Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον (Νόθα)

Κύριλλος Ἀλεξανδρείας

Ο Καλός Ποιμένας και η θεότητα του Υιού

Ερμηνευτικά σχόλια στο δέκατο κεφάλαιο του κατά Ιωάννην Ευαγγελίου, με επίκεντρο τη θυσία του Καλού Ποιμένα, την απιστία των Ιουδαίων και την ομοουσιότητα του Υιού με τον Θεό Πατέρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 1 από 4

Jo 10, 17 Ἐπειδὴ ὡς θεὸς εἰδὼς τὰς ἐνθυμήσεις τῶν Ἰουδαίων ἑώρα δὲ αὐτοὺς καταγελῶντας ἐφ᾽ οἷς ἔλεγεν ὑπεραποθνῄσκειν τῶν προβάτων, δείκνυσιν αὐτοὺς ἐκ τῶν λεγομένων τοσοῦτον ὄντας ἀσεβεῖς ὡς καὶ καταγελᾶν ἐκείνων ἅπερ πάνυ ἀγαπᾷ ὁ θεὸς καὶ 〈πατήρ〉, ἐπειδὴ καὶ οὕτως ἑώρα ἀθόλωτον μένουσαν ἐν τῷ σαρκωθέντι ἑαυτοῦ υἱῷ καὶ ἐκλάμπουσαν τῆς ἑαυτοῦ φύσεως τὴν εἰκόνα διὰ τὸ ἄτρεπτον. ἕως ὧδε τὸ ϛʹ βιβλίον τοῦ ἁγίου Κυρίλλου.

Jo 10, 20—21 〈Ἄλλοι ἔλεγον· ταῦτα τὰ ῥήματα οὐκ ἔστι δαιμονιζομένου〉 καὶ τὰ ἑξῆς. ἀπὸ μὲν τῆς τῶν λόγων ποιότητος ὀρθὴν ὁρίζονται τὴν ψῆφον· καὶ γὰρ ἦν μανίας εἰπεῖν τοῦτον λέγοντα, ὅτι τεθνήξεται μὲν ἀόκνως καὶ προκινδυνεύσει προθύμως τῶν ἰδίων προβάτων «ὁ ποιμὴν ὁ καλός», φεύξεται δὲ καὶ πρὸς μόνην ἀποπήξας τοῦ λύκου τὴν θέαν «ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν», ὅτι 〈δαιμόνιον ἔχει καὶ μαίνεται. τί αὐτοῦ ἀκούετε;〉

Jo 10, 26 Ἀρχὴ εὐπειθείας ἡ οἰκειότης· οἰκειοῖ γὰρ ἡμᾶς ἡ πίστις τῷ θεῷ καὶ σοφοὺς ἀποτελεῖ ἡ οἰκείωσις, οὗτοι δὲ σοφοὶ οὐ τὰ λυσιτελοῦντα πρὸς σωτηρίαν δεχόμενοι μαθήματα. ἀλλοτρίους δὲ αὐτοὺς λέγων σημαίνει, ὅτι πρόβατα αὐτοῦ ἦσαν καὶ οἱ ἐξ ἐθνῶν μέλλοντες πιστεύειν καὶ ἠπείλει αὐτοῖς τὴν μετανάστασιν ἣν ἐπὶ τὰ ἔθνη, ἵνα κἂν διὰ τῆς ἀπειλῆς φοβήσῃ αὐτοὺς τὰ δέοντα φρονεῖν.

Jo 10, 29 Διδοὺς ἃ εἶχεν ὡς φύσει θεὸς ὡς ἄνθρωπος λαμβάνων καὶ εἰς τὴν ἰδίαν ἀνακομίζων δόξαν αὐτὸς ὑφ᾽ ἑαυτοῦ καὶ πρὸς τοῦτο ἰών.

Jo 10, 31 Εἰ γὰρ μὴ ἐμαρτύρουν τὰ ἔργα τοῖς ἐμοῖς λόγοις, οἷς εἶπον λέγων ἐμαυτὸν ἴσον εἶναι τῷ πατρί, οὐκ ἂν ἠμέλλετε ἀγανακτεῖν ἐφ᾽ οἷς εἶπον ἐμαυτὸν φύσει θεόν, εἰ μὴ πάντα τὰ ἔργα μου ἐδείκνυ με θεὸν φύσει· εἰ γὰρ ἐβλασφήμησα, φησίν, εἰρηκὼς ἐμαυτὸν θεόν, εἰκὸς ὑμᾶς ἐννοεῖν, ὅτι δι᾽ ὧν ἐποίησα μειζόνως φαίνομαι θεὸς καὶ διὰ τοῦτο φονεῦσαί με ζητεῖτε.

