ταῦτα δὲ ἔφη ὁ Κύριος, οὐχ ὡς τῆς ψυχῆς ἐνταῦθά τι πασχούσης, ἀλλὰ τῆς ψυχῆς φιλίαν καλεῖ, τὸ δοκεῖν αὐτὴν κατέχειν, οὐ προδιδόντας εἰς κινδύνους τὸ σῶμα. <Ἐὰν ἐμοί τις διακονῇ, ἐμοὶ ἀκολουθείτω.> Ὃ λέγει τοιοῦτόν ἐστιν Εἰ ἐγὼ, φησὶ, διὰ τὸ ὑμῶν χρήσιμον ἐκδίδωμι ἐμαυτὸν εἰς θάνατον, πῶς οὐκ ἄνανδρον τὸ μὴ, τῶν οἰκείων ἕνεκεν χρησίμων, τῆς προσκαίρου καταφρονῆσαι ὑμᾶς ζωῆς, καὶ τῷ τῆς σαρκὸς θανάτῳ τὴν ἀμάραντον κτήσασθαι ζωήν; δοκοῦσι γὰρ μισεῖν τὴν ἑαυτῶν ψυχὴν, ὅσον ἧκεν εἰς τὸ παθεῖν, οἱ ἐκδιδόντες αὐτὴν εἰς θάνατον, τοῖς αἰωνίοις φυλάττοντες ἀγαθοῖς· καὶ οἱ ἐν ἀσκήσει δὲ ζῶντες, μισοῦσι τὰς ἑαυτῶν ψυχὰς, οὐχ ἡττώμενοι ταῖς τῆς φιλοσαρκίας ἡδοναῖς. ὃ οὖν ἐποίησεν ὁ Χριστὸς διὰ τὴν ἁπάντων σωτηρίαν παθὼν, εἰς τύπον ἐποίησεν ἀνδρείας, διδάσκων τοὺς τῶν ἐλπιζομένων ἀγαθῶν ἐπιθυμοῦντας, ἐπείγεσθαι κατορθοῦν τὴν ἀρετήν. δεῖ γὰρ, φησὶ, τοὺς θέλοντάς μοι ἀκολουθεῖν, τὴν ἴσην ἐμοὶ ἀνδρείαν καὶ εὐτολμίαν ἐνδείκνυσθαι· οὕτω γὰρ λήψονται τὰ τῆς νίκης βραβεῖα. <Καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται.> Καὶ ἐπειδὴ ὁ τῆς σωτηρίας ἀρχηγὸς, οὐ διὰ δόξης καὶ τρυφῆς ὥδευσεν, ἀλλὰ διὰ ἀτιμίας καὶ πόνων· οὕτω δεῖ καὶ ἡμᾶς ἀλύπως ποιεῖν, ἵνα εἰς τὸν αὐτὸν τόπον καταντήσωμεν, καὶ τῆς θείας μετάσχωμεν δόξης. ποίας δὲ ἄξιοί ἐσμεν τιμῆς, οἱ μὴ ἀξιοῦντες τὰ ἴσα τῷ Δεσπότῃ παθεῖν;