Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν ὑπαπαντὴν τοῦ κυρίου

Κύριλλος Ἀλεξανδρείας

Η υποταγή του Σωτήρος στον Νόμο και η περιτομή

Ερμηνεία της συγκατάβασης του Χριστού να τηρήσει τον μωσαϊκό νόμο για την ελευθερία της ανθρωπότητας, η περιτομή κατά την όγδοη ημέρα, η ονοματοδοσία και η μετάβαση στον τύπο του βαπτίσματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 2 από 5

Ἴδομεν προβραχέως βρέφος ἐν φάτνῃ κείμενον τὸν Ἐμμανουὴλ, καὶ ἀνθρωπίνως μὲν ἐσπαργανωμένον, ὑμνούμενον δὲ θεϊκῶς παρὰ τῆς τῶν ἁγίων ἀγγέλων στρατε[ι]ᾶς· οἱ δὲ τὸν τόκον αὐτοῦ τοῖς ποιμέσιν εὐηγγελίζοντο. Ἐκνενέμηκε γὰρ ὁ Θεὸς καὶ Πατὴρ, ὡς γέρας ἐξαίρετον, τῶν περὶ αὐτοῦ κηρυγμάτων τὰς ἀπαρχὰς τοῖς ἐν οὐρανῷ. Ἴδομεν δὲ αὐτὸν καὶ τήμερον τοῖς διὰ Μωσέως εἴκοντα νόμοις, μᾶλλον δὲ τὸν νομοθέτην Θεὸν, ὡς ἄνθρωπον, τοῖς ἑαυτοῦ θεσπίσμασιν ὑποκείμενον. Καὶ διὰ ποίαν αἰτίαν, διδάσκει λέγων ὁ σοφώτατος Παῦλος· «Ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι.

Ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γεννώμενον ἐκ γυναικὸς, γεννώμενον ὑπὸ νόμον ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ.» Οὐκοῦν τῆς τοῦ νόμου κατάρας ἐξεπρίατο Χριστὸς τοὺς ὄντας μὲν ὑπὸ νόμον, οὐ μὴν ἔτι καὶ τετηρηκότας αὐτόν. Ἐξεπρίατο δὲ, πῶς; Πληρώσας αὐτόν· καὶ καθ᾽ ἔτερον δὲ τρόπον, ἵνα λύσῃ τῆς ἐν Ἀδὰμ παραβάσεως τὰ ἐγκλήματα, εὐπειθῆ καὶ εὐήνιον πρὸς πᾶν ὁτιοῦν αὑτὸν παραστήσας ὑπὲρ ἠμῶν τῷ Θεῷ καὶ Πατρί. Γέγραπται γὰρ ὅτι, ὥσπερ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί.

Ὑφῆκε τοίνυν τῷ νόμῳ μεθ᾽ ἡμῶν τὸν αὐχένα, καὶ τοῦτο πράττων οἰκονομικῶς· ἔπρεπε γὰρ αὐτῷ πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἐπειδὴ γὰρ ὅλως ἔλαβε δούλου μορφὴν, ταύτης ἕνεκα τῆς αἰτίας, ὡς ἐν τοῖς ὑπὸ ζυγὰ τελέσας διὰ τὸ ἀνθρώπινον, συντετέλεκέ ποτε καὶ τοῖς δασμολογοῦσι τὰ δίδραχμα, καίτοι κατὰ φύσιν ἐλεύθερος ὢν καὶ συντελὴς, ὡς Υἱός.

Ὅταν οὖν ἴδῃς τηροῦντα τὸν νόμον, μὴ σκανδαλισθῇς, μήτε μὴν ἐν οἰκέταις καταγάγῃς τὸν ἐλεύθερον· ἐννόει δὲ μᾶλλον τῆς οἰκονομίας τὸ βάθος. Ἐνστάσης δὴ οὖν τῆς ὀγδόης, ἐν ᾗ σύνηθες τὴν ἐν σαρκὶ τελεῖσθαι περιτομὴν κατά γε τὸ δοκοῦν τῷ νόμῳ, δέχεται τὸ ὄνομα, τοῦτ᾽ ἔστιν τὸ, Ἰησούς.

Ἑρμηνεύεται δὲ τοῦτο Σωτηρία λαοῦ. Οὕτω γὰρ ἠθέλησεν ὁ Θεὸς καὶ Πατὴρ ὀνομάζεσθαι τὸν ἴδιον Υἱὸν, γεννηθέντα κατὰ σάρκα ἐκ γυναικός· γέγονε τότε δὴ μάλιστα σωτηρία λαοῦ, καὶ οὐχ ἑνὸς μόνου, ἀλλὰ καὶ πολλῶν, μᾶλλον δὲ παντὸς ἔθνους καὶ ἀπάσης τῆς ὑπ᾽ οὐρανόν. Ἐν ταυτῷ τοιγαροῦν τὸ τῆς περιτομῆς ἐτελεῖτο χρῆμα, καὶ τὴν κλῆσιν ἐδέχετο. Καὶ τί τὸ αἴνιγμα, ἢ ποίων μυστηρίων ἡμῖν ἔσται δεικτικὸν τὸ τελούμενον, φέρε δὴ πάλιν ἴδωμεν ἐρευνήσαντες.

Ὁ μακάριος ἔφη Παῦλος· «Ἡ περιτομὴ οὐδέν ἐστιν, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν.» Ἀλλ᾽ ἔστιν εἰκὸς πρὸς τοῦτό τινας εἰπεῖν· Ἆρ᾽ οὖν τὸ μηδὲν τηρεῖσθαι προστέταχε διὰ τοῦ πανσόφου Μωσέως ὁ τῶν ὅλων Θεὸς, καὶ κόλασιν ἐπαρτήσας τοῖς παραβαίνουσιν αὐτήν; Ναὶ, φαίην ἄν. Ὅσον μὲν γὰρ ἧκεν εἰς τὴν τοῦ πράγματος φύσιν, ἤτοι τὸ περὶ τὴν σάρκα πληρούμενον, οὐδέν ἐστι παντελῶς, ὠδίνει δὲ μυστηρίου τύπον οὐκ ἀκαλλῆ, μᾶλλον [δὲ] τῆς ἀληθείας ἐγκεκρυμμένην ἔχει τὴν δήλωσιν. Κατὰ γάρ τοι τὴν ὀγδόην ἡμέραν ἀνέβη ὁ Χριστὸς ἐκ νεκρῶν, δέδωκεν ἡμῖν τὴν ἐν Πνεύματι περιτομήν. Προστέταχε γὰρ ὁ Θεὸς τοῖς ἁγίοις ἀποστόλοις· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Τελεῖσθαι δέ φαμεν τὴν ἐν Πνεύματι περιτομὴν ἐν καιρῷ δὲ μάλιστα τοῦ ἁγίου βαπτίσματος, ὅτε καὶ μετόχους ἡμᾶς ἀποφαίνει Χριστὸς τοῦ ἁγίου Πνεύματος. Καὶ τούτου πάλιν εἰς τύπον ἦν ὁ ἀρχαῖος ἐκεῖνος Ἰησοῦς, ὁ μετὰ Μωσέα στρατηγός. Διεβίβασε γὰρ τὸν Ἰορδάνην τοὺς υἱοὺς Ἰσραὴλ, εἶτα καθίσας εὐθὺς περιέτεμε μαχαίραις πετρίναις. Οὐκοῦν ὅταν διαβῶμεν τὸν Ἰορδάνην, τότε Χριστὸς ἡμᾶς περιτέμνει τῇ δυνάμει τοῦ ἀγίου Πνεύματος, οὐ σάρκα καθαίρων, ἀποκείρων δὲ μᾶλλον τὸν ἐν ψυχαῖς μολυσμόν.