Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον

Κύριλλος Ἀλεξανδρείας

Βιβλίο Α'

Ερμηνεία των πρώτων κεφαλαίων του Ευαγγελίου. Αναπτύσσεται η προαιώνια ύπαρξη του Μονογενούς, το ομοούσιο, η διάκριση των υποστάσεων, η αναίρεση των αρειανικών θέσεων και η ιδιότητα του Λόγου ως φωτός και ζωής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 2 από 13

ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩ ΠΡΩΤΩ ΒΙΒΛΙΩ. α. Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Μονογενής· προκειμένου ῥητοῦ Ἐν ἀρχῇ ἦν ὁ Λόγος. β. Ὅτι καὶ Θεὸς ὁμοούσιος ὑπάρχων τῷ Πατρὶ ὁ Υἱὸς ἐν ἰδίᾳ ἐστὶν ὑποστάσει, ὁμοίως δὲ καὶ ὁ Πατήρ· προκειμένου ῥητοῦ Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. γ. Ὅτι καὶ Θεὸς κατὰ φύσιν, κατ᾽ οὐδένα τρόπον, ἢ ἐλάττων, ἢ ἀνόμοιός ἐστι τοῦ Πατρὸς ὁ Υἱὸς, προκειμένου ῥητοῦ Καὶ Θεὸς ἦν ὁ Λόγος. δ. Πρὸς τοὺς τολμῶντας λέγειν, ὅτι ἕτερός ἐστιν ὁ ἐνδιάθετός τε καὶ φυσικὸς ἐν Θεῷ καὶ Πατρὶ Λόγος, καὶ ἕτερος ὁ παρὰ ταῖς θείαις γραφαῖς λεγόμενος Υἱός· ἔστι δὲ τῶν περὶ τὸν Εὐνόμιον ἡ τοιαύτη κακοδοξία· πρόκειται δὲ ῥητόν Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. ε. Ὅτι κατὰ φύσιν δημιουργὸς ὁ Υἱὸς μετὰ τοῦ Πατρὸς, ὡς ἐκ τῆς οὐσίας ὑπάρχων αὐτοῦ, καὶ οὐχ ὥσπερ ὑπουργὸς παραλαμβανόμενος· προκειμένου ῥητοῦ Πάντα δι᾽ αὐτοῦ ἐγένετο.

ϛ. Ὅτι ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ᾽ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός· προκειμένου ῥητοῦ Ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν. ζ. Ὅτι φῶς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ᾽ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς φῶς ἀληθινὸν ἐκ φωτὸς ἀληθινοῦ, προκειμένου ῥητοῦ Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. η. Ὅτι μόνος ὁ Υἱὸς τοῦ Θεοῦ φῶς ἐστὶν ἀληθινὸν, ἡ δὲ κτίσις οὐκέτι, φωτὸς οὖσα μέτοχος ὡς γενητή· προκειμένου ῥητοῦ Ἦν τὸ φῶς τὸ ἀληθινόν. θ. Ὅτι οὐ προϋπάρχει τοῦ σώματος ἡ τοῦ ἀνθρώπου ψυχὴ, οὐδὲ ἐκ πρεσβυτέρων ἁμαρτημάτων ἡ σωμάτωσις κατά τινας· προκειμένου ῥητοῦ Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ἐν τῷ κόσμῳ ἦν. ι. Ὅτι μόνος κατὰ φύσιν ὁ Υἱὸς ἐκ Πατρὸς ὁ Μονογενὴς, ὡς ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ· προκειμένου ῥητοῦ Θεὸν οὐδεὶς ἑώρακε πώποτε.

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΕΞΗΓΗΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΛΟΓΟΣ ΠΡΩΤΟΣ. ΑΚΡΙΒΗΣ ὄντως καὶ θεοδίδακτος τῶν ἁγίων εὐαγγελιστῶν ἡ διάνοια, καθάπερ ἀπό τινος γηλόφου καὶ περιωπῆς, τῆς ἐν τῷ δύνασθαι θεωρεῖν μεγαλειότητος, πανταχόθεν τὸ τοῖς ἀκροωμένοις περιαθροῦσα χρήσιμον, καὶ μετὰ συντόνου τινὸς θηρωμένη σπουδῆς, ὅπερ ἂν ὑπάρχειν οἴηται λυσιτελὲς τοῖς τὸν ἀληθῆ τῶν θείων δογμάτων διψῶσι λόγον, καὶ μετὰ προαιρέσεως ἀγαθῆς τὴν ἐγκεκρυμμένην ταῖς θείαις γραφαῖς ἐρευνῶσι διάνοιαν. οὐ γὰρ τοῖς περιεργότερον ἐξετάζουσι, καὶ πολυπλόκοις λογισμῶν ἀπάταις ἐφηδομένοις μᾶλλον, ἢ τῇ ἀληθείᾳ προσχαίρουσιν, ἐναποκαλύπτει τὸ Πνεῦμα, ἐπεὶ μήτε “εἰς κακότεχνον εἰσέρχεται ψυχὴν,” μήτε μὴν ἄλλως κυλίεσθαι παρὰ τοῖς ὑῶν ποσὶ τοὺς τιμίους ἐφίησι μαργαρίτας· ἥδιστα δὲ λίαν ταῖς ἁπλουστέραις διανοίαις προσομιλεῖ, ἅτε δὴ καὶ ἀπανουργότερον ἐχούσαις τὸ κίνημα, καὶ τὸ σοφίζεσθαι περιττὰ παραιτουμέναις, ᾧ δὴ πάντως καὶ τὸ ἐκπλήττεσθαι συμβαίνειν ἀκολουθεῖ, καὶ τὸ ἐκ τοῦ λίαν ἐκκλίνειν εἰς δεξιὸν τῆς εὐθείας καὶ βασιλικῆς ἔξω πίπτειν ὁδοῦ. “Πορεύεται γὰρ πεποιθὼς, ὃς ἁπλῶς πορεύεται,” κατὰ τὴν τοῦ Σολομῶνος φωνήν.

Θαυμαστὴν δὲ λίαν ἐχόντων τῶν ἁγίων εὐαγγελιστῶν τὴν ἐν τῷ γράφειν ἀκρίβειαν· οὐ γὰρ αὐτοὶ λαλοῦσι, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, ἀλλὰ τὸ πνεῦμα τοῦ Πατρὸς τὸ ἐν αὐτοῖς, πάντως εὐλόγως ἐπέκεινα θαύματος τὴν τοῦ Ἰωάννου συγγραφὴν ἀνατεθεῖσθαι δοίη τις ἂν, εἴς τε τὸ τῶν θεωρημάτων ἀποβλέπων ὑπερφερὲς, καὶ τῆς διανοίας αὐτοῦ τὴν ὀξύτητα, καὶ τὴν συνεχῆ καὶ ἀλλεπάλληλον τῶν νοημάτων ἐπεισφοράν. σύνδρομοι μὲν γὰρ ἀλλήλοις εἰσὶ περὶ τὴν τῶν θείων δογμάτων ἐξήγησιν, καὶ πρὸς ἕνα καθάπερ ἀπὸ νύσσης ἀφέντες ἱπποδρομοῦσι σκοπόν· διάφορον δέ πως αὐτοῖς ἐξυφαίνεται τοῦ λόγου τὸ σχῆμα, καί μοι δοκοῦσι προσεοικέναι τισὶν, οἷς εἰς μίαν συνενεχθῆναι μὲν πόλιν τὸ σύνταγμα, τὸ γεμὴν διὰ μιᾶς καὶ τῆς αὐτῆς λεωφόρου βαδίζειν οὐ πάντως συνδοκοῦν. ἔστι μὲν γὰρ τοὺς μὲν ἄλλους ὁρᾶν εὐαγγελιστὰς μετὰ πολλῆς τινος τῆς ἀκριβείας τὸν περὶ τῆς κατὰ σάρκα γενεαλογίας τοῦ Σωτῆρος ἡμῶν ποιουμένους λόγον, καὶ τοὺς ἐξ Ἁβραὰμ ἕως Ἰωσὴφ στοιχηδὸν καταφέροντας, ἢ αὖ πάλιν ἀναβιβάζοντας τοὺς ἐξ Ἰωσὴφ ἐπὶ τὸν Ἀδάμ· τὸν δέ γε μακάριον Ἰωάννην, τῆς μὲν ἐπὶ τούτοις οὐ λίαν πεφροντικότα σπουδῆς, θερμοτάτῳ δέ τινι καὶ διαπύρῳ διανοίας κινήματι κεχρημένον, ὡς αὐτῶν ἅπτεσθαι τῶν ὑπὲρ νοῦν τὸν ἀνθρώπινον ἐπιχειρεῖν, καὶ τὴν ἄῤῥητόν τε καὶ ἄφραστον τοῦ Θεοῦ Λόγου γέννησιν ἐξηγεῖσθαι τολμᾶν.

ᾔδει μὲν γὰρ ὅτι “Δόξα Θεοῦ κρύπτει λόγον,” καὶ πάσης ἐστὶ μεῖζον τῆς ἐν ἡμῖν ἐννοίας τε καὶ φωνῆς τὸ θεοπρεπὲς ἀξίωμα, δυσεκφώνητά τε καὶ πρὸς τὸ ἐκτρανοῦσθαι χαλεπώτατα τὰ τῆς θείας φύσεως ἴδια.

Ἐπειδὴ δὲ ἦν ἀναγκαῖον τρόπον τινὰ σπιθαμῇ μετρῆσαι τὸν οὐρανὸν, καὶ τοῖς ὀλίγοις τῆς ἀνθρωπότητος μέτροις ἐπιτρέψαι χωρεῖν ἐπὶ τὰ πᾶσι δυσέφικτά τε καὶ δυσδιήγητα, ἵνα μὴ τοῖς ἑτεροδιδασκαλοῦσιν ὁ κατὰ τῶν ἁπλουστέρων ἐκπλατύνηται δρόμος, ὡς οὐδεμιᾶς τῶν ἁγίων φωνῆς, οἳ καὶ “αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου” γεγόνασι, ταῖς ἐκείνων παραποδιζούσης κακονοίαις, ἔρχεται δριμὺς ἐπ᾽ αὐτὸ τῶν θείων δογμάτων τὸ κυριώτατον, “Ἐν ἀρχῇ, βοῶν, ἦν ὁ ”Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ “Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.” χρῆναι δὲ οἶμαι τοὺς τοῖς ἱεροῖς ὁμιλοῦντας γράμμασι τοὺς παρὰ πάντων προσίεσθαι λόγους, οἵπερ ἂν εἶεν καλοί τε καὶ ἀγαθοὶ, καὶ τὸ βλάβος ἔχοντες οὐδέν· οὕτω γὰρ ἂν τὰ παρὰ τοῖς πολλοῖς ποικίλως τεθεωρημένα κατὰ ταυτὸν καταγείροντες, καὶ εἰς ἕνα συνεισφέροντες σκοπὸν καὶ νοῦν εἰς καλὸν ἀναβήσονται τῆς γνώσεως μέτρον, καὶ τὴν ἐργάτιν καὶ σοφὴν ἀπομιμούμενοι μέλιτταν, τὰ γλυκέα τοῦ Πνεύματος κηρία συμπήξειαν.

φασὶ τοίνυν τῶν φιλοπονωτάτων τινὲς, ὡς μετὰ τὸν τοῦ Σωτῆρος ἡμῶν σταυρὸν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, ψευδοποιμένες καὶ ψευδοδιδάσκαλοί τινες θηρίων ἀτιθάσων δίκην τοῖς τοῦ Σωτῆρος ἐπεισπεσόντες ποιμνίοις τεθορυβήκασιν οὐ μικρῶς, “ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, καθὰ γέγραπται, ”καὶ οὐκ ἀπὸ στόματος Κυρίου,” μᾶλλον δὲ οὐκ ἐκ μόνης τῆς ἑαυτῶν καρδίας, ἀλλ᾽ ἐκ διδαγμάτων τοῦ οἰκείου πατρὸς, τοῦ διαβόλου δηλαδή. εἰ γὰρ οὐδεὶς δύναται εἰπεῖν “Ἀνά- ”θεμα Ἰησοῦς” εἰ μὴ ἐν βεελζεβοὺλ, πῶς οὐκ ἀληθὴς ἡμῖν ὁ περὶ τούτων ὀφθήσεται λόγος; τίνα τοίνυν ἐστὶν ἅπερ ἐκεῖνοι κατὰ τῆς οἰκείας ἠρεύγοντο κεφαλῆς; τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, τὸ φῶς τὸ ἀΐδιον, ἐν ᾧ δὴ πάντες καὶ κινούμεθα καὶ ἐσμὲν, τότε πρῶτον κεκλῆσθαι πρὸς ὕπαρξιν ἀμαθῶς τε καὶ ἀσεβῶς διϊσχυρίζοντο, ὅτε καὶ ἄνθρωπος διὰ τῆς ἁγίας ἐτέχθη παρθένου, καὶ τὸ κοινὸν δὴ τοῦτο σχῆμα λαβὼν “ἐπὶ ”τῆς γῆς ὤφθη, καθὰ γέγραπται, καὶ τοῖς ἀνθρώποις συν- “ανεστράφη.” τοῖς μὲν οὖν τῇδε διακειμένοις, καὶ τὴν ἄῤῥητόν τε καὶ προαιώνιον τοῦ Υἱοῦ γέννησιν συκοφαντῆσαι τολμήσασιν ὁ προφητικὸς ἐπισκήπτει λόγος ἔχων ὡδί “Ὑμεῖς δὲ προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν ”καὶ πόρνης· ἐν τίνι ἐνετρυφήσατε, καὶ ἐπὶ τίνα ἠνοίξατε “τὸ στόμα ὑμῶν, καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ”ὑμῶν;”

οὐκ ἐξ ἀγαθῆς δηλονότι καρδίας ἐκβάλλουσαν ἀγαθὰ, ἀλλὰ τὸν τοῦ μιαιφόνου δράκοντος ἰὸν ἀναπτύουσαν, περὶ οὗ φησιν ὁ μελῳδὸς, ὡς πρὸς τὸν ἕνα καὶ ἐπὶ πάντων Θεόν “Σὺ ”συνέτριψας τὰς κεφαλὰς τοῦ δράκοντος ἐπὶ τοῦ ὕδατος.” Ἐπειδὴ δὲ οὐ μικρὸς περὶ τούτων ἐν τοῖς πεπιστευκόσιν ὁ θόρυβος ἦν, καὶ τὰς τῶν ἁπλουστέρων ψυχὰς λοιμοῦ δίκην τὸ ἐκ τοῦ σκανδάλου κατεβόσκετο βλάβος· ᾤοντο γὰρ ὄντως τινὲς, ταῖς παρ᾽ ἐκείνων φλυαρίαις τῶν ἀληθῶν ἐξελκόμενοι δογμάτων, εἰς ἀρχὴν τοῦ εἶναι τότε μόλις κεκλῆσθαι τὸν Λόγον, ὅτε γέγονεν ἄνθρωπος· συνενεχθέντες, καὶ κατὰ ταυτὸν γενόμενοι, τῶν πιστευσάντων οἵπερ ἦσαν νουνεχέστεροι, πρὸς τὸν τοῦ Σωτῆρος ἀφίκοντο μαθητὴν, αὐτὸν δὲ δηλονότι τὸν Ἰωάννην φημὶ, καὶ δὴ καὶ τὴν τοῖς ἀδελφοῖς ἐπισκήψασαν ἐξήγγελον νόσον, τάς τε τῶν ἑτεροδιδασκαλούντων ἐξεκάλυπτον φλυαρίας, ἐπαμῦναί τε γοργῶς σφίσι τε αὐτοῖς παρεκάλουν ταῖς διὰ τοῦ Πνεύματος φωταγωγίαις, καὶ τοῖς ἤδη σεσαγηνευμένοις, εἴσω τε δικτύων γεγονόσι διαβολικῶν χεῖρα προτείνειν σωτήριον.