Jo 10, 36 Ὁ μονογενὴς καὶ τῶν ἄλλων ἁπάντων ἁγιαστικός, ὅσα τῇ τοῦ ἁγιάζεσθαι μετουσίᾳ πρὸς ἁγιασμὸν ἀναβαίνει. ἁγιάζεσθαι δὲ λέγεταί τι παρὰ τῇ θείᾳ γραφῇ κατὰ πολλοὺς τρόπους. ἡγιάσθη τοίνυν τοῦτ᾽ ἔστι προεχειρίσθη πρὸς ἀποστολὴν ἐν κόσμῳ διὰ τὸ σῶσαι τοὺς ἐν αὐτῷ ἢ τὸ ἡγιάσθαι τι τὸ πρὸς θυσίαν ἀφωρίσθαι νοήσεις· «εἷς» γὰρ «ὑπὲρ πάντων ἀπέθανεν» εὐδοκίᾳ τοῦ θεοῦ καὶ πατρός. ἢ διὰ ἅγιον τὸν ἑαυτοῦ ἀποτελέσαι ναόν· οὐ γὰρ ἦν κατὰ φύσιν ἰδίαν ἡ σὰρξ ἁγία, ἀλλὰ τοῦ ἑνωθέντος αὐτῇ λόγου δεξαμένη τὸν ἁγιασμὸν ἡγιάσθη καὶ κατὰ τοῦτο ὡς οἶμαι τοῦτό φησιν.

Jo 10, 37—38 Λέγει δὲ καὶ κατὰ Ἀρειανῶν καὶ ὅτι οὐκ ἔστιν ὅμοιον τοῦτο τῷ πρὸς τοὺς μαθητὰς εἰρημένῳ· καὶ γὰρ ὁ κύριος εἰπὼν πρὸς αὐτοὺς «ἐὰν ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς κἀγὼ τὰς ἐντολὰς τοῦ πατρὸς τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ» ἑρμηνεύων, ὅτι ἐκεῖνος μενεῖ ἐν τῇ ἀγάπῃ τοῦ Χριστοῦ ὁ ποιῶν τὰς αὐτοῦ ἐντολάς, ὅπερ οὐκ ἀνάγει εἰς ὁμοουσιότητα τοῦ υἱοῦ τοὺς μαθητὰς δυναμένους καὶ ἀπογενέσθαι διὰ τοῦ μηκέτι θέλειν ποιεῖν τὰς αὐτοῦ ἐντολάς, εἰ καὶ ὁ υἱὸς ἀτρέπτως ποιεῖ τὸ τῷ πατρὶ δοκοῦν ὡς θεὸς φύσει, εἰ καὶ ὡς ἄνθρωπος πρὸς τὴν ἡμῶν ὠφέλειαν ταῦτά φησιν, ἵνα μιμησώμεθα αὐτὸν καθὼς δυνατόν. τὸ οὖν θέλειν καὶ μὴ θέλειν οὐκ ἐν οὐσίαις καὶ φύσεως λόγῳ νοοῦμεν, ἀλλ᾽ ἐν προαιρέσει, ὅπερ ἐστὶν ἐπὶ τῶν μαθητῶν, οὐ μὴν ἐπὶ υἱῷ· ἐκ γὰρ τῶν ὄντων τῷ υἱῷ φυσικῶν ἀγαθῶν νοοῦμεν, ὅτι ὁμοούσιός ἐστι τῷ πατρί, οὐ μὴν ἐξ ἐκείνων ἅπερ ἐν ἡμῖν γίνεται καὶ ἀπογίνεται.

Jo 10, 39 Ἐξηγεῖται ὁ εὐαγγελιστὴς καὶ τὸ τῶν Ἰουδαίων σκληρὸν τῶν ἐπὶ τοσούτοις ἀγαθοῖς λόγοις μὴ μαλαχθέντων, ἀλλὰ ζητούντων 〈αὐτὸν πιάσαι〉 καὶ ἀποκτεῖναι καὶ τοῦ σωτῆρος τὴν ἰσχύν. ὡς θεὸς ὢν φύσει μαινομένους ἀπέφυγεν ἐν μέσῳ ὢν τῶν ἐκείνων χειρῶν· τοῦτο γὰρ ὡς θαυμάζων ὁ εὐαγγελιστὴς εἶπεν, δι᾽ ὧν σημαίνει, ὅτι εὐκόλως ἐκ μέσου τῶν φονώντων διαφεύγων ἀκινδύνως οὗτος οὐκ ἂν ἑάλω ποτέ, εἰ μὴ ἑκών.