Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸ ᾆσμα τῶν ᾀσμάτων
Η αναζήτηση του Νυμφίου και η πνευματική όραση
Εξέταση της νοητής όρασης, της φωνής και της έλευσης του Λόγου, καθώς και της αναζήτησης του Χριστού από την Εκκλησία μέσα στη νύχτα μέχρι το μνήμα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η αναζήτηση του Νυμφίου και η πνευματική όραση
Εξέταση της νοητής όρασης, της φωνής και της έλευσης του Λόγου, καθώς και της αναζήτησης του Χριστού από την Εκκλησία μέσα στη νύχτα μέχρι το μνήμα.
Ὀφθαλμοὺς δὲ τοὺς εἰς νοῦν καὶ καρδίαν φησίν· καὶ περιστερᾶς τὸ διορατικοὺς, καθ᾽ ὃ καὶ εἰς Πνεῦμα λαμβάνεται. Λέγει οὖν ὡς ἐδέξατο νοῦν ἡ νύμφη μόνον ὁρῶντα Θεόν. Ὀφθαλμοὶ δὲ καὶ οἱ ἄκακοι καὶ ὀξυδερκεῖς τῆς Ἐκκλησίας διδάσκαλοι. <Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων.> Ὡς δεξαμένη ἡ νύμφη τὸν ἄνωθεν ὑετὸν, καὶ τεκοῦσα τὴν ἀρετὴν, ἄνθει ἑαυτὴν παραβάλλει πεδίου· δείκνυσι δὲ ὅσον ὠφέλησεν ἡ τοῦ Χριστοῦ ἐπιδημία, ὅσου γε καὶ τὰς κοιλάδας τὰς ἀνεπιτηδείους πρὸς ἅπαντα σπόρον, τοιούτων μεστὰς ἔδειξεν ἀνθέων. Κοιλάδα γὰρ λέγει τὴν ἀποκοιλανθεῖσαν ἀπὸ τῶν οἰκησάντων αὐτὴν πάλαι δαιμόνων. <Στοιβάσατέ με ἐν μήλοις.> Τοῖς εὐαγγελικοῖς με ἀσφαλίσατε λόγοις· οὗτοι γὰρ ἡμῖν εὐωδιάζουσι Χριστόν. Συνταχθείην δὲ, φησὶ, κἀγὼ μετὰ τῶν ἁγίων αὐτοῦ· ὡς γὰρ αὐτὸς μῆλον, οὕτως σύσσωμοι καὶ συμμέτοχοι αὐτοῦ μῆλα. <Εὐώνυμος αὐτοῦ, κ.τ.λ.> Εὐώνυμος ὁ νόμος, δεξιὰ τὸ Εὐαγγέλιον. Ἢ καὶ εὐώνυμος ὁ παρὼν βίος, δεξιὰ ὁ μέλλων, ἥτις με περιλήψεται ὅταν τοῖς ἐκ δεξιῶν εἴπῃ· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου.» Λέγει δὲ καὶ ἑτέρωθι· «Μῆκος βίου καὶ ἔτη ζωῆς, ἐν δεξιᾷ τῆς σοφίας· ἐν δὲ τῇ ἀριστερᾷ, πλοῦτος καὶ δόξα.» Δεξιὰ γοῦν αὐτῆς ἡ τῶν θείων ἐπιστήμη, ἐξ ἧς ἡ αἰώνιος ζωή· ἀριστερὰ δὲ ἡ τῶν ἀνθρωπίνων γνῶσις, ἐξ ὧν πλοῦτος καὶ δόξα.
Λέγει τοίνυν, ὅτι Ὑπερέχει ὁ νοῦς μου τὰ ἀνθρώπινα· καὶ ἡ θεία γνῶσις καλύψει με. Καὶ γὰρ εἴρηται πάλιν· «Τίμησον αὐτὴν, ἵνα σε περιλάβῃ.» Δείκνυσι τοίνυν, ὅτι ὁ αὐτὸς καὶ νυμφίος καὶ τοξότης ἡμῶν ἐστι, νύμφη τε καὶ βέλος ἡ κεκαθαρμένη ψυχή· ὡς βέλος οὖν πρὸς τὸν ἀγαθὸν εὐθύνει σκοπόν. Ὡς νύμφην εἰς κοινωνίαν ἀναλαμβάνει τῆς ἀφθάρτου ἀϊδιότητος, μῆκος βίου καὶ ἔτη ζωῆς, διὰ τῆς δεξιᾶς χαριζόμενος· διὰ δὲ τῆς ἀριστερᾶς, τὸν τῶν αἰωνίων ἀγαθῶν πλοῦτον καὶ τὴν τοῦ Θεοῦ δόξαν, ἧς οἱ τὴν τοῦ κόσμου ζητοῦντες δόξαν ἀμέτοχοι γίνονται. Διὰ τοῦτό φησιν, ὅτι «Εὐώνυμος αὐτοῦ ἐπὶ τὴν κεφαλήν μου,» δι᾽ ἧς εὐθύνεται ὑπὸ τὸν σκοπὸν τὸ βέλος· ἡ δὲ δεξιὰ αὐτοῦ πρὸς ἑαυτόν με διαλαβοῦσα καὶ ἐφελκυσαμένη, κούφην με πρὸς ἄνω φορὰν ἀπεργάζεται· κἀκεῖ πεμπομένην, καὶ τοῦ τοξότου μὴ χωριζομένην, μᾶλλον ἐπαναπαύεσθαι.