ἐπαλγήσας τοίνυν τοῖς ἀπολώλοσι καὶ τὸν νοῦν κατεφθαρμένοις ὁ μαθητὴς, εἶναί τε ὁμοίως οἰηθεὶς ἀτοπώτατον τὸ μηδεμίαν τῶν ἐφεξῆς καὶ μετ᾽ ἐκείνους ἐσομένων ποιήσασθαι πρόνοιαν, ἐπὶ τὴν τοῦ βιβλίου τρέχει συγγραφήν· καὶ τὰ μὲν, ὅσαπερ ἦν ἀνθρωπινώτερον εἰπεῖν, γενεαλογεῖν τὰ περὶ τῆς κατὰ σάρκα νομικῆς τε καὶ φυσικῆς τοῖς ἑτέροις ἐξηγεῖσθαι πλατύτερον συγκεχώρηκεν εὐαγγελισταῖς· θερμῶς δὲ λίαν αὐτὸς καὶ σφόδρα νεανικῶς ταῖς τῶν ἐκεῖνα παρεισαγόντων φλυαρίαις ἐνάλλεται λέγων·

ΚΕΦΑΛΗ Α. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Μονογενής. ΤΙ πρὸς τοῦτό φασιν οἱ νέον ἡμῖν καὶ πρόσφατον εἰσφέροντες τὸν Υἱὸν, ἵνα μηδὲ ὅλως ὑπάρχειν ἔτι πιστεύηται Θεός; “Οὐ γὰρ ἔσται, φησὶν, ἐν σοὶ θεὸς πρόσφατος,” ἡ θεία γραφή. πῶς οὖν οὐ πρόσφατος, εἰ ἐν ὑστέροις ἐγεννήθη καιροῖς; πῶς δὲ οὐκ ἐψεύδετο λέγων πρὸς Ἰουδαίους “Ἀμὴν λέγω ὑμῖν, πρὶν Ἁβραὰμ γενέσθαι, ἐγὼ εἰμί·” πρόδηλον γὰρ δήπου καὶ πᾶσιν ὁμολογούμενον, ὡς πολλοῖς ὕστερον χρόνοις, μετὰ τὸν μακάριον Ἁβραὰμ, ἐγεννήθη Χριστὸς διὰ τῆς ἁγίας παρθένου. ποῦ δὲ ὅλως τὸ ἦν ἐν ἀρχῇ σωθήσεται καὶ χωρήσει καλῶς, εἴπερ ἐπὶ τέλει τῶν αἰώνων γέγονεν ὁ Μονογενής; ὅρα γάρ μοι καὶ διὰ τῶν ἐφεξῆς, ὅσην ἔχει τὴν ἀτοπίαν τὸ κολοβοῦν τοῦ Υἱοῦ τὴν ἀΐδιον ὕπαρξιν, καὶ ἐν ὑστέροις αὐτὸν γενέσθαι χρόνοις ὑπονοεῖν.

αὐτὸ δὲ δὴ πάλιν ἡμῖν εἰς λεπτοτέραν παρακείσεται βάσανον, ὅπερ ἔφη ὁ μακάριος Εὐαγγελιστής· <Ἐν ἀρχῇ ἦν ὁ Λόγος.> Τῆς ἀρχῆς οὐδέν τι ἐστὶ πρεσβύτερον, εἴπερ ἔχοι σωζόμενον ἐφ᾽ ἑαυτῇ τὸν τῆς ἀρχῆς ὅρον· ἀρχὴ γὰρ ἀρχῆς οὐκ ἂν εἴη ποτέ· ἢ πάντως ἐκβήσεται τοῦ εἶναι κατὰ ἀλήθειαν ἀρχὴ, προεπινοουμένου τινὸς ἑτέρου καὶ προανίσχοντος αὐτῆς· ἄλλως τε εἰ ἐνδέχεταί τι προυπάρχειν τῆς ὄντως ἀρχῆς, ἐπ᾽ ἄπειρον ἡμῖν ὁ περὶ αὐτῆς οἰχήσεται λόγος, ἀεὶ προανατελλούσης ἑτέρας, καὶ δευτέραν ἀποφαινούσης τὴν ἐφ᾽ ᾗπερ ἂν ἡ παρ᾽ ἡμῶν γένοιτο ζήτησις. οὐκοῦν ἀρχὴ μὲν ἀρχῆς οὐκ ἔσται, κατὰ τὸν ἀκριβῆ τε καὶ ἀληθῆ λογισμὸν, ἀλλ᾽ εἰς ἀμήρυτον μέν τι καὶ ἀκατάληπτον ὁ περὶ αὐτῆς ἀποδημήσει λόγος. τέλος δὲ οὐκ ἐχούσης τῆς ἀεὶ πρὸς τὸ ἄνοπιν φυγῆς, καὶ τὸ τῶν αἰώνων ἀναφοιτώσης μέτρον, οὐκ ἐν χρόνῳ γεγονὼς ὁ Υἱὸς, ἀϊδίως δὲ μᾶλλον ὑπάρχων μετὰ Πατρὸς εὑρεθήσεται· ἦν γὰρ ἐν ἀρχῇ· εἰ δὲ ἦν ἐν ἀρχῇ, ποῖος, εἰπέ μοι, δυνήσεται νοῦς, τὴν τοῦ ἦν ὑπερανίπτασθαι δύναμιν; πότε δὲ ὅλως τὸ ἦν ὡς ἐν τέλει στήσεται, προανατρέχον τ᾽ ἀεὶ τοῦ διώκοντος λογισμοῦ, καὶ τῆς ἑπομένης αὐτῷ προαναπηδῶν ἐννοίας; ἐπὶ τούτῳ δὴ ἄρα καταπεπληγμένος ὁ προφήτης φησὶν Ἡσαΐας “Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ”

ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ·” αἴρεται γὰρ ὄντως ἀπὸ τῆς γῆς ὁ περὶ τῆς γεννήσεως λόγος τοῦ Μονογενοῦς, τουτέστιν, ὑπὲρ πᾶσάν ἐστι διάνοιαν τῶν ὄντων ἐπὶ τῆς γῆς, καὶ ὑπὲρ πάντα λόγον, ὡς εἶναι λοιπὸν ἀνεξήγητον· εἰ δὲ ὑπὲρ νοῦν ἐστι καὶ λόγους τοὺς ἐν ἡμῖν, πῶς ἂν εἴη γενητὸς, οὐκ ἀτονούσης τῆς ἐνούσης ἡμῖν διανοίας καὶ χρόνῳ καὶ λόγῳ περιορίζειν τὰ γενητά; <Ἑτέρως, εἰς τὸ αὐτὸ θεωρητέον Ἐν ἀρχῇ ἦν ὁ Λόγος.> Ἀρχὴν ὅλως τὴν ἐν χρόνῳ νοουμένην οὐκ ἔστι λαβεῖν ἐπὶ τοῦ Μονογενοῦς, ἐπείπερ ἐστὶ πρὸ χρόνου παντὸς, καὶ προαιώνιον ἔχει τὴν ὕπαρξιν, ἔτι τε πρὸς τουτοισὶ τὸ καταλήγειν εἰς τέλος ἡ θεία παραιτεῖται φύσις· ἕξει γὰρ ὡσαύτως ἀεὶ, κατὰ τὸ ἐν ψαλμοῖς μελῳδούμενον “Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ”ἔτη σου οὐκ ἐκλείψουσιν·” ἀπὸ ποίας οὖν ἡμῖν ἀρχῆς τῆς ἐν χρόνῳ καὶ ποσῷ μετρουμένης ὁ Υἱὸς ἐκβήσεται, τρέχειν εἰς τέλος οὐκ ἀνεχόμενος, ἅτε δὴ καὶ κατὰ φύσιν ὑπάρχων Θεὸς, καὶ διὰ τοῦτο βοῶν “Ἐγώ εἰμι ἡ ζωή;” ἀρχὴ γὰρ αὐτὴ καθ᾽ ἑαυτὴν οὐκ ἂν ὅλως ὑπάρχειν νοοῖτό ποτε μὴ πρὸς τὸ οἰκεῖον βλέπουσα τέλος, ἐπείπερ ὡς πρὸς τέλος μὲν ἀρχὴ, τέλος δ᾽ αὖ πάλιν ὡς πρὸς ἀρχὴν ὀνομάζεται· ἀρχὴν δὲ πάλιν ἐν τούτοις, τὴν κατὰ χρόνον ἤτοι ποσότητα σημαίνομεν.

οὐκοῦν ἐπειδήπερ καὶ αὐτῶν ἐστι τῶν αἰώνων πρεσβύτερος ὁ Υἱὸς, τὸ μὲν ἐν χρόνῳ γεγενῆσθαι διαφεύξεται· ἦν δὲ καὶ διὰ παντὸς ὡς ἐν πηγῇ τῷ Πατρὶ κατὰ τὸ παρ᾽ αὐτοῦ λελεγμένον “Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω.” πηγῆς τοιγαροῦν νοουμένου τοῦ Πατρὸς, ἦν ὁ Λόγος ἐν αὐτῷ σοφία καὶ δύναμις καὶ χαρακτὴρ καὶ ἀπαύγασμα καὶ εἰκὼν ὑπάρχων αὐτοῦ. καὶ εἰ χρόνος ἦν οὐδεὶς, ὅτε Λόγου χωρὶς καὶ σοφίας καὶ χαρακτῆρος καὶ ἀπαυγάσματος ἦν ὁ Πατὴρ, ἀνάγκη συνομολογεῖν ἀΐδιον ὑπάρχειν τὸν Υἱὸν, ὃς ταῦτά ἐστι τῷ ἀϊδίῳ Πατρί. πῶς γὰρ ὅλως ἐστὶ χαρακτὴρ, πῶς δὲ εἰκὼν ἀκριβὴς, εἰ μὴ πρὸς ἐκεῖνο μεμορφωμένος ὁρᾶται τὸ κάλλος, οὗ καί ἐστιν εἰκών;

Ἀδικήσει δὲ ὅλως οὐδὲν τὸ ὡς ἐν πηγῇ τῷ Πατρὶ τὸν Υἱὸν ὑπάρχειν ἐννοεῖν· μόνον γὰρ τό Ἐξ οὗ τὸ τῆς πηγῆς ἐν τούτοις ὄνομα σημαίνει. ἔστι δὲ ὁ Υἱὸς ἐν Πατρὶ καὶ ἐκ Πατρὸς, οὐκ ἔξωθεν ἢ ἐν χρόνῳ γεγονὼς, ἀλλ᾽ ἐν τῇ τοῦ Πατρὸς ὑπάρχων οὐσίᾳ, καὶ ἐξ αὐτῆς ἀναλάμψας, ὥσπερ ἐξ ἡλίου τυχὸν τὸ ἀπαύγασμα αὐτοῦ, ἢ καθάπερ ἐκ πυρὸς ἡ ἔμφυτος αὐτοῦ θερμότης· ἐν γὰρ τοῖς τοιούτοις παραδείγμασιν, ἓν μὲν ἐξ ἑνὸς γεννώμενον ἔνεστιν ἰδεῖν, ἀεὶ δ᾽ οὖν ὅμως συνυπάρχον καὶ ἀχωρίστως προσὸν, ὡς δίχα τοῦ ἑτέρου μὴ εἶναι δύνασθαι καθ᾽ ἑαυτὸ τὸ ἕτερον, καὶ διασώζειν ἀληθῆ τὸν τῆς οἰκείας φύσεως λόγον. πῶς γὰρ ὅλως ἥλιος οὐκ ἔχων ἀπαύγασμα, ἢ πῶς ἀπαύγασμα μὴ ἐντὸς ὂν ἡλίου τοῦ ἀπαυγάζοντος αὐτό; πῶς δὲ καὶ πῦρ, εἰ τὸ θερμαίνειν οὐκ ἔχει; πόθεν δὲ τὸ θερμὸν, εἰ μὴ ἐκ πυρὸς, ἢ παρά τινος ἑτέρου τυχὸν τῆς τοῦ πυρὸς οὐσιώδους ποιότητος οὐ μακράν που κειμένου; ὥσπερ οὖν ἐν τούτοις τὸ ἐνυπάρχειν τὰ ἐξ αὐτῶν οὐκ ἀναιρεῖ τὴν συνύπαρξιν, ἀεὶ δὲ συντρέχοντα τοῖς γεννῶσι δεικνύει τὰ γεννώμενα, καὶ μίαν ὡς πρὸς αὐτὰ τὴν φύσιν κληρωσάμενα· οὕτω καὶ ἐφ᾽ Υἱοῦ. κἂν γὰρ ἐν Πατρὶ καὶ ἐκ Πατρὸς νοῆται καὶ λέγηται, οὐκ ἔκφυλος ἡμῖν καὶ ξένος ἢ ὡς μετ᾽ αὐτὸν δεύτερος, εἰσβήσεται, ἀλλ᾽ ὢν ἐν αὐτῷ, καὶ συνυπάρχων ἀεὶ, καὶ ἐξ αὐτοῦ πεφηνὼς, κατὰ τὸν ἄῤῥητον τῆς θείας γεννήσεως τρόπον.

ὅτι δὲ καὶ ὡς ἀρχὴ τοῦ Υἱοῦ, κατὰ μόνον τό Ἐξ οὗ, λέγεται καὶ παρὰ τοῖς ἁγίοις ὁ Θεὸς καὶ Πατὴρ, ἄκουε τοῦ ψαλμῳδοῦ τὴν δευτέραν τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνειαν διὰ τοῦ Ἁγίου Πνεύματος προκηρύττοντος καὶ ὡς πρὸς αὐτὸν λέγοντος τὸν Υἱόν “Μετὰ ”σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν τῇ λαμπρότητι “τῶν ἁγίων σου·” ἡμέρα γὰρ δυνάμεως τοῦ Υἱοῦ, καθ᾽ ἣν ὅλην κρίνει τὴν οἰκουμένην, καὶ ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· ἥξει δὲ πάντως καὶ τότε αὐτός τε ὢν ἐν Πατρὶ, καὶ ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα, τὴν ἄναρχον τῆς οἰκείας φύσεως οἱονεί πως ἀρχὴν κατὰ μόνον τό Ἐξ οὗ, διὰ τὸ ὑπάρχειν ἐκ Πατρός. <Ἐν ἀρχῇ ἦν ὁ Λόγος.> Εἰς πολλὰς ἡμῖν καὶ διαφόρους ἐννοίας ὁ περὶ τῆς ἐνθάδε σημαινομένης ἀρχῆς καταποικίλλεται λόγος, πανταχόθεν θηρᾶσθαι σπουδάζων τὰ εἰς ὠφέλειαν συντείνοντα, καὶ κατάληψιν ἀληθῆ τῶν θείων δογμάτων καὶ τὴν ἐν τοῖς μυστηρίοις ἀκρίβειαν κυνὸς δίκην ἰχνηλατῶν· “Ἐρευνᾶτε γάρ που τὰς ”ἁγίας γραφὰς, φησὶν ὁ Σωτὴρ, ὅτι ἐν αὐταῖς ὑμεῖς δοκεῖτε “ζωὴν αἰώνιον ἔχειν· καὶ αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ”ἐμοῦ.” ἔοικε τοίνυν ὁ μακάριος Εὐαγγελιστὴς ἀρχὴν ἐνθάδε, τουτέστι τὴν κατὰ πάντων ἐξουσίαν, τὸν Πατέρα σημαίνειν, ἵνα δὴ καὶ ἐπάνω πάντων ἡ θεία φαίνηται φύσις, πᾶν ὅπερ ἐστὶ γενητὸν ὑπὸ πόδας ἔχουσα, μονονουχὶ καὶ ἐποχουμένη τοῖς δι᾽ αὐτῆς εἰς τὸ εἶναι κεκλημένοις.

Ἐν ταύτῃ τοιγαροῦν τῇ ἀρχῇ τῇ κατὰ πάντων καὶ ἐπὶ πάντας, ἦν ὁ Λόγος, οὐ μετὰ πάντων ὑπὸ πόδας αὐτῆς, ἀλλ᾽ ἔξω πάντων ἐν αὐτῇ φυσικῶς, ὡς καρπὸς συναΐδιος, τόπον ὥσπερ ἔχων τὸν ἁπάντων ἀρχαιότατον τὴν τοῦ γεννήσαντος φύσιν. διὸ δὴ καὶ ἐλεύθερος ἐλευθέρου Πατρὸς πεφυκὼς τὴν κατὰ πάντων ἀρχὴν σὺν αὐτῷ κεκτήσεται. τίς οὖν ἄρα καὶ νῦν ὁ τῆς ἐν τούτῳ κατασκευῆς γενήσεται λόγος ἀκόλουθον συνιδεῖν. ῥιψοκινδύνως τινὲς, καθάπερ ἔφημεν ἐν τοῖς ἀνωτέρω, τὸν τοῦ Θεοῦ Λόγον τότε δὴ πρῶτον εἰς τὸ εἶναι κεκλῆσθαι διισχυρίζοντο, ὅτε τὸν ἐκ τῆς ἁγίας παρθένου ναὸν λαβὼν ἄνθρωπος γέγονε δι᾽ ἡμᾶς· τί οὖν ἂν εἴη λοιπὸν, εἴπερ οὕτως ἔχοι φύσεως ὁ Υἱὸς, ἢ γενητὸς καὶ πεποιημένος, καὶ τοῖς ἄλλοις ἅπασιν ὁμοφυὴς, οἷς ἐξ οὐκ ὄντων ἡ γένεσις, καὶ τὸ τῆς δουλείας ὄνομά τε καὶ πρᾶγμα δικαίως ἐπαληθεύεται; τί γὰρ τῶν πεποιημένων τὴν ὑπὸ τῷ πάντων κρατοῦντι Θεῷ δουλείαν ἀκινδύνως παραιτήσεται; τί δὲ οὐχ ὑποκύψει τῇ κατὰ πάντων ἀρχῇ τε καὶ ἐξουσίᾳ καὶ κυριότητι, ἣν καὶ αὐτός που σημαίνει λέγων ὁ Σολομών “Μετὰ ”γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς.” ἕτοιμος γὰρ καὶ πολὺ λίαν εὐπρεπὴς εἰς δικαιοσύνην ὁ τῆς ἀρχῆς θρόνος, τῆς ἐπὶ πάντας δηλαδή. καὶ τίς ὁ θρόνος περὶ οὗ νῦν ὁ λόγος, ἄκουε λέγοντος τοῦ Θεοῦ δι᾽ ἑνὸς τῶν ἁγίων “Ὁ ”οὐρανός μοι θρόνος.”

οὐκοῦν ἕτοιμος εἰς δικαιοσύνην ὁ οὐρανὸς, τουτέστι, τὰ ἐν τοῖς οὐρανοῖς ἅγια πνεύματα.

Ἐπειδὴ τοίνυν ἦν ἀνάγκη συνομολογεῖν μετὰ τῶν ἄλλων ποιημάτων ὑποκεῖσθαι τῷ Θεῷ καὶ Πατρὶ τὸν Υἱὸν, ὡς οἰκετικὴν ἔχοντα τάξιν, καὶ ὑπὸ τὴν τῆς ἀρχῆς ἐξουσίαν ὁμοίως πίπτοντα τοῖς ἄλλοις, εἴπερ ἐστὶ κατ᾽ ἐκείνους ὀψιγενὴς καὶ τῶν ἐν χρόνῳ πεποιημένων εἷς· ἀναγκαίως ὁ μακάριος Εὐαγγελιστὴς δριμύτερον τοῖς ἑτεροδιδασκαλοῦσιν ἐπιπηδᾷ, καὶ δουλείας μὲν ἁπάσης ἐξέλκει τὸν Υἱόν· ἐκ δὲ τῆς ἐλευθέρας καὶ πάντων ἀρχούσης οὐσίας ἐκπεφήνοτα δεικνύει, καὶ ἐν αὐτῇ φυσικῶς ὑπάρχειν ἰσχυρίζεται λέγων Ἐν ἀρχῇ ἦν ὁ Λόγος. ἐπιπλέκει δὲ τῷ τῆς ἀρχῆς ὀνόματι χρησίμως τὸ ἦν, ἵνα μὴ μόνον εὐκλεὴς, ἀλλὰ νοῆται καὶ προαιώνιος· τέθειται γὰρ ἐν τούτοις τὸ ἦν, εἰς βαθεῖάν τινα καὶ ἀκατάληπτον καὶ τὴν ἔξω χρόνων ἄῤῥητον γέννησιν ἀνατεῖνον τοῦ θεωροῦντος τὴν ἔννοιαν. τὸ γὰρ ἦν ἀδιορίστως ἐκφωνηθὲν, εἰς ποῖον ἡμῖν καταλήξει τόπον, ἀεὶ προελαύνειν τοῦ διώκοντος νοῦ πεφυκὸς, καὶ ἥνπερ ἂν οἴηταί τις ἔχειν αὐτοῦ τὴν κατάπαυσιν, ταύτην τοῦ ἐπέκεινα δρόμου ποιούμενον ἀρχήν; ἦν οὖν ὁ Λόγος ἐν ἀρχῇ, τουτέστιν, ὡς ἐν ἀρχῇ τῇ ἐπὶ πάντα, καὶ ἐξ αὐτῆς ὑπάρχων φυσικῶς τὸ δεσποτικὸν ἔχων ἀξίωμα· εἰ δὲ τοῦτο ἀληθὲς, πῶς ἔτι γενητὸς ἢ πεποιημένος; ὅπου δὲ ὅλως τὸ ἦν, κατὰ τίνα τρόπον τὸ οὐκ ἦν εἰσβήσεται, ἢ ποῖον ἕξει λοιπὸν τὸν κατὰ τοῦ Υἱοῦ τόπον;

ΚΕΦΑΛΗ Β. Ὅτι καὶ Θεὸς καὶ ὁμοούσιος τῷ Πατρὶ ὑπάρχων ὁ Υἱὸς ἐν ἰδίᾳ ἐστὶν ὑποστάσει, ὁμοίως δὲ καὶ ὁ Πατήρ. <Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν.> ἝΩΛΟΝ ἤδη, καὶ τῆς ἀληθείας ἀπεσφαλμένην ἀποδείξας ἱκανῶς τὴν ἀμαθῆ τῶν ἐκεῖνα δοξαζόντων διάνοιαν, καὶ διὰ τοῦ εἰπεῖν “Ἐν ἀρχῇ ἦν ὁ Λόγος,” πᾶσαν ἀποκλείσας παρείσδυσιν τοῖς ἐξ οὐκ ὄντων εἶναι λέγουσι τὸν Υἱὸν, καὶ πᾶσαν αὐτῶν τὴν ἐν τούτοις εἰκαιολογίαν ἀποτόμως περιελὼν, ἐφ᾽ ἑτέραν ἔρχεται γείτονά τε καὶ δυστροπωτάτην αἵρεσιν. καὶ ὥσπερ ἂν εἴ τις ἄριστός τε ὁμοῦ καὶ τληπαθὴς φυτουργὸς, τοῖς μὲν ἐπὶ τῇ δικέλλῃ καὶ μάλα δὴ πόνοις ἐφήδοιτο, περιεζωσμένος δὲ τὴν ὀσφῦν, καὶ ὡς ἔνι μάλιστα τοῖς αὐτῷ πρέπουσιν ἀγροικιζόμενος σχήμασι, πᾶσαν ποιοῖτο σπουδὴν τῆς ἐξ ἀκανθῶν ἀηδίας ἐλευθέραν ἀποδεῖξαι τοῦ παραδείσου τὴν ὄψιν, ἄλλην δὲ ἐπ᾽ ἄλλην καταστρέφων οὐ παύεται, καὶ κύκλῳ περινοστῶν ἀεὶ τὸ λυποῦν ἀνοχλίζει ξύλον, τὸν σκληρὸν ὀδόντα τῆς δικέλλης ὑποτιθείς· οὕτω καὶ ὁ μακάριος Ἰωάννης τὸν ζῶντα καὶ ἐνεργῆ καὶ τομώτατον τοῦ Θεοῦ Λόγον ἐν διανοίᾳ φορῶν, ὀξυωπέστατά τε καὶ νουνεχέστατα τῆς τῶν ἑτεροδοξούντων κακίας τὰ πικρὰ περιαθρῶν βλαστήματα, μονονουχὶ πρὸς αὐτὰ δρομαῖος ἔρχεται, καὶ ἀποτέμνει γοργῶς πανταχόθεν, τοῖς ἐντευξομένοις τοῖς παρ᾽ αὐτοῦ συγγράμμασι τὸ ἐν ὀρθῇ τῇ πίστει φυλάττεσθαι προξενῶν.

θέα γὰρ δὴ πάλιν τοῦ πνευματοφόρου τὴν νῆψιν. ἐδίδαξεν ἐν τοῖς προλαβοῦσιν, ὡς ἦν ὁ Λόγος ἐν ἀρχῇ, τουτέστιν, ἐν τῷ Θεῷ καὶ Πατρὶ, καθάπερ εἰρήκαμεν. ἐπειδὴ δὲ τὸ τῆς διανοίας ὄμμα πεφωτισμένον ἔχων οὐκ ἠγνόει, κατὰ τὸ εἰκὸς, ὡς ἀναστήσονταί τινες ἐκ πολλῆς ἀμαθίας ἕνα καὶ τὸν αὐτὸν εἶναι λέγοντες Πατέρα καὶ Υἱὸν, καὶ μόνον ὀνόμασι τὴν ἁγίαν Τριάδα διαστέλλοντες, ἐν δὲ ὑποστάσεσιν ἰδικαῖς οὐ συγχωροῦντες ὑπάρχειν, ἵν᾽ ὁ Πατὴρ μὲν ὄντως νοῆται Πατὴρ καὶ οὐχ Υἱὸς, Υἱὸς δ᾽ αὖ πάλιν ὑπάρχειν ἰδίως ὁ Υἱὸς καὶ οὐ Πατὴρ, ὥσπερ οὖν καὶ ὁ τῆς ἀληθείας ἔχει λόγος· ἀναγκαίως καὶ πρὸς ταύτην, ὡς ἐπιπαροῦσαν ἤδη, κατ᾽ ἐκεῖνο καιροῦ κεκινημένην, ἢ καὶ ἔσεσθαί ποτε μέλλουσαν, τὴν αἵρεσιν ἐξοπλίζεται, καὶ δὴ πρὸς ἀναίρεσιν αὐτῆς παρατίθησιν εὐθὺς τῷ Ἐν ἀρχῇ ἦν ὁ Λόγος τό Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν· πανταχῆ μὲν τὸ ἦν ἀναγκαίως ἐπιφέρων διὰ τὴν προαιώνιον γέννησιν αὐτοῦ, διὰ δὲ τοῦ φάναι τὸν Λόγον ὄντα πρὸς τὸν Θεὸν, ἓν μέν τι καὶ ὑφεστηκὸς αὐτὸ καθ᾽ ἑαυτὸ τὸν Υἱὸν ἐπιδεικνύων, ἕτερον δὲ πάλιν τὸν Θεὸν καὶ Πατέρα, πρὸς ὃν ἦν ὁ Λόγος· πῶς γὰρ ἂν ὅλως τὸ ἓν ἀριθμῷ αὐτὸ πρὸς ἑαυτὸ, ἤτοι παρ᾽ ἑαυτῷ, νοοῖτο ὑπάρχειν;

Ὅτι δὲ ἀμαθὴς τοῖς αἱρετικοῖς καὶ ὁ περὶ τούτων εὑρεθήσεται λόγος, διὰ τῆς ἐν τοῖς ὑποτεταγμένοις θεωρίας διδάξομεν, τὴν τῶν ζητουμένων βάσανον ἀκριβῆ ποιησάμενοι. <Ἀπόδειξις μετὰ συλλογισμῶν καὶ μαρτυριῶν γραφικῶν, ὅτι καὶ ὁ Πατὴρ ἐν ἰδίᾳ ἐστὶν ὑποστάσει καὶ ὁ Υἱὸς ὡσαύτως, συνθεολογουμένου δηλονότι καὶ τοῦ Ἁγίου Πνεύματος, εἰ καὶ μηδὲν ἐπὶ τοῦ παρόντος ἐξετάζοιτο περὶ αὐτοῦ.> Ὁμοούσιος μὲν οὖν ὁ Υἱὸς τῷ Πατρὶ, καὶ ὁ Πατὴρ τῷ Υἱῷ, διὸ δὴ καὶ εἰς ἀπαράλλακτον ἀναβαίνουσιν ὁμοιότητα, ὡς ὁρᾶσθαι μὲν ἐν Υἱῷ τὸν Πατέρα, ἐν δὲ τῷ Πατρὶ τὸν Υἱὸν, καὶ τῷ ἑτέρῳ τὸν ἕτερον ἐναστράπτειν, καθάπερ καὶ αὐτός που φησὶν ὁ Σωτήρ “Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα μου,” καὶ πάλιν “Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί.”

ἀλλ᾽ εἰ καὶ ἔστιν ἐν τῷ Πατρὶ, ἔχει δὲ πάλιν ἐν ἑαυτῷ τὸν Πατέρα· καλῶς μὲν αὐτὸς, καθάπερ ἤδη προείρηται, πρὸς τὴν τοῦ γεννήσαντος ἀπηκριβωμένος μορφὴν, ἀπαραποιήτως δὲ πάλιν, ἐξ ὧν ἐστιν αὐτὸς, ἐν ἑαυτῷ τὸν γεννήσαντα ζωγραφῶν· οὐ διὰ τοῦτο τὸ ὑπάρχειν ἰδίως ζημιωθήσεται, οὐδ᾽ αὖ πάλιν ἀπολέσει ὁ Πατὴρ τὸ ὑφεστάναι καθ᾽ ἑαυτόν· ἀλλ᾽ οὐδὲ ἡ πολλὴ λίαν ἐμφέρειά τε καὶ ὁμοιότης ἀνάχυσίν τινα τῶν ὑποστάσεων ἐργάσεται, ὡς ἓν νοεῖσθαι τῷ ἀριθμῷ τὸν γεννήσαντα Πατέρα καὶ τὸν ἐξ αὐτοῦ γεννηθέντα Υἱόν· ἀλλ᾽ ἡ μὲν ταυτότης τῆς φύσεως ἐπ᾽ ἀμφοῖν ὁμολογηθήσεται, τὸ δὲ ἰδίως ἑκάτερον ὑφεστάναι πάντως ἀκολουθεῖ· ἵνα καὶ ὁ Πατὴρ ὄντως νοῆται Πατὴρ, καὶ ὁ Υἱὸς δὲ Υἱός. ἐπαριθμουμένου γὰρ οὕτω καὶ συνθεολογουμένου τοῦ Ἁγίου Πνεύματος, ἡ ἁγία καὶ προσκυνουμένη Τριὰς τὸ οἰκεῖον ἕξει πλήρωμα. Ἄλλο. Εἰ αὐτός ἐστιν ὁ Υἱὸς καὶ Πατὴρ, ποῖον ἔχει λόγον ἡ τῶν ὀνομάτων διαστολή; εἰ μὴ γὰρ ὅλως ἐγέννησεν, ἱνατί καλεῖται Πατήρ; πῶς δὲ ὅλως Υἱὸς, εἰ μὴ ἐγεννήθη παρὰ Πατρός; αἰτεῖ γὰρ ὡς ἐξ ἀνάγκης τὴν τοιαύτην ἐφ᾽ ἑαυτοῖς θεωρίαν τὰ ὀνόματα. ἐπειδὴ δὲ γεγεννῆσθαι τὸν Υἱὸν αἱ θεῖαι κηρύττουσι γραφαὶ, καὶ ὁ τῆς ἀληθείας οὕτως ἔχει λόγος, ὑφέστηκεν ἄρα καὶ καθ᾽ ἑαυτόν. ἔστι δὲ πάλιν ἰδιαζόντως καὶ ὁ Πατὴρ, εἴπερ ἕτερον ἐξ ἑτέρου φαίνεται, τὸ γεννώμενον ὡς πρὸς τὸ γεννῶν. Ἄλλο.

Ὁ μακάριος Παῦλος ἐπιστέλλων Φιλιππησίοις περὶ τοῦ Υἱοῦ φησιν “Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ”ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ.” τίς οὖν ἄρα ἐστὶν ὁ ἁρπαγμὸν οὐ θελήσας ἡγήσασθαι τὸ εἶναι ἴσα Θεῷ; ἢ γὰρ οὐκ ἀνάγκη λέγειν, ἕνα μέν τινα ὑπάρχειν τὸν ἐν μορφῇ Θεοῦ, ἕτερον δὲ πάλιν τὸν οὗπερ ἦν ἡ μορφή; ἀλλ᾽ ἔστι δῆλον ἅπασι καὶ ὁμολογούμενον. οὐκοῦν οὐχ ἕν τι καὶ ταυτὸν τῷ ἀριθμῷ Πατὴρ καὶ Υἱὸς, ἀλλ᾽ ἰδιοσύστατοι καὶ ἐν ἀλλήλοις θεωρούμενοι, κατὰ τὴν ταυτότητα τῆς οὐσίας, εἰ καὶ εἷς ἐξ ἑνὸς, ἐκ Πατρὸς ὁ Υἱὸς δηλαδή. Ἄλλο. “Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,” ἔφασκεν ὁ Σωτήρ· ὡς εἰδὼς δηλονότι καὶ ἑαυτὸν ἰδίως ὑφεστηκότα καὶ τὸν Πατέρα· εἰ δὲ μὴ οὕτως ἔχει τοῦ πράγματος ἡ ἀλήθεια, τί μὴ τηρήσας τῇ ἑνάδι τὸ πρέπον ἔφασκεν Ἐγὼ καὶ ὁ Πατὴρ ἕν εἰμι; ἐπειδὴ δὲ εἰς πληθυντικὸν ἀριθμὸν τὸ σημαινόμενον ἐξαπλοῖ, δῆλος ἂν εἴη λοιπὸν τὴν τῶν ἑτεροδοξούντων ἀνατρέπων ὑπόνοιαν· οὐδὲ γὰρ ἂν καθ᾽ ἑνὸς τὸ ἐσμὲν ἐπενεχθείη συνετῶς. Ἄλλο. Ἐπὶ τῇ τοῦ ἀνθρώπου κατασκευῇ φωνὴ φέρεται Θεοῦ “Ποιήσωμεν, λέγοντος, ἄνθρωπον κατ᾽ εἰκόνα ”ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν.” εἴπερ οὖν εἰς ἕν τι τῷ ἀριθμῷ τὸ τῆς ἁγίας Τριάδος πλάτος, ἵνα οὕτως εἴπω, συστέλλεται, καὶ δυσσεβοῦντες ἀναιροῦσι τὸ ὑφεστάναι καθ᾽ ἑαυτοὺς Πατέρα καὶ Υἱόν· τίς ὁ πρὸς τίνα λέγων ἐστί “Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα τὴν ἡμετέραν;”

χρῆν γὰρ δήπου λέγειν, εἴπερ οὕτως ἔχει, καθάπερ ἐκεῖνοι ληροῦντές φασι Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἐμὴν καὶ καθ᾽ ὁμοίωσιν. νυνὶ δὲ τοῦτο μὲν οὐκ εἰπὼν, πληθυντικῷ δὲ δοὺς ἀριθμῷ τὴν ποίησιν, καὶ τὸ κατ᾽ εἰκόνα τὴν ἡμετέραν ἐπαγαγὼν, ὁ τοῦ βιβλίου συγγραφεὺς, μονονουχὶ λαμπρᾷ καὶ μεγάλῃ βοᾷ τῇ φωνῇ τὴν ὑπὲρ ἑνάδα τῆς ἁγίας Τριάδος ἀπαρίθμησιν. Ἄλλο. Εἰ ἀπαύγασμά ἐστι τοῦ Πατρὸς ὁ Υἱὸς, ὡς φῶς ἐκ φωτός· πῶς οὐχ ἕτερος πρὸς αὐτὸν, ὡς ἰδιοσύστατος; τὸ γὰρ ὅλως ἀπαυγασθὲν, ὡς ὑφ᾽ ἑτέρου δηλονότι τοῦ ἀπαυγάζοντος καὶ οὐκ αὐτὸ ἐξ ἑαυτοῦ, τοῦτο πείσεται. Ἄλλο. Ἐκ τῆς οὐσίας ὄντα τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἐπιδεικνύων ἑαυτὸν ὁ Υἱὸς, φησί που πάλιν “Ἐγὼ ἐκ τοῦ ”Πατρὸς ἐξῆλθον καὶ ἥκω· πάλιν πορεύομαι πρὸς τὸν “Πατέρα.” πῶς οὖν οὐχ ἕτερος ἔσται παρ᾽ αὐτὸν, ὡς ἐν ὑποστάσει καὶ ἀριθμῷ, παντὸς ἡμᾶς ἀναπείθοντος λόγου, τὸ ἔκ τινος προελθὸν, ἕτερον εἶναι παρ᾽ ἐκεῖνο νοεῖν, ἀφ᾽ οὗ δὴ καὶ προελήλυθεν; οὐκοῦν οὐκ ἀληθὴς τοῖς δι᾽ ἐναντίας ὁ λόγος. Ἄλλο. Εἰς Θεὸν Πατέρα καὶ εἰς Υἱὸν μονογενῆ καὶ εἰς Ἅγιον Πνεῦμα πιστεύοντες δικαιούμεθα. διά τοι τοῦτο καὶ αὐτὸς ὁ Σωτὴρ τοῖς οἰκείοις μαθηταῖς ἐπιτάττει λέγων “Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες ”αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ “Ἁγίου Πνεύματος.”

εἴπερ οὖν ὅλως οὐδὲν ἡμῖν εἰσοίσει πρὸς νόησιν ἡ τῶν ὀνομάτων διαφορὰ, Πατέρα δέ τις εἰπὼν σημαίνει τὸν Υἱὸν, καὶ Υἱὸν ὀνομάσας αὐτοῦ μνημονεύει τοῦ Πατρὸς, τίς ἦν ἡ χρεία μὴ πρὸς ἑνάδα μᾶλλον, ἀλλ᾽ εἰς τριάδα κελεύειν βαπτίζεσθαι τοὺς πιστεύοντας; ἐπειδὴ δὲ εἰς τὸν τρεῖς ἀριθμὸν ὁ περὶ τῆς θείας φύσεως ἐκτρέχει λόγος, πρόδηλον δήπου πᾶσίν ἐστιν, ὡς ἐν ὑποστάσει μὲν ἰδίᾳ τῶν ἀριθμουμένων ἕκαστον εἶναι· τῷ δὲ μηδαμόθεν ἐξηλλάχθαι κατὰ τὴν φύσιν, εἰς μίαν ἀναβαίνει Θεότητα, καὶ προσκύνησιν ἔχει τὴν αὐτήν. Ἄλλο. Ἐξ ὀργῆς ἐμπεπρῆσθαι Θεοῦ τὰς τῶν Σοδομιτῶν πόλεις ἡ θεία λέγει γραφή· ἐξηγουμένη δὲ ὅπως αὐτοῖς ὁ θεῖος ἐπενήνεκται θυμὸς, καὶ τὸν τρόπον τῆς ἀπωλείας ἐκδιδάσκουσα σαφῶς, “Ἔβρεξε, φησὶ, Κύριος ”παρὰ Κυρίου ἐπὶ Σόδομα πῦρ καὶ θεῖον·” ἐπεὶ καὶ αὕτη τοῖς ἐκεῖνα πλημμελεῖν εἰωθόσιν ἡ μερὶς τοῦ ποτηρίου πρεπωδεστάτη. ποῖος οὖν ἄρα Κύριος παρὰ ποίου Κυρίου τὸ πῦρ ἐπηφίει, καὶ τὰς τῶν Σοδομιτῶν κατέφλεξε πόλεις; ἀλλ᾽ ἔστι δῆλον, ὡς ὁ Πατὴρ δι᾽ Υἱοῦ πάντα ἐνεργῶν, ἐπεὶ καὶ δύναμις αὐτοῦ καὶ βραχίων ἐστὶν, αὐτὸν Σοδομίταις ὕειν ἐποίει τὸ πῦρ. ὅτε τοίνυν Κύριος παρὰ Κυρίου τὸ πῦρ ἐκείνοις ἐφίησι, πῶς οὐχ ἕτερος, ὅσον εἰς τὸ ἰδίως ὑπάρχειν, παρὰ τὸν Υἱὸν ὁ Πατὴρ, καὶ αὖ πάλιν ὁ Υἱὸς παρὰ τὸν Πατέρα; τὸ γὰρ ἓν ὡς ἐξ ἑνὸς ἐν τούτῳ σημαίνεται. Ἄλλο.

Προφητικῷ κινούμενος πνεύματι, καὶ δι᾽ αὐτοῦ τὰ ἐσόμενα προγινώσκων ὁ μακάριος ψαλμῳδὸς, οὐχ ἑτέρως δύνασθαι διασωθῆναι τὸ γένος ἐνενόει τὸ ἀνθρώπινον, εἰ μὴ διὰ μόνης τῆς ἐπιφανείας τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ πάντα ῥᾳδίως, ἐφ᾽ ὅπερ ἂν βούλοιτο, μεταῤῥυθμίζειν ἰσχύοντος. διά τοι τοῦτο πέμπεσθαι πρὸς ἡμᾶς παρεκάλει τὸν Υἱὸν, ἅτε δὴ καὶ μόνον αὐτὸν διασώζειν ἰσχύοντα τοὺς ὑπὸ χεῖρα καὶ πλεονεξίαν γενομένους διαβολικήν· καὶ δὴ καὶ ἔφασκεν, ὡς πρὸς τὸν Θεὸν καὶ Πατέρα “Ἐξαπόστειλον τὸ φῶς σου καὶ ”τὴν ἀλήθειάν σου.” ποῖον οὖν ἄρα ἐστὶ τὸ φῶς, ποία δὲ ἡ ἀλήθεια, αὐτοῦ λέγοντος ἄκουε τοῦ Υἱοῦ Ἐγώ εἰμι τὸ φῶς καὶ ἐγώ εἰμι ἡ ἀλήθεια· εἰ δὲ πέμπεται πρὸς ἡμᾶς τὸ φῶς καὶ ἡ ἀλήθεια τοῦ Πατρὸς, τουτέστιν ὁ Υἱὸς, πῶς οὐχ ἕτερός ἐστι παρ᾽ αὐτὸν, ὅσον εἰς τὸ ἰδίως ὑπάρχειν, εἰ καὶ ἕν ἐστιν ὡς πρὸς αὐτὸν, ὅσον εἰς τὴν τῆς οὐσίας ταυτότητα; εἰ γὰρ μὴ οὕτως ἔχειν οἴονταί τινες, ὁ αὐτὸς δὲ καὶ εἷς ἐστι Πατὴρ καὶ Υἱὸς, τί μὴ ἕτερον ἐποιεῖτο τὸν τῆς εὐχῆς τρόπον ὁ πνευματοφόρος βοῶν Ἐλθὲ πρὸς ἡμᾶς ὦ φῶς καὶ ἀλήθεια; ἐπειδὴ δὲ τό Ἐξαπόστειλον λέγει, δῆλος ἂν εἴη λοιπὸν, ἕτερον μέν τινα τὸν ἀποστέλλοντα εἰδὼς, ἕτερον δὲ τὸν ἀποστελλόμενον· ὁ δὲ τῆς ἀποστολῆς τρόπος νοείσθω θεοπρεπῶς. Ἄλλο.

Δι᾽ Υἱοῦ πεποιῆσθαι τὰ πάντα φασὶν αἱ θεῖαι γραφαὶ “τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ ”τὰ ἐπὶ τῆς γῆς,” καὶ οὕτω πιστεύοντες ἐν ὀρθότητι λογισμῶν, καὶ τῶν τῆς εὐσεβείας δογμάτων εἴσω βεβήκαμεν οἱ τῆς ἀληθείας προσκυνηταί· οὐκοῦν ἐξετάζωμεν τό Δι᾽ Υἱοῦ, καὶ ποίαν ἡμῖν εἰσφέρει τὴν διάνοιαν ἐρευνήσωμεν. ἀλλ᾽ ἔστι δῆλον, ὡς ἕτερον μέν τινα νοεῖν ἀναπείθει τὸν ποιοῦντα καὶ ἐργαζόμενον, ἕτερον δέ τινα τὸν δι᾽ οὗ τὰ πάντα ἐργάζεται. δύο γὰρ προσώπων ὡς ἐξ ἀνάγκης παράστασιν ἔχει τό Δι᾽ Υἱοῦ. ἢ λεγέτωσαν κατὰ τίνα τρόπον τὸ ἓν ὡς ἐν ἀριθμῷ καὶ τῇ κατ᾽ αὐτὸν ποσότητι ἐν τῷ τι ποιεῖν λέγεσθαι, τό Δι᾽ Υἱοῦ κυρίως τε καὶ ἀληθῶς ἐπιδέξεται, οὐδενὸς ἑτέρου συνεπινοουμένου καὶ συνειστρέχοντος· ἀλλ᾽ οἶμαι παντελῶς ἀπορήσειν τὸν δι᾽ ἐναντίας. ἐπειδὴ δὲ δι᾽ Υἱοῦ τὸν Πατέρα τὰ πάντα εἰργάσθαι, καὶ αὐταὶ κηρύττουσιν αἱ θεῖαι γραφαὶ καὶ ἡμεῖς πιστεύομεν, οἶμαι δὲ ὅτι κἀκεῖνοι· πῶς οὐκ ἀνάγκη νοεῖν Πατέρα μὲν ἰδίως καὶ καθ᾽ ἑαυτὸν ὑφεστάναι, Υἱὸν δὲ πάλιν ὁμοίως, οὐκ ἀνατρέποντος τούτου τὸ ἐν ταυτότητι τῆς οὐσίας τὴν ἁγίαν ὁρᾶσθαι Τριάδα;

ΚΕΦΑΛΗ Γ. Ὅτι καὶ Θεὸς κατὰ φύσιν, καὶ κατ᾽ οὐδένα τρόπον ἢ ἐλάττων ἢ ἀνόμοιός ἐστι τοῦ Πατρὸς ὁ Υἱός. <Καὶ Θεὸς ἦν ὁ Λόγος.> ΟΥΚ ἠγνόησεν ὁ πνευματοφόρος, ὡς ἀναστήσονταί τινες ἐν ἐσχάτοις καιροῖς τῆς τοῦ Μονογενοῦς κατηγοροῦντες οὐσίας “καὶ τὸν ἀγοράσαντα αὐτοὺς Δεσπότην ἀρνούμενοι,” διὰ τοῦ κατὰ φύσιν οἴεσθαι μὴ εἶναι Θεὸν τὸν ἐκ Θεοῦ καὶ Πατρὸς πεφηνότα Λόγον, ἀλλὰ νόθον ὥσπερ τινὰ καὶ ψευδώνυμον ἡμῖν ἐπεισφέρεσθαι, τὸ μὲν τῆς υἱότητός τε καὶ θεότητος ὄνομα περικείμενον, ἔχοντα δὲ οὐχ οὕτω κατὰ ἀλήθειαν. ὅποιόν τι ποιοῦσιν, οἱ τὴν Ἀρείου δυσσέβειαν Ἰουδαικὴν εἰς τὸν ἑαυτῶν εἰσοικίζοντες νοῦν, διὸ δὴ καὶ ἀπὸ νεκρᾶς προφέρουσι καρδίας, οὐ τὸν ζωοποιὸν τῆς εὐσεβοῦς θεωρίας λόγον, ἀλλ᾽ εἴ τι πρὸς θάνατον ὁρᾷ τε καὶ βλέπει· “Βολὶς ὄντως τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν, δόλια τὰ ”ῥήματα τοῦ στόματος αὐτῶν.” Ὥσπερ οὖν ἤδη τινὸς τοῖς ἐξ ἀληθείας ἀντιτείνοντος ῥήμασι, καὶ μονονουχὶ λέγοντος πρὸς τὸν ἅγιον Εὐαγγελιστήν Ἦν μὲν ὁ Λόγος, ὦ οὗτος, πρὸς τὸν Θεὸν, καὶ ἐχέτω τῇδε, πειθόμεθα δὲ τοῖς σοῖς περὶ τούτου συγγράμμασιν· ἔστω δὲ καὶ ὑπαρχέτω Πατὴρ μὲν ἰδίως, Υἱὸς δὲ πάλιν ὁμοίως. τίνα δὴ οὖν ὑπάρχειν οἴεσθαι προσήκει κατὰ φύσιν τὸν Λόγον; τὸ γὰρ εἶναι πρὸς Θεὸν, οὐ πάντως ἔχει καὶ τῆς οὐσίας τὴν δήλωσιν.

ἐπειδὴ δὲ Θεὸν ἕνα κηρύττουσιν αἱ θεῖαι γραφαὶ, ἀναθήσομεν τοῦτο μόνον τῷ Πατρὶ, πρὸς ὃν ἦν ὁ Λόγος; τί οὖν ἄρα καὶ πρὸς τοῦτό φησι τῆς ἀληθείας ὁ κήρυξ; οὐ μόνον ἦν ὁ Λόγος πρὸς Θεὸν, ἀλλ᾽ ἦν καὶ Θεὸς, ἵνα διὰ μὲν τοῦ εἶναι πρὸς Θεὸν, ἕτερος ὢν παρὰ τὸν Πατέρα γνωρίζηται, καὶ Υἱὸς ὑπάρχειν ἰδίᾳ καὶ καθ᾽ ἑαυτὸν πιστεύηται· διὰ δὲ τοῦ εἶναι Θεὸς, ὁμοούσιός τε καὶ ἐξ αὐτοῦ νοῆται κατὰ φύσιν, ἅτε δὴ καὶ Θεὸς καὶ ἐκ Θεοῦ προελθών. ἀμήχανον γὰρ, μιᾶς εἶναι παρὰ πᾶσιν ὁμολογουμένης θεότητος, μὴ πάντως εἰς ταυτότητα φύσεως τὴν ἁγίαν ἀναβαίνειν Τριάδα, οὕτως τε εἰς τὸν ἕνα τῆς Θεότητος ἀναφέρεσθαι λόγον. ἦν οὖν καὶ Θεός· οὐ γέγονεν ὕστερον, ἀλλὰ πάλιν ἦν, εἰ καὶ ὅτι μάλιστα τῷ εἶναι Θεὸν ἀκολουθήσει πάντως καὶ τὸ ἀϊδίως εἶναι· ἐπεὶ τὸ ἐν χρόνῳ γεγονὸς, ἢ καὶ ὅλως ἐκ μὴ ὄντος εἰς τὸ εἶναι παρενεχθὲν, οὐκ ἂν εἴη φύσει Θεός. ἔχοντος τοίνυν τοῦ Θεοῦ Λόγου διὰ μὲν τοῦ ἦν τὸ ἀΐδιον, διὰ δὲ τοῦ εἶναι Θεὸν τὸ πρὸς τὸν Πατέρα ὁμοούσιον, πόσης οἴεσθαι χρὴ κολάσεώς τε καὶ τιμωρίας ἐνόχους εὑρεθήσεσθαι, τοὺς ἐλάττονα κατά τι γοῦν ἢ καὶ ἀνόμοιον τοῦ γεγεννηκότος οἰομένους ὑπάρχειν αὐτὸν, καὶ εἰς τοῦτο προελθεῖν δυσσεβείας οὐκ ἀποφρίττοντας, ὡς ἤδη τολμᾶν καὶ ἑτέροις τὰ τοιαῦτα προσλαλεῖν, “μὴ νοοῦντας, μήτε ἃ λέγουσι, μήτε ”περὶ τίνων διαβεβαιοῦνται;”

Ὅτι γὰρ οὐδαμόθεν ἐλάττων ἐστὶν τοῦ Πατρὸς ὁ ἐξ αὐτοῦ καὶ κατὰ ἀλήθειαν Υἱὸς, ἐκ τῶν συνεζευγμένων ἐννοιῶν εἰσόμεθα πάλιν. Ἄλλο. Πολλοῖς καὶ διαφόροις ὀνόμασι τὸν Υἱὸν αἱ θεῖαι καλοῦσι γραφαί. σοφίαν μὲν γὰρ καὶ δύναμιν τοῦ Πατρὸς εἶναί φασιν αὐτὸν, κατὰ τὸ εἰρημένον παρὰ τῷ Παύλῳ “Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.” εἴρηται δὲ πάλιν καὶ φῶς αὐτοῦ καὶ ἀλήθεια, κατὰ τὸ ἐν ψαλμοῖς ὑπὸ τοῦ τῶν ἁγίων μελῳδούμενον “Ἐξαπόστειλον τὸ φῶς ”σου καὶ τὴν ἀλήθειάν σου.” εἴρηται καὶ δικαιοσύνη, κατὰ τό “Ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με·” ζωοποιεῖ γὰρ ὁ Πατὴρ ἐν Χριστῷ τοὺς πιστεύοντας εἰς αὐτόν· ὠνόμασται καὶ βουλὴ τοῦ Πατρὸς, κατὰ τὸ εἰρημένον “Ἐν τῇ βουλῇ ”σου ὡδήγησάς με,” καὶ πάλιν “Ἡ δὲ βουλὴ τοῦ Κυρίου ”εἰς τὸν αἰῶνα μένει.” ὅτε τοίνυν ταῦτα πάντα ἐστὶν ὁ Υἱὸς τῷ Θεῷ καὶ Πατρὶ, λεγέτωσαν ἡμῖν οἱ τὴν Ἀρείου κολακεύοντες πλάνην καὶ τῆς ἐκείνου παρανοίας ἀναπεπλησμένοι, πῶς ἐστιν ἐλάττων αὐτοῦ. ὥρα γὰρ λέγειν, εἴπερ οὕτως ἔχοι κατ᾽ αὐτοὺς, ὅτι περ οὐ τελείως ἐστὶ σοφὸς ὁ Πατὴρ, οὐ τελείως δυνατὸς, οὐ τελείως φῶς, οὐ τελείως ἀλήθεια, οὐ τελείως δίκαιος, ἀλλ᾽ οὐδὲ τέλειος ἐν βουλῇ, εἴπερ ὄντως διὰ τὸ ἔλαττον ἔχειν, οὐ φανεῖται τέλειος ὁ Υἱὸς, ὃς πάντα ταῦτά ἐστιν αὐτῷ.

ἀλλὰ μὴν τὸ οὕτω φρονεῖν ἢ λέγειν δυσσεβές· τέλειος δὲ ὁ Πατὴρ διὰ τὸ πάντα ἔχειν ἐν ἑαυτῷ τελείως· τέλειος ἄρα δηλονότι καὶ ὁ Υἱὸς, ἡ σοφία καὶ ἡ δύναμις, τὸ φῶς καὶ ἡ ἀλήθεια, ἡ δικαιοσύνη καὶ ἡ βουλὴ τοῦ Πατρός. ὁ δὲ τὴν ἐν τῷ οἰκείῳ γεννήτορι τελειότητα πληρῶν, πῶς ἂν ἐλάττων νοοῖτο; Ἄλλο. Εἰ τὸ ἔλαττον ἔχων ὁ Υἱὸς ὡς πρὸς Θεὸν καὶ Πατέρα, προσκυνεῖται παρά τε ἡμῶν καὶ τῶν ἁγίων ἀγγέλων, δύο λατρεύοντες ἁλωσόμεθα θεοὺς, εἴπερ οὐδαμόθεν εἰς ταυτότητα φύσεως ἀναβήσεται τῷ τελείῳ τὸ μὴ οὕτως ἔχον· πολλὴ δέ τις ἐστὶν ἡ διαφορὰ τὰ μὴ ὡσαύτως ἔχοντα κατὰ τὸν τῆς φύσεως λόγον εἰς ἀλλοτριότητα διατέμνουσα. ἀλλ᾽ οὐκ εἰς πολύθεον ἀριθμὸν ἡ πίστις, εἷς δὲ Θεὸς καὶ ὁ Πατὴρ, ἀναβαίνοντος εἰς ἑνότητα τὴν πρὸς αὐτὸν τοῦ Υἱοῦ, δῆλον δὲ ὅτι καὶ τοῦ Ἁγίου Πνεύματος· οὐδὲν ἄρα τὸ κατηγόρημα λοιπὸν ἐν Υἱῷ. πῶς γὰρ ἔτι τὸ ἔλαττον ἐπιδέξεται εἰς ἑνότητα τῷ τελείῳ Πατρὶ, καὶ εἰς οὐσίας ταυτότητα ἑνούμενος φυσικῶς; Ἄλλο. Εἰ πλήρωμά ἐστιν ὁ Υἱός· “Ἀπὸ γὰρ τοῦ ”πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν·” κατὰ τίνα τρόπον τὸ ἔλαττον ἐπιδέξεται; ἀσύμβατα γὰρ καθ᾽ ἕν τι τὸ ὑποκείμενον ἐν ταυτῷ τὰ ἀλλήλοις ἐναντία. Ἄλλο. Εἰ τὸ ἔλαττον ἔχων ὁ Υἱὸς τὰ πάντα πληροῖ, ποῦ χωρήσει τὸ μεῖζον τοῦ Πατρός;

εἰρήσεται γὰρ καὶ σωματικώτερον, ὡς ἐν παραδείγματος τρόπῳ, νοουμένης ἑτέρως τῆς ἐν ἀσωμάτοις ὑπεροχῆς τε καὶ ἐλαττώσεως. Ἄλλο. Εἰ τὸ ὑπὲρ πᾶν ὄνομά ἐστιν ὁ Θεὸς, εἶτα τούτου κληρονόμος ὑπάρχων ὁ Υἱὸς οὐκ ἔχει τὸ τέλειος εἶναι διὰ τὸ ἔλαττον, οὐδὲν ἐν τῷ ὑπὲρ πάντα τὸ μέγα· τοῦτο δέ ἐστι Θεός. ἀλλὰ τοῦτο ἄτοπον ἢ φρονεῖν ἢ λέγειν· τέλειος ἄρα ἐστὶν ὁ Υἱὸς, ὡς ὑπὲρ πᾶν ὄνομα, καὶ Θεός. Ἄλλο. Εἰ ἡ θεῖα φύσις οὐ πεπόσωται, συμβαίνειν δὲ οἶδε τὸ ἔλαττον ἐν ποσοῖς, πῶς ἂν ἐλάττων νοοῖτο κατὰ φύσιν ὑπάρχων Θεὸς ὁ Υἱός; οὐ γὰρ ἔξω τοῦ ποσοῦ κείσεται, κἂν ὡς πρὸς Πατέρα τὸ ἔλαττον λέγωσιν ἔχειν αὐτόν. Ἄλλο. Ὁ μακάριος Ἰωάννης περὶ τοῦ Υἱοῦ φησιν, ὅτι “οὐκ ἐκ μέτρου δίδωσι τὸ Πνεῦμα,” τοῖς ἀξίοις δηλαδή. ὅτε τοίνυν μέτρον οὐκ ἔστιν ἐν τῷ Υἱῷ, ἀμέτρητος ἄρα ἐστὶ, καὶ πᾶσαν ἀναβαίνων κατάληψιν τὴν ἐν ποσῷ νοουμένην ὡς Θεός. πῶς οὖν ἐλάττων ὁ μὴ μετρούμενος; Ἄλλο. Εἰ ἐλάττων ἐστὶν ὁ Υἱὸς, μείζων δὲ ὁ Πατὴρ, διαφόρως δηλονότι καὶ ἀναλογούντως οἷς ἑκάτερος ἔχει μέτροις ἐνεργήσουσι περὶ τὸν εἰς ἡμᾶς ἁγιασμόν. καὶ ἁγιάσει μὲν μειζόνως ὁ Πατὴρ, ἔλαττον δὲ καὶ καθ᾽ ἑαυτὸν ὁ Υἱός. ἔσται τοιγαροῦν καὶ τὸ Πνεῦμα διπλοῦν, καὶ μεῖον μὲν ἐν Υἱῷ, μεῖζον δὲ ἐν Πατρί. καὶ τελείως μὲν οἱ παρὰ Πατρὸς ἁγιασθήσονται· οὐ τελείως δὲ πάλιν οἱ δι᾽ Υἱοῦ. ἀλλὰ πολλή τις ἐστὶν ἐν τούτοις ἡ τῶν λογισμῶν ἀτοπία.

ἓν γὰρ τὸ Πνεῦμα τὸ Ἅγιόν ἐστιν, εἷς καὶ τέλειος ὁ ἁγιασμὸς, παρὰ Πατρὸς δι᾽ Υἱοῦ φυσικῶς χορηγούμενος· οὐκ ἄρα ἐλάττων ἐστὶν ὁ τὴν αὐτὴν ἐνέργειαν ἔχων τῷ τελείῳ Πατρὶ, καὶ τὸ τοῦ γεννήσαντος Πνεῦμα φύσεως ἰδίας ἔχων ἀγαθὸν, ζῶν, καὶ ἐνυπόστατον, ὥσπερ οὖν ἀμέλει καὶ ὁ Πατήρ. Ἄλλο. Εἰ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ὑπῆρχεν ὁ Υἱὸς κατὰ τὴν τοῦ Παύλου φωνὴν, πῶς ἐλάττων αὐτοῦ ἐστιν; οὐ γὰρ δήπου τῆς μετὰ σαρκὸς οἰκονομίας ὁ λόγος, καὶ ἡ διὰ τοῦτο λεγομένη ταπείνωσις, τοῦ κατὰ φύσιν προσόντος ἀξιώματος ἀπογυμνώσει τὸν Υἱὸν, λύσιν ἔχουσα τὴν δευτέραν ἐξ οὐρανοῦ παρουσίαν. ἥξει γὰρ πάντως, ὡς ἠκούσαμεν λέγοντος “ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ.” πῶς οὖν ὅλως ἐν τῇ δόξῃ τοῦ τελείου Πατρὸς ὁ ἐλάττων αὐτοῦ; Ἄλλο. Εὑρίσκεταί που λέγων δι᾽ ἑνὸς τῶν προφητῶν ὁ Θεὸς καὶ Πατήρ “Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω.” ἐρωτητέον τοιγαροῦν τοὺς ὅσοι τὸν Υἱὸν ἀτιμάζουσιν ἀσεβῶς, μᾶλλον δὲ δι᾽ αὐτοῦ καὶ τὸν Πατέρα· ὁ γὰρ μὴ τιμῶν τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα τιμᾷ· πότερόν ποτε, καθάπερ ὑπειλήφασιν αὐτοὶ, τοῦ Θεοῦ καὶ Πατρὸς ἐλάττων ὢν ὁ Υἱὸς, ὁμοούσιός ἐστιν, ὡς πρὸς αὐτὸν, ἢ οὐχί; εἰ μὲν οὖν ἐροῦσιν, ὡς ἔστιν ὁμοούσιος, τί μάτην τὸ ἔλαττον ἐπιφέρουσιν αὐτῷ; τὰ γὰρ τῆς αὐτῆς οὐσίας ὄντα καὶ φύσεως, οὐκ ἂν ὅλως ἔχοι καθ᾽ ἑαυτῶν τὸ μεῖζον, κατά γε τὸν τοῦ πῶς εἶναι λόγον· τοῦτο δὲ πάντως ἐστὶ τὸ ζητούμενον.

Ἀλλ᾽ οὐ συνθήσονται τυχὸν, οὐδὲ ὁμοούσιον εἶναι δώσουσι τῷ Πατρὶ τὸν Υἱὸν, ὡς ἐλάττονα κατ᾽ αὐτούς· οὐκοῦν ἕτερος ἔσται παντελῶς καὶ ἀλλότριος τοῦ Πατρός. πῶς οὖν ἔχει τὴν δόξαν αὐτοῦ; “Αὐτῷ γὰρ ἐδόθη,” καθά φησιν ὁ μακάριος Δανιὴλ, “ἡ τιμὴ καὶ ἡ βασιλεία·” ἢ γὰρ διαψεύσεται λέγων ὁ Θεὸς καὶ Πατήρ “Τὴν δόξαν μου ἑτέρῳ οὐ ”δώσω·” ἢ εἴπερ ἐστὶν ἀληθὴς, δέδωκε δὲ τὴν ἑαυτοῦ δόξαν τῷ Υἱῷ, οὐχ ἕτερος ἄρα ἐστὶ παρ᾽ αὐτὸν, καρπὸς ὑπάρχων τῆς οὐσίας αὐτοῦ καὶ γνήσιον γέννημα. ὁ δὲ ὡσαύτως ἔχων τῷ Πατρὶ κατὰ τὸν τῆς φύσεως λόγον, πῶς ἂν εἴη λοιπὸν ἐλάττων αὐτοῦ; Ἀλλὰ ἁπλᾶ καὶ ἀσύνδετα. Εἰ παντοκράτωρ ἐστὶν ὁ Πατὴρ, παντοκράτωρ δὲ ὁμοίως καὶ ὁ Υἱὸς, πῶς ἐλάττων αὐτοῦ ἐστιν; οὐ γὰρ δήπου κατά γε τὸν τῆς ἀκολουθίας λόγον, εἰς τὸ τοῦ τελείου μέτρον τὸ μὴ τέλειον ἀναβήσεται. καὶ, εἰ κύριός ἐστιν ὁ Πατὴρ, κύριος δὲ ὁμοίως καὶ ὁ Υἱὸς, πῶς ἐλάττων αὐτοῦ ἐστιν; ἔσται γὰρ οὐ τελείως ἐλεύθερος, εἴπερ ἐστὶν ἐλάττων ἐν κυριότητι καὶ οὐ πλῆρες ἔχων ἐν ἑαυτῷ τὸ ἀξίωμα. καὶ εἰ φῶς ἐστιν ὁ Πατὴρ, φῶς δὲ ὁμοίως καὶ ὁ Υἱὸς, πῶς ἐλάττων αὐτοῦ ἐστιν; ἔσται γὰρ οὐ τελείως φῶς, καταληφθήσεται δὲ ἀπὸ μέρους ὑπὸ τῆς σκοτίας, καὶ ψεύσεται λέγων ὁ Εὐαγγελιστής “Ἡ σκοτία αὐτὸ οὐ κατέ- ”λαβε.” καὶ εἰ ζωή ἐστιν ὁ Πατὴρ, ζωὴ δὲ ὁμοίως καὶ ὁ Υἱὸς, πῶς ἐλάττων αὐτοῦ ἐστιν;

οὐ γὰρ ἔσται τελείως ἐν ἡμῖν ἡ ζωὴ, κἂν εἰς τὸν ἔσω ἄνθρωπον κατοικήσῃ Χριστός· νεκροὶ δέ πως κατά τι μέρος οἱ πιστεύσαντες, εἴπερ ἐστὶν οὐ τελείως ζωὴ τὸ ἔλαττον ἔχων ὁ Υἱός. ἐπειδὴ δὲ χρὴ τὴν ἐν τούτοις ἀτοπίαν ὡς ποῤῥωτάτω ποιεῖσθαι, τέλειον εἶναί φαμεν τὸν Υἱὸν τὸν τῷ τελείῳ Πατρὶ παρισούμενον διὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον. Ἄλλο. Εἰ ἐλάττων ἐστὶ τοῦ Πατρὸς ὁ Υἱὸς, διά τε τοῦτο οὐχ ὁμοούσιος· ἕτερος ἄρα ἐστὶ κατὰ φύσιν καὶ ἀλλότριος παντελῶς· οὐκοῦν οὐχ Υἱὸς, ἀλλ᾽ οὐδὲ ὅλως Θεός. πῶς γὰρ ἂν καὶ καλοῖτο Υἱὸς ὁ μὴ ἐκ Πατρὸς, ἢ πῶς ἔτι Θεὸς, ὁ μὴ ἐκ Θεοῦ κατὰ φύσιν; ἐπειδὴ δὲ εἰς Υἱὸν ἡ πίστις, ἔτι κατὰ τὸ εἰκὸς πλανώμεθα, τὸν ἀληθινὸν οὐκ ἐπεγνωκότες Θεόν. ἀλλὰ τοῦτο ἄτοπον· πιστεύοντες δ᾽ εἰς Υἱὸν, καὶ εἰς τὸν Πατέρα πιστεύομεν, καὶ εἰς τὸ Ἅγιον Πνεῦμα δηλαδή. οὐκ ἄρα ἐστὶ τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς ἐλάττων, ἀλλότριος ὁ Υἱὸς, ἀλλ᾽ ἓν ὡς πρὸς αὐτὸν, διὰ τό Ἐξ αὐτοῦ κατὰ φύσιν, ἴσος τε διὰ τοῦτο καὶ τέλειος. Ἄλλο. Εἰ μὲν Υἱός ἐστι κατὰ ἀλήθειαν ὁ ἐκ Θεοῦ Πατρὸς ἀναλάμψας Θεὸς Λόγος, ἀνάγκη πᾶσα καὶ οὐχ ἑκόντας τοὺς δι᾽ ἐναντίας ὁμολογεῖν ἐκ τῆς οὐσίας αὐτὸν ὑπάρχειν τῆς τοῦ Πατρός. τοῦτο γὰρ ἡ κατὰ ἀλήθειαν υἱότης σημαίνει. εἶτα πῶς ὁ τοιοῦτος ἐλάττων ἐστὶ τοῦ Πατρὸς, εἴπερ ἐστὶν οὐσίας καρπὸς, οὐδαμόθεν τὸ ἔλαττον ἐφ᾽ ἑαυτῇ δεχομένης; πάντα γὰρ τελείως ἐν τῷ Θεῷ.

εἰ δὲ οὐκ ἔστιν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, οὐδὲ Υἱὸς ἄρα· νόθος δὲ ὥσπερ τις καὶ ψευδώνυμος. ἀλλ᾽ οὐδὲ αὐτὸς ὁ Πατὴρ, πατὴρ ἂν καλοῖτο δικαίως τε καὶ ἀληθῶς· Υἱοῦ γὰρ οὐκ ὄντος τοῦ κατὰ φύσιν, δι᾽ ὅν ἐστι πατὴρ, πῶς ἂν νοοῖτο πατήρ; ἀλλὰ τοῦτο ἄτοπον· ἔστι δὲ Πατὴρ ἀληθινὸς ὁ Θεός· τοῦτο γὰρ δὴ καὶ ὅλαι βοῶσιν αἱ θεῖαι γραφαί· Υἱὸς ἄρα πάντως ὁ ἐξ αὐτοῦ φυσικῶς. εἰ δὲ τοῦτο, οὐκ ἐλάττων· ὁμοούσιος γὰρ ὡς Υἱός. Ἄλλο. Τὸ τῆς πατριᾶς ἤτοι πατρότητος ὄνομα οὐκ ἐξ ἡμῶν κυρίως ἔχει Θεὸς, ἀλλ᾽ ἡμεῖς μᾶλλον ἐξ αὐτοῦ λαβόντες ὁρώμεθα. πιστὸς δὲ ὁ λόγος Παύλου βοῶντος ὡδί “Ἐξ οὗ πᾶσα πατριὰ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται.” ἐπειδὴ δὲ Θεὸς τὸ πάντων ἐστὶ πρεσβύτατον, κατὰ μίμησιν δηλονότι πατέρες ἡμεῖς, οἱ πρὸς τὸ ἐκείνου σχῆμα διὰ τοῦ πεποιῆσθαι κατ᾽ εἰκόνα κεκλημένοι. εἶτα πῶς, εἰπέ μοι, λοιπὸν οἱ καθ᾽ ὁμοίωσιν γεγονότες αὐτῷ, κατὰ φύσιν ἐσμὲν τῶν οἰκείων τέκνων πατέρες, εἰ μὴ πρόσεστι τοῦτο τῇ ἀρχετύπῳ εἰκόνι, πρὸς ἣν καὶ μεμορφώμεθα; πῶς δ᾽ ἂν ὅλως τὸ τῆς πατριᾶς ἤτοι πατρότητος ὄνομα καὶ εἰς τοὺς ἄλλους ἐκβῆναι παρὰ Θεοῦ δοίη τις ἂν, εἴ γε ὄντως οὐκ ἔστι πατήρ; φαίνεται γὰρ, ἂν οὕτως ἔχῃ, παντελῶς ἀνεστραμμένη τοῦ πράγματος ἡ φύσις, ἡμεῖς δὲ μᾶλλον αὐτῷ καθ᾽ ὁμοίωσιν τὴν πρὸς ἡμᾶς τό Πατὴρ καλεῖσθαι δώσομεν, ἤπερ αὐτὸς ἡμῖν.

τοῦτο γὰρ ὁ λόγος συνομολογεῖν ἀναγκάσει καὶ ἄκοντα τὸν αἱρετικόν. οὐκοῦν ψεύδεται τῆς ἀληθείας ὁ μάρτυς, ἐξ αὐτοῦ λέγων πᾶσαν εἶναι πατριὰν ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς. ἀλλ᾽ ἔστι τοῦτο φάναι τῶν ἀτοπωτάτων· ἀληθεύει γὰρ ὁ θαρσήσας εἰπεῖν “Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ”ἐμοὶ λαλοῦντος Χριστοῦ;” καὶ ἐκ Θεοῦ τὸ τῆς πατριᾶς ὄνομα καὶ εἰς ἡμᾶς καταῤῥεῖ. οὐκοῦν ἐστι κατὰ φύσιν τοῦ Λόγου Πατήρ· τέτοκε δὲ πάντως οὐκ ἀνόμοιον ἑαυτῷ, διὰ τοῦ τὸ ἔλαττον ἔχειν, ἢ ἐν οἷσπέρ ἐστιν αὐτός· οἱ γὰρ πρὸς μίμησιν γεγονότες ἡμεῖς τὴν ἐκείνου ἔχομεν οὐχ οὕτω τὰ ἐξ ἑαυτῶν γεννώμενα, ἴσα δὲ παντελῶς κατά γε τὸν τῆς φύσεως λόγον. Ἄλλο. Μὴ σοφιζέσθω τὴν ἀλήθειαν ὁ ποικίλος εἰς λόγους αἱρετικὸς, μηδὲ Υἱὸν ὁμολογῶν τὸν τοῦ Θεοῦ Λόγον, ψιλὴν αὐτῷ καὶ τὴν ἐν ῥήμασι μόνοις χαριζέσθω τιμὴν, οὐκ εἶναι λέγων αὐτὸν ἐκ τῆς οὐσίας τῆς τοῦ Πατρός. πῶς γὰρ ὅλως Υἱὸς, εἰ μὴ οὕτως ἔχοι κατὰ φύσιν; ἢ τοίνυν τὸ τῆς ὑποκρίσεως περιελόντες προσωπεῖον δυσφημείτωσαν ἀναφανδὸν, μήτε Θεὸν μήτε Υἱὸν ὁμολογοῦντες· ἢ εἴπερ ἐκ πάσης ἐλεγχόμενοι τῆς θείας γραφῆς, καὶ τοῖς τῶν ἁγίων λόγοις κατασφενδονούμενοι, δυσωποῦνται τὴν ἀλήθειαν, καὶ Υἱὸν εἶναι λέγουσι καὶ Θεὸν, μὴ φρονείτωσαν ὡς ἔστιν ἐλάττων τοῦ γεγεννηκότος. πῶς γὰρ ὅλως ἐπιδέξεται τὸ ἔλαττον ὡς πρὸς τὸν Πατέρα καὶ Θεὸν, Θεὸς ὢν ὁ Λόγος;

καίτοι καὶ ἄνθρωπος ἀνθρώπου χρηματίζει τε καὶ ἔστιν υἱὸς, ἀλλ᾽ οὐκ ἐλάττων ἔσται τοῦ πατρὸς κατά γε τὸ εἶναι ἄνθρωπος· ἄνθρωπος γὰρ ἀνθρώπου, καθὸ ἄνθρωπος, οὐκ ἂν εἴη μείζων ἢ ἐλάττων, ἀλλ᾽ οὐδὲ ἄγγελος ἀγγέλου τυχὸν, καθὸ ἄγγελος, ἢ ἕτερόν τι τῶν ὄντων πρὸς πᾶν ὁτιοῦν ὁμοφυὲς, καὶ τὸν τῆς αὐτῆς οὐσίας λόγον ἀποκεκληρωμένον. οὐκοῦν εἰ κατὰ ἀλήθειάν ἐστιν Υἱὸς, ἀνάγκη λέγειν, ὡς ἔστιν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, πάντα τὰ ἐκείνης ἴδια φέρων ἐν ἑαυτῷ φυσικῶς· καὶ εἰ φύσει Θεὸς ὁ Πατὴρ, Θεὸς δηλονότι κατὰ φύσιν καὶ ὁ Λόγος ὁ ἐξ αὐτῆς γεννηθείς. πῶς οὖν ἐλάττων ἔσται Θεὸς Θεοῦ, κατ᾽ αὐτὸ δὴ τοῦτο τὸ εἶναι Θεός; Ἄλλο. Πόθεν ὑμῖν, ὦ οὗτοι, πάρεστι τολμᾶν τὸ ἐν ἐλάττοσι κεῖσθαι λέγειν τὸν Υἱὸν, ἢ ἐν οἷς ἐστιν ὁ γεννήσας αὐτόν; κατὰ τίνα δὲ τρόπον τὸ ἔλαττον ἐπιδέξεται; κατὰ μὲν οὖν τὸν ἐν τῷ εἶναι χρόνον, οὐκ ἄν τις, οἶμαι, καὶ σφόδρα ληρῶν ὑπολάβοι· προαιώνιος γὰρ ὁ Υἱὸς, καὶ αὐτός ἐστι τῶν αἰώνων ὁ ποιητὴς, καὶ ὅτι οὐκ ἂν ὅλως περιορίζοιτο χρόνῳ, τὸ χρόνου παντὸς πρεσβυτέραν ἔχον τὴν γέννησιν, νοηθείη εἰκότως. ἀλλ᾽ οὐδὲ ἐν ποσῷ τῷ κατὰ μέγεθος ἐλάττων αὐτοῦ· ἀμεγέθης γὰρ, ἄποσός τε καὶ ἀσώματος ἡ θεία νοεῖται καὶ ἔστι φύσις. πῶς οὖν ἄρα τὸ ἔλαττον ἐπὶ τοῦ γεννηθέντος δειχθήσεται; ἐν δόξῃ λοιπὸν, ἐρεῖ τις τυχὸν, ἐν δυνάμει, ἐν σοφίᾳ.

λεγέτωσαν τοίνυν, πόσος ἐστὶν ἐν τούτοις καὶ πηλίκος ὁ Πατὴρ, εἴ γε χρὴ καὶ τοῦτο εἰπεῖν· ἵνα νοῆται λοιπὸν ἐλάττων ὁ Υἱὸς, ὡς πρὸς ἐκεῖνον ἐκμετρούμενος· ἢ εἴπερ ἐκεῖνός ἐστιν ἐν ἀκαταλήπτοις καὶ ἀνεκμετρήτοις ὁ Πατὴρ ἀγαθοῖς, καὶ πολὺ τὸ τῆς ἡμετέρας διανοίας ἀνατρέχουσι μέτρον, πόθεν ἐλάττονα λέγουσι τὸν Υἱὸν οἱ πάντα τολμῶντες ἑτοίμως Ἀρειανοὶ, πρὸς ἀνατροπὴν τοῦ προσόντος αὐτῷ κατὰ φύσιν ἀξιώματος; ἐλέγχεται γὰρ ἀντιπαραθέσει τῇ πρὸς τὸ μεῖζον τὸ ἔλαττον, οὐκ ἐκμετρουμένης δὲ τῆς ἀξίας τοῦ Πατρὸς, ποία δεῖξις ἐν Υἱῷ τοῦ μειονεκτήματος; Ἄλλο. Ἐπὶ τῇ βδελυρίᾳ τῶν ἀνοσίων αἱρετικῶν, ἔξεστιν ὄντως εἰπεῖν ἀληθεύοντας “Οἱ δὲ ἐχθροὶ ἡμῶν ἀνόητοι.” πῶς γὰρ οὐκ ἂν εἶεν πάσης ἀμαθίας ἀνάπλεῳ, μὴ εἰδότες “μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται,” καθάπερ ὁ Παῦλός φησιν; ὅτου δὲ δὴ χάριν ἐπισκήπτειν αὐτοῖς οἰόμεθα δεῖν, ἐκεῖνό ἐστιν. εἰ κατὰ ἀλήθειαν Θεὸν ἐκ Θεοῦ τοῦ Πατρὸς γεγεννῆσθαι λέγουσι τὸν Υἱὸν, καὶ οὕτω πιστεύουσι, πῶς ἐλάττων ἐστὶ τοῦ Πατρός; πολλὴ γὰρ ἐντεῦθεν ἀποτεχθήσεται λογισμῶν ἀτοπία, πανταχῆ τὸ δύσφημον ἔχουσα, καὶ ὅσαπερ ἄν τις καὶ μόνον ἀκοῦσαι παραιτήσεται. εἰ γὰρ ὅλως Θεὸς κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς ἐπιδέξεται κατά τι γοῦν ἐφ᾽ ἑαυτῷ τὸ ἔλαττον, ἀνάγκη λοιπὸν ἐννοεῖν, ὡς ἔστι τι τὸ μεῖζον Θεοῦ.

οὐκοῦν οὐκ ἐν τελειότητι τῇ κατὰ πᾶν ὁτιοῦν ἡ τοῦ Πατρὸς οὐσία νοεῖται, κἂν ὑπάρχῃ φύσει Θεός· προκόψει δέ ποι καὶ αὐτὸς ἐπὶ τὸ μεῖζον, ἐλεγχόμενος, ὥσπερ ἐν εἰκόνι τῷ Υἱῷ, ὅτι πέρ ἐστι καὶ αὐτὸς τῆς τὸ ἔλαττον ἐπιδεχομένης οὐσίας. φορέσει δὲ αὐτὸ δυνάμει, καὶ εἰ μήπω πεφόρεκεν· ἐπεί περ τὰ δεκτικά τινος ὄντα, δέξεται πάντως καὶ τὰ ὧν ἐστι δεκτικὰ, καὶ καιροῦ καλοῦντος εἰς τὸ παθεῖν οὐ παραιτήσεται. ἀλλὰ πολλή τις ἐν τούτοις ἡ δυσφημία φαίνεται. οὔτε γὰρ προβήσεταί ποι πρὸς τὸ μεῖζον ὁ Πατὴρ, ἀλλ᾽ οὐδὲ τὸ ἔλαττον ἐπιδέξεται, διὰ τὸ εἶναι κατὰ φύσιν Θεός. οὐκοῦν τὸ ἔλαττον οὐδὲ ὁ Υἱὸς ἐφ᾽ ἑαυτῷ καταδέξεται, Θεὸς καὶ αὐτὸς ὑπάρχων κατὰ φύσιν, ἵνα μὴ τῆς ἀνωτάτω πασῶν οὐσίας κατηγόρημα νοοῖτο, τὸ ἐξ ἀμαθίας τῶν αἱρετικῶν ἐπινοηθὲν ῥημάτιον. Ἄλλο. Εἰ Υἱὸς κατὰ φύσιν ὑπάρχων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ ἐξ αὐτοῦ Λόγος ἐλάττων ἐστὶν αὐτοῦ, ἢ κατὰ τὸν τῆς θεοπρεποῦς ἀξίας λόγον, ἢ ὡς κατὰ φύσιν οὐκ ἔχων ἀπαραλλάκτως, ἢ κατά τι γοῦν τῶν ἐν τοῖς μειονεκτήμασι τρόπων, οὐκ αὐτοῦ τοσοῦτον ἔσται τὸ κατηγόρημα μᾶλλον, ὅσον τῆς οὐσίας ἐξ ἧς εἶναι πεπίστευται, εἴπερ ὅλως τὸ ἔλαττον, ἤτοι τὸ χεῖρον, ὡς πρὸς αὐτὴν ἀπογεννῶσα φαίνεται, καίτοι τῆς γενητῆς καὶ πεποιημένης κτίσεως οὐκ ἀνεχομένης τοῦτο παθεῖν. τίκτει γὰρ πάντως τὸ ὅμοιον ἑαυτῷ πᾶν ὅπερ ἐστὶ καρπογόνον.

εἰ δὲ ἄνω παντὸς κεῖσθαι πάθους τὴν θείαν τοῦ Πατρὸς ἐροῦσι φύσιν, ἔξω δηλονότι καὶ τῆς ἐπὶ τοῦτο κατηγορίας κείσεται, ὡς δὲ ἀρχέτυπος οὖσα τῶν ἐν ἡμῖν ἀγαθῶν, οὐκ ἐλάττονα τὸν Υἱὸν ἀποτέξεται, ἀλλ᾽ ἴσον τε καὶ ὁμοούσιον, ἵνα μὴ καὶ ἡμῶν ἀπολιμπάνηται Θεὸς ὁ τοσοῦτον ὑπὲρ ἡμᾶς. <Ἄλλο διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς.> Ἴσον ἑαυτὸν ἐπιδεικνύων τῷ Θεῷ καὶ Πατρὶ φησί που Χριστὸς πρὸς τοὺς οἰκείους μαθητάς “Ὁ ἑωρακὼς ἐμὲ, ”ἑώρακε τὸν Πατέρα.” εἶτα πῶς ὁ κατὰ φύσιν τοιοῦτος, οὕτω τε ὑπάρχων ὡς αὐτὸς ἀληθεύων διισχυρίζεται, τὸ ἔλαττον ἕξει κατὰ τὴν τινῶν ἀβουλίαν; εἰ γὰρ ὑπάρχων ἐλάττων ἐν ἑαυτῷ δεικνύει τὸν Πατέρα, μηδεμιᾶς μεσολαβούσης παραλλαγῆς, ἐπὶ τὸν Πατέρα τὸ ἔλαττον ἀναβήσεται, ὡς ἐν ἀμεταποιήτῳ φαινόμενον εἰκόνι τῷ Υἱῷ. ἀλλὰ τοῦτο ἄτοπον· οὐκοῦν οὐκ ἐλάττων ὁ Υἱὸς, ἐν ᾧπερ ἐξεικονίζεται τέλειος ὢν ὁ Πατήρ. Ἄλλο. Καὶ πῶς ἂν τὸ ἔλαττον, ἢ ἐν οἷσπέρ ἐστιν ὁ Πατὴρ, ὢν ὁ Υἱὸς ἐπιδέξηται, λέγων ἀνεγκλήτως “Πάντα ”ὅσα ἔχει ὁ Πατὴρ ἐμὰ ἐστί·” καὶ πάλιν, ὡς πρὸς τὸν Θεὸν καὶ Πατέρα, ὅτι “πάντα τὰ ἐμὰ σά ἐστιν, καὶ τὰ σὰ ἐμά;”

εἰ γὰρ ὄντως ἐστὶ κατὰ τὴν τινῶν ἀβουλίαν ἐλάττων ὁ Υἱὸς, ἐπειδήπερ ἀληθεύει λέγων πρὸς τὸν Πατέρα “Τὰ ἐμὰ σά ”ἐστι καὶ τὰ σὰ ἐμὰ,” χωρήσει καὶ ἐπὶ τὸν Πατέρα τὸ ἔλαττον, καὶ τὸ μεῖζον ὁμοίως ἐπὶ τὸν Υἱὸν, ἀδιαφορούσης τῆς τῶν πραγμάτων τάξεως, εἴπερ ἐν ἑκατέρῳ τὰ ἑκατέρῳ προσόντα φαίνεται, καὶ ὅπερ ἂν εἴη τοῦ Πατρὸς, τοῦτό ἐστι καὶ τοῦ Υἱοῦ, καὶ πάλιν, ὅπερ ἂν ὑπάρχον ἴδιον φαίνηται τοῦ Υἱοῦ, τοῦτό ἐστι καὶ τοῦ Πατρός. οὐδὲν οὖν κωλύσει λέγειν ἐλάττονα τοῦ Υἱοῦ τὸν Πατέρα, καὶ μείζονα τοῦ Πατρὸς τὸν Υἱόν. ἀλλ᾽ ἔστι τῶν ἀτοπωτάτων, καὶ μόνον ἐννοεῖν τι τοιοῦτον· ἴσος ἄρα καὶ οὐκ ἐλάττων ὁ κοινὰ πρὸς τὸν Πατέρα τὰ τῆς οὐσίας ἔχων πλεονεκτήματα. <Ἄλλο ἐκ τοῦ αὐτοῦ.> Εἰ πάντα ὅσα ἔχει ὁ Πατὴρ, ταῦτα πάντως ἐστὶ τοῦ Υἱοῦ, ἔστι δὲ ἐν Πατρὶ τὸ τέλειον, τέλειος ἔσται καὶ ὁ Υἱὸς ὁ τοῦ Πατρὸς ἔχων τὰ ἴδια καὶ ἐξαίρετα. οὐκοῦν οὐκ ἐλάττων, κατὰ τὴν τῶν αἱρετικῶν δυσσέβειαν. <Ἄλλο διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς, μετὰ συμπλοκῆς συλλογισμοῦ.> Λεγέτωσαν ἡμῖν οἱ τὴν ἄσβεστον φλόγα τῆς ἑαυτῶν καταχέοντες κεφαλῆς, καὶ τὴν μὲν ἐν τοῖς θείοις δόγμασιν ὀρθότητα παραιτούμενοι, στροφὰς δὲ ποικίλων ἐπινοοῦντες συλλογισμῶν πρὸς ἀπάτην τῶν ἀκεραιοτέρων καὶ ἀνατροπὴν, πότερόν ποτε κρείττων ἐστὶν ὁ Πατὴρ τοῦ Υἱοῦ, τὸ μεῖζον ὡς πρὸς αὐτὸν ἔχων, εἴπερ ἐλάττων ἐστὶ, καθὼς ἐκεῖνοι ληροῦντές φασιν, ἢ οὐχί;

ἀλλ᾽ οἶμαι δὴ πάντως, ὅτι Κρείττων ἐροῦσιν. ἢ λεγέτωσαν τί τὸ περισσὸν ἐν τῷ κεκτῆσθαι τὸ μεῖζον ὁ Πατὴρ ἔχων φανεῖται, εἰ μὴ κρείττων ἐστίν; εἰ μὲν γὰρ ὅλως οὐδὲν, λέλυται λοιπὸν ἤδη πᾶν τὸ ἐφ᾽ Υἱοῦ κατηγόρημα· εἰ δὲ πολύ τι τὸ διάφορόν ἐστι, κρείττων ἄρα λοιπὸν, ὡς ἔχων τὸ μεῖζον. ἀπολογείσθωσαν τοίνυν, καὶ διδασκέτωσαν ἡμᾶς, εἴπερ εἰσὶν ὄντως σοφοὶ, τοῦ δὴ χάριν γεννήσας τὸν Υἱὸν ὁ Πατὴρ, οὐκ ἴσον ἑαυτῷ γεγέννηκεν, ἀλλ᾽ ἐλάττονα. εἰ μὲν γὰρ φαίνοιτο κρεῖττον τὸ ἴσον ἑαυτῷ κατὰ πάντα γεννῆσαι τὸν Υἱὸν, τίς ὁ κωλύσας τοῦτο ποιεῖν; εἰ μὲν γάρ τι τὸ κωλύσαν ὡς ἐξ ἀνάγκης ἐστὶν, ὁμολογήσουσι καὶ οὐχ ἑκόντες εἶναί τι τὸ μεῖζον τοῦ Πατρός. εἰ δὲ τὸ κωλύον ἦν ὅλως οὐδὲν, ἔχων δὲ τὴν ἐξουσίαν, καὶ εἰδὼς, ὅτι κάλλιόν ἐστι γεννῆσαι τὸν Υἱὸν ἴσον, βεβούληται τὸν ἐλάττονα, φθόνος ἄρα περὶ αὐτὸν καὶ βασκανία γενομένη φαίνεται· οὐ γὰρ ἠθέλησεν ἀποδοῦναι τὸ ἴσον τῷ Υἱῷ. ἢ τοίνυν ἀδυνατήσει περὶ τὴν γέννησιν ὁ Πατὴρ, ἢ βάσκανος ἔσται κατὰ τὸ ἐκ τῶν συλλογισμῶν συναγόμενον θεώρημα, ἂν ἔχῃ τὸ ἔλαττον ὁ Υἱὸς κατὰ τὸν ἐκείνων λόγον. ἀλλὰ τοῦτο ἄτοπον· ἄνω γὰρ πάθους παντὸς ἡ θεία καὶ ἀκήρατος φύσις. οὐκοῦν οὐκ ἐλάττων ὁ Υἱὸς, ἵνα μὴ τὸ ἴσον ἀπολέσῃ, κατ᾽ οὐδένα τρόπον ἀτονήσαντος τοῦ Πατρὸς περὶ τὸ ἴσον ἑαυτοῦ γεννῆσαι τὸν ἐξ αὐτοῦ, μήτε μὴν ἐκ βασκανίας κεκωλυμένου τὸ ἐθελῆσαι τὸ ἄμεινον. Ἄλλο.

Αὐτός που φησὶν ὁ Σωτὴρ, ὡς εἴη μὲν αὐτὸς ἐν Πατρὶ, καὶ ὁ Πατὴρ δὲ ὁμοίως ἐν αὐτῷ. ἀλλ᾽ ἔστι παντί που δῆλον, ὡς οὐ προσήκει νοεῖν, καθάπερ σῶμα ἐν σώματι, ἢ σκεῦος ἐν σκεύει, οὕτως εἶναι χωρητὸν ἐν Υἱῷ τὸν Πατέρα, ἢ αὖ πάλιν τὸν Υἱὸν ἀντεμβιβάζεσθαι τρόπον τινὰ τῷ Πατρί· οὗτος δὲ ἐν ἐκείνῳ, κἀκεῖνος ἐν τούτῳ φαίνεται ὡς ἐν ταυτότητι τῆς οὐσίας ἀπαραλλάκτῳ, καὶ τῇ κατὰ φύσιν ἑνότητί τε καὶ ὁμοιότητι. ὥσπερ ἂν εἴ τις καὶ ἐν εἰκόνι τὴν οἰκείαν καταθεώμενος μορφὴν λέγοιτο πρός τινας ἀληθεύων, καὶ τὴν εἰς ἄκρον ἐξησκημένην ἐμφέρειαν τοῦ οἰκείου σχήματος ἀποθαυμάζοι βοῶν Ἐγὼ ἐν τῇδε τῇ γραφῇ καὶ ἡ γραφὴ δὲ ἐν ἐμοί. ἢ καὶ καθ᾽ ἕτερον τρόπον, ὥσπερ ἂν εἰ καὶ ἡ τοῦ μέλιτος γλυκεῖα ποιότης ἐντεθεῖσα γλώττῃ περὶ ἑαυτῆς λέγοι Ἐγὼ ἐν τῷ μέλιτι καὶ τὸ μέλι δὲ ἐν ἐμοί· ἢ καὶ ὥσπερ πάλιν εἰ ἡ ἐκ πυρὸς φυσικῶς προϊοῦσα θερμότης φωνὴν ἀφιεῖσα λέγοι Ἐγὼ ἐν τῷ πυρὶ καὶ τὸ πῦρ δὲ ἐν ἐμοί. ἔστι μὲν γάρ πως τῶν εἰρημένων ἕκαστον ἐπινοίᾳ μεριστὸν, ἓν δὲ τῇ φύσει, καὶ ἓν ἐξ ἑνὸς, ἀμερίστῳ τινὶ καὶ ἀδιαστάτῳ προόδῳ προκύπτον, ὥσπερ καὶ χωρίζεσθαι δοκοῦν τοῦ ἐν ᾧπέρ ἐστιν. ὅμως δ᾽ οὖν εἰ καὶ τοῦτον ἔχει τὸν τύπον τῶν ἐπ᾽ αὐτοῖς νοημάτων ἡ δύναμις, ἀλλ᾽ ἓν ἐν ἑτέρῳ φαίνεται, καὶ ταὐτόν εἰσιν ὅσον εἰς οὐσίαν ἀμφότερα.

εἴπερ οὖν διὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον καὶ τὸ ἐν τῷ χαρακτῆρι παντελῶς ἀπαραποίητον, ὁ Πατήρ ἐστιν ἐν Υἱῷ, πῶς ὁ μείζων ἐν ἐλάττονι κατ᾽ ἐκείνους ὄντι τῷ Υἱῷ χωρήσει καὶ ὀφθήσεται; ἐπειδὴ δὲ ὅλος ἐστὶν ἐν αὐτῷ, τέλειος ἄρα πάντως ἐστὶν ὁ Υἱὸς, ὁ τοῦ τελείου χωρητικὸς καὶ χαρακτὴρ τοῦ μεγάλου Πατρός.

ΚΕΦΑΛΗ Δ. Πρὸς τοὺς τολμῶντας λέγειν, ὅτι ἕτερός ἐστιν ὁ ἐνδιάθετός τε καὶ φυσικὸς ἐν Θεῷ καὶ Πατρὶ Λόγος, καὶ ἕτερος ὁ παρὰ ταῖς θείαις γραφαῖς λεγόμενος Υἱός· ἔστι δὲ τῶν περὶ Εὐνόμιον ἡ τοιαύτη κακοδοξία. <Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.> ἈΝΑΚΕΦΑΛΑΙΩΣΙΝ μὲν ὥσπερ τινὰ τῶν ἤδη προειρημένων ἐν τούτοις ὁ Εὐαγγελιστὴς ἐποιήσατο. προσθεὶς δὲ τό οὗτος, μονονουχὶ βοήσας ὁρᾶται Ὁ ὢν ἐν ἀρχῇ, ὁ παρὰ τῷ Πατρὶ Λόγος, ὁ ὑπάρχων Θεὸς ἐκ Θεοῦ, οὗτός ἐστι καὶ οὐχ ἕτερος, περὶ οὗ τὸ σεμνὸν ἡμῖν πρόκειται σύγγραμμα. ἔοικε δὲ πάλιν οὐ μάτην τοῖς εἰρημένοις ἐπενεγκεῖν τό Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. ὡς γὰρ ὑπὸ θείου Πνεύματος εἰς τὴν τῶν ἐσομένων γνῶσιν φωταγωγούμενος οὐκ ἠγνόησεν, ὥς γε μοι δοκεῖ, καὶ ὡς ἔστιν εἰπεῖν ἀληθεύοντας, ὅτι περ ἀναφανοῦνταί τινες ἀπωλείας ἐργάται, διαβόλου θήρατρα, θανάτου παγίδες εἰς ταμεῖα καταφέρουσαι καὶ εἰς πέταυρον ᾅδου τοὺς ἐξ ἀμαθίας προσέχοντας οἷς ἂν ἐκ καρδίας ἐρεύγωνται πονηρᾶς. ἐνστήσονται δὲ καὶ κατὰ τῆς ἑαυτῶν ἀνδριοῦνται κεφαλῆς λέγοντες, ἕτερον μὲν εἶναι τὸν ἐνδιάθετον ἐν τῷ Θεῷ καὶ Πατρὶ Λόγον, ἕτερον δέ τινα καὶ τῷ ἐνδιαθέτῳ λίαν ἐμφερέστατόν τε καὶ ὁμοιότατον τὸν Υἱὸν καὶ Λόγον, δι᾽ οὗ Θεὸς τὰ πάντα ἐργάζεται· ἵνα λόγος λόγου νοῆται, καὶ εἰκὼν εἰκόνος, καὶ ἀπαύγασμα ἀπαυγάσματος.

ὥσπερ οὖν ἤδη δυσφημούντων ἀκούσας αὐτῶν, καὶ πρὸς τὰς ἐκτόπους ἀπονοίας τῶν παρ᾽ αὐτοῖς συγγραμμάτων εὐλόγως κεκινημένος, ὁ μακάριος Εὐαγγελιστὴς, ὁρισάμενος ἤδη καὶ διὰ πολλῶν, ὡς ἔδει, κατασημήνας τὸν ἕνα καὶ μόνον καὶ ἀληθινὸν ἐκ Θεοῦ, καὶ ἐν Θεῷ, καὶ πρὸς Θεὸν ὄντα Λόγον, ἐπιφέρει γοργῶς Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, ὡς Υἱὸς δηλαδὴ πρὸς τὸν Πατέρα, ὡς ἔμφυτος, ὡς ἐκ τῆς οὐσίας αὐτοῦ, ὡς Μονογενής· οὗτος, οὐκ ὄντος δευτέρου.

Ἐπειδὴ δὲ προσήκειν ἡγοῦμαι τὰ περὶ τῆς τοιαύτης δυσσεβείας ἐξηγεῖσθαι σπουδάζοντας, γυμνοτέραν αὐτῶν καταστῆσαι τὴν δυσφημίαν, διὰ τὴν τῶν ἀκεραιοτέρων ἀσφάλειαν· φυλάξεται γὰρ ὁ μαθὼν, καὶ ὡς ὄφιν ὑπεραλεῖται κατὰ μέσην λανθάνοντα τὴν ὁδόν· ἀναγκαίως αὐτὴν ἐκθήσομαι τὴν ἐκείνων δόξαν, ὡς ἐν ἀντιθέσεως σχήματι. λάβοι γὰρ ἂν ὄντως τὰς λύσεις ἐφεξῆς, καθ᾽ οὕσπερ ἂν ἐπιδοίη τρόπους ὁ πάντα σοφῶν Θεός. <Εὐνομίου δόξα περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ.> “Ὁ Μονογενὴς, φησὶ, τοῦ Θεοῦ Υἱὸς, οὐκ ἔστιν αὐτο- “κυρίως ὁ Λόγος αὐτοῦ· ἀλλ᾽ ὁ μὲν ἐνδιάθετος λόγος τοῦ “Θεοῦ καὶ Πατρὸς ἐν αὐτῷ κινεῖται καὶ ἔστιν ἀεί· ὁ δὲ ἐξ “αὐτοῦ γεννηθῆναι λεγόμενος Υἱὸς τὸν ἐνδιάθετον αὐτοῦ “λόγον δεχόμενος, πάντα τε οἶδεν ἐκμαθὼν, καὶ καθ᾽ ὁμοιό- “τητα τὴν ἐκείνου, λόγος καλεῖται καὶ ἔστιν.„ Εἶτα πρὸς βεβαίωσιν, ὡς οἴεται, τῆς ἑαυτοῦ δυσσεβείας καὶ τῶν διεστραμμένων ἐννοιῶν τοιούτους τινὰς ἀναπλέκει συλλογισμοὺς, ἵνα, καθὰ γέγραπται, ταῖς τῶν οἰκείων ἁμαρτημάτων σειραῖς ὁ δείλαιος κατασφίγγηται. “Εἰ ὁ Λόγος, φησὶν, ὁ ἐν τῷ Θεῷ καὶ Πατρὶ φυσικός τε “καὶ ἐνδιάθετος αὐτός ἐστιν ὁ Υἱὸς, ἔστι δὲ ὁμοούσιος τῷ “γεννήσαντι, τὶ τὸ κωλύον ἔτι Λόγον εἶναί τε καὶ καλεῖσθαι “καὶ τὸν Πατέρα, ὡς ὁμοούσιον Λόγῳ; “

Καὶ πάλιν· Εἰ ὁ Λόγος ἐστὶ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ “Υἱὸς, καὶ παρ᾽ αὐτὸν οὐκ ἔστιν ἕτερος· διὰ ποίου λόγου, “φησὶν, ὁ Πατὴρ πρὸς αὐτὸν εὑρίσκεται λέγων ‘Υἱός μου “’εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε·’ πρόδηλον γὰρ ὡς οὐ “δίχα λόγου τὰς πρὸς αὐτὸν διαλέξεις ὁ Πατὴρ ἐποιήσατο, “ἐπεὶ πᾶν τὸ λαλούμενον, ἐν λόγῳ πάντως λαλεῖται, καὶ “οὐχ ἑτέρως. καὶ αὐτὸς δέ που φησὶν ὁ Σωτὴρ, ὅτι ‘οἶδα “’τὸν Πατέρα, καὶ τὸν λόγον αὐτοῦ τηρῶ·’ καὶ πάλιν ‘Ὁ “’λόγος ὃν ἀκούετε, οὐκ ἔστιν ἐμὸς, ἀλλὰ τοῦ πέμψαντός με “‘Πατρός.’ ὅτε τοίνυν ἐν λόγῳ Πατὴρ μὲν πρὸς αὐτὸν δια- “λέγεται, συνομολογεῖ δὲ καὶ αὐτὸς, ποτὲ μὲν ὅτι τηρεῖ τὸν “λόγον τοῦ Πατρὸς, ποτὲ δὲ πάλιν, ὡς οὐ τὸν αὐτοῦ λόγον, “ἀλλὰ τὸν τοῦ Πατρὸς ἤκουον οἱ Ἰουδαῖοι· πῶς οὐκ ἂν εἴη, “φησὶν, ἀνενδοιάστως ὁμολογούμενον, ὡς ἕτερός ἐστιν ὁ “Υἱὸς παρὰ τὸν ἐνδιάθετον, ἤτοι τὸν ἐν κινήσει νοηματικῇ “λόγον, οὗ μετέχων καὶ ἀναπιμπλάμενος καλεῖται λόγος ὁ “προφορικὸς καὶ τῆς τοῦ Πατρὸς οὐσίας ἐκφαντικὸς, του- “τέστιν ὁ Υἱός.„ Τοιαῦτα μὲν οὖν ὁ παράφρων ἑαυτῷ συνείρει κακὰ, καὶ πάσαις ὁμοῦ ταῖς θείαις γραφαῖς ἀντιφωνῶν οὐκ αἰσχύνεται, τὸ γεγραμμένον ἐφ᾽ ἑαυτῷ δεικνύων ἀληθές “Ὅταν ἔλθῃ ”ἀσεβὴς εἰς βάθος κακῶν καταφρονεῖ.”

λίαν γὰρ ὄντως ἐβάθυνεν εἰς κάκωσιν ἐξ ἀνοίας ὁ θεομάχος, τὸ μὲν ἐξ ἀληθείας ὀρθοῦσθαι παραιτούμενος, τῇ δὲ σαθρότητι τῶν οἰκείων ὀκλάζων λογισμῶν· ὅτι γὰρ ὁ Μονογενὴς τοῦ Θεοῦ καὶ Πατρὸς Υἱὸς αὐτοκυρίως ἐστὶν ὁ Λόγος αὐτοῦ, διὰ τῶν ὑποτεταγμένων εἰσόμεθα. <Λύσις ἐφεξῆς τῆς Εὐνομίου κακοδοξίας.> Δυσμαθὴς ὁ παράφρων αἱρετικός· πῶς γὰρ ἂν ὅλως εἰς κακότεχνον ψυχὴν εἰσέλθοι σοφία; ἢ τί τῶν τοιούτων γένοιτ᾽ ἂν, εἰπέ μοι, κακοτεχνέστερον, οἵ γε κατὰ τὸ γεγραμμένον, “ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέφουσιν, ἐπὶ δὲ ”τοὺς μύθους” τῶν οἰκείων διανοημάτων εὐπετέστερον τρέχουσιν, ἵνα δὴ καὶ δικαίως ἀκούσειαν, οὐ τὰ ἐκ τῆς θείας λαλοῦντες γραφῆς “οὐαὶ οἱ προφητεύοντες ἀπὸ καρδίας ”αὐτῶν, καὶ οὐκ ἀπὸ στόματος Κυρίου·” τίς γὰρ ἀπὸ στόματος Κυρίου “λαλῶν, λέγει Ἀνάθεμα Ἰησοῦς;”

ὃ δὴ καὶ ποιοῦσί τινες τῶν τῆς εὐσεβείας δογμάτων ἀνέδην κατασοβαρευόμενοι· καὶ καθάπερ ἔφη τις τῶν ἁγίων προφητῶν “Πάντα τὰ ὀρθὰ διαστρέφοντες·” φασὶ γὰρ ἕτερον μὲν εἶναι τὸν φυσικὸν καὶ ἐνδιάθετον ἐν τῷ Θεῷ καὶ Πατρὶ λόγον, ἕτερον δὲ αὖ πάλιν τὸν ὠνομασμένον Υἱὸν καὶ Λόγον· καὶ φέρουσι πρὸς ἀπόδειξιν τῆς ἑαυτῶν, ὡς οἴονται, δόξης, μᾶλλον δὲ ἀχαλίνου δυσσεβείας, λέγοντα τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ἐν ταῖς πρὸς Ἰουδαίους ὁμιλίαις, ὅτι “οἶδα τὸν Πατέρα καὶ τὸν λόγον αὐτοῦ τηρῶ·” πρὸς δέ γε τούτῳ καὶ τὸ πρὸς αὐτὸν εἰρημένον παρὰ τοῦ Πατρός “Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐξεγέννησά σε·” εἶτά φασι τὸν ἐκ τοῦ οἰκείου πατρὸς ἰὸν ἐρευγόμενοι Εἰ ὁ λαλῶν ἕτερος ὡς πρὸς τὸν ᾧ διαλέγεται· διαλέγεται δὲ διὰ λόγου πρὸς τὸν Υἱὸν ὁ Πατήρ· ἕτερος ἄρα παρ᾽ αὐτὸν ὁ ἔμφυτος ἂν εἴη λόγος, ὁ ἐν ᾧπερ ἐποιεῖτο τὰς διαλέξεις ὁ Πατήρ· καὶ πάλιν Εἰ αὐτός που, φησὶν, ὁ Υἱὸς τηρεῖν τὸν τοῦ Πατρὸς λόγον διισχυρίσατο· πῶς οὐκ ἂν ἕτερος εἴη λοιπὸν ὁ τηρῶν παρὰ τὸν τηρούμενον· πρὸς δέ γε ταῦτα χαλεπὸν μὲν ἴσως οὐδὲν ἀντιλέγειν· “Δώσει γὰρ ὁ Κύριος ῥῆμα τοῖς ”εὐαγγελιζομένοις δυνάμει πολλῇ.”

χρῆν δέ γε τοὺς οἵπερ εἰσὶ τὴν τοιαύτην νοσοῦντες ἀμαθίαν ἀναμιμνήσκεσθαι τοῦ λέγοντος “Ὢ οἱ ἐγκαταλιπόντες ὁδοὺς εὐθείας τοῦ πορεύ- ”εσθαι ἐν ὁδοῖς σκότους·” ἡμᾶς δὲ ἀκόλουθον πρὸς τὸν ἐν τοῖς οὐρανοῖς ἀναφθέγγεσθαι μυσταγωγόν “Ἀπόστρεψον ”τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα·” ματαιότης γὰρ ὄντως, λῆρός τε καὶ ἕτερον οὐδὲν τὰ ἐκ τῆς ἐκείνων κενοφωνούμενα ἀπαιδευσίας· οὐ γὰρ ὡς λόγον ἔχων ἕτερον ἐν ἑαυτῷ τοῦ Πατρὸς, ὁ Υἱὸς τὸν τοῦ Πατρὸς ἔφασκε λόγον τηρεῖν· ἀλλ᾽ οὐδ᾽ ὥσπερ τινὰ παιδαγωγὸν ἐπικομιζόμενος πρὸς ἡμᾶς ἀφῖχθαι διισχυρίσατό ποτε, ὡς δὲ μόνος ἐνυπάρχων κατὰ φύσιν τῷ Πατρὶ, ἔχων τε αὖ πάλιν ὁμοίως ἐν ἑαυτῷ τὸν Πατέρα, μεσολαβοῦντος ἑτέρου μηδενός· “Ἐγὼ, ”φησὶν, ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,” οὐχ ὁ ἔμφυτος, ἀλλ᾽ οὐδὲ ἕτερός τις λόγος· ἀλλ᾽ ὁ Πατήρ· ἐν ἐμοί. πῶς οὖν ἄρα νοῆσαι προσήκοι τὸ παρ᾽ αὐτοῦ πρὸς τοὺς Ἰουδαίους εἰρημένον, εἴποι τις ἂν ἡμῖν, καὶ μάλα εἰκότως· πρὸς δὴ τοῦτο ἐροῦμεν ἀληθεύοντες τὰ εἰς νοῦν ἀναβαίνοντα τὸν ἡμέτερον Ἐδίδασκεν ὁ Σωτὴρ τὸν δυσπειθέστατον τῶν Ἰουδαίων λαὸν, καὶ κατὰ βραχὺ τῆς νομικῆς ἐξέλκων λατρείας τοὺς ἀκροωμένους, ἐπεφώνει πολλάκις “Ἐγώ εἰμι ἡ ”ἀλήθεια,” μονονουχὶ λέγων Ἀποσείσασθε τὸν νομικὸν, ὦ οὗτοι, ζυγόν· καταδέξασθε τὴν ἐν πνεύματι λατρείαν· οἰχέσθω λοιπὸν ἡ σκιὰ, χωρείτω μακρὰν ὁ τύπος, ἐπέλαμψεν ἡ ἀλήθεια.

ἀλλ᾽ οὐ πᾶσιν ἐδόκει ποιεῖν ὀρθῶς, ἀνατρέπων τὰ Μωυσέως, μᾶλλον δὲ ἄγων ἐπὶ τὸ ἀληθέστερον, ὡς καί τινας ἤδη βοᾶν Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ σάββατον· ὅπερ ἂν ἦν ἄντικρυς ἁμαρτίαν καταψηφίζεσθαι τοῦ μὴ εἰδότος αὐτήν. πρὸς οὖν τὰς τοιαύτας τῶν Ἰουδαίων ἀπονοίας ἀπολογούμενος, πάντα μὲν ὑφαιρεῖ τὸν ἐν τοῖς ῥήμασι κόμπον, ὑφειμένως δὲ καὶ οὐ τρανῶς ἐκδιδάσκειν βούλεται, ὡς οὐκ ἄν τι παρὰ τὸ δοκοῦν ἐργάσαιτο τῷ Θεῷ καὶ Πατρὶ, ὁ μὴ εἰδὼς ἁμαρτίαν Υἱός· ἵνα δὲ μὴ γυμνότερον λέγων Ἁμαρτίαν οὐκ οἶδα, παροτρύνῃ πάλιν αὐτοὺς εἰς τὸ καταλεύειν αὐτόν. ἢ γὰρ ἂν εὐθὺς ἀναζέοντες εἰς ὀργὰς ἐπεπήδων λέγοντες Θεῷ μόνῳ τὸ μὴ ἁμαρτάνειν οἰκεῖον· σὺ δὲ ἄνθρωπος ὢν, μὴ λάλει τὰ μόνῳ πρέποντα Θεῷ· ὃ δὴ καὶ ἑτέρωθί που πεπράχασι, λέγοντες λιθάζειν αὐτὸν εἰκότως, ὅτιπερ ἄνθρωπος ὢν, ἑαυτὸν ποιεῖ Θεόν· περιεσταλμένως ὁ Σωτὴρ, ἅτε δὴ καὶ ἄνθρωπος γεγονὼς καὶ ὡς ὑπὸ νόμον μετὰ τῶν ὑπὸ νόμον, τὸν λόγον ἔφη τηρεῖν τοῦ Πατρὸς, μονονουχὶ λέγων Οὐδαμοῦ τὸ τοῦ Πατρὸς θέλημα παρεκβήσομαι· ἐν γὰρ τῷ τὸν θεῖον ἐξέρχεσθαι νόμον ἡ ἁμαρτία γίνεται, ἐγὼ δὲ ἁμαρτίαν οὐκ οἶδα, κατὰ φύσιν ὑπάρχων Θεός· οὐκοῦν διδάσκων οὐ λυπῶ τὸν Πατέρα. λοιπὸν ἐπιτιμάτω μηδεὶς τῷ κατὰ φύσιν μὲν νομοθέτῃ, διὰ δὲ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν νομοφύλακι.

εἰδέναι δὲ τὸν Πατέρα φησὶν, οὐχ ἁπλῶς καθάπερ ἡμεῖς, ἀπεριεργότερον δὲ αὐτὸ τοῦτο μόνον, ὅτιπερ εἴη Θεὸς, ἀλλ᾽ ἐξ ὧν ἔστιν αὐτὸς τὴν τοῦ Πατρὸς φύσιν διισχυρίζεται νοεῖν. ἐπειδὴ δὲ οἶδεν ὑπομένειν οὐκ εἰδότα τροπὴν τὸν γεννήσαντα, οἶδε δηλονότι καὶ ἑαυτὸν ἄτρεπτον ἐξ ἀτρέπτου Πατρός· τὸ δὲ τροπὴν οὐκ εἰδὸς, πῶς ἂν λέγοιτό τι καὶ ἁμαρτάνειν, καὶ οὐχὶ μᾶλλον ἀκλονήτως ἐν τοῖς ἰδίοις ἑστάναι φυσικοῖς πλεονεκτήμασιν;

Εἰκαῖον οὖν ἄρα τῶν Ἰουδαίων τὸ φρόνημα ἤγουν τὸ κατηγόρημα, παρὰ τὴν τοῦ Πατρὸς βούλησιν ἕτερόν τι φρονεῖν οἰομένων τὸν Υἱόν· τηρεῖ γὰρ, ὥς φησι, τὸν λόγον αὐτοῦ, καὶ ἀγνοεῖ τὸ ἁμαρτάνειν φυσικῶς· οἶδε γὰρ τὸν Πατέρα τοῦτο παθεῖν οὐ δυνάμενον, ᾧπέρ ἐστιν ὁμοούσιος ὡς Υἱὸς ἀληθινός. ἐπειδὴ δὲ πρὸς τοῦτό φασι καὶ τὸ συνημμένον τῇ παρ᾽ αὐτῶν ἀντιθέσει “Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐξεγέννησά ”σε·” φέρε δὴ πάλιν, καὶ ἐπὶ τούτῳ τὸν περὶ τῆς εὐσεβείας ἀναπτύξωμεν λόγον. οὐ γὰρ ἐπειδήπερ τὰ τοιαῦτά φησι πρὸς τὸν Υἱὸν ὁ Πατὴρ, διὰ τοῦτο δὴ πάντως οἴεσθαι χρὴ, λόγον μὲν ἐνυπάρχειν ἔμφυτον αὐτῷ, ἕτερον δέ τινα παρ᾽ ἐκεῖνον ἐννοεῖν τὸν Υἱόν· ἀλλὰ πρῶτον μὲν ἐκεῖνο καθ᾽ ἑαυτοὺς ἐνθυμώμεθα, ὅτι προφήτης ἐν πνεύματι λαλεῖν μελετήσας μυστήρια, τὸ πρόσωπον ἡμῖν ὑποκρίνεται τοῦ Υἱοῦ, καὶ δὴ καὶ εἰσφέρει παρὰ τοῦ Πατρὸς ἀκούοντα αὐτόν “Υἱός ”μου εἶ σὺ,” καὶ τὰ τούτοις ἀκόλουθα.

καὶ οὐ δήπου πάντως ἡ κατὰ τὸ ἀνθρώπινον σχῆμα γενομένη διασκευὴ, δύο λόγους ἡμᾶς ἀναγκάσει νοεῖν, ἀλλὰ τοῖς ἡμετέροις ἔθεσιν ἀναθέντες τὴν διὰ τῶν τοιούτων ἀπαραίτητον οἰκονομίαν, αἰτιασόμεθα μὲν, εἰ γεμὴν πράττοιμεν ὀρθῶς, τῆς ἑαυτῶν φύσεως τὴν ἀσθένειαν, οὔτε λόγους ἐχούσης οὔτε μὴν τρόπους θεωρημάτων τοὺς τοῖς ὑπὲρ ἡμᾶς μυστηρίοις ἀκριβῶς διακονουμένους, ἢ καὶ ἀνεγκλήτως διερμηνεύειν ἰσχύοντας τὰ θεοπρεπέστερα· τὸ νικᾶν δὲ πάλιν ἐπιτρέψομεν τῇ θείᾳ φύσει τὸν ἐν ἡμῖν νοῦν τε καὶ λόγον, οὐχ ὡς λέγεται πάντως νοοῦντες τὰ περὶ αὐτῆς, ἀλλ᾽ ὡς αὐτῇ πρέπει καὶ βούλεται. ἢ εἴπερ οὐκ ὀρθῶς τοῖς τοιούτοις ἡμᾶς ἀποκεχρῆσθαι λόγοις οἴονταί τινες τῶν ἀνοσίων αἱρετικῶν, τὴν δὲ καθ᾽ ἡμᾶς ἀναβαίνειν συνήθειