Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον (Νόθα)

Κύριλλος Ἀλεξανδρείας

Η απιστία των Ιουδαίων και η οπτασία του προφήτη Ησαΐα

Σχολιασμός της συνεχιζόμενης σκληροκαρδίας των Ιουδαίων, της εμφάνισης της θείας δόξας στον Ησαΐα και της αναγωγής της πίστης από τον ενσαρκωμένο Υιό στον Θεό Πατέρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 4 από 4

Jo 12, 37—38 Πολλὰ λέγει τὰ κατὰ τῶν Ἰουδαίων ἐγκλήματα· πολλὰ γὰρ 〈σημεῖα〉 οὐκ ἐδυσώπησαν αὐτούς, ἀλλὰ τρόπον τινὰ ἄτρεπτοι ἦσαν τῇ σκληροκαρδίᾳ οὐδενὸς ἐλλείψαντος τῶν εἰς ἐπανόρθωσιν. εἰ δὲ καὶ δυσωπηθέντες οἱ Ἰουδαῖοι 〈ἐπίστευσαν〉, ἀλλ᾽ οὖν ἀδύνατον ἦν «ψεύσασθαι τὸ πνεῦμα τὸ ἅγιον» τὸ διὰ 〈τοῦ προφήτου Ἠσαΐου〉 λαλῆσαν περὶ τῆς αὐτῶν ἀπιστίας· οὔτε γὰρ τοῖς προφήταις ἐπίστευσαν οὔτε γνώριμος γέγονε τοῖς Ἰουδαίοις ὁ Χριστός, ἡ δύναμις καὶ ὁ 〈βραχίων〉 τοῦ πατρός. ὑπερβολικῶς δὲ εἶπεν τὸ οὐδεὶς διὰ τὸ ὀλίγους ἐκ πολλῶν σεσῷσθαι. θέλων δὲ αὐτῶν τὴν ἄμετρον δυστροπίαν ἐλέγξαι ὁ εὐαγγελιστὴς προσέθηκε καὶ τὸ 〈ἔμπροσθεν αὐτῶν〉 δεικνύς, ὅτι οὐδὲ οἷς ἑώρων 〈ἐπίστευον.〉

Jo 12, 38 〈Βραχίων〉 τοῦ θεοῦ τοῦ πατρὸς ὁ υἱός ἐστιν.

Jo 12, 41 Ἐξ ὧν ὧδε δηλοῖ τὸν υἱὸν τοσαύτην ἔχοντα 〈δόξαν,〉 ἣν 〈εἶδεν Ἠσαΐας,〉 δῆλον, ὅτι οὐδεμία διαφορὰ πατρὸς καὶ υἱοῦ· οὐ γάρ ἐστί τι πλεῖον ἄνθρωπον δύνασθαι θεωρῆσαι οὐδὲ ἕτερόν τι λέγει τούτου μεῖζον ἡ γραφή· τὰ γὰρ Σεραφίμ, ἃ 〈εἶδεν Ἠσαΐας〉 ὑπὸ τὸν τοῦ θεοῦ θρόνον, ὑπεράνω ἐστὶ καὶ ἐντιμότερα τῶν ἀγγέλων πάντων. τὸ δὲ τοῦ «θρόνου» σημαίνει τὴν τοῦ δεσπότου φύσιν ἢ τὸ ἐν τάξει τῇ βασιλικῇ καθέζεσθαι παρεστώτων τῶν ἐν σχήματι δουλείας τῆς κτίσεως.

Jo 12, 44 Ὃ λέγει, τοιοῦτόν ἐστιν. ὁ δυνάμενος ἐπιγνῶναι τίς ὁ διὰ τῆς σαρκὸς ἐπιδημῶν καὶ τῆς νοητῆς καὶ καλλίονος ἐπιλαμβανόμενος θεωρίας οὗτος εὑρίσκει μὲν ἀληθῶς 〈ἐμέ.〉 εὑρίσκει δὲ ἐν τῇ πρὸς 〈ἐμὲ〉 πίστει τὴν 〈εἰς τὸν〉 πατέρα. ὅμοιον οὖν, ὡσεὶ ἔλεγεν οὐκ εἰς ἄνθρωπον 〈πιστεύει ὁ πιστεύων εἰς ἐμέ, ἀλλ᾽〉 εἰς θεοῦ δύναμιν, ἐν ᾗ 〈ὁ〉 πατὴρ γινώσκεται καὶ πιστεύεται.