Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν πρὸς Ῥωμαίους ἐπιστολήν

Κύριλλος Ἀλεξανδρείας

Η σωτηρία των εθνών και το μυστήριο της χάριτος

Η εκπλήρωση του νόμου στο πρόσωπο του Χριστού, η κλήση των εθνών, η σωτηρία του υπολείμματος του Ισραήλ και το τελικό σχέδιο του θείου ελέους για όλους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 7 από 8

ὁ γὰρ νόμος καὶ οἱ προφῆται διὰ πολλοῦ κύκλου λόγων μόλις ἡμῖν τὰς τῶν λεγομένων ἐννοίας διὰ τοῦ γράμματος παριστῶσι· τὸ δὲ κήρυγμα τὸ εὐαγγελικὸν ἁπλοῦν τέ ἐστι καὶ λόγος συντετμημένος. <Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης.> Ἀποδιδοὺς τοίνυν τὰς αἰτίας τοῦ μὴ πάντας σεσῶσθαι Ἰουδαίους, εὐθὺς ἐπιπλέκει τῷ λόγῳ θαῦμα, καί φησιν Ὢ παραδόξου πράγματος· ἡ τῶν πλανωμένων πληθὺς μὴ ἔχουσα σκοπὸν ὅλως ἀγαθοεργῆσαι, δεδικαίωται, ὁ δὲ Ἰσραὴλ, καίτοι τῷ διὰ Μωσέως νόμῳ πρὸς δικαιοσύνην παιδαγωγούμενος, διήμαρτε τῆς ἐλπίδος καὶ ἀμέτοχος γέγονε τῆς εἰς τοῦτο δωρεᾶς. τίς οὖν ἡ αἰτία, σαφής· οὐ γὰρ προσήκαντο τὴν διὰ πίστεως σωτηρίαν καὶ τὴν ἐν Χριστῷ δικαίωσιν, ἐνόμισαν δὲ αὐτοῖς ἀρκεῖν τὰ ὡς ἐν σκιαῖς αὐχήματα. <Λίθον προσκόμματος.> Οὐ γὰρ δήπου φαμὲν ὅτι διὰ τοῦτο ἐτέθη Χριστὸς ἐν τῷ Ἰσραὴλ, ἀλλ᾽ ἐπειδὴ τοῦτο προέγνωστο τῷ Θεῷ, τὸ ἐσόμενον προαναπεφώνηκεν ἀναγκαίως, ὡς κείσεται μὲν ὄλισθος εἰς τὰ θεμέλια Σιὼν, μέλλουσι δὲ περιπίπτειν αὐτῷ τῶν ἀσυνέτων τινὲς, καὶ τοῦτο πάσχειν ἐξ ἀπειθείας. ἐποίειτο δὲ τὴν προαγόρευσιν χρησίμως, οὐχ ἵνα προσκόψειαν, ἀλλ᾽ ἵνα προεγνωκότες ἀμείνους γένοιντο τοῦ κακοῦ.

οὐκοῦν τέθειται μὲν ὁ Χριστὸς ὡς λίθος τίμιος, πλὴν τοῖς μὲν ἐξ ἀπιστίας προσκόπτουσιν, ὄλεθρος ἦν ἡ ζημία· τοῖς δὲ πεπιστευκόσι, ζωὴ καὶ δικαίωσις τὸ κέρδος. <Μαρτυρῶ γὰρ αὐτοῖς.> Μαρτυρεῖ τοίνυν αὐτοῖς τὸν εἰς Θεὸν ζῆλον· πλὴν ἐλέγχει πεπλανημένους· ὅτι δέον θαυμάζειν τὸν Χριστὸν ἐξ ὧν ἐποίει ὡς φύσει Θεὸν, οἱ δὲ ἔλεγον ὅτι “Περὶ καλοῦ ἔργου ”οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρω- “πος ὢν ποιεῖς σεαυτὸν Θεόν·” ἢ οὕτως. ἠγνοήκασι μὲν τὴν ἐκ Θεοῦ δικαιοσύνην, τουτέστι Χριστὸν, ἤτοι τὴν διὰ πίστεως τὴν εἰς αὐτόν. οἰόμενοι δὲ τῷ διὰ Μωσέως συνασπίζειν νόμῳ, μεμενήκασιν ἀπειθεῖς· οὐ ζητήσαντες τὸν υἱὸν τὸν ἐλευθεροῦν ἰσχύοντα, τὸν δικαιοῦντα τὸν ἀσεβῆ, καὶ τὴν δυσκατόρθωτον τοῦ νόμου δικαιοσύνην οἰκονομικῶς συστέλλοντα, ἵνα δυσχερείας ἀπαλλάξῃ καὶ τριβῆς. <Τέλος γὰρ νόμου Χριστός.> Προεισκεκόμισται τοίνυν ὁ νόμος, ἐσόμενος τοῖς ἀρχαίοις παιδαγωγὸς ἐπὶ τὸ τοῦ Χριστοῦ μυστήριον, καὶ δι᾽ αἰνιγμάτων αὐτοῖς ὑποφαίνων τὴν ἀλήθειαν. οὕτω γὰρ εἶναι διοριζόμεθα πλήρωμα νόμου καὶ προφητῶν τὸν Χριστὸν, καὶ μάλα ὀρθῶς. ἢ οὐχὶ παντὸς αἰνίγματος ἀσαφοῦς νοοῖτ᾽ ἂν εἰκότως πλήρωμα ὑπάρχειν τὸ ἀληθές; καίτοι πῶς ἂν ἐνδοιάσειέ τις; οὐκοῦν ἀναίρεσιν τῶν διὰ Μωσέως ποιεῖται νόμων ἡ πρός γε τὸ ἀληθὲς τῶν ἐν σκιαῖς μεταφοίτησις, ἀλλ᾽ ἐκφανεστέραν αὐτῶν καθίστησι τὴν διάνοιαν.

Μετεῤῥυηκότων λοιπὸν εἰς ἀλήθειαν τῶν πραγμάτων, καὶ τῶν ἐν τύποις καὶ αἰνίγμασι τὴν εἰς τὰ ἀμείνω λαβόντων μεταβολὴν, οὐ καταλελύσθαι φαμὲν τὸν νόμον, ἐκπεπεράνθαι δὲ μᾶλλον ἐπὶ καιροῦ, καθ᾽ ὃν ἡμῖν ἐπέλαμψεν ἡ ἀλήθεια, τουτέστι, Χριστός. τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστὸς, ὃς οὐκ ἂν διαψεύσαιτο λέγων “Οὐκ ἦλθον καταλῦσαι ”τὸν νόμον ἀλλὰ πληρῶσαι.” ὥσπερ γὰρ τὰς ἐν τοῖς πίναξι προανατυπουμένας σκιὰς, τὸ τῶν χρωμάτων πολυειδὲς ἐν καιρῷ προσενηνεγμένον, ἥκιστα μὲν ἀναιρεῖ· μεθίστησι δὲ μᾶλλον εἰς ὄψιν ἐναργεστέραν, κατὰ τὸν ἴσον τουτωΐ τρόπον, οὐκ ἀνατετράφθαι φαμὲν τὰς τοῦ νόμου σκιὰς, ἐκπεπεράνθαι δὲ μᾶλλον ὡς ἐν προόδῳ τῇ πρὸς ἀλήθειαν. <Μωσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου κ.τ.λ.> Μωσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου φησὶν ὁ ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτῇ· ἀλλ᾽ ἦν οὐδεὶς παντελῶς ὁ ἀμωμήτως αὐτὴν κατορθῶσαι δυνάμενος· “Τίς γὰρ συνήσει ”παραπτώματα;” οὐκοῦν ἀμείνων ἡ δικαιοῦσα χάρις καὶ γραφῆς ἡμᾶς ἀπαλλάττουσα τῆς ἐν νόμῳ. <Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει.

Ὁρίζεται χρησίμως καὶ ὅπως ἂν γένοιτο πρὸς ἡμῶν ἡ πίστις, εἰ τὸ ἀμώμητον ἔχοι παρὰ Θεῷ καὶ τό γε δὴ λίαν εὖ πεποιῆσθαι δοκεῖν· τὸ μὲν γὰρ ἐνδοιάζειν ὅλως καὶ καταδονεῖσθαι φιλεῖν εἰς ἀδρανῆ διψυχίαν, ἀπόβλητον παντελῶς· περιττὸν δὲ ἴσως καὶ τῶν ὅτι μάλιστα σφαλερωτάτων τὸ χρῆναι περιεργάζεσθαι τὰ καὶ λόγου πέρα παντὸς, νοῦ τε ἐστὶ τοῦ καθ᾽ ἡμᾶς ἐν ἀμείνοσι· πῶς γὰρ ἂν εἶεν ἐμφανῆ τὰ ἀποῤῥήτως παρὰ Θεοῦ τεχνουργούμενα; καὶ μὴν καὶ καρδίας ὀφθαλμὸς τίς ἂν εἴη τοσοῦτος ὡς καταθρῆσαι δύνασθαι Θεὸν, μᾶλλον δὲ τίς ἄρα συνήσει, κἂν εἴ τις ἕλοιτο λέγειν καὶ ἀφηγοῖτο τὰ πολὺ λίαν ὑπὲρ ἡμᾶς; ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς Νικοδήμῳ ποτὲ τοὺς περὶ τῆς πνευματικῆς ἀναγεννήσεως παρετίθει λόγους καὶ δὴ καὶ ἔφασκεν “Ἀμὴν ”ἀμὴν λέγω ὑμῖν ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται “εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ·” [εἶτα τούτοις προσετίθει τὰ ἐφεξῆς]. συνιέντος δὲ αὐτοῦ παντελῶς οὐδὲν, τότε δὴ τότε Χριστὸς τῆς τῶν ἐννοιῶν ἰσχνότητος ὡς ἀπωτάτω τιθεὶς τῆς ἀνθρώπου διανοίας τὸ πάχος “Εἰ τὰ ἐπίγεια εἶπον ”ὑμῖν, φησὶ, καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπου- “ράνια πιστεύσετε;” προσετίθει δὲ τούτοις “Ἀμὴν ἀμὴν ”λέγω ὑμῖν ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυ- “ροῦμεν καὶ τὴν μαρτυρίαν ἡμῶν οὐδεὶς λαμβάνει.”

οὐκοῦν ἀβασάνιστα τὰ ὑπὲρ ἡμᾶς· εἰ γάρ ἐστιν ἀληθὲς ὅτι περ “τὰ ἐν χερσὶν εὑρίσκομεν μετὰ βίας,” κατὰ τὸ γεγραμμένον, πῶς οὐκ ἀναγκαῖον ἐννοεῖν, ὡς ἔν γε τοῖς ὑπὲρ λόγον, χρησιμωτάτη λίαν ἡ πίστις, οὐκ ἀκολουθούσης ἐρεύνης, οὐ ζητήσεως εἰκαίας ἐπενηνεγμένης; συνέσει γὰρ τὰ τοιάδε τῶν πραγμάτων τιμᾶται λαμπρῶς. <Πᾶς ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται κ.τ.λ.> Μὴ ποιείσθω ἴδιον ἀγαθὸν τὴν διὰ πίστεως σωτηρίαν ὁ Ἰσραήλ· πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηταί φησι τὸ ὄνομα Κυρίου σωθήσεται, κἂν ἰουδαῖος ᾖ κἂν ἕλλην, κἂν δοῦλος κἂν ἐλεύθερος· ἀδιαφόρως σώζει ὁ Θεὸς τῶν ὅλων, αὐτοῦ γὰρ ἅπαντα· οὕτω φαμὲν ἀνακεφαλαιοῦσθαι τὰ πάντα ἐν τῷ Χριστῷ. <Μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο.> Ἐμφρόνως ὁ Παῦλος καίτοι παθόντα τὸν σκοτισμὸν οὐκ ἐᾷ μειζόνως κατασκληρύνεσθαι τὸν Ἰσραὴλ ταῖς εἰς ἅπαν ἀπογνώσεσι, μέτεισι δὲ ὥσπερ ἐντέχνως ταῖς χρηστοεπείαις. ἄρτι μὲν γὰρ ὡς ἀπειθῆ κατῃτιᾶτο τὸν Ἰσραήλ· ἐλπίδος γεμὴν τῆς ἄνωθεν οὐκ ἀπογυμνοῖ, οὔτε μὴν ὁλοτρόπως τῆς πρὸς Θεὸν οἰκειότητος ἐξωσθῆναί φησι. καὶ σαφῆ τοῦ πράγματος ποιεῖται τὴν ἀπόδειξιν, ἑαυτὸν παραθεὶς ὄντα Ἰσραηλίτην καὶ ἐκ σπέρματος Ἁβραὰμ, εὐφυέστατά τε καὶ Θεοῦ λαὸν ἀποκαλῶν ἔτι, καὶ προστιθεὶς τό Μὴ γένοιτο τοῖς περὶ τοῦ ἀπεῶσθαι λόγοις.

ταῦτα δὲ ἦν οἱονεὶ περισαίνοντος τοὺς ἀπειθεῖν ἑλομένους, καὶ θωπικῶς ὑποτρέχοντος, καὶ εἰς ἕξιν αὐτοὺς ἀποφέροντος τὴν εὐσεβῆ καὶ εὐήνιον. εἴπερ οὖν ἐστιν ἐναργὲς ὡς κέκληται πρὸς ἀποστολὴν αὐτὸς, τέθειται δὲ καὶ τῶν τοῦ Σωτῆρος μυστηρίων ἱερουργὸς, εἰς τὰ ἔθνη κήρυξ καὶ ἀπόστολος, καίτοι ὑπάρχων ἐξ Ἰσραὴλ, πρόδηλον ὡς οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.> <Ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή;> Ἐπικαιρότατα καθάπερ εἰκόνα τινὰ τοῦ συμβεβηκότος τῷ Ἰσραὴλ παρακομίζει τὴν ἱστορίαν τὴν ἐπὶ τῷ Ἠλιοῦ· ἔστι γὰρ ὡς ἐξ ὁμοιότητος τῶν τὸ τηνικάδε πραγμάτων κατιδεῖν εὐκόλως, ὡς αὐτὸς ἐφ᾽ ἑαυτῷ πεπαροίνηκεν ὁ Ἰσραήλ· βασιλεύοντος μὲν γὰρ Ἀχαὰβ τῆς Σαμαρείας, ἐκτόπως ἐθρησκεύετο τὰ χειρότμητα παρὰ τοῦ Ἰσραὴλ, θυσίαι τε ἦσαν καὶ τεμένη πανταχοῦ· ἐδεδίεσαν δὲ πάντως οἱ Θεῷ προσκείμενοι καὶ δύσοιστον οὕτω τὴν δίωξιν ὑπομεμενήκασιν, ὡς καὶ ἐν σπηλαίοις καὶ πετρῶν καταδύσεσι κρύπτεσθαι προφήτας, ὅτε καὶ αὐτὸς Ἠλίας ἀνέθει μὲν εἰς βαθεῖαν ἔρημον, προσέπιπτε δὲ τῷ Θεῷ λέγων Τὰ θυσιαστήριά σου κατέσκαψαν, τοὺς προφήτας σου ἀπέκτειναν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου· ἀντήκουε δὲ πρὸς τοῦτο εὐθύς Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ.

ἀλλ᾽ ὥσπερ τότε Θεὸς μὲν οὐκ ἦν ὁ ταῖς οὕτω δειναῖς ἀνοσιουργίαις ἐνιεὶς τὸν Ἰσραὴλ, ἰδίαις δὲ μᾶλλον ἀπονοίαις χρώμενοι κατώλισθον αὐτοὶ, οὕτω δὴ πάλιν προθέντος ἅπασι τοῦ Θεοῦ καὶ Πατρὸς τὴν διὰ Χριστὸν σωτηρίαν, διωθουμένου δὲ παντελῶς οὐδένα, κατώλισθον ἐθελοντὶ πρὸς ἀπόστασιν, παρωσάμενοι τὸν λυτρωτήν. οὐκοῦν οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, προὔθηκε γὰρ, ὡς ἔφην, τὸ εἴπερ ἕλοιντο μεταλαχεῖν τῆς διὰ Χριστοῦ σωτηρίας. <Εἰ δὲ χάριτι, οὐκ ἔτι ἐξ ἔργων κ.τ.λ.> Εἰ δὲ χάριτί φησιν οὐκ ἔτι ἐξ ἔργων, ἐπεὶ ἡ χάρις οὐκ ἔτι γίνεται χάρις· ἔνθα, φησὶν, ἂν οἴοιτό τις ἐξ ἔργων εὐδοκιμεῖν, ἐκεῖ δὴ πάντως εἰκαῖον ἔσται καὶ περιττὸν τὸ τῆς χάριτος ὄνομά τε καὶ χρῆμα· “Τῷ γὰρ ἐργαζομένῳ, φησὶν, ”ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα·” οὐκοῦν εἰ ἐξ ἔργων ἡ χάρις, οὐκ ἔτι γίνεται χάρις. <Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχεν.> Ἔφη μὲν ὅτι “οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ·” ἐπειδὴ δὲ ἦν εἰκὸς ἀνταναστῆναί τινας, ἐκεῖνό που πάντως προϊσχομένους καὶ λέγοντας Καίτοι πῶς οὐκ ἀπώσατο τὸν λαὸν ὁ Θεὸς, εἴπερ ἀπώλισθεν ὁ Ἰσραὴλ, εἰ καὶ μὴ εἰς ἅπαν καὶ ὁλοτελῶς, ἀλλ᾽ οὖν ὡς ἐν μοίρᾳ; λεῖμμα γὰρ σέσωσται, καὶ τοῦτο κατ᾽ ἐκλογήν· ὑπαντᾷ δὲ πάλιν καὶ μάλα ἐμφρόνως καί φησι Τί οὖν; τουτέστι, τί δὴ πρὸς ταῦτά φημι;

Ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν, οἱ δὲ λοιποὶ ἐπωρώθησαν· ἐπεζήτει μὲν γὰρ ὁ Ἰσραὴλ τὴν ἐκ νόμου δικαίωσιν· εἶτα πῶς ἦν δικαιοῦσθαι αὐτὸν, φησὶ, τετελειωκότος οὐδένα τοῦ νόμου; οὐκοῦν τὴν διὰ τύπου δικαίωσιν ἐπεζήτει μὲν ὁ Ἰσραὴλ, οὐκ ἐπέτυχε δέ· ἀλλ᾽ οἵ γε ἀπολέγδην καὶ τῶν ἄλλων ἐξῃρημένοι διὰ τὸ εὐπειθὲς ἐπέτυχον· δεδικαίωνται γὰρ διὰ πίστεως· πεπώρωνται δὲ οἱ λοιποὶ, τουτέστιν οἱ σκληροί τε καὶ ἀνουθέτητοι. <Καὶ Δαβὶδ λέγει Γενηθήτω ἡ τράπεζα αὐτῶν κ.τ.λ.> Γενηθήτω φησὶν ἡ τράπεζα αὐτῶν εἰς παγίδα, καὶ τὰ ἑξῆς· παρακομίζει πρὸς ἀπόδειξιν ὧν εἶπε καὶ γράμμα προφητικὸν, οὐχ ἑνὸς ἀλλὰ δύο προφητῶν πρὸς σύστασιν, “ἵνα ἐπὶ στό- ”ματος δύο καὶ τριῶν μαρτύρων σταθῇ πᾶν ῥῆμα.” ἐπάρατος γὰρ καὶ μᾶλα ὀρθῶς γέγονεν αὐτῶν ἡ τράπεζα, τουτέστιν ἡ κακοξενία καὶ ἡ ὠμότης, ἣν ἐπὶ Χριστῷ πεποίηνται κατὰ τὸν τοῦ σταυροῦσθαι καιρόν· δεδιψηκότι γὰρ αὐτῷ προσεκόμισαν ὄξος χολῇ συμμιγές· διὰ τοῦτο καὶ ἐσκοτώθησαν τὸν νοῦν καὶ κάτω κεκύφασι μόνα φανταζόμενοι τὰ ἐπὶ γῆς. <Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσι;

μὴ γένοιτο.> Ἄγαμαί σε τῆς ἐπιεικείας, ὦ θεσπέσιε Παῦλε, μεταχειρίζῃ γὰρ εὐτεχνῶς τῆς οἰκονομίας τοὺς λόγους· οὐχὶ ταύτης ἕνεκα τῆς αἰτίας κεκλῆσθαι τὰ ἔθνη διατεινόμενος, ἵνα εἰς ἅπαν ἀποπέσοι τῆς εἰς Θεὸν ἐλπίδος ὁ Ἰσραὴλ οἷά τινι λίθῳ περιπταίσαντες Χριστῷ, ἀλλ᾽ ἵνα μᾶλλον τοὺς ἀδοκήτως εἰσδεδεγμένους παραζηλοῦντες, μεταμαθεῖν ἕλοιντο τὰ αἰσχίω, καὶ φρονεῖν ἄμεινον ἢ πρὶν, παραδέξαιντό τε οὕτω τὸν λυτρωτήν.

παραστήσεται δὲ ὁ λόγος ὡς ἐν βραχεῖ παραδείγματι· παῖδες μὲν γὰρ ἔσθ᾽ ὅτε μικροί τε καὶ ἄνηβοι, τὰς τοῖς ἔτι νηπίοις πρέπουσας εἰσδέχονται λύπας· εἶτα πατρὸς ἢ μητρὸς ἀποδραμόντες βραχὺ, ἀπροφάσιστον μὲν τῶν ὀμμάτων καταχέουσι δάκρυον, λυποῦσι δὲ οὐ μετρίως τοὺς γεγεννηκότας· φέρει γὰρ εἰς τοῦτο τῆς φυσικῆς φιλοστοργίας ὁ νόμος· καὶ δὴ τῆς μικροψυχίας καὶ εἰκαιότητος νηπιοπρεποῦς ἀφιστάντες εὐτέχνως, παιδίον ἁπλῶς τὸ παρατυχὸν ἁρπάζουσιν, αὐτῷ τε προσάγουσι τὰς παρὰ σφῶν τιμὰς, παραζηλοῦντες ἐκεῖνο καὶ οἷον κατερεθίζοντες εἰς ἐπιστροφὰς καὶ ἀγάπησιν τὴν ἐφ᾽ ἑαυτοῖς· τοιοῦτόν τι πεπράχθαι, καθάπερ ἐγὼ οἶμαι, καὶ ὁ θεσπέσιος ἔφη Παῦλος, ἀπογινώσκειν οὐκ ἐφιεὶς, καίτοι προσκεκρουκότα, τὸν Ἰσραήλ. <Εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου.> Εἰ γὰρ πεπλούτηκε, φησὶν, ὁ κόσμος τὴν πρὸς Θεὸν οἰκειότητα διά γε τὸ προσκροῦσαι τὸν Ἰσραὴλ καὶ, ἐπείπερ εἰσὶν ἐν ἐνδείᾳ φρενὸς ἀγαθῆς, προσελήφθη τὰ ἔθνη, τίς ἂν εἴη λοιπὸν ἡ πρόσληψις αὐτῶν, ἢ μονονουχὶ καὶ θανάτου λύσις καὶ ζωὴ ἐκ νεκρῶν; <Εἴ πως παραζηλώσω μου τὴν σάρκα.> Εἰς ὁμοψυχίαν οὖν καὶ εἰρήνην τοὺς ἐξ ἐθνῶν πιστοὺς καὶ Ἰουδαίων ἐφέλκεται, ἵνα μὴ ἐπαίρωνται, ἀλλὰ τῷ Θεῷ τὰ χαριστήρια ἀναθῶσιν ὡς ἀμνησικάκως χαρισαμένῳ τὴν τῶν παραπτωμάτων ἄφεσιν· δοξάζειν δέ φησι τὴν ἑαυτοῦ διακονίαν, οὐ δόξης εἰκαίας ἐπιθυμῶν· ἀλλ᾽ ἵνα φησὶ παραζηλώσω μου τὴν σάρκα· σάρκα δὲ πάλιν ἰδίαν ἐν τούτοις ὀνομάζει τὸν Ἰσραὴλ, ἤτοι τὸ κατὰ σάρκα γένος.

ὅμοιον οὖν ὡσεὶ λέγοι τυχόν Εὐκλεᾶ τε καὶ ἀξιόχρεων καὶ φιλαιτάτην Θεῷ τὴν ἀποστολὴν τὴν ἐμὴν εἶναι λέγω, καὶ τοῖς ἀνὰ πᾶσαν τὴν ὑφήλιον χρειωδεστάτην· οὐχ ἵνα ταῖς διακένοις τιμαῖς καὶ ἐκτόποις φιλοκομπίαις τὴν ἐμαυτοῦ φαίνοιμι στεφανῶν κεφαλὴν, ἀλλ᾽ ἵνα τὸ κατὰ σάρκα γένος ἀνασώσαιμι τὸ ἐμόν· μονονουχὶ διανύττων οἷά τινι κέντρῳ τῷ ζήλῳ, καὶ διανιστὰς εἰς τὸ ἑλέσθαι δεῖν τῇ διὰ Χριστοῦ χάριτι δικαιοῦσθαι. <Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν;> Ἐπειδὴ οὖν ἐκ πίστεως ἢ τρόπων οὐκ ἦν ἐπαινέσαι τὸν Ἰσραὴλ, ἐπὶ τοὺς τῆς οἰκονομίας κεχώρηκε λόγους, καὶ τὴν ἐκείνων ἀπιστίαν πρόξενον τῷ κόσμῳ γεγενῆσθαί φησι τῆς πρὸς Θεὸν οἰκειότητος· καὶ πειρᾶται λέγειν ὅτι δι᾽ ὧν προσκεκρούκασι, τάχα που καὶ εὐεργέται τοῦ κόσμου γεγόνασι, καὶ οἱονεὶ πεσόντας καὶ χαμαὶ κειμένους τοὺς Ἰουδαίους στεφανοῖ· ζωὴν γὰρ εἶναί φησιν ἐκ νεκρῶν τὴν πρόσληψιν αὐτῶν, εἴ γε ἐστὶν ἀψευδὲς, ὡς γέγονεν ἡ ἀποβολὴ αὐτῶν κόσμου καταλλαγή. <Ἐὰν ἐπιμείνῃς.> Εὐτέχνως ἄρα ὁ λόγος κατεσκευάσθη τῷ ἀποστόλῳ· ἐπανορθοῖ μὲν γὰρ τοῦ πρέποντος ἡμαρτηκότα τὸν Ἰσραὴλ, καὶ ἐπὶ τὰ λυσιτελῆ προτρέπεται, καὶ τῆς ἰδίας ἀντιποιεῖσθαι ῥίζης διὰ πίστεως τῆς ἐν Χριστῷ.

λέγει δὲ τοὺς ἐξ ἐθνῶν τετιμῆσθαι παρὰ Θεοῦ καὶ προτρέπεται εἰς τὸ ἑδραῖον ἐν πίστει καὶ εὐσεβείᾳ· ἐὰν γὰρ οὕτω μείνῃς, κλάδος εὐγενὴς τῆς ἁγίας ἀπομένεις ῥίζης· εἰ δὲ ἀπειθήσεις, ἔξω καὶ αὐτὸς γενήσῃ τῆς ῥίζης. <Ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται.> Ἐκεῖνο δὴ πάλιν ἄθρει καὶ κατασκέπτου· ἔφη μὲν γὰρ ὅτι τὸ πλήρωμα τῶν ἐθνῶν εἰσελεύσεται καὶ πᾶς Ἰσραὴλ σωθήσεται· ἀλλ᾽ εἴ τις ἕλοιτο πρὸς τοῦτο εἰπεῖν Καίτοι πολλοὶ τῶν ἐθνῶν ἐν ἀπιστίᾳ τεθνήκασι, πῶς οὖν εἰσβέβηκε τὸ πλήρωμα τῶν ἐθνῶν; ἀλλ᾽ οὐδὲ πᾶς Ἰσραὴλ σωθήσεται, εἴπερ ἐστὶν ἀληθὲς ὅτι τὸν τῆς ἀνομίας υἱὸν παραδέξονται οἱ Ἰουδαῖοι, τῆς εἰς Χριστὸν ἀγάπης ἠφειδηκότες· τοῦτο γὰρ αὐτὸς ἔφασκεν “Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ ”οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, “ἐκεῖνον λήψεσθε·” καὶ ὁ σοφώτατος Παῦλος “Ἀνθ᾽ ὧν ”τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι “αὐτούς· διὰ τοῦτο πέμπει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης ”εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει.” τί οὖν ἐροῦμεν πρὸς τοῦτο; φαμὲν, ὅτι Θεοῦ προθέντος ἀδιαφθονήτως ἅπασι τὴν διὰ πίστεως χάριν, ἐξείργοντος δὲ παντελῶς οὐδένα, πῶς οὐκ εἰσβέβηκε τὸ πλήρωμα τῶν ἐθνῶν, τό γε ἧκον εἰς νοῦν καὶ σκοπὸν τὸν τοῦ κεκληκότος;

οὐ γὰρ εἴ τινες ἐθελοντὶ παρώλισθον καὶ τῆς δωρεᾶς διημαρτήκασι, ταύτῃτοι κατεψευσμένον τὸν τῆς γραφῆς εὑρήσομεν λόγον· ἐξὸν γὰρ αὐτοῖς τῶν ἅπαξ δεδωρημένων μεταλαχεῖν, ἐθελούσιον ἀνθ᾽ ὅτου πεποίηνται τὴν ἀπόστασιν; οὐκοῦν ὅσον ἧκεν εἰς ἡμερότητα καὶ φιλανθρωπίαν τοῦ κεκληκότος καὶ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσβέβηκεν, σέσωσται δὲ καὶ ἅπας ὁ Ἰσραήλ· ἐπειδὴ δὲ ἀκαμπεῖς γεγόνασι, ταύτῃτοι καὶ πώρωσιν αὐτοῖς ἀπὸ μέρους γενέσθαι φησί. <Καθὼς γέγραπται Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος.> Ὅτι μέλλει σώζεσθαι καὶ ὁ ἀπόβλητος Ἰσραὴλ κατὰ καιροὺς, βεβαιοῖ τὰ τῆς ἐλπίδος, λόγιον παρατιθεὶς ἱερόν· σωθήσεται γὰρ κατὰ καιροὺς ὁ Ἰσραὴλ, ἔσχατος καλούμενος μετὰ τὴν τῶν ἐξ ἐθνῶν κλῆσιν. <Ἐχθροὶ δι᾽ ὑμᾶς.> Ὅσον μὲν οὖν ἧκεν εἰς τὸ κήρυγμα τὸ εὐαγγελικὸν, γεγόνασιν ἐχθροί· προσκεκρούκασι γὰρ διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν· διὰ δὲ τὴν τῶν πατέρων εὐγένειαν οἳ ἐτιμήθησαν ὡς ἅγιοι καὶ θεοφιλεῖς, λογισθεῖεν ἂν εἶναι δι᾽ ἐκείνους ἀγαπητοί· ὅμως ἐχθροὶ γεγόνασιν ἵνα τεθῇ εἰς παραζήλωσιν τοῖς ἀπιστήσασιν. <Ὥσπερ γὰρ καὶ ὑμεῖς ποτε ἠπειθήσατε τῷ Θεῷ κ.τ.

λ.> Ἴσα δείκνυσι τὰ ἀμφοῖν ἐγκλήματα, καὶ μιᾷ χάριτι τεθεραπευμένους τούς τε ἐξ ἐθνῶν καὶ τὸν Ἰσραήλ· κέκληται μὲν γὰρ κατὰ καιροὺς διὰ τοῦ Μωσέως ὁ Ἰσραὴλ, καὶ τῆς ἐν Αἰγύπτῳ ταλαιπωρίας ἐξῄρηται· ἀλλ᾽ οἱ τῶν δαιμόνων θεραπευταὶ, τουτέστι τὰ ἔθνη, ὡς διά γε τῶν Αἰγυπτίων νοούμενα, τέως ἠπείθησαν τῷ ἐλέει τῶν ἐξ Ἰσραήλ· οὐ γὰρ πεπιστεύκασι ταῖς θεοσημίαις ταῖς διὰ Μωσέως, οὐκ ἤθελον εἰδέναι τὸν τῶν Ἑβραίων Θεόν. ἀλλ᾽ ἐξεπέμπετο μὲν μόλις ἱερουργήσων κατὰ τὴν ἔρημον τῶν Ἰουδαίων ὁ δῆμος· εἴχοντο δὲ αὐτοὶ τῆς ἀρχαίας ἀπάτης, ἀλλὰ νῦν ἠλέηνται προσκεκρουκότος τοῦ Ἰσραὴλ, ὃς καὶ ἠπείθησε τῷ ἐλέει τῶν ἐθνῶν, ἵνα καὶ αὐτὸς ἐλεηθείη κατὰ καιρούς. ἴσα τοιγαροῦν, ὡς ἔφην, τὰ ἀμφοῖν ἐγκλήματα, τῆς τοῦ κατοικτείροντος ἐπικουρίας ἐν ἴσῳ τρόπῳ δεδεημένα· συγκεκλεῖσθαι δέ φησι τοὺς πάντας εἰς ἀπείθειαν παρὰ Θεοῦ, ἵνα τοὺς πάντας ἐλεήσῃ. καὶ οὔ τι που τῆς θείας βουλῆς ἔργον γενέσθαι λογιούμεθα τὸ ἀπειθῆσαί τινας, ἵνα καὶ κατοικτείροιντο πεσόντες εἰς τοῦτο· συνέκλεισε δὲ μᾶλλον εἰς ἀπείθειαν, ἐνόχους ὄντας ἀποφαίνων τοῖς ἀπειθείας ἐγκλήμασι, καὶ οἷον ἐξ αὐτῶν τῶν πραγμάτων ἐληλεγμένους· ὡς εἰς τοῦτο λοιπὸν καθίκοντο δυσπραξίας, ὡς μονονοὺ δεῖσθαι τοῦ κατοικτείρεσθαί τε καὶ ἐλεεῖσθαι. <Οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ κ.τ.