ὅνπερ γὰρ τρόπον οἱ νεὼς ἀποπίπτοντες, καὶ ποταμίῳ ῥεύματι γεγονότες ἁλώσιμοι ἀντιπράττειν μὲν οὐδαμῶς ἰσχύουσι, τὸ δὲ ἀντινήχεσθαι τοῖς ὕδασι σφαλερὸν ἡγούμενοι, μόνῃ φέρονται τῇ ῥύμῃ· τὸν αὐτὸν οἶμαι τρόπον καὶ οὗτοι, περὶ ὧν ἀρτίως ὁ λόγος, τῇ τῶν οἰκείων ἡδονῶν τυραννίδι νικώμενοι, πάσας ἔχειν αὐταῖς ἐπιτρέπουσι τὰς ἡνίας, τὸ ἀντιστατεῖν κατά τι γοῦν ἀπαυδήσαντες. δυσφοροῦσι τοιγαροῦν οἱ δείλαιοι Φαρισαῖοι, καὶ τῷ τῶν ἀρίστων εἰσηγητῇ θηριοπρεπῶς ἐπιτρίζοντες, ἐπὶ τὰ τῆς ὀργῆς χαίρουσι προοίμια, καὶ μανίας ἀπρόσιτον ἀπαρχὴν ἀναβλύζοντες λοιδοροῦσιν ἀθέσμως, ἀναπηδῶντες δὲ τρόπον τινὰ πρὸς τὴν σύντροφον αὐτοῖς ὑπεροψίαν, ἐν ἁμαρτίαις γεγεννῆσθαί φασι τὸν τυφλὸν, Ἰουδαϊκαῖς ὑπονοίαις πρὸς τοῦτο διαπαιζόμενοι, καὶ ἀσυστάτῳ δόγματι συναγορεύοντες ἀμαθῶς. ὅτι γὰρ τῶν ὄντων οὐδεὶς οὔτε δι᾽ ἑαυτὸν κυρίως, οὔτε μὴν διὰ τοὺς τεκόντας αὐτὸν ἢ τυφλὸς ἀποτίκτεται, ἤγουν ἕτερόν τι πάθος ἔχων σωματικὸν, ἀλλ᾽ οὐδὲ ὅτι τὰς πατέρων ἁμαρτίας ἐπὶ τέκνα καταφέρει Θεὸς, οὐκ ἀκόμψως, ὥς γε μοι φαίνεται, διὰ μακροῦ δεδείχαμεν λόγου, προτεθέντος ἡμῖν εἰς ἐξήγησιν “Ῥαββὶ, τίς ἥμαρτεν, οὗτος ἢ οἱ ”γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;” ἐπειδὴ τοίνυν διελέγχειν ἔγνω τοὺς Φαρισαίους ὁ ποτὲ τυφλὸς, οὐχ ὅπως ἐλοιδορήθη μόνον, ἀλλὰ καὶ ἐκβάλλεται παρ᾽ αὐτῶν.