Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον (Νόθα)

Κύριλλος Ἀλεξανδρείας

Η έγερση του Λαζάρου ως προτύπωση της κοινής ανάστασης

Ανάλυση του ενδέκατου κεφαλαίου, με αναφορά στον θάνατο και την ανάσταση του Λαζάρου και την ανάδειξη του Χριστού ως αυτοζωής και νικητή του θανάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 2 από 4

Jo 11, 1 Διὰ οὖν τὴν τῶν γυναικῶν ἀγάπην ἄξιος ἦν καὶ ὁ τούτων ἀδελφὸς ὑπὸ τοῦ Χριστοῦ ἀγαπᾶσθαι ὅπου γε καὶ αὐτὸν ἠγάπα σφόδρα.

Jo 11, 11—12 Πῶς οὐκ ἄλογον αὐτοὺς πιστεύειν, ὅτι διὰ τὸ ἐξυπνίσαι 〈αὐτὸν〉 ἐκεῖ παραγίνεται. διὸ καὶ λέγουσιν· 〈εἰ κεκοίμηται, σωθήσεται.〉 οὐ περὶ ὕπνου νομίζουσιν λέγειν αὐτὸν οὐδὲ περὶ θανάτου, ἀλλὰ αἴνιγμα νομίζουσί τι αὐτὸν λέγειν, ἐπεί πως πέντε καὶ δέκα στάδια πορευομένου αὐτοῦ οὐκ ἂν ἔφθασεν ἐξυπνίσαι.

Jo 11, 25 Ἐπεὶ οὖν ὁ Χριστὸς 〈ἑώρα〉 αὐτὴν οὐ νοοῦσαν σαφῶς τὰ παρ᾽ ἑαυτοῦ σαφηνίζων φησίν· 〈ἐγώ εἰμι ἡ ζωὴ〉 ἀντὶ τοῦ οὐ δεῖ σε παρὰ ἄλλου με αἰτεῖν οὐδὲ ἐλπίζειν μετὰ χρόνους μακροὺς ἔσεσθαι τοῦ σοῦ ἀδελφοῦ τὴν ἀνάστασιν· πάρειμι γὰρ ἐγὼ ὁ πρὸς τοῦτο καλῶν. 〈ζωὴ〉 δέ ἐστι κατὰ φύσιν ὁ υἱὸς ὁ πάντα πρὸς τὸ εἶναι καλῶν καὶ ἀνιστῶν μὲν ἅπαντας ἰδίᾳ δυνάμει, ἀνιστῶν δὲ οὐχ ἁπλῶς, ἀλλὰ πρὸς ζωήν· διὰ γὰρ τοῦτο καὶ παρέζευξε τῷ τῆς ἀναστάσεως ὀνόματι τὴν ζωήν. σημειωτέον δέ, ὅτι ζωὴν ἑαυτὸν ὁ κύριος καλεῖ, οὐ μὴν ζῷον ὥς τινες ἀσεβῶς ἐτόλμησαν εἰπεῖν ἐπ᾽ αὐτοῦ τοῦτο· ἄλλη γὰρ διαφορὰ ζῴου καὶ ζωῆς· τὸ μὲν γὰρ ζῷον δεκτικόν ἐστι ζωῆς, ἡ δὲ ζωὴ παρεκτικὴ τοῦ ζῆν ὥσπερ ἡ σοφία καὶ ὁ σοφός. ὁ μὲν λαμβάνει, ἡ δὲ δίδωσιν.