Εἶτα πρὸς τὰς θυγατέρας τῆς ἄνω Ἱερουσαλὴμ τρέπει τὸν λόγον. Ὁ δὲ λόγος παράκλησίς ἐστιν ἐν ὅρκῳ προσαγομένη, τοῦ πλεονάζειν καὶ ἐπαύξειν ἀεὶ τὴν ἀγάπην, ἕως ἂν ἐνεργὸν ἑαυτοῦ ποιήσῃ τὸ θέλημα, ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Διὰ μὲν τοῦ εὐωνύμου τὰ τοῦ παρόντος βίου αἰνίττεται, ὡς ἔοικε, καλὰ, ὧν τὴν ἀπόλαυσιν ἤδη ἔχει· διὰ δὲ τῆς δεξιᾶς, τὴν τῶν μελλόντων ἐν ἐπαγγελίαις προσδοκίαν· ὧν τὴν χρῆσιν ἐν ἐπαγγελίαις, ὡς λέλεκται, καὶ ἐλπίσι προσκεῖσθαί φησιν. Εὖ δὲ καὶ τὸ φάναι, τῇ μὲν δεξιᾷ περιλαμβάνεσθαι, τῇ δὲ ἀριστερᾷ τὴν κεφαλὴν ἐπαναπαύεσθαι· δεῖ γὰρ τὰ τοῦ παρόντος βίου κἂν πολὺ νομίζηται χρηστὰ καὶ περίβλεπτα, ὑποτετάχθαι τῇ κεφαλῇ τῆς τελείας ψυχῆς, μόνην τὴν ἀναγκαίαν χρείαν παρέχοντα τῷ σώματι, ὡς τὸ προσκεφάλαιον τῇ κεφαλῇ.
Τὰ δὲ τοῦ μέλλοντος αἰῶνος, ἐπειδὴ θεῖα ὄντα ἐπάνω τῆς ἀνθρωπίνης ἐφέστηκε φύσεως, διὰ τῆς περιλήψεως τὸ ὑπερέχον ᾐνίξατο, Τάχα δὲ, ἐπειδήπερ αἱ χεῖρες πράξεών εἰσι σύμβολον· αἱ δὲ τῆς ἀριστερᾶς χειρὸς πράξεις τὰ τοῦ σώματος σημαίνουσιν, αἱ δὲ τῆς δεξιᾶς, τὰ τῆς ψυχῆς· δεξιὰ ὄντα τὸν ἀμείνω κλῆρον εἴληχε, περιέχονται τὰς σωματικὰς ἀνάγκας.
Ὡς γὰρ ἡ περιλαμβάνουσα χεὶρ καὶ ἐπάνω ἐστὶ καὶ ἐντὸς ἀγκάλην ἔχει τὸ περιληφθὲν, οὕτως αἱ πρὸς τὸν σκοπὸν τῆς μελλούσης ζωῆς ἀποτεταγμέναι πράξεις, πᾶν κίνημα τοῦ σώματος ἄλογον περισφίγγουσαι, εὔτακτον καὶ συνδεδεμένην φυλάττουσι τὴν ζωήν· οὐδ᾽ ἑνὸς ἐπιβουλεύειν δυναμένου τῇ περιληφθείσῃ ὑπὸ τοῦ νυμφίου ψυχῇ.
Ταῦτα πρὸς τὴν τῶν δραματικῶς ἐπαγομένων σαφηνίαν, μέχρι τοῦ, «Ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία.» Καὶ δῆλον ὡς ἡ νύμφη τοῦ Λόγου ψυχὴ, ἤγουν Ἐκκλησία Χριστοῦ, φωνῆς πρὶν νοῆσαι αὐτὴν ὡς θείας ἀντιλαμβάνεται, ὅπερ πάσχομεν οἱ πιστοὶ, πρὶν νοῆσαι τὰς νομικὰς καὶ προφητικὰς φωνὰς, ὡς θείας χάριτος πλήρεις καταπληττόμενοι. Τοιοῦτόν ἐστι τὸ, «Φωνὴ τοῦ ἀδελφιδοῦ μου,» προστεταγμένον τῆς μακρόθεν ἐπιφανείας τοῦ Λόγου· ὃν ἰδοῦσα μεγάλων θεωρημάτων ἁπτόμενον, μετὰ τοῦ μηδὲ τῶν βραχυτέρων καταφρονεῖν, φησίν· Ἰδοὺ αὐτὸς ἥκει πηδῶν ἐπὶ ὄρη, διαλλόμενος ἐπὶ τοὺς βουνούς.» Δι᾽ ὅλου δὲ τοῦ λόγου, τινὰ μὲν ὡς παρόντι λέγεται τῷ νυμφίῳ· τινὰ δὲ ὥσπερ ζητουμένου παρὰ τῆς νύμφης· ἐπεὶ καὶ τῶν προβλημάτων ποτὲ μέν τινα ζητοῦμεν ἀποροῦντες τῆς λύσεως· ποτὲ δὲ τῆς λύσεως ἀπολαύομεν, τοῦ νυμφίου Λόγου καταυγάζοντος ἡμῶν τὰς καρδίας. Εἶτα πάλιν ἀποροῦμεν ἐν ἑτέροις, καὶ πάλιν ἡμῖν ἐπιφαίνεται· καὶ τοῦτο πολλάκις, μέχρι τελειωθέντες τοῦ νυμφίου τύχωμεν οὐ μόνον ἐρχομένου πρὸς ἡμᾶς, ἀλλὰ καὶ μονὴν ποιουμένου.
Καὶ ἡ Ἐκκλησία ποθεῖ μὲν ἐγκαταλειπομένη τοῖς πειρασμοῖς, ἐπιφαίνεται δὲ αὐτῇ τοῖς χαρίσμασι. Διό φησιν· «Ἰδοὺ, φησὶν, οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη.» Ἔρχεται δὲ καὶ ἐπὶ τὰ δίκτυα τὰ πετασμένα ὑπὸ τοῦ πονηροῦ πλησίον τῆς Ἐκκλησίας· ἅπερ σχίσας, καταφρονητικῶς αὐτῶν ἐπιβαίνειν διδάσκει.
Τῇ ὑπερβάσῃ Ἐκκλησίᾳ πάντα χειμῶνα πειρασμοῦ, τὰ σημεῖα τοῦ ἀέρος δείκνυται, καὶ τὸ ἐγγίζειν τὸ θέρος, περὶ οὗ ἐν Ψαλμοῖς· «Τὸ θέρος καὶ ἔαρ.» Ὤφθη γὰρ αὐτῇ ἄνθη, καὶ ἤγγισεν ἡ παντελὴς, κάθαρσις, καιρὸς τῆς τομῆς ὀνομαζομένης. <Ἐκκύπτων διὰ τῶν δικτύων.> Ἴσως δὲ καὶ τοὺς ἀποστόλους ἐδήλωσεν διὰ τῆς ἁλιευτικῆς τέχνης. Ταῦτα τοίνυν ἀκούει τοῦ Λόγου ἡ Ἐκκλησία διὰ τῶν προφητικῶν θυρίδων καὶ τῶν νομικῶν δικτύων δεχομένη τὴν τῆς ἀληθείας αὐγήν· ἔτι συνεστῶτος τοῦ τυπικοῦ τῆς διδασκαλίας τοίχου, τοῦ νόμου λέγω, τοῦ τὴν σκιὰν ποιοῦντος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων δεικνύντος· οὗ ὀπίσω στᾶσα ἡ ἀλήθεια ἐχομένη τοῦ τόπου ὕστερον ἐπιλάμπει.
Ἢ καὶ τὸ τῆς τομῆς ἔφη τοῦ νοητοῦ θερισμοῦ· περὶ οὗ ὁ Σωτήρ φησιν· «Ὁ μὲν θερισμὸς πολύς.» Ἐν σκέπῃ τῆς πέτρας, ἐχόμενα τοῦ προτειχίσματος. <Ἐν σκέπῃ τῆς πέτρας, ἐχόμενα τοῦ προτειχίσματος.> ἀσφάλεια διὰ τοῦ προτειχίσματος δηλουμένη· ἔνθα γενομένη, φησὶ, τεύξῃ πάσης ἐπικουρίας. <Ἀπόστρεψον.> Αἰτεῖ τὸν νυμφίον, τὴν ἄκαρπον ἀπολεῖψαι Συναγωγὴν, καὶ ἐλθεῖν ἐπὶ τοὺς ἐκ τῆς κοίλης καὶ τεταπεινωμένης πάλαι καὶ εἰδωλολατρούσης ψυχῆς ἐπὶ οὐράνιον ὕψος ἀναβάντας. <Ἐπὶ κοίτην μου ἐν νυξὶν ἐζήτησα.> Τὰς γυναῖκας δηλοῖ, τὰς ἐλθούσας μιᾷ Σαββάτων ὄρθρου βαθέως ἐπὶ τὸ μνῆμα τοῦ Ἰησοῦ, καὶ μὴ εὑρούσας αὐτόν. Τὸ οὖν, ἐπὶ τὴν κοίτην, ἢ ἀπὸ κοίτης φησὶν, ἢ κοίτην ἑαυτῆς τὸ τοῦ Κυρίου μνῆμα καλεῖ, καθ᾽ ὃ συνθαπτόμεθα αὐτῷ. Ἀλλ᾽ οὐχ εὗρεν αὐτὸν, ἀκούσασα· «Οὐκ ἔστιν ὧδε· ἠγέρθη γάρ.» Καὶ εὗρον αὐτὴν οἱ τηροῦντες ἄγγελοι, οὓς καὶ ἐρωτᾷ· «Ποῦ τεθείκατε τὸν Κύριον;» Ἀλλὰ παρελθούσῃ τοὺς ἐρωτηθέντας, ὑπήντησε λέγων· «Χαίρετε.» Διό φησιν ὡς μικρὸν παρῆλθον ἀπ᾽ αὐτῶν ἕως εὗρον, καὶ οὐκ ἀφήσω αὐτόν. Ἐκράτησε γὰρ οὗτος πόδας αὐτοῦ, καὶ ἤκουσε· «Μή μου ἅπτου.» Οἶκον δὲ μητρὸς τὴν συναγωγὴν ἀποστόλων φησὶ, εἰς ἣν ἀπελθοῦσα εὐαγγελίζετο τοῦ Χριστοῦ τὴν ἀνάστασιν. <Τεθυμιαμένη σμύρναν καὶ λίβανον.> Σμύρνα μὲν, ὅτε συντέθαπται διὰ τοῦ λιβάνου· λίβανος δὲ, ὅτε συναναστὰς αὐτῷ κεκοινώνηκε τῆς θεότητος αὐτοῦ.
Καὶ οὐ μόνοις τούτοις ἡ ἐκκλησιαστικὴ τεθυμίασται ψυχὴ, ἀλλὰ καὶ ποικίλοις γνώσεως θεωρήμασιν. Ὁ γὰρ ἄκρως διαιρῶν καὶ μέχρι τοῦ τυχόντος λεπτῶς ἐρευνῶν τὰ πράγματα, λέγοιτ᾽ ἂν μυρεψός πως εἶναι, λεπτύνων καὶ εἰς κόνιν ἄγων πάντα τὰ τῆς εὐωδίας λόγια· ἃ νῦν ἡ νύμφη λέγεται τεθυμιᾶσθαι. Τάχα δὲ καὶ ὁ μὴ κατὰ σάρκα βιοὺς, ἀλλὰ κατὰ πνεῦμα, μηδαμῶς παχυνθεὶς τὴν καρδίαν, τὸ ποικίλον καὶ παντοδαπὸν σῶζον τῆς εὐωδίας, εὐωδίαν ἀπὸ πάντων ποιεῖ τῶν νῦν οὕτως ὀνομαζομένων κονιορτῶν μυρεψοῦ. Λέγοι δ᾽ ἄν τις καὶ ὡς ἡ ἁγία καὶ ἐκκλησιαστικὴ ψυχὴ, τὸ τέκνον ποτὲ ἔρημον Θεοῦ, ἀπὸ συναγωγῆς ἐθνῶν ἀναβαίνει ἀπὸ τῆς ἐρήμου· καταλιποῦσα μὲν δόγματα καὶ λόγους καὶ πράξεις, τὰ ἔρημα Θεοῦ, ἀναβαίνουσα ἐπὶ τὰ τοῦ Θεοῦ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.