ἀλλ᾽ ὥσπερ τότε Θεὸς μὲν οὐκ ἦν ὁ ταῖς οὕτω δειναῖς ἀνοσιουργίαις ἐνιεὶς τὸν Ἰσραὴλ, ἰδίαις δὲ μᾶλλον ἀπονοίαις χρώμενοι κατώλισθον αὐτοὶ, οὕτω δὴ πάλιν προθέντος ἅπασι τοῦ Θεοῦ καὶ Πατρὸς τὴν διὰ Χριστὸν σωτηρίαν, διωθουμένου δὲ παντελῶς οὐδένα, κατώλισθον ἐθελοντὶ πρὸς ἀπόστασιν, παρωσάμενοι τὸν λυτρωτήν. οὐκοῦν οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, προὔθηκε γὰρ, ὡς ἔφην, τὸ εἴπερ ἕλοιντο μεταλαχεῖν τῆς διὰ Χριστοῦ σωτηρίας. <Εἰ δὲ χάριτι, οὐκ ἔτι ἐξ ἔργων κ.τ.λ.> Εἰ δὲ χάριτί φησιν οὐκ ἔτι ἐξ ἔργων, ἐπεὶ ἡ χάρις οὐκ ἔτι γίνεται χάρις· ἔνθα, φησὶν, ἂν οἴοιτό τις ἐξ ἔργων εὐδοκιμεῖν, ἐκεῖ δὴ πάντως εἰκαῖον ἔσται καὶ περιττὸν τὸ τῆς χάριτος ὄνομά τε καὶ χρῆμα· “Τῷ γὰρ ἐργαζομένῳ, φησὶν, ”ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα·” οὐκοῦν εἰ ἐξ ἔργων ἡ χάρις, οὐκ ἔτι γίνεται χάρις. <Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχεν.> Ἔφη μὲν ὅτι “οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ·” ἐπειδὴ δὲ ἦν εἰκὸς ἀνταναστῆναί τινας, ἐκεῖνό που πάντως προϊσχομένους καὶ λέγοντας Καίτοι πῶς οὐκ ἀπώσατο τὸν λαὸν ὁ Θεὸς, εἴπερ ἀπώλισθεν ὁ Ἰσραὴλ, εἰ καὶ μὴ εἰς ἅπαν καὶ ὁλοτελῶς, ἀλλ᾽ οὖν ὡς ἐν μοίρᾳ; λεῖμμα γὰρ σέσωσται, καὶ τοῦτο κατ᾽ ἐκλογήν· ὑπαντᾷ δὲ πάλιν καὶ μάλα ἐμφρόνως καί φησι Τί οὖν; τουτέστι, τί δὴ πρὸς ταῦτά φημι;