτει δὴ οὖν ὡς ζώντων ὁ νόμος, καθάπερ ἀμέλει καὶ γυναικὸς ὁ ἀνήρ· ὥσπερ γὰρ ἡ ὕπανδρος γυνὴ, ζῶντος μὲν ἔτι τοῦ κατὰ νόμον συνῳκηκότος, οὐκ ἀνεύθυνον ποιεῖται τὴν ὑφ᾽ ἑτέρῳ σύνοδον· εἰ δὲ δὴ τεθναίη, φησὶν, ἔξω κείσεται δίκης, κἂν εἰ ἕλοιτο τοῦτο δρᾶν ἐννόμως· κατὰ τὸν ἴσον οἶμαι τρόπον οἱ μήπω τῆς ἁμαρτίας τὴν νέκρωσιν ἔχοντες ἐν Χριστῷ, ζῶντες δὲ ὥσπερ ἐν αὐτῇ, πεπράχασιν εἰκότως καὶ ὑπὸ νόμον· κυριεύει γὰρ τοῦ ἀνθρώπου ἐφ᾽ ὅσον χρόνον ζῇ· οἱ δέ γε ὑπὸ χάριν ἤδη γεγονότες τὴν ἐν Χριστῷ, δι᾽ ἧς καὶ τεθνήκασι τῇ ἁμαρτίᾳ καὶ νενέκρωνται τῇ σαρκὶ, τουτέστι τοῖς πάθεσι τῆς σαρκὸς, εἰ μηκέτι χρηματίζουσιν ὡς ζῶντες ἐν κόσμῳ, ἀκαταιτίατον ποιοῖντο ἂν τὴν ἔξω νόμου ζωήν· τεθανάτωνται γὰρ ὡς ἔφην διὰ τοῦ σώματος τοῦ Χριστοῦ, καὶ ἀπέθανον τῷ νόμῳ δικαιούμενοι διὰ πίστεως. <Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκὶ, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο κ.τ.λ.> Σάρκα μὲν τὸ σαρκικὸν ὀνομάζει φρόνημα, ὡς καὶ ἐν ἑτέροις φησίν “Οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύναν- ”ται·” καίτοι πῶς οὐκ ἀληθὲς ὡς οὐκ ἔξω γεγονόσι τοῖς παρ᾽ αὐτοῦ μυσταγωγουμένοις τὰ τοιάδε παρεγγυᾷ;

τί δὲ βούλεται δηλοῦν, πολυπραγμονεῖν ἀναγκαῖον· ὅτε τοίνυν σαρκικῶς ἐπολιτευόμεθα, φησὶ, καὶ τὸ γεῶδες ἐν ἡμῖν ἐκράτει φρόνημα, τότε καὶ ἐνηργεῖτο ἐν ἡμῖν τὰ τῆς σαρκὸς πάθη διὰ τοῦ νόμου πρὸς τὸ καρποφορῆσαι τῷ θανάτῳ· τί οὖν; φαίη τίς ἄν· τὰ πάθη τῆς σαρκὸς εἰσεκομίσθη διὰ τοῦ νόμου; εἶτα πῶς αὐτὸν ἐγκλημάτων ἀπαλλάξωμεν; τί οὖν πρὸς τοῦτό φαμεν; οὐ διὰ νόμου τὰ τῆς σαρκὸς ἐν ἡμῖν κεκίνηται πάθη, τίκτεται δὲ μᾶλλον καὶ ἐξ ἐμφύτου μὲν ἡδονῆς, τὸν δὲ ἀσθενῆ καταληΐζεται νοῦν· καὶ τοῦτο ἡμῖν ἐμφανὲς καθίστησι λέγων “Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ ”πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκὸς, ταῦτα δὲ ἀλ- “λήλοις ἀντίκειται.” νυνὶ δὲ τοῦτο παρεὶς, ἀντεξάγειν τὴν σάρκα τῷ πνεύματί φησι, διὰ μέσου τιθεὶς οὐδέν. οὐκοῦν οὐ διά γε τοῦ νόμου τὰ τῆς σαρκὸς ἐν ἡμῖν κινεῖται πάθη, μᾶλλον δὲ φυσικῶς· καὶ τό γε παράδοξον τοῖς τοῦ νόμου θελήμασιν ἀντανίσταται, ὡς αὐτός που φησὶν ὁ Παῦλος ὅτι “τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ ”τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται.” εἰ δὲ μάχεται τῷ νόμῳ τὸ φρόνημα τῆς σαρκὸς, πῶς οὐκ ἀπόπληκτον ἐννοεῖν δι᾽ αὐτοῦ κινεῖσθαι πρὸς ἐνέργειαν τὰ οὕτως ἀνθεστηκότα; τί οὖν ὁ Παῦλός φησιν;