Jo 11, 25 Ὥσπερ γὰρ οἱ πάλαι ἅγιοι οὐκέτι ἔφθησαν τῇ ἀναστάσει καὶ ταῖς τιμαῖς, ἀλλὰ ἀνέμειναν ἡμᾶς, οὕτω καὶ τοὺς πιστοὺς δεῖ ἀναμεῖναι τὴν κοινὴν ἀνάστασιν, ἵνα καὶ 〈σὺν〉 τοῖς πάλαι ἁγίοις ἅπαντες ἀναστῶσιν. ὡς ἐκεῖνοι ἔμειναν δι᾽ ἡμᾶς μὴ λαβόντες τὰς ἐποφειλομένας τιμὰς διὰ τὸ κοινῇ ἀπολαῦσαι πάντας, οὕτω καὶ ἡμεῖς μόνοι οὐκ ἀπολαύομεν τῆς ἀναστάσεως, ἵνα σὺν τοῖς πάλαι ἁγίοις ἀναστάντες ἅμα τύχωμεν τοῦ ἀγαθοῦ.

Jo 11, 33 Ἔοικε γὰρ ἐννοῆσαι τὸ ἐν ψαλμοῖς εἰρημένον· «ἔντειλαι, ὁ θεός, τῇ δυνάμει σου, δυνάμωσον, ὁ θεός, τοῦτο, ὃ κατειργάσω ἐν ἡμῖν» θεοπρεπῶς νοοῦντες τὸ «ἔντειλαι», εἰ καὶ λέγεται φωναῖς ἀνθρωπίναις ἐκ τῶν καθ᾽ ἡμᾶς ἀνάγων ἡμᾶς εἰς ἔννοιαν τὴν ὑπὲρ ἡμᾶς.

Jo 11, 33 Τὴν κατὰ τοῦ θανάτου δριμείαν ἀπειλὴν ἐμβρίμησιν ἐκάλεσεν ὁ εὐαγγελιστής.

Jo 11, 38 Ὥσπερ 〈οὖν,〉 ὅτε ὁ Χριστὸς ἐπὶ τὸ τοῦ Λαζάρου 〈μνημεῖον〉 πρόεισιν, γέγραπται, ὅτι 〈Ἰησοῦς ἐμβριμώμενος ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον,〉 οὕτως οὖν ἐπ᾽ αὐτοῦ νοοῦμεν τὴν ἐμβρίμησιν τὴν οἱονεὶ μετὰ κινήσεως τῆς κατ᾽ ἐξουσίαν θέλησιν.

Jo 11, 43—44 Θεοπρεπὲς καὶ βασιλικὸν τὸ κέλευσμα. διὰ δὲ τοῦτο κράζει παρὰ τὸ σύνηθες ἑαυτῷ ὁ σωτήρ, ἵνα διὰ τοῦ ἐπὶ Λαζάρου τύπου τὴν καθόλου ἀνάστασιν προδιατυπώσῃ, ποίῳ μέλλει γίνεσθαι τρόπῳ τῆς σάλπιγγος μέγα τι ἠχούσης καὶ δυνάμει θεοῦ τῶν νεκρῶν ἐγειρομένων. οὐκ εὔχεται δὲ ὧδε οὐδὲ λέγει τάδε «λέγει κύριος», ἵνα μὴ ἐν οἰκέτου τάξει νοῆται, ἀλλ᾽ ἐξουσιαστικῶς ὡς θεὸς καλεῖ τὸν νεκρὸν ἀπὸ τοῦ μνήματος. ὁ δὲ εὐθέως 〈ἐξῆλθεν,〉 ἐπείπερ θεῷ ἐπιτάττοντι ἀντιτεῖνον οὐδέν, ἵνα δείξῃ, ὅτι «ἐν ἀτόμῳ καὶ ἐν ῥιπῇ ὀφθαλμοῦ» μέλλει καὶ ἡ πάντων γενέσθαι ἀνάστασις, καθὼς καὶ ἐπὶ Λαζάρου γέγονεν. 〈δεδεμένος〉 δὲ ἔξεισι πρὸς πληροφορίαν τῶν ὁρώντων ὅλον ἀποσῴζων τὸ τῶν νεκρῶν σχῆμα, ἵνα μή τινες εἴπωσι μηδὲ ὅλως τεθνάναι τὸν Λάζαρον.