Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν ὑπαπαντὴν τοῦ κυρίου

Κύριλλος Ἀλεξανδρείας

Η υποδοχή από τον δίκαιο Συμεών και η κλήση των εθνών

Η συνάντηση του βρέφους Χριστού με τον Συμεών στον ναό και η ερμηνεία των προφητειών περί της επιστροφής των εθνών από την πλάνη και της σωτηρίας του υπολείμματος του Ισραήλ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 4 από 5

Οὐκοῦν εἰσεφέρετο μὲν Χριστὸς ἐν τῷ ἱερῷ, καὶ βρέφος ὢν ἔτι βραχύ τε καὶ ὑπομάσθιον· ὁ δέ γε μακάριος Συμεὼν, προφητικῇ χάριτι τετιμημένος, δέχεται μὲν εἰς ἀγκάλας αὐτόν· θυμηδίας δὲ τῆς ἀνωτάτω πιμπλάμενος, εὐλόγησε τὸν Θεὸν λέγων· «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι ἴδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.» Προητοίμασται γὰρ τὸ Χριστοῦ μυστήριον καὶ πρὸ αὐτῆς τῆς τοῦ κόσμου καταβολῆς· πεφανέρωται δὲ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, γέγονε δὲ φῶς τοῖς ἐν σκότῳ, καὶ πεπλανημένοις, καὶ ὑπὸ χεῖρα πεσοῦσι διαβολικήν.

Αὐτοὶ δὲ ἦσαν οἱ τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρεύοντες, προσκυνοῦντες δὲ καὶ τῷ ἀρχεκάκῳ δράκοντι, καὶ τῇ τῶν δαιμόνων ἀκαθάρτῳ πληθύϊ τὴν τοῦ Θεοῦ δόξαν ἀνάπτοντες· ἀλλὰ κέκληνται παρὰ Θεοῦ Πατέρος πρὸς ἐπίγνωσιν τοῦ Υἱοῦ, ὅς ἐστι φῶς τὸ ἀληθινόν. Ἔφη γοῦν διὰ φωνῆς Ἡσαΐου· «Σημανῶ αὐτοῖς, καὶ εἰσδέξομαι αὐτοὺς, διότι λυτρώσομαι αὐτοὺς, καὶ πληθυνθήσονται, καθότι ἦσαν πολλοὶ οἱ πλανώμενοι,» κεκλημένοι δὲ διὰ Χριστοῦ. Πολλοὶ δὲ πάλιν εἰσὶ καθὰ καὶ πρότερον, οἳ εἰσεδέχθησαν καὶ λελύτρωνται, σύνθημα λαβόντες εἰρήνης παρὰ Θεοῦ καὶ Πατρὸς, τὴν διὰ πίστεως τῆς εἰς Χριστὸν οἰκείωσίν τε καὶ χάριν. Κατεσπάρησαν δὲ ἐν λαοῖς οἱ θεσπέσιοι μαθηταί. Καὶ τί τὸ ἐντεῦθεν; Οἱ μακρὰν ὄντες Θεοῦ, κατὰ διάθεσιν γεγόνασιν ἐγγύς· τούτοις καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει λέγων· «Νυνὶ δὲ ὑμεῖς οἵ ποτε ὄντες μακρὰν, ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ.» Ἐγγὺς δὲ γενόμενοι, καύχημα ποιοῦνται Χριστόν. Ἔφη γὰρ περὶ αὐτῶν πάλιν ὁ Θεὸς καὶ Πατήρ· «Καὶ κατισχύσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ καυχήσονται, λέγει Κύριος.» Τοῦτο καὶ ὁ μακάριος Ψαλμῳδὸς διδάσκει λέγων, ὡς πρὸς τὸν τῶν ὅλων Σωτῆρα φάσκων· «Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν, καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται, ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ.»

Εὑρίσκομεν δὲ προφήτην Ἱερεμίαν ἀνακεκραγότα πρὸς τὸν Θεόν· «Κύριε, ἰσχύς μου καὶ βοήθειά μου, καὶ καταφυγή μου ἐν ἡμέρᾳ κακῶν μου· πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ᾽ ἐσχάτου τῆς γῆς, καὶ ἐροῦσιν. Ὡς ψευδῆ ἐκτίσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλιμον.» Γέγονε τοίνυν φῶς εἰς ἀποκάλυψιν ἐθνῶν ὁ Χριστὸς, ἀλλὰ καὶ εἰς δόξαν τοῦ Ἰσραήλ. Εἰ γὰρ καὶ γεγόνασί τινες ἐξ αὐτῶν ὑβρισταὶ καὶ ἀπειθεῖς, καὶ ἀσυνεσίας ἔμπλεω τὴν διάνοιαν ἔχοντες, ἀλλ᾽ οὖν σέσωσται τὸ κατάλειμμα, καὶ δεδόξασται διὰ Χριστοῦ.