Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν πρὸς Ῥωμαίους ἐπιστολήν

Κύριλλος Ἀλεξανδρείας

Η θεία εκλογή, η δικαιοσύνη του Θεού και ο Ισραήλ

Η σχέση θείας πρόγνωσης και ελεύθερης βούλησης, το παράδειγμα του Ιακώβ, του Ησαύ και του Φαραώ, καθώς και η προσέγγιση του ζητήματος της πώρωσης του Ισραήλ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 6 από 8

ὅσοι τοίνυν προεγνώσθησαν ὡς ἐσόμενοι κατὰ καιροὺς τῆς Χριστοῦ ζωῆς σύμμορφοί τε καὶ μιμηταὶ κατά γε τὸ ἐγχωροῦν τῇ ἀνθρωπίνῃ φύσει, οὗτοι καὶ κέκληνται. <Οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε· καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν.> Εὐάφορμον τῆς ἀπιστίας τὸ χρῆμα ποιεῖσθαί τινας τὸ ἀπεικὸς οὐδὲν, ἐξ ἀμαθίας συνηρπασμένους καὶ λέγοντας Εἰ οὓς αὐτὸς προέγνω κατὰ πρόθεσιν καὶ προώρισεν, οὗτοι καὶ κέκληνται, πρὸς ἡμᾶς τοὺς οὔπω πεπιστευκότας οὐδέν· οὐ γάρ τοι κεκλήμεθα, οὔτε μὴν προωρίσμεθα· πρὸς οὓς ἐροῦμεν, ὅτι ὁ ποιῶν τοὺς γάμους τῷ υἱῷ αὐτοῦ, τοὺς μὲν οἰκέτας ἀπέστειλεν συναγεῖραι τοὺς κεκλημένους, οἱ δὲ οὐκ ἤθελον ἐλθεῖν· εἰσῆλθον δὲ μετ᾽ ἐκείνους οἱ κλητοὶ κατ᾽ ἰδίαν πρόθεσιν, πέπλησται δὲ οὕτως ὁ νυμφὼν τῶν ἀνακειμένων. οὐδὲν οὖν ἄρα τοῖς ἐθέλουσιν ἐλθεῖν ἐμποδὼν ὁρᾶται κείμενον· ἀδικεῖ δὲ οὐδένα τὸ σύμπαν ἡ πρόγνωσις, οὔτε μὴν ὀνίνησί τινας. ἐπεὶ διδασκόντων εἰ μὴ καὶ αὐτοὶ προεγνώσθησαν, οἱ ταῖς ἀπειθείαις ἐξυβρικότες τὸν κεκληκότα Θεόν· ἀλλὰ καὶ κέκληνται μὲν καὶ εἰσπεπηδήκασί τινες εἰς τὸν γάμον, πλὴν οὐ γεγόνασιν ἐκλεκτοὶ, οὐδὲ δεδικαίωνται οὐδὲ ἐδοξάσθησαν· διὰ ποίαν αἰτίαν; ὅτι μὴ πρέπουσαν τοῖς γάμοις ἠμφιέννυντο στολήν.

ἄλλως τε καὶ αὐτὸν εὑρήσομεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀναφανδὸν εἰρηκότα “Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, ”κἀγὼ ἀναπαύσω ὑμᾶς.” ἰδοὺ ἤδη σύμπαντας ἐκάλει πρὸς ἑαυτόν· ἀμοιρήσειε δ᾽ ἂν οὐδεὶς τῆς ἐπὶ τῷ κεκλῆσθαι χάριτος· ἐν γὰρ τῷ πάντας εἰπεῖν, ἀπόπεμπτον ποιεῖται παντελῶς οὐδένα. <Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ᾽ ἡμῶν; ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο.> Τοῖς ἀγαθοεργεῖν ᾑρημένοις πάντα συνεργεῖ, Θεοῦ ὑπερασπίζοντος· ὁ γὰρ τοῦ κατὰ φύσιν ἠφειδηκὼς Υἱοῦ, ἵνα σώσῃ κινδυνεύοντας, καὶ ἀπαλλάξῃ κινδύνων, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαριεῖται; <Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων;> Τάχα δὲ καὶ οἰκονομικῶς ὁ Παῦλος οὐκ ἐᾷ τὸν νοῦν τῶν κεκλημένων εἰς ἀμηχανίαν ἐμπεσεῖν, ἀλλὰ διδάσκει ὅτι τῶν μὲν ἀρχαίων ἁμαρτιῶν ἐλευθερωθήσονται, δικαιωθήσονται δὲ, Θεοῦ κατανεύοντος.

εἰ γὰρ καὶ πᾶσα ἁμαρτία τοῦ θείου νόμου παράβασιν ἔχει καὶ κατακρίνει τὸν ῥαθυμοῦντα, ἀλλ᾽ εἰ καὶ αὐτὸς ὁ τοῦ νόμου Κύριος συγχωρεῖ, τίς ὁ κατακρίνων τὸν ἡμαρτηκότα; <Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου.> Ἀπόλεκτον μὲν ἐποιεῖτο Θεὸς ἐν ἀρχαῖς τὸν Ἰσραὴλ, καὶ δὴ καὶ πρωτότοκον αὐτὸν ἀπεκάλει· ἀλλὰ γεγόνασιν ἀλαζόνες καὶ ὑβρισταὶ, καὶ τὸ ἔτι τούτων ἐπέκεινα κυριοκτόνοι· ταύτῃτοι διολώλασι, γεγόνασι γὰρ ἀπόπεμπτοι καὶ ἐξεῤῥιμμένοι, καὶ τῆς πρὸς Θεὸν οἰκειότητος εἰς ἅπαν ὠλισθηκότες, τέθεινται κατόπιν ἐθνῶν· πεφήνασι δὲ καὶ τῆς τῶν πατέρων ἐλπίδος ἀλλότριοι. ἐπειδὴ δὲ ὁ μακάριος Παῦλος τῶν θείων εὐαγγελίων τέθειται λειτουργὸς, καὶ διεκήρυττε τοῖς ἔθνεσιν τὸν Ἰησοῦν, ἄνω τε καὶ κάτω τοὺς ἐξ αἵματος Ἰσραὴλ ἀποπεπτωκέναι λέγων, καὶ τοὺς ἐν σκότῳ ποτὲ καὶ τῶν δαιμονίων θεραπευτὰς κλητοὺς γενέσθαι κατὰ πρόθεσιν καὶ πρόγνωσιν Θεοῦ διισχυριζόμενος, ἵνα μή τινες οἴωνται τῶν ἀμαθεστέρων μονονουχὶ κειμένοις καὶ ἐνάλλεσθαι τοῖς ἐκ γένους αὐτὸν, καὶ πεσοῦσιν ἐπιμειδιᾶν, ἀναγκαίαν ποιεῖται τὴν ἀπολογίαν καί φησιν Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, καὶ τὰ ἑξῆς.

ἀλλὰ τοῖς μὲν εἰς τοῦτο σκαιότητος ἐκπεφοιτηκόσιν, ὡς τῆς εἰς Θεὸν ἀγάπης ἀπολισθεῖν, σκληράς τε τὰς ἐπὶ τούτῳ λοιπὸν ἀνατλῆναι δίκας, ἐπιστυγνάσειεν ἄν τις· καὶ τὸ ἐκ φιλαλληλίας αὐτοῖς ἐπιστάξαι δάκρυον εἴη ἂν οὐ πέρα λόγου, μᾶλλον δὲ τῆς ἀγάπης τὴν πλήρωσιν ἔχει· τό γε δὴ καὶ ὑπὲρ αὐτῶν ἀνάθεμα θέλειν εἶναι ἀπὸ Χριστοῦ, μέτρων ἐπέκεινα τῶν ἀγάπης λοιπόν· οὐ γὰρ ἂν ἕλοιτό τις εἴπερ ἐστὶν ἐν καλῷ φρενὸς, τῆς ἑτέρων ἕνεκα σωτηρίας προσκρούειν Θεῷ, καὶ ποιεῖσθαι μὲν παρ᾽ οὐδὲν τὴν ἑαυτοῦ ζωὴν, ἑτέροις γεμὴν τὸ χρῆμα ἐνεῖναι ἑλεῖν.

Τί οὖν ἄρα φησὶ, τῆς Ἰουδαίων σωτηρίας ἀντάλλαγμα τὴν ἑαυτοῦ προτιθείς; οὐκοῦν ὑπερβολικὸς ὁ λόγος, καὶ ἀγάπης ἀπόδειξιν ἔχει τῆς τελεωτάτης· ηὐχόμην γάρ φησιν ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου· ὅμοιον γὰρ ὡς εἴπερ λέγοι Εἰ προσκεκρουκότος ἐμοῦ τῷ Χριστῷ ὁ Ἰσραὴλ ἀνασώζεται, εἱλόμην ἂν αὐτὸς ἐγώ· ὁ καὶ τοῖς ἐν πίστει δεδικαιωμένοις εἰπών “Οὐ γὰρ ἔκρινά τι ”εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυ- “ρωμένον,” ὁ πᾶσι διακηρύττων “Τίς ἡμᾶς χωρίσει ἀπὸ ”τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις ἢ στενοχωρία ἢ διωγμὸς “ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα;” τὸ οὕτω δεινὸν ὑποστῆναι κακὸν, καὶ εἷς ὑπὲρ πάντων χωρῆσαι πρὸς ὄλεθρον. τοῦτο δὲ ἦν σαγηνεύοντος μὲν τοὺς Ἰουδαίους εἰς εὐπείθειαν, ἀποκρουομένου δὲ τὰς τῶν ἀσυνέτων συκοφαντίας· ᾤοντο γὰρ τῶν Ἰουδαίων τινὲς οἷον ἀπόπληκτον γεγονότα τὸν θεσπέσιον Παῦλον, τοῖς διὰ Μωυσέως ἀντιφέρεσθαι νόμοις· ταύτῃτοι τοῖς πιστεύσασιν ἐπιστέλλει λέγων “Εἴτε γὰρ ἐξέστημεν, Θεῷ, εἴτε σωφρονοῦμεν, ὑμῖν.”

οὐκοῦν ἑλοίμην ἂν ἔγωγε καὶ μάλα προθύμως, φησὶν, ἵνα τοὺς ἐξ αἵματος ἀνασώσαιμι, ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ· προσεπάγει δὲ, ὥσπερ τῆς ἐπ᾽ αὐτοῖς λύπης τὴν αἰτίαν οὐκ ἀνικάνως ἔχουσαν ἀποφαίνων εἴς γε τὸ δύνασθαι τοιαύτην αὐτῷ τὴν διάθεσιν ἐνεργάζεσθαι, ἵνα μή τι δοκοίη σκληρόν τε καὶ ἀπηχὲς εἰπεῖν, τῆς ἑτέρων ζωῆς ἀντάλλαγμα τὴν ἑαυτοῦ δωρούμενος· πρῶτον μὲν γὰρ, φησὶν, εἰσὶν Ἰσραηλῖται, αὐτῶν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι· ἐξ αὐτῶν δὲ τὸ κατὰ σάρκα καὶ αὐτὸς ὁ Χριστός· ἀλλ᾽ εἰ μέν τινες ἦσαν τῶν οὐ πάλαι διεγνωκότων τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, εἰ μὴ νόμος αὐτοῖς ὁ διὰ Μωυσέως γέγονε βραβευτὴς τῆς εἰς αὐτὸν οἰκειότητος, εἰ μὴ τῆς τῶν ἁγίων πατέρων ἐξέφυσαν ῥίζης καὶ τῆς ἐκείνων εὐκλείας τέθεινται κληρονόμοι, εἰ μὴ πρῶτοι τοὺς τῆς εἰς Θεὸν λατρείας μεμελετήκασι τρόπους, καὶ τὰς τῆς ἐπαγγελίας πεπλουτήκασιν ἐλπίδας, μετριωτέραν ἄν τις τὴν ἐπ᾽ αὐτοῖς ἐποιήσατο λύπην.

ἐπειδὴ δὲ αὐτῶν οἱ πατέρες, καὶ τὰ ἄλλα· μόνον δὲ οὐχὶ καὶ ἐξ οὐρίας αὐτοῖς τῶν πραγμάτων ἰόντων, εἰς ἀδόκητον ἐκπεπτώκασι τέλος καὶ διημαρτήκασι τῆς ἐλπίδος· πῶς οὐ πάνδεινον ἀληθῶς τὸ τοῖς ἀθλίοις συμβεβηκός; <Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ.> Ἀκριβὴς ὁ λόγος· ἥκιστα γὰρ διεψεῦσθαί φησιν, ἤγουν δύνασθαι τῆς ἀληθείας διαπεσεῖν τὸν τοῦ Θεοῦ λόγον· ἐπήγγελται μὲν γὰρ ὁμολογουμένως τῷ Ἁβραὰμ ἐν ἀρχαῖς ὁ τῶν ὅλων Θεὸς, ὅτι πατὴρ ἔσται πολλῶν· καὶ πάλιν “Πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡσεὶ τὰ ἄστρα τοῦ ”οὐρανοῦ τῷ πλήθει·” ἔδει τοίνυν οὐχὶ μόνων τῶν ἐξ Ἰσραὴλ ἀναδειχθῆναι πατέρα τὸν Ἁβραάμ· ἔθνος γὰρ ἦν ἓν τὸ ἐξ αὐτοῦ πεφηνὸς, μυρία δὲ ὅσα κατὰ πᾶσαν τὴν γῆν, ἃ καὶ εἰς τέκνα τέθεινται τῷ Ἁβραὰμ, εἴπερ εἰσὶν ἐξ ἐπαγγελίας, καὶ “στοιχοῦσι τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ ”πίστεως” αὐτοῦ, κατὰ τὸ γεγραμμένον· ὡς γὰρ αὐτός που φησὶν ὁ μακάριος Παῦλος “Οὐ διὰ νόμου ἡ ἐπαγγελία τῷ ”Ἁβραὰμ εἰς τὸ κληρονόμον αὐτὸν εἶναι κόσμου, ἀλλὰ διὰ “δικαιοσύνης πίστεως· εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, φησὶ, ”κεκένωται ἡ πίστις καὶ κατήργηται ἡ ἐπαγγελία.”

ὅτε τοίνυν ὡς ἐν Ἰσαὰκ τὸ ἐξ Ἁβραὰμ λελόγισται σπέρμα, τουτέστιν καθ᾽ ὑπόσχεσιν, ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῇ Σάῤῥᾳ υἱὸς, δῆλον ἂν εἴη δήπουθεν ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς καταλογισθεῖεν ἂν πάντη τε καὶ πάντως εἰς τέκνα Θεοῦ, ἔχοιεν δ᾽ ἂν μᾶλλον ἐφ᾽ ἑαυτοῖς τὴν ἐπὶ τῷδε δόξαν τὰ ἐκ τῆς ἐπαγγελίας, τουτέστιν τὰ διὰ πίστεως. <Οὐ μόνον δὲ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν.> Ἰστέον ὅτι συμπεπέρασται μὲν οὐδαμῶς ὁ τοῦ λόγου σκοπὸς, ἀπήρτηται δὲ μᾶλλον, καὶ δεῖταί τινος βραχείας ἐπαγωγῆς, ἤγουν προσυπακουομένων, ἵνα μὴ σκάζων ὁρῶτο.

ἔστι δὲ ὅ φημι τοιοῦτον· προαπέδειξε μὲν γὰρ ὡς ἀπὸ τοῦ δεδόσθαι τῷ Ἁβραὰμ ἐξ ἐπαγγελίας τὸν Ἰσαὰκ, ὅτι μὴ πάντως τὰ τέκνα τῆς σαρκὸς, ταῦτα αὐτῷ καταλογισθεῖεν ἂν καὶ εἰς σπέρμα, πρέποι δ᾽ ἂν τὸ χρηματίζειν αὐτὸν πατέρα τῶν ἐκ πίστεως καὶ ἐπαγγελίας· εἶτα δέχεται τὴν Ῥεβέκκαν καὶ τὰ ἐπ᾽ αὐτῇ γεγονότα, καί φησιν Οὐ μόνον δὲ, τουτέστιν οὐ μέχρι δὴ μόνης τῆς Ἰσαὰκ γεννήσεως ὁ ἐμὸς ἀφίξεται λόγος, ἀλλὰ γὰρ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν· καὶ ἦν ἀναγκαῖον προσεπενεγκεῖν, συμπαραληφθήσεται τυχὸν πρὸς ἀπόδειξιν καὶ πληροφορίαν, ἤγουν ἔσται πρὸς ὑποτύπωσιν καὶ εἰκονισμὸν τῆς κατ᾽ ἐκλογήν τε καὶ πρόγνωσιν κλήσεώς τε καὶ χάριτος· ἐπενηνεγμένου γὰρ τοιούτου τινὸς, ἔδοξεν ἂν τότε ἀρτίως αὐτῷ πεποιῆσθαι λοιπὸν ὁ λόγος· ἀλλ᾽ οὐκ οἶδα ὅπως τοῦτο παρεὶς, ἐπ᾽ αὐτὰ κεχώρηκεν εὐθὺς τὰ ἐπὶ τῇ γενέσει τῶν ἐξ Ἰσαὰκ εἰρημένα τε καὶ πεπραγμένα. <Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ Θεῷ; μὴ γένοιτο κ.τ.λ.

ἕως καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν.> Ἐπειδὴ ἦν εἰκὸς τῶν φιλεγκλημόνων οἴεσθαί τινας, ῥοπῆς θελημάτων ἀβασανίστου τυχεῖν τὸν Ἰακὼβ καὶ τὸν Ἡσαῦ, καὶ τὸν μὲν ἠγαπῆσθαι ἰδίᾳ χάριτι κατανεύοντος τοῦ Θεοῦ, τὸν δὲ μεμισῆσθαι, προαναιρῶν ἀναγκαίως ὁ ἀπόστολος ὡς ὀλέθριον τὴν ἐπὶ τούτῳ διάληψιν, ταῖς ἄνωθεν ψήφοις πειρᾶται συνηγορεῖν, τοῖς αὐτοῦ λόγοις τὸ ἀντιφέρεσθαι δοκοῦν οἱονεί πως ἀντανιστάς· εἰ γὰρ δὴ, φησὶ, καὶ πρίν τι δράσαι τὰ βρέφη καὶ πρὸ πείρας αὐτῆς καὶ πραγμάτων, ὁ μὲν τῆς ἀγάπης ἠξίωτο, ὁ δὲ μεμίσηται, τέτακτο δὲ καὶ εἰς δοῦλον τῷ ἐλάσσονι, τάχα που, φησι, καὶ ἄδικος ὁ Θεός· εἶτα πῶς τοῦτο οὐκ ἀπόπληκτον; εἰ μὲν γὰρ οὐ γέγονεν ἀνὴρ ἀγαθὸς ὁ Ἰακὼβ, εἰ μὴ πονηρὸς ὁ Ἡσαῦ, φαίη τις ἂν εἰκότως πεπλανῆσθαι τάχα που τὴν πρόγνωσιν, καὶ ῥοπῆς εἰκαίας καὶ θελημάτων οὐκ ἀσφαλῶν ἔργον γενέσθαι τὰ ἐπ᾽ ἀμφοῖν ὡρισμένα· ἐπειδὴ δὲ σκαιὸς μὲν ἦν λίαν ὁ Ἡσαῦ, σοφὸς δὲ ὁ Ἰακὼβ, ἀδικήσειεν ἂν ἡ τοῦ Θεοῦ πρόγνωσις τὸ σύμπαν οὐδὲν, χαριζομένη καὶ πρὸ καιροῦ τῷ μὲν ἀγαθῷ τοὺς τρόπους τὸ ἀγαπᾶσθαι δεῖν, τῷ δὲ μὴ τοιούτῳ τὸ κατακρίνεσθαι· ἀνεξικακῆσαι μὲν γὰρ τὸν Θεὸν, καὶ τὸν τῶν δρωμένων περιμεῖναι καιρὸν χαλεπὸν οὐδὲν, ἵνα ἐξ αὐτῶν ἑκάτερος διαφαίνοιτο τῶν πραγμάτων.

ἐπειδὴ δὲ ἦν ἀναγκαῖον τῆς κατ᾽ ἐκλογὴν χάριτος καὶ τῆς ἐν προγνώσει δωρεᾶς προανατυποῦσθαι τὸ μυστήριον, ταύτῃτοι χρησίμως ὁ τῶν τοιούτων ἡμῖν ἀριστοτέχνας Θεὸς, μονονουχὶ καὶ ἐπεδράττετο τοῦ καιροῦ, καὶ ἐν τῇ τῶν παίδων γενέσει πεπληροφόρηκε τὸν Ἰσαὰκ, ὡς εἷς τε καὶ μόνος ὑπάρχων ἐξ Ἁβραὰμ, ἀναριθμήτων ἔσται πατὴρ ἐθνῶν τῶν ἐξ ἐπαγγελίας καὶ ὡς ἐν πίστει κληθησομένων· εἰ δὲ δὴ κατὰ γνῶσιν οὓς ἂν ἕλοιτο τυχὸν, μᾶλλον δὲ καὶ οἷς ἂν εἰκότως τὸ ἐλεεῖσθαι πρέποι, οἰκτείρει πάλιν ὡς Θεὸς, ἔφη γάρ που πρὸς Μωυσέα Ἐλεήσω ὃν ἂν ἐλεῶ καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω, πῶς οὐχ ἁπάσης ἔσται διαβολῆς ἐκτὸς τὸ χρῆμα; προαναθρήσας δὲ οἶμαι σαφῶς ὁ ἀπόστολος ὡς τάχα που οἰήσονταί τινες νεύμασι τοῖς θείοις τοὺς μὲν εἶναι ἀγαθοὺς, τοὺς δὲ ἀπειθεῖς, ἀναγκαίως αὐτὸς ἀνθυποφέρει τὰ ἐκ τῆς ἐκείνων ἀμαθίας καί φησιν Ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ· εἰ γὰρ δὴ μεμίσηται μὲν ὁ Ἡσαῦ καὶ πρίν τι δράσαι τῶν φαύλων, τετίμηται δὲ καὶ πρὸ τῆς εἰς τὸ εἶναι παρόδου ὁ Ἰακὼβ, ἐλεεῖ δὲ πάλιν οὓς ἐλεεῖ, πῶς οὐκ ἐκεῖνο λοιπὸν περινοεῖν ἄξιον, ὡς οὐδὲν ὀνίνησιν ὁ τρέχων ἢ θέλων, τουτέστιν ὁ δράσαι τι τῶν ἀγαθῶν προθυμούμενος, ἀπήρτηται δὲ πάντα τὰ καθ᾽ ἡμᾶς τῶν παρὰ Θεοῦ νευμάτων;

Εἶτα τούτοις ἐπισωρεύει καὶ τὰ προσεμπεδοῦν δυνάμενα τὴν ἐπὶ τῷδε δόξαν καί φησι Λέγει γὰρ ἡ γραφὴ τῷ φαραὼ ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου· προσεπάγει δὲ τούτοις τὸ οἱονεὶ συμπέρασμα τοῦ παντὸς προβλήματος καί φησιν Ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει· ἐρεῖς οὖν μοι Τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκε; τίς οὖν ἄρα γέγονεν αὐτῷ τῆς ἀπολογίας ὁ τρόπος; ἀσυμφανὴς μὲν λίαν, καὶ τοῖς παρ᾽ ἐκείνων προβλήμασι τάχα που καὶ ἐπαμύνειν δοκῶν· πλὴν ἀποχρῶν εἰς πληροφορίαν, ὡς οὐκ ἂν γένοιτό τι τῶν ἔξω λόγου τοῦ πρέποντος παρὰ Θεοῦ· διανέμει γὰρ ἑκάστῳ τὸ πρέπον αὐτῷ, κατοικτείρει τε καὶ ἐλεεῖ τοὺς οἷς ἂν ἁρμόσαι τὸ ἐλεεῖσθαι δεῖν, ὑποφέρει δὲ δίκαις τὸν ἀλιτήριον, οὐκ εὐθὺς καὶ κατὰ πόδα τῶν αἰτιαμάτων ἀκολουθούσης ὀργῆς, προεισβαλούσης δὲ μᾶλλον μακρᾶς ἀνεξικακίας, ὡς οἴεσθαί που τινὰς καὶ ἀφειδῆσαι λοιπὸν τῶν ἐπὶ τῆς γῆς τὸν Θεόν. ἀντεξάγει δὴ οὖν ὁ Παῦλος, καὶ τοῖς ἐκεῖνα λέγουσιν ἀντανίσταται, τοῦ λόγου τὴν δύναμιν ἐπαφεὶς τῷ προσώπῳ τῶν παρενηνεγμένων, Ἡσαῦ τε φημὶ καὶ μέντοι καὶ Φαραώ. ἔφη τοίνυν ὡς πρὸς ἑκάτερον τῶν ὠνομασμένων Ὦ ἄνθρωπε, μενοῦνγε σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι Τί με ἐποίησας οὕτως;

ἀποφαίνει μὲν γὰρ ὡς ἐκ παραδείγματος ἐναργοῦς, ὅτι παγχάλεπον τὸ θείοις κρίμασιν ἐπιτιμᾶν· εἰ γὰρ δή τις ἕλοιτο τὰ εἰκότα φρονεῖν, ἀναθήσει μὲν τῷ πάντα εἰδότι Θεῷ τὸ κρίνειν ἕκαστα καθ᾽ ὃν ἂν αὐτὸς εἰδείη τρόπον, ἐνδοιάσει δὲ κατ᾽ οὐδὲν ὡς ἔστιν ὅσιον ὅπερ ἂν ἕλοιτο δρᾶν, διαπλάττων ἐπ᾽ ἐξουσίας τὰ ἐφ᾽ ἑκάστου τυχόν. οὐκοῦν αἰτιᾶται λίαν τοὺς τοῖς θείοις νεύμασιν ἐνιέντας ὅλως τὸν βασανίζοντα νοῦν πότερον καλῶς ἢ οὐχ οὕτως ἔχει· ἔδει γάρ φησιν, ἀπομιμεῖσθαι μᾶλλον αὐτοὺς τὸ διὰ χειρὸς κεραμέως πλαττόμενον, καὶ μετὰ σιγῆς ὑπομένειν τὰ παρὰ Θεοῦ· οὐ γὰρ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι Τί με ἐποίησας οὕτως;

Ἀλλ᾽ ἴσως καὶ πρός γε τοῦτό τινες ἐκεῖνό φασιν Εἰ κεραμέως δίκην καθ᾽ ὃν ἂν βούλοιτο τρόπον διαπλάττει Θεὸς, ὡς τὸ μὲν εἰς τιμὴν ποιῆσαι σκεῦος, τὸ δὲ εἰς ἀτιμίαν, πῶς οὐχ ἁπαστισοῦν ἀναπείσει λόγος, τὸ γεγονὸς οἴεσθαι πάντη τε καὶ πάντως τοιοῦτον ἔχειν τὸν τρόπον καθ᾽ ὃν καὶ πεποίηται; ὥστε ὁ μέν τις ἐστὶν εἰς ἀτιμίαν γεγονὼς, καὶ φύσιν τοιαύτην ἀπεκληρώσατο, πεποίηται δέ τις ἕτερος ἤγουν ἐξεγήγερται σκληρὸς, ἵνα ὡς αὐτός φησι διαγγελῇ τὸ ὄνομα αὐτοῦ ἐν πάσῃ τῇ γῇ· ποία τοίνυν ἔτι τοῖς πταίουσιν ἡ γραφή; γεγόνασι γὰρ εἰς τοῦτο.

Πρὸς δὴ τὰ τοιαῦτα φαίη τις ἂν, ὅτι μάλιστα μὲν οὐκ ἂν ἔχοιεν εἰπεῖν ὅτι φύσεων διαφορὰς ἐν τούτοις ἡμῖν ἡ τῶν νοημάτων δύναμις ὑπεσήμηνεν· οὐ γὰρ ἔφη πεποιῆσθαί τινας ὠμοὺς καὶ ἀπεσκληκότας, ἤγουν εἰς σκεύη τιμῆς τε καὶ ἀτιμίας, οὐδὲ φύσιν αὐτοῖς τὴν τοιαύτην ἐκνενέμηκεν ὅλως· ἐκεῖνο δὲ μᾶλλον ἀναπείθει φρονεῖν, ὅτι διαπλάττονταί τινες οἷά περ σκεύη κεραμικὰ, ἃ μὲν εἰς τιμὴν, ἃ δὲ εἰς ἀτιμίαν· καὶ τόν γε τοῦ παραδείγματος τρόπον ἐκ προφητικῶν ἡμῖν πεπαίδευται λόγων· τίνα οὖν ἄρα τρόπον διαπλάττονταί τινες, οἷά περ ἐκ κεραμέως, οἱ μὲν εἰς τιμὴν οἱ δὲ εἰς ἀτιμίαν καὶ ἐπὶ ποίαις αἰτίαις, εἰδείη τις ἂν τοῖς Ἱερεμίου λόγοις ἐντυχών· γέγραπται δὲ οὕτως “Ἀνάστηθι ”καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἐκεῖ ἀκούσῃ “τοὺς λόγους μου· καὶ κατέβην εἰς τὸν οἶκον τοῦ κεραμέως, ”καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων· καὶ ἔπεσε τὸ “ἀγγεῖον ὃ αὐτὸς ἐποίει ἐν ταῖς χερσὶν αὐτοῦ· καὶ πάλιν ”αὐτὸς ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐνώπιον “αὐτοῦ τοῦ ποιῆσαι· καὶ ἐγένετο, φησὶ, λόγος Κυρίου πρὸς ”μὲ λέγων Εἰ ὡς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ ποιῆ- “σαι ὑμᾶς οἶκος Ἰσραήλ;

ἰδοὺ ὡς πηλὸς τοῦ κεραμέως ”ὑμεῖς ἐστε ἐν ταῖς χερσί μου· πέρας λαλήσω ἐπὶ ἔθνος ἢ “ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτούς· καὶ ἐπιστρέψουσι τὸ ”ἔθνος ἐκεῖνο ἀπὸ πάντων τῶν κακῶν αὐτῶν, καὶ μετανοήσω “περὶ τῶν κακῶν ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς· καὶ ”πέρας λαλήσω ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν τοῦ ἀνοικοδο- “μεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι καὶ ποιήσουσι τὰ πονηρὰ ”ἐναντίον μου τοῦ μὴ ἀκοῦσαι τῆς φωνῆς μου, καὶ μετα- “νοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς.” ὁρᾷς πῶς πλάττονταί τινες εἰς τιμήν τε καὶ ἀτιμίαν, οὐ φύσιν λαχόντες τὴν ὧδε πεποιημένην, ἀλλ᾽ οἷς ἂν δράσειαν τὴν ἰσοπαλῆ καὶ πρέπουσαν ἀντίδοσιν κομιζόμενοι; οὐκοῦν εἰ κολάζει τῶν ὅλων ὁ ποιητὴς τὸν ἐκ τρόπων ἀγαθῶν μεταφοιτῶντα πρὸς τὰ αἰσχίω, καὶ τὸν ἐκ τῶν αἰσχιόνων μεταχωροῦντα πρὸς τὰ βελτίω τιμαῖς στεφανοῖ, πῶς οὐκ ἀληθὲς εἰπεῖν ὡς ἥκιστα μὲν φαῦλοι γεγόνασι κατὰ φύσιν τινὲς, ἤγουν διαπλάττονται δι᾽ αὐτοῦ, σκεύη δὲ μᾶλλον γεγόνασιν ἀτιμίας, ὅτι καίτοι μετὸν αὐτοῖς εὐδοκιμεῖν ἑλέσθαι παρὰ Θεῷ, ἐθελούσιον ἠῤῥωστήκασι τὴν εἰς τὰ φαῦλα ῥοπήν;

Ἀλλ᾽ ἐσκλήρυνεν αὐτὸς, φησὶ, τὴν καρδίαν Φαραώ· καὶ δὴ καὶ ἔφασκε πρὸς αὐτόν Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου· οὐκοῦν εἰ καὶ σκληρύνει τινὰς καὶ ἐξανίστησιν αὐτοὺς ὀργῆς ὄντας σκεύη, καὶ κατηρτίσθαι λεγόμενα εἰς ἀπώλειαν, τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκε; πῶς δὲ ἂν γέγονεν ἀγαθὸς ὁ παρ᾽ αὐτοῦ σηληρυνόμενος;

Τί οὖν ἂν ἔχοιμι πρὸς ταῦτα εἰπεῖν; ἀπόχρη πρός γε τὸ εἰδέναι τὸ ἀληθὲς, τὸ διακεῖσθαί τε καὶ φρονεῖν ὡς οὐκ ἂν γένοιτό ποτε τῶν φαύλων δημιουργὸς ὁ Θεός· πάντα γὰρ ὅσα ἐποίησε, καλὰ λίαν. εἰ μὲν οὖν οὐκ ἄνθρωπον εἶναι διατείνονται τὸν Αἰγύπτιον καὶ τῆς αὐτῆς ἡμῖν φύσεως μεταλαχεῖν, ἀποδεικνύντων, καὶ ἡμεῖς σιωπήσομεν· εἰ δὲ ἦν καθ᾽ ἡμᾶς, ἢ τῆς θείας ἐναργῶς καταγορευόντων φωνῆς, ὡς οὐ τὸ καλὸν ὁρώσης καὶ τὸ μὴ οὕτως ἔχον· ἢ εἰ τοῦτο καταπεφρίκασιν, ὁμολογούντων εἶναι καλὰ τὰ παρ᾽ αὐτοῦ πρὸς ὕπαρξιν παρενηνεγμένα· οὕτω γὰρ τὴν προαλεστάτην ἀποκρούσονται δόξαν. τὸ δέ Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε πρὸς τὸν Φαραὼ εἰρημένον, κατασημαίνει οὐ τὸ ἔκτισα ἢ δεδημιούργηκα, κέκληκα δὲ μᾶλλον εἰς τὸ ἐθελῆσαι δεῖν ἀντιπράττειν ἐμοὶ, καὶ οὐκ ἐν ἀρχῇ τῆς γεννήσεως, ἀλλ᾽ ὅτε Μωυσῆς ἀπεστέλλετο λυτρωσόμενος τὸν Ἰσραήλ· καὶ ἐπὶ ποίοις τισὶν, ἢ καὶ ὅτου χάριν, ὁ πάνσοφος ἡμῖν διατρανώσει Παῦλος· θέλων γάρ φησιν ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν, καὶ τὰ ἑξῆς· πεπλάνητο ἡ σύμπασα γῆ κατά γε τοὺς ἄνωθεν ἔτι καιρούς· οἱ μὲν γὰρ τῇ κτίσει λελατρεύκασιν, οἱ δὲ τὸ δοκοῦν ἐποιοῦντο σέβας· κέκληται δὲ μόλις εἰς ἐπίγνωσιν Ἁβραὰμ, ἀνέφυ τε οὕτω τὸ ἐξ αὐτοῦ γένος, ταῖς εἰς Θεὸν λατρείαις προσκείμενον.

Ἐπειδὴ δὲ καὶ αὐτοὶ κατέβησαν εἰς Αἴγυπτον, εἶτα χρόνους ἐν αὐτῇ διατετρίφασι μακροὺς, κατώλισθον εἰς ἀπάτην, καὶ τοῖς ἐγχωρίοις λελατρεύκασι θεοῖς· ἀλλ᾽ ἐμέμνητο Θεὸς τῶν τοῖς πατράσιν ἐπηγγελμένων· καὶ προκεχείριστο μὲν εἰς ἀποστολὴν ὁ Μωυσῆς, ἵνα τῆς δουλείας ἀπολύσῃ τὸν Ἰσραήλ· ἀλλ᾽ ἦν ἀναγκαῖον καὶ τοῖς καλουμένοις εἰς τὴν ὑπ᾽ αὐτῷ λατρείαν καὶ πᾶσι τοῖς ἐπὶ γῆς, τὸ μὴ πυθέσθαι μόνον ὅτι πεφανέρωται διὰ χρόνων μακρῶν ὁ τῶν Ἑβραίων Θεὸς, ἀλλὰ γὰρ καὶ ταῖς ὑπεράγαν τερατουργίαις προσεμπεδοῦσθαι εἰς τὴν ὑπ᾽ αὐτῷ πίστιν καὶ δόξαν, ὅτι μὴ κατὰ τοὺς ἄλλους ἐστὶ θεοὺς ἄφωνός τε καὶ ἀναλκής· πηδαλιουχεῖ δὲ μᾶλλον τὸ σύμπαν αὐτὸς, καὶ ὅτι τοῖς ἀντιπράττουσι τοῖς αὐτοῦ νεύμασι κατασκήπτουσιν ὀργαί. ἀλλ᾽ ἔδει πάλιν τερατουργεῖν ἐθέλοντα τὸν Θεὸν εὐαφόρμως ὁρᾶσθαι πρὸς τοῦτο ἰόντα· ἐξεγήγερται τοίνυν ὁ Φαραὼ πρὸς ἀντίστασιν οἰκονομικῶς, καὶ κατεσκληρύνετο τῆς θείας δυνάμεως· ταύτῃτοι ἐκολάζετο οὐκ ἀδίκως· ἀνόσιός τε γὰρ ἦν καὶ εἰδωλολάτρης, κατῃκίζετό τε πηλῷ καὶ πλινθείᾳ τὸν Ἰσραὴλ, καὶ μισθὸν αὐτοῖς ἐπήρτησε πόνον· διὸ καὶ σκεῦος ὀργῆς κεχρημάτικεν ἀναγκαίως, καὶ κατήρτιστο εἰς ἀπώλειαν, τουτέστιν εἰς τοῦτο φαυλότητος διήλασε τρόπων, ὡς σκεῦος εἶναι λοιπὸν ὀργῆς τε καὶ ἀπωλείας.

τούτῳ Θεὸς προσεχρήσατο πρὸς ἔνδειξιν τῆς ἐνούσης ἰσχύος αὐτῷ, ἵνα διαγγελῇ τὸ ὄνομα αὐτοῦ ἐν πάσῃ τῇ γῇ, καὶ ἵνα παθὼν αὐτὸς ὁρῷτο τοῦ παθεῖν ἄξιος· ᾧ γε τὸ παθεῖν ὠφείλετο διὰ πρώτας ἁμαρτίας καὶ εἰ μὴ προσκέκρουκε διὰ τῶν δευτέρων. οὐκοῦν λελύσθω πᾶς μῶμος καὶ φλυαρία κατὰ Θεοῦ· θέλων γὰρ ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν, ἵνα ὠφελήσῃ σκεύη ἐλέους, τουτέστι τοὺς ἠλεημένους διὰ πίστεως· κεκλήμεθα γὰρ οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν. <Ὡς καὶ ἐν τῷ Ὠσηὲ λέγει.> Ἀλλὰ καὶ οἱ τῶν εἰδώλων θεραπευταὶ, οὐκ εἰδότες τὸν φύσει καὶ ἀληθῶς Θεὸν, οὐκ ἦμεν αὐτοῦ λαός· ἀλλ᾽ ἠλεήθημεν διὰ πίστεως, καὶ ὑπ᾽ αὐτὸν γεγόναμεν, καὶ κεκλήμεθα διὰ χάριτος, δεδικαιώμεθά τε καὶ ἡγιάσμεθα διὰ Χριστοῦ. <Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης.> Οὐκοῦν κἂν πολλοὶ εἶεν ὡς ἡ ψάμμος ὁ Ἰσραὴλ, τὸ κατάλειμμα σωθήσεται· τουτέστιν, οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικαιωμένοι· τοῦτο δὲ γέγονεν, αὐτοὺς τοῦ Θεοῦ κατηλεήσαντος. <Λόγον γὰρ συντελῶν καὶ συντέμνων.> Ἔσωσε δέ φησιν λόγον συντελῶν καὶ συντέμνων, τουτέστιν εὐφυὲς καὶ σύντομον καὶ ἵν᾽ οὕτως εἴπω συντετμημένον λόγιον ἡμῖν ἀποφήνας τὸ εὐαγγελικὸν κήρυγμα.