Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν πρὸς Ῥωμαίους ἐπιστολήν

Κύριλλος Ἀλεξανδρείας

Η πνευματικότητα του νόμου και η εσωτερική πάλη

Εξέταση του ελεγκτικού ρόλου του νόμου, της ακούσιας υποδούλωσης του ανθρώπου στα σαρκικά πάθη και της σύγκρουσης μεταξύ λογικής και επιθυμιών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 4 από 8

ὡς τεθνεῶσι τῇ ἁμαρτίᾳ διαλέγεται τοῖς διὰ τοῦ βαπτίσματος συντεθαμμένοις Χριστῷ, καὶ ὡς ἤδη τὴν τῶν παθῶν νέκρωσιν πεπλουτηκόσιν, οἷς ἂν πρέποι καὶ τὸ ἔξω δεῖν ἰέναι τοῦ νόμου, διά γε τοῦ ἀπηλλάχθαι παθῶν τῶν διὰ τοῦ νόμου καταδεδικασμένων. οὐκοῦν ἔτι μενόντων ἡμῶν ἐν τῷ φρονήματι τῆς σαρκὸς, πάθη τὰ διὰ τοῦ νόμου κατειρημένα τε καὶ ὠνομασμένα, φησὶν, ἐνηργεῖτο ἐν ἡμῖν· ἦμεν δὲ καὶ ὑπεύθυνοι τὸ τηνικάδε τῷ νόμῳ, ἅτε δὴ καὶ ζώσης ἐν ἡμῖν τῆς ἁμαρτίας ἔτι. <Νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα.> Ἔνοχοι μὲν γὰρ ἦμεν τῷ νόμῳ, φησὶν, ὑποθείσης ἡμᾶς τῆς ἁμαρτίας αὐτῷ· εἰ δὲ ἀπεθάνομεν ἐν ᾧ κατειχόμεθα, τουτέστι τῇ ἁμαρτίᾳ, συναπρακτήσει πάντως αὐτῇ καὶ ὁ νόμος· τεθέσπισται γὰρ δι᾽ αὐτὴν, ἵνα ἐλέγχῃ τοὺς παραβαίνοντας. ἔξω δὴ οὖν τῆς τοῦ νόμου χρείας οἱ τῇ ἁμαρτίᾳ νενεκρωμένοι· γεγόναμεν γὰρ ἑτέρῳ, καὶ αὐτῷ δουλεύσωμεν ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος. <Τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία;> Ἄθρει δὴ ὅπως σοφῶς τοὺς ἐπὶ τῷ νόμῳ ποιεῖται λόγους· ἔφη μὲν γὰρ, ὅτι “ὅτε ἦμεν ἐν τῇ σαρκὶ, τὰ παθήματα τῶν ”ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν “ἡμῶν εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ·” ἀπήλλακτο δ᾽ ἂν οὐδαμῶς ὑποψίας ὁ λόγος· ἔφη γὰρ ἄν τις πρὸς ταῦτα εὐθύς Βραβευτὴς οὖν ἆρα καὶ εἰσηγητὴς ἁμαρτίας ὁ νόμος;

εἰ γάρ ἐστιν ἀληθὲς ὡς ἐν ἡμῖν ἐνεργεῖται δι᾽ αὐτοῦ τὰ παθήματα τῆς σαρκὸς, πῶς οὐκ ἂν νοοῖτο καὶ ἁμαρτίας γένεσις; τί οὖν ὁ μυσταγωγός; δριμὺς ὑπαντᾷ, καὶ ἀποφάσκει μὲν ὅτι πατὴρ ἁμαρτίας ὁ νόμος, αἰτιᾶται δὲ μᾶλλον τὴν ἀνθρώπου φύσιν ὡς ἀσθενῆ καὶ δι᾽ αὐτοῦ παθοῦσαν τὸ ἐναλῶναι δίκαις· ταύτῃτοί φησι Τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου. ὅρα τὴν νῆψιν· οὐ γὰρ ἔφη Τὴν ἁμαρτίαν οὐκ εἶχον, εἰ μὴ διὰ νόμου, ἀλλ᾽ ὅτι μὴ ἔγνων μᾶλλον αὐτήν· οὐκοῦν οὐ πρόφασις ἁμαρτίας ὁ νόμος, παραδεικτικὸς δὲ μᾶλλον αὐτῆς, τοῖς οὐκ εἰδόσιν αὐτὴν ἐμφανῆ καθιστὰς, οὐχ ἵνα μαθόντες ἐργάσαιντο, εἴ γε καὶ πρὶν εἰδέναι, πάντως που καὶ ἔδρων· “οὐ γὰρ ἦν δίκαιος, οὐδὲ εἷς,” κατὰ τὴν τοῦ ψάλλοντος φωνήν· ἀλλ᾽ ἵνα τὸ ἀδικοῦν εἰδότες, πρὸς τὰ ἀμείνω μεταχωρήσειαν. καί μοι δοκεῖ γενέσθαι τι τοιοῦτον τοῖς ἀρχαιοτέροις διὰ τῆς Μωσέως ἐντολῆς.

ὑποκείσθω τῷ λόγῳ πλατεῖά τις οἶμος ἀποκομίζουσά ποι, καὶ διεῤῥίφθω μὲν ἐν αὐτῇ πολλὴ διὰ μέσου χερμὰς, ὀρωρύχθω δὲ εἰ δοκεῖ καὶ βόθροι· εἶτά τινες ἔστωσαν οἱ ἐν νύκτι καὶ σκότῳ βαδίζοντες ἐν αὐτῇ, περιπταίοντές τε καὶ μάλα συχνῶς τοῖς διὰ μέσου κειμένοις, καὶ μὴν βόθροις ἀβουλήτως ἐγκαθιέμενοι· ἔχοντος δὲ ὧδε τοῦ πράγματος, δᾷδά τις λαβὼν ἐπ᾽ αὐταῖς ἔστησε ταῖς τριόδοις, ἐμφανῆ καθιστὰς τοῖς οὖσι τὰ μεταξὺ, οὐχ ἵνα πάλιν αὐτοῖς περιπταίωσιν, ἀλλ᾽ ἵνα μᾶλλον ὑπερφέροιντο καὶ ἀπαλλάττοιντο τοῦ κακοῦ· ἆρα οὖν ἠδίκησε τὸ φῶς, ὅτι παρέδειξε τὸ λυποῦν; ἢ μᾶλλον ἐκεῖνό φαμεν, ὡς πλείστην ὅσην αὐτοῖς ἐνεποίει τὴν ὄνησιν, ἀπετέλει δὲ καὶ ἀσφαλεστέρους; ἀλλ᾽ οἶμαι τοῦτό ἐστιν οὐδενὶ τῶν ὄντων ἀσυμφανές. ὅτε τοίνυν ὄντες ἁμαρτωλοὶ, πλείστοις τε ὅσοις ἐγκλήμασι περιπταίοντες, ἐγνώκαμεν διὰ τοῦ νόμου τὴν ἁμαρτίαν, οὐχ ἁμαρτία μᾶλλον ὁ νόμος νοοῖτ᾽ ἂν εἰκότως ἢ λέγοιτο, πολλοῦ γε καὶ δεῖ, παραδεικτικὸς δὲ μᾶλλον τῆς ἁμαρτίας, ὡς ἔφην. <Τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος οὐκ ἐπιθυμήσεις ἔλεγεν. ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν.> Καὶ τὸ τῆς ἡμετέρας φύσεως ἀδρανὲς παρεισάγει, ὅτι δοθεὶς ὁ νόμος εἰς ὄνησιν, ἐπεβούλευσεν ἀδοκήτως, ὡς καὶ τοῖς τὸν ὀφθαλμὸν ἀσθενοῦσι τοῦ ἡλίου τὸ φῶς.

ὅταν οὖν λέγῃ ἀφορμὴν ταῖς ἐπιθυμίαις τρόπον τινὰ τὴν ἐντολὴν γεγενῆσθαι, μηδεὶς κατηγορεῖν αὐτὸν οἰέσθω τοῦ νόμου, ἀλλὰ κατακεκραγέναι μᾶλλον τῆς ἐν ἡμῖν ἀσθενείας· ἀνθ᾽ ὧν ἐχρῆν ἀνακόπτεσθαι διὰ τοῦ νόμου, διὰ τούτων εἰς τὰ χείρω παροτρυνομένους. ἡ γὰρ ἀνθρώπου διάνοια τὸ φιλόκενον ἀεὶ πρὸς ἐπιθυμίας νοσεῖ. καὶ ὁ μὲν ποιῶν τὰς ἐπιθυμίας, ὡς θέλει ζῇ, ἀνενόχλητος ὤν· ὁ δὲ ἀνακόπτων αὐτὰς, ἀγριωτέραν εἰσδέχεται τὴν τῶν παθῶν ἔφοδον· καὶ τῶν μὲν προχείρων οὐδεὶς ἐπιθυμεῖ· ὧν δὲ κωλύεταί τις ἐπιθυμεῖ. ὅθεν τοῦ νόμου κωλύσαντος τὸ βλάπτον, γέγονεν ἀφορμὴ τοῖς ἀσθενεστέροις τοῦ πλέον αὐτοῦ ἐπιθυμεῖν. <Χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά.> Εἰ γὰρ μὴ κέοιτο, φησὶν, ὁ τὸν τῆς φαυλότητος τρόπον καταδικάζων νόμος, ἀδρανὲς ἂν γένοιτο τὸ κακόν· κατερεθίζεται γὰρ μονονουχὶ πρὸς ἰσχὺν διὰ τοῦ νόμου, καὶ ῥᾳθυμότερον μέν τισι τὸ τῆς ἡδονῆς ἐγκείσεται κέντρον, ἐπιτιμῶντος αὐτῷ μηδενός· μόνον δὲ οὐχὶ καὶ ἀπαμβλύνεται τῷ τῆς ἐξουσίας πλάτει γοητευόμενον· οὗ γὰρ ὅλως τὸ ἀντιστατοῦν οὐδὲν, ἐκεῖ που πάντως ἀργεῖ καὶ τὸ φιλόνεικον. νεκρὰ τοιγαροῦν ἡ ἁμαρτία, νόμου τὸ πρακτέον μὴ διαγορεύοντος· ἐζηκέναι δέ φησιν ὁ μυσταγωγὸς χωρὶς νόμου ποτέ· εἶτα τῆς ἐντολῆς ἐλθούσης, ἀναβιῶναι μὲν τὴν ἁμαρτίαν, τεθνάναι γεμὴν ἑαυτὸν διισχυρίζεται.

Καὶ σχηματίζει μὲν ἐν τούτοις ἐφ᾽ ἑαυτῷ τὸν λόγον· οἶμαι δὲ ἔγωγε τοιοῦτόν τι βούλεσθαι δηλοῦν αὐτόν· ὑπὸ δίκην μὲν γὰρ ὁμολογουμένως ἐστὶ καὶ τὸ ἐν ἀγνοίᾳ πλημμελεῖν· ἔσται δὲ ὅτι φορτικωτέρα τοῖς εἰδόσιν ἡ κόλασις, πεπληροφόρηκεν ὁ Σωτὴρ λέγων Ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς· ὁ δὲ μὴ εἰδὼς, καὶ μὴ ποιήσας, δαρήσεται ὀλίγας. οὐκοῦν ἄμεινον ὁμολογουμένως τὸ ἐν ἀγνοίᾳ πλημμελεῖν, ἢ τὸ ἐν εἰδήσει νόμων. εἰ δὲ δή τις γέγονεν ὑπὸ νόμον, τὴν ἔξω νόμου ποτὲ διαζήσας ζωὴν, εἶτα τῶν τεθεσπισμένων ἀφειδεῖν ᾑρημένος, ἥλω γραφῇ ἁμαρτίας καὶ πέπτωκεν ὑπὸ δίκην· τότε δὴ τότε ταῖς ἑαυτοῦ ῥᾳθυμίαις ἐπιστυγνάσας, καὶ τῆς ἀκριβείας τοῦ νόμου μονονουχὶ κατακεκράξεται λέγων Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ· ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον. εἰ γάρ ἐστιν ἀληθῶς ἁμαρτία νεκρὰ χωρὶς νόμου, πῶς οὐ πιθανὸν ἐννοεῖν ζωοποιεῖσθαι τρόπον τινὰ διὰ τοῦ νόμου τὴν ἁμαρτίαν τοῦ καὶ ἐμφανῆ καθιστάντος αὐτὴν, καὶ οἷον ἔμπνουν ἀποτελοῦντος, καίτοι πάλαι μὴ ἐγνωσμένην, εἰ καὶ ἦν ἐν ἡμῖν; οὐ γὰρ ἦμεν δίκαιοι, ὥσπερ δὲ νεκρᾶς οὔσης τῆς ἁμαρτίας, διά τοι τὸ μὴ εἶναι τυχὸν τὸν καταδικάζοντα νόμον, ἐζῶμεν ἡμεῖς τῆς ἀγνοίας τὴν παραίτησιν εὐάφορμον ἔχοντες· “οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις,” καθά φησιν αὐτός.

οὕτω παρελθούσης εἰς μέσον τῆς ἐντολῆς, ἀνεβίω μὲν ὥσπερ ἡ ἁμαρτία, κατηρτίσθη δὲ ὁ θάνατος καὶ ἀρὰ καὶ δίκη τῶν ταῖς παραβάσεσιν ὑποπιπτόντων ἐξ ἀσθενείας. καὶ τί τὸ ἐντεῦθεν; πέπρακταί τι τῶν ἐλπίδος ἔξω καὶ ἀδοκήτων ἐφ᾽ ἡμῖν· εὕρηται γὰρ ἡ ἐντολή φησιν ἡ δοθεῖσα πρὸς ζωὴν, αὕτη εἰς θάνατον. ὥσπερ γὰρ κατασίνεταί πως τῆς ἡλιακῆς ἀκτῖνος τὸ φῶς τοὺς οἵπερ ἂν εἶεν τὴν ὄψιν ἠῤῥωστηκότες, καίτοι πεφυκὸς εἶναι γλυκὺ καὶ τριπόθητον, καὶ οὐκ αὐτὸ πάντως ἐστὶ τὸ ἀδικοῦν, νοοῖτο δὲ μᾶλλον τῆς τῶν πεπονθότων ἀῤῥωστίας ἔγκλημα τὸ ἀδικεῖσθαι παρ᾽ αὐτοῦ· κατὰ τὸν ἴσον οἶμαι τρόπον πρόφασιν διδόσθαι τῇ ἁμαρτίᾳ φησὶ τὴν ἐντολὴν, ἐξηπατῆσθαί τε δι᾽ αὐτῆς, κατακομισθῆναι δὲ καὶ εἰς θάνατον. φαίη δ᾽ ἄν τις καὶ ἑτέρως ὅτι δὴ σφόδρα φιλεῖ ταῖς τοῦ νόμου βουλαῖς ἀεί πως μάχεσθαι τὸ φιλήδονον· καὶ οἱ τῆς φαυλότητος τρόποι ταῖς ἐπιεικείαις ἀνακοπτόμενοι, γενικώτερον ἀντεξάγουσι, καὶ τὸν νοῦν ἐσθ᾽ ὅτε καταληΐζονται καταστρέφοντες εἰς παράβασιν, καὶ ταῖς ἐκ νόμου ποιναῖς ὑποφέροντες, καίτοι νόμον ἐσχηκότες τοῦ πολέμου τὴν ἀφορμήν.

ταύτῃτοί φησι σοφὸς ὢν ὁ Παῦλος ἠπατῆσθαί τε διὰ τῆς ἐντολῆς, καὶ δι᾽ αὐτῆς ἀποθανεῖν· ἀπέκτεινε γὰρ μονονουχὶ καταθήγουσα πρὸς ἀντίστασιν τὰς ἐν ἡμῖν ἡδονὰς, κατά γε τοὺς προειρημένους τρόπους. <Ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή.> Ἅγιος ὁ νόμος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή· ἀποφαίνει γὰρ ἁγίους τε καὶ δικαίους καὶ ἀγαθοὺς τοὺς οἵ περ ἂν ἕλοιντο φυλάττειν αὐτὸν, ἵνα δὴ γένοιντο ταῖς ἐκ παραβάσεων αἰτίαις οὐδαμόθεν ἁλώσιμοι. ἀλλ᾽ ἦν τοῦτό πως ἀνέφικτον· “Παραπτώματα γὰρ τίς συνήσει,” κατὰ τὸ γεγραμμένον; <Τὸ οὖν ἀγαθὸν ἐμοὶ γέγονε θάνατος;> Ἅγιος μὲν ὁ νόμος, ἁγία δὲ καὶ ἡ ἐντολὴ καὶ ἀγαθή. εἶτα πῶς ἔφασκε “Καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν, αὕτη εἰς ”θάνατον;” ἆρα οὖν εἰπέ μοι γέγονε τὸ ἀγαθὸν ὀλέθρου πρόξενον; μὴ γένοιτο, φησίν· ἐπαιτιῶμαι γὰρ ἐν τούτοις ἥκιστα μὲν τὸν νόμον, ἕστηκα δὲ ὥσπερ τῆς ἁμαρτίας κατήγορος· καταβιάζεται γὰρ οὕτω τὴν ἀνθρώπου φύσιν, καὶ τῆς ἐν ἡμῖν διανοίας κεκράτηκεν· ὥστε αὐτὸν τὸν εἰς σωτηρίαν ἡμῖν καὶ ζωὴν δοθέντα νόμον, τὴν ἁγίαν ὄντως καὶ ἀγαθὴν ἐντολὴν, θανάτου γενέσθαι πρόφασιν τοῖς ὑπεζευγμένοις· πῶς ἢ τίνα τρόπον;

εἰ γὰρ ἕψεται μὲν ἀεὶ τοῖς παρανομοῦσιν ἡ δίκη, διεληλάκαμεν δὲ πρὸς τοῦτο λοιπὸν ἀσθενείας ἡμεῖς, ὡς ἀεὶ ταῖς παραβάσεσιν ἐναλίσκεσθαι, ἐναργὲς ἤδη πως, ὅτι κατὰ τοῦτον τὸν τρόπον ὁ σώζων νόμος, ὁ ἅγιός τε καὶ ἀγαθὸς, νεῦρά πως δοκεῖ γενέσθαι τῇ ἁμαρτίᾳ καὶ ὁδὸς εἰς θάνατον τοῖς ὑφ᾽ ἁμαρτίαν· καὶ τάχα που, φησὶν, ἵνα γένηται καθ᾽ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς· τοῖς μὲν γὰρ ἠγνοηκόσι τὸ τῷ Δεσπότῃ δοκοῦν, ἕψεται μὲν πάντως τὸ ἐναλῶναι δίκαις· ἠνομήκασι γὰρ, εἰ καὶ μὴ ἐγνώκασι. πλήν ἐστί τις αὐτοῖς καὶ ἀπολογίας οὐκ ἀπίθανος οἶμαι λόγος· προβαλοῦνται γὰρ κατὰ τὸ εἰκὸς τὴν ἄγνοιαν· τοῖς γεμὴν ἐν νόμῳ τὸ μὴ εἰδέναι λέγειν τὸ θέλημα τὸ δεσποτικὸν, εἰκαῖον ἤδη πως.

οὐκοῦν εἰ φαίνοιτο διαβιοῦν ᾑρημένος ἀνοσίως, οὐκ ἀγνοίας ἔσται ἀλλ᾽ ἀπονοίας τὸ κατηγόρημα, καὶ τῆς ἀνωτάτω λοιπὸν ἀφιλοθεΐας· οὕτως ἂν λέγοιτο καθ᾽ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία, ἁμαρτωλοῦ μὲν γὰρ ὑπάρχοντος καὶ τοῦ πεπλημμεληκότος ὡς ἐν ἀγνοίᾳ, ἥκιστα γεμὴν καθ᾽ ὑπερβολὴν λεγομένου τε καὶ ὄντος ἁμαρτωλοῦ. <Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν.> Πνευματικόν φησι τὸν νόμον, ὡς ἀποτελοῦντα πνευματικοὺς τοὺς ἑπομένους αὐτῷ· νοεῖται δὲ πνευματικὸς ὁ μὴ κατὰ σάρκα ζῶν, ἀπονενευκὼς δὲ μᾶλλον ἐπὶ τὸ θέλειν ἕπεσθαι τῇ θελήσει τοῦ πνεύματος· ἔφη δὲ καὶ ὁ μακάριος Δαυείδ “Ὁ νόμος Κυρίου ἄμωμος ἐπιστρέφων ψυχὰς, ἡ ”μαρτυρία Κυρίου πιστὴ σοφίζουσα νήπια· ὁ φόβος Κυρίου “ἁγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος.” ὥσπερ οὖν ἄμωμόν φησιν εἶναι τὸν νόμον, οἶδε γὰρ ἀμώμους ἀποτελεῖν, πιστὴν δὲ τὴν μαρτυρίαν ὡς πιστοὺς ἀποφαίνουσαν, καὶ ἁγνὸν τὸν φόβον, ἔστι γὰρ ἁγνοποιὸς, οὕτως ἐκδέξῃ κἀνθάδε πνευματικὸν εἰρῆσθαι τὸν νόμον, ὡς πνευματικοὺς ἀποφαίνοντα τοὺς ἑπομένους αὐτῷ· εἰ γὰρ καί ἐστιν ἐν σκιαῖς, ἀλλ᾽ οὖν ἔχει τῆς ἀληθείας τὴν μόρφωσιν. τί οὖν ὁ Παῦλος;

ἰσχυρίζεται μὲν, ὅτι πνευματικὸς ὁ νόμος, αἰτιᾶται δὲ τὴν ἀνθρώπου φύσιν ὡς πολὺ νοσοῦσαν τὴν ἁμαρτίαν· καὶ πειρᾶται πληροφορεῖν, ὡς ἐπείπερ ἐστὶ πνευματικὸς ὁ νόμος, ταύτῃτοι μάλιστα φορτικός ἐστι τῇ τοῦ ἀνθρώπου φύσει· τί γὰρ, εἰπέ μοι, φησὶν, εἰ ὁ μὲν νόμος ἐστὶ πνευματικὸς, ἐγὼ δὲ σαρκικός εἰμι, τουτέστι τῷ τῆς σαρκὸς φρονήματι τυραννούμενος; ὁρᾷς ὅπως εἰς ὅσην ἡμῖν ἐναντιότητα θελημάτων τίθησι τὰ δηλούμενα; ἕτερον γὰρ τὸ θέλημα τοῦ πνεύματος, καὶ ἕτερον ἂν νοοῖτο τὸ τῆς σαρκός· ἀντίκεινται γὰρ ἀλλήλοις, καὶ ἀσύμβατον ἔχουσι τὴν εἰς ταυτότητα συνδρομήν· ὅτε τοίνυν σαρκικὸς μὲν ὁ ἄνθρωπος, πνευματικὸς δὲ ὁ νόμος, πῶς ἂν γένοιτο καὶ οἰστὸς τοῖς οὕτως ἠῤῥωστηκόσι τὴν ἁμαρτίαν; καὶ μάλα ἐμφρόνως· εἰ γάρ ἐστι σαρκικὸς, νοηθείη ἂν οἷά τις αἰχμάλωτος καὶ ἐν τάξει τῇ οἰκετικῇ. <Ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω.> Οἴονται κατὰ τὸ εἰκὸς τῶν ἀμαθεστέρων τινὲς τῶν Ἑλλήνων μῦθον ἐμπεδοῦν ἐθέλειν αὐτόν· ὃν οὐκ οἶδ᾽ ὅπως ἐκεῖνοι πρεσβεύειν ἐγνώκασι, πλανῶντές τε καὶ πλανώμενοι· εἱμαρμένην γάρ τινα πλαστουργοῦντες καὶ τύχην κατὰ τὸ σφίσι δοκοῦν, εἶτα τὸ κρατεῖν τῶν καθ᾽ ἡμᾶς πραγμάτων ταῖς οὐκ οὔσαις ἀνάπτοντες, παραιροῦνται τὸν ἄνθρωπον τοῦ ὅτι μάλιστα πρέποντος αὐτῷ, φημὶ δὲ τοῦ χρῆναι βιοῦν ἐλευθέρως, ἀνειμένην τε καὶ ἐθελούσιον ἔχοντα τὴν ῥοπὴν τὴν ἐφ᾽ ὅπερ ἂν ἕλοιτο τῶν πρακτέων.

ἀνάγκη δὲ ὥσπερ καὶ τοῖς παρ᾽ ἐκείνων ὅροις τε καὶ ψήφοις ὑπάγοντες, οὐ μετρίως ἀδικοῦσι τοὺς κατὰ τόνδε τὸν βίον· εἰ γάρ τις ἴοι κατ᾽ αὐτοὺς ἐπὶ τὸ δρᾶν ἃ μὴ θέμις, οὐκ ἐνὸν αὐτῷ κἂν εἰ βούλοιτο τυχὸν τῆς εἱμαρμένης τὸ νεῦμα διαφυγεῖν, οὐδ᾽ ἂν ὅλως διαμωμήσαιτό τις εὖ φρονῶν, κἂν εἰ ὁρῷτο πλημμελῶν. ὃ γὰρ ἦν ἀνάγκη καὶ οὐχ ἑκόντα δρᾶν, εἰ ἁλίσκοιτο πεπραχὼς, ἔξω που πάντως αἰτίας ἔσται καὶ δίκης· ἐπαινέσειε δ᾽ ἄν τις οὐ λίαν ἐμφρόνως τὸν ἐπιεικῆ καὶ κόσμιον· τί γὰρ εἰ γέγονε τοιοῦτος οὐχ ἑκὼν, ἀλλὰ τοῖς ἑτέρου νεύμασι παρενηνεγμένος εἰς τοῦτο, μᾶλλον δὲ καὶ ἄμαχον αὐτῷ τὴν ἀνάγκην κατεξανιστάσης τῆς τύχης;

Οὐκοῦν ἀπηχὲς μὲν παντελῶς τὸ ταῖς Ἑλλήνων τερθρείαις συναποφέρεσθαι λέγειν τὸν τῶν καλλίστων εἰσηγητὴν, ἤγουν οἴεσθαι τῆς ἐκείνων ἀβελτερίας ἰέναι κατόπιν τὸν τῶν θείων ἡμῖν μυστηρίων γεγονότα ταμίαν, εἰ λέγοι τυχόν Ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω, ἀλλ᾽ ὃ μισῶ τοῦτο ποιῶ. εἰ γὰρ δή τις ὅλως διισχυρίσαιτο, καὶ δὴ καὶ ἕλοιτο φρονεῖν, ὡς εἱμαρμένῃ μὲν καὶ τύχῃ τὴν τῶν καθ᾽ ἡμᾶς ἀπονενέμηκεν ἐξουσίαν, πῶς οὐκ ἂν εἰκότως ἐροῖτο ἂν αὐτὸν ἐκεῖνό που λέγων Εἰ σκληραῖς καὶ δυσαντήτοις ἀνάγκαις ἐνειλημμένοι τῶν πρακτέων, ἢ μὴ, κύριοι μὲν ἡμεῖς οὐδαμόθεν καθεστήκαμεν, εἴκομεν δὲ μᾶλλον ὡς κρατοῦσιν ἑτέροις καὶ τοῦ κατὰ γνώμην εἱργόμεθα, πῶς ἡμῖν γέγραφας αὐτός “Ἢ ἀγνοεῖτε ἀδελφοὶ, γινώσκουσι γὰρ ”νόμον λαλῶ, ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ᾽ ὅσον “χρόνον ζῇ;” κυριεύει δὴ οὖν τινα τρόπον τῶν ζώντων ὁ νόμος· ἀπρακτήσει μὲν γὰρ ἀραρότως ἐπὶ τοῖς τεθνεῶσιν· ὁρίζεται δὲ οὐκ ἐκείνοις· πόθεν; ἀλλὰ τοῖς ἔτι τὸν ἐν σώματι τρίβουσι βίον· καὶ στεφανοῖ μὲν ἐπαίνοις τὸν εὐδοκιμεῖν εἰωθότα, καταψηφίζεται δὲ τῶν βεβήλων τὴν δίκην· εἶτα πῶς ὁ νομοθέτης ὅσιος ἔσται κριτὴς κολάζων ἡμαρτηκότας τοὺς εἰς τοῦτο πεσεῖν ἀβουλήτως ἐκ τύχης ἠναγκασμένους; μᾶλλον δὲ τί καὶ ὅλως τὸν νόμον ὡρίσατο;

τοῖς μὲν γὰρ ἔχουσιν ἐπ᾽ ἐξουσίας ἃ ἂν βούλοιντο δρᾶν, ὁσίαν ὁ νόμος ὁρίζει τὴν δίκην, εἰ παρὸν εὐδοκιμεῖν ταῖς ἀγαθουργίαις ἐπιδόντας τὸν νοῦν, αὐτοὶ τὰ αἰσχίω τετιμήκασι, καὶ τῶν ἀμεινόνων ἠλλάξαντο τὰ διὰ νόμου κατεγνωσμένα· τοῖς γεμὴν ἐπηρτημένον ἔχουσι τὸν τῆς ἀνάγκης ζυγὸν, καὶ ᾗπερ ἂν τοῖς κρατοῦσι δοκῇ τρεπομένοις ἀεὶ, περιττὸν οἶμαί που τὸ θέσπισμα. καίτοι πῶς οὐκ ἀληθὲς εἰπεῖν ὡς οὐδ᾽ ἂν ἡμῖν ὁ πάντα εἰδὼς τὸν ἐκ τοῦ νόμου ζυγὸν ἐπετίθει, τὸ αὐτῷ δοκοῦν εὖ μάλα βραβεύοντα καὶ παιδαγωγοῦντα πρὸς τὸ συμφέρον, εἰ τοῖς εἱμαρμένης βρόχοις ἐνειλημμένους ἠπίστατο; ἢ γὰρ ἐκεῖνο λεγόντων οἱ δι᾽ ἐναντίας, ὡς ἠγνόηκε τοῦτο Θεὸς, ἢ εἴπερ ὀρθὰ φρονεῖν ᾑρημένοι δεδίασι σφόδρα τὸ τῆς ἀῤῥήτου δόξης καταχέαι τὴν ἄγνοιαν· νενομοθετηκέναι δέ φασι, καὶ μὴν καὶ τῶν πλημμελούντων καθορίσαι τὰς δίκας ὁμολογήσουσιν ἐναργῶς· οἶδέ που πάντως ἐλευθέρῳ φρονήματι διαζῶντα τὸν ἄνθρωπον καὶ ῥοπαῖς ἐθελουσίοις ἐφ᾽ ὅπερ ἂν καὶ βούλοιτο διάττειν ἰσχύοντα, παραποδίζοντος οὐδενός.

ταύτῃτοι καὶ ὁ θεσπέσιος Παῦλος κυριεύειν ἔφη τοῦ ἀνθρώπου τὸν νόμον ἐφ᾽ ὅσον χρόνον ζῇ· οὐκοῦν οὐχ ὡς τῆς ἀνθρώπου διανοίας τοῖς ἑτέρων ὑποκειμένης νεύμασι τὰ τοιάδε φησί· φιλοσοφεῖ δὲ καὶ τῆς ἀνθρώπου φύσεως τὰ πάθη περιεργάζεται, μόνον δὲ οὐχὶ καὶ ἀνορύττει λεπτῶς τὰ εἰς νοῦν ἔσω τῶν ἀῤῥωστημάτων, καὶ τῆς ἐμφύτου φιληδονίας τὸ σῶμα γράφεται, τοῦ νοσοῦντος ἔτι τὴν φιλοσαρκίαν ἑαυτῷ τὸ πρόσωπον εὖ μάλα περιτιθείς. εἰ γὰρ καὶ ἐσταύρωται μὲν αὐτὸς τῷ κόσμῳ, καὶ μὴν ὁ κόσμος αὐτῷ, καὶ ἦν ἀξιάγαστος ἀληθῶς, ἀλλ᾽ ἡγεῖτο σοφὸν μὴ εἰς τὸ οἰκεῖον χάρισμα βλέπειν, ἀλλὰ τὴν τῶν οὔπω γεγονότων κατ᾽ αὐτὸν ἀσθένειαν ὑπόθεσιν ἀναγκαίαν ποιεῖσθαι τῷ λόγῳ. ὅταν οὖν ἀκούσῃς λέγοντος Ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω, ἐννόει τινὰς τῶν ὑπεράγαν ἁμαρτωλῶν οἰομένους, ὅτι τὸν πανάριστον ἀληθῶς διαζῶσι βίον, καὶ ὅτι τῆς ἐν τῷδε τῷ κόσμῳ τρυφῆς καὶ ἐξιτηλίας οὐδὲν ἂν γένοιτο τὸ ἰσοστατοῦν· καταμυσάττονται μὲν γὰρ τῆς ἐπιεικείας τοὺς τρόπους, ἐναβρύνονται δὲ καὶ ἐνσπαταλῶσι λίαν ταῖς σφῶν αὐτῶν ἡδοναῖς· καὶ περὶ αὐτῶν οἶμαί που φησὶν ὁ Παῦλος “Οἱ τὰ ”ἐπίγεια φρονοῦντες, ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ “αἰσχύνῃ αὐτῶν.” οὗτοι φαῖεν ἂν εἰκότως ὥς τι τῶν ἄγαν ἐπαινουμένων πληροῦντες τὸ φαῦλον Ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω.

οὐκοῦν ἀκουέτωσαν “Ἐκνήψατε οἱ μεθύοντες ”ἐξ οἴνου αὐτῶν·” ὅνπερ γὰρ τρόπον οἱ φιλοπόται καὶ κάτοινοι παρακεκομμένοι τῷ πάθει τῆς διανοίας τὸ ἀκριβὲς, οὐκ ἂν εἰδεῖεν τὰ σφίσι δρώμενα κατὰ τὸν τοῦ μεθύειν καιρὸν, οὕτως οἱ τὴν φρένα κατηῤῥωστηκότες ἐκ φιλοσαρκίας καὶ τῶν αἰσχίστων ἡδονῶν, οὐδὲ ὅ τι ποτὲ δρῶσιν εἰδεῖεν ἄν· νόσημα δὴ οὖν ἀνθρώπου καρδίας ὁ Παῦλος ἡμῖν ἐξηγεῖται λέγων Ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω· εἰ δὲ δή τις εἴη τοῖς μὲν ἀπὸ τοῦ συνειδότος ἐλέγχοις τρυφερωτέραν ὥσπερ ὑπέχων τὴν ἑαυτοῦ καρδίαν, καὶ ἀσχάλλων μὲν ὅτι πλημμελεῖ, πλὴν ἔτι πλεονεκτούμενος ταῖς εἰς ἁμαρτίαν ἡδοναῖς, καὶ οἷον ἀβουλήτως ἰὼν πρὸς τὸ πλημμελὲς, φαίη ἂν εἰκότως Οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω, ἀλλ᾽ ὃ μισῶ τοῦτο ποιῶ· ὡς πόσοι ποσάκις τεθαυμάκασι μὲν τὴν ἐγκράτειαν, καὶ δὴ καὶ μελέτης τῆς εἰς αὐτὴν ἀρξάμενοι, τοῖς τῆς μυσαρᾶς ἡδονῆς νενίκηνται κέντροις, καὶ ὀκλάσαντος αὐτοῖς τοῦ νοῦ πρὸς τὸ χεῖρον, ἐνηργήκασι τὴν ἁμαρτίαν, κατηφείας γεμὴν μετὰ τοῦτο μεμέστωνται· τούτοις ἂν πρέποι καὶ μάλα εἰκότως μονονουχὶ καὶ ἀβουλήτως ἠσθηνηκόσι τὸ φάναι δὴ πάλιν “Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ᾽ ἡ ”οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.” <Εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλός.> Ἐνίησι πάλιν τῆς θεωρίας τὸ ἀκριβὲς τῇ τοῦ σώματος φύσει, καὶ τῶν ἐνόντων αὐτῷ φυσικῶς ἀῤῥωστημάτων τὴν δύναμιν κατασκέπτεται.

αἵ τε γὰρ ὀρέξεις αἱ πρὸς πᾶν ὁτιοῦν ἀποκομίζουσαι τῶν παθῶν, καὶ τῆς φιληδόνου ζωῆς τὰ ἐγκλήματα, πηγὴν ἔχουσι τὴν σάρκα· καὶ πρός γε τοῦτο ἡμᾶς ἐμπεδοῖ λέγων τοῦ Σωτῆρος ὁ μαθητής “Πόθεν πόλε- ”μοι ἐν ὑμῖν καὶ πόθεν μάχαι; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν “ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν;” <Τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν, οὐχ εὑρίσκω.> Τὸ γὰρ θέλειν φησὶ παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ· καὶ τὰ ἑξῆς· εἰς ἀπόδειξιν τοῦ κατηγορεῖσθαι τὴν σάρκα δεινῶς ὠδίνουσαν ἐν ἑαυτῇ τὴν ἁμαρτίαν, παραδέχεται σοφῶς τὸ παρακεῖσθαι μὲν ἡμῖν τὸ ἀγαθὸν, μὴ μὴν ἔτι καὶ τὸ δύνασθαι διαπεραίνειν αὐτό· καταβιάζεται γὰρ εἰς ἀβούλητον ἐκτροπὴν καὶ οὐχ ἑκόντα τὸν νοῦν. οὐκοῦν ὅσον ἧκεν εἴς γε τὸ αὐτῷ δοκοῦν, ἦν ἂν ἔξω καὶ ἁμαρτίας· ἐπειδὴ δὲ δυσδιάφυκτον ὑπομένει πλεονεξίαν, εἴη ἂν εἰκότως, οὐκ αὐτοῦ δὴ μᾶλλον, ἀλλὰ τοῦ πλεονεκτοῦντος ἡ αἰτία· ταύτῃτοί φησιν Εἰ δὲ ὃ οὐ θέλω ἐγὼ, τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ᾽ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.

Εἴποι δὲ ἄν τις Ἆρα εἴ τινες τῶν ἀλιτηρίων βαρβάρων πόλιν ἢ χώραν καταδῃώσαντες, εἶτα δορυκτήτους τῶν ἐνοικούντων ἑλόντες τινὰς τὸν τῆς δουλείας αὐτῶν ἐπιτιθεῖεν ζυγόν· οἱ δὲ τοῦτο πεπονθότες ὡς ἐξ ἀναγκαίου δεσμοῖς τοῖς τῶν κρατούντων εἴκοιεν νόμοις, μώμου καὶ γραφῆς εἶεν ἂν ἄξιοι, ὅτι μήτε ἀμείνους τῆς ἀνάγκης εἰσὶ, μήτε μὴν τὸ σφίσιν αὐτοῖς ἡδὺ διαπεραίνειν σπουδάζουσι, τῆς τῶν τετυραννηκότων ἀλογήσαντες ἐξουσίας; ἀλλ᾽ οὐκ ἂν οἶμαί τις αὐτοὺς εἰκότως διαμωμήσαιτο. οὐ γὰρ ἐξὸν ἀνεῖσθαι δουλεύουσιν, εἴκουσι δὲ ὡς ἔφην ταῖς ἀβουλήτοις συμφοραῖς. ἀλύοντες μὲν ὅτι τῆς ἐλευθερίας ἐστέρηνται, τοῖς γεμὴν ἀλκιμοτέροις ἐξ ἀνάγκης ἡττώμενοι καὶ οὐχ ἕκοντες δουλεύουσιν. ἀλλ᾽ εἴπερ ἐστὶ τοῦτο τοῦ εἰκότος οὐ μακρὰν, ἀπηλλάχθω γραφῆς ὁ ἀνθρώπινος νοῦς ἐπὶ τοῖς τῆς σαρκὸς ἀῤῥωστήμασιν. ἀλλ᾽ ἦν ἐπ᾽ αὐτῷ, φησὶ, καὶ τὸ μὴ ἑλέσθαι δρᾶν· ἔχει γὰρ αὐτὸς τὰς τῶν θελημάτων ἡνίας. οὐκοῦν ἔστω καὶ πλεονεξίας ἀμείνων καὶ ἀτυράννευτος ἁμαρτίαις.

εἰ δὲ δύσοιστος καὶ οὐκ εὐάντητος ἡ τῆς σαρκὸς φύσις, κατεξανιστᾶσα τῷ νῷ τὴν ἀτίθασον ἡδονὴν, ἀργότερος δὲ πρὸς ἐπικουρίαν ὁ νόμος· οὐ γὰρ ἔχει τὸ δύνασθαι νεκροῦν ἁμαρτίας· οὐκ ἂν ἐγκαλέσειέ τις δικαίως ὅτι μὴ δρᾷ τὸ ἀμεῖνον τὰ αἰσχίω μεθείς· κἂν εἰ ἔχοι τυχὸν τὰς τῶν ἐν ἡμῖν θελημάτων ἡνίας. <Εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται.> Ἄθρει δὴ πάλιν ὡς σοφῶς καὶ εὐτέχνως ἀποδέχεται τὸν νόμον, οὐχ ὡς τῆς ἁμαρτίας τὸ κέντρον ἀπαμβλύνειν ἰσχύοντα, οὔτε μὴν κατανεκροῦν οἷόν τε τὴν ἐν ἡμῖν ἁμαρτίαν, ἀλλ᾽ ὡς ἐνιέντα μόνον τῷ νῷ τὴν τοῦ συμφέροντος γνῶσιν. εἰ γὰρ ἐμοί φησι παράκειται τὸ κακὸν ὡς ἐνοικοῦν τῇ σαρκὶ, κατακιβδηλεύει γεμὴν ὁ νόμος αὐτὸ, χαρίζεται τὴν ἐπικουρίαν καὶ νοεῖται σύμβουλος, οὐ μὴν ἔτι καὶ λυτρωτής· δεῖ δὲ δὴ πάντως τοῖς ἀῤῥωστοῦσι τὴν ἁμαρτίαν, οὐ τοῦ διειδέναι μόνον ὅτι τὰ ἀμείνω προσήκει δρᾶν αὐτοὺς, ἀλλὰ καὶ τοῦ δύνασθαι κατορθοῦν ἅπερ ἂν εὖ ἔχοι καὶ τῷ νόμῳ δοκῇ· καθάπερ ἀμέλει καὶ τοῖς ἐθέλουσιν εὐδοκιμεῖν ἐν μάχαις οὐκ ἀπόχρη πρὸς τοῦτο γυμνὴ καὶ μόνη τῶν τακτικῶν ἡ εἴδησις, ἀλλ᾽ εἰ προσυπάρχοι τούτῳ καὶ τὸ εὐσθενὲς, εἶεν ἂν οἱ τοιοίδε τότε δὴ μόλις λαμπροὶ καὶ ἀπόβλεπτοι.

οὐκοῦν εἰ διδάσκει μὲν ὁ νόμος τὸ ἐν ἀγαθοῖς εὐτεχνὲς, κατ᾽ οὐδένα δὲ τρόπον τοῖς πλεονεκτουμένοις ἐπικουρεῖ τὴν ἁμαρτίαν ἀπονευρῶν, καλὸς μὲν ὅτι καὶ διδάσκαλος, οὐ μὴν ἔτι καὶ ἐν ἴσῳ χάριτι τῇ διὰ Χριστοῦ καταλογισθείη ἂν εἰκότως, τοῦ καὶ σοφοῦν ἰσχύοντος καὶ ἀλκιμωτέρους ἡμᾶς ἀποφαίνοντος τοῦ κακοῦ. <Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον.> Ὡς ἔφην ἤδη, διψᾷ μὲν ὁ νοῦς τὸ ἐλεύθερον, καὶ τῶν διαβεβλημένων ἀπαλλακτιᾷ, καὶ ταῖς ἀνωτάτω τιμαῖς στεφανοῖ τὸν νόμον ὡς τῶν καλλίστων εἰσηγητήν· καταβιάζεται δὲ εἰς ἐκτόπους ἡδονὰς ἡ τῆς σαρκὸς φύσις, πολεμοῦντός τε καὶ ἐγκειμένου τοῦ νόμου τῆς ἁμαρτίας· νόμον δὲ ἁμαρτίας εἶναί φησι τὸ ἔμφυτον κίνημα, καὶ ὅπερ ἂν ὑπάρχειν οἴοιτό τις τῆς φιλοσαρκίας τὸ πάθος, καθάπερ ἀμέλει καὶ νόμον ἔφη νοὸς τὴν εἴς γε τὸ ἀγαθὸν αὐτοῦ ῥοπήν τε καὶ θέλησιν. <Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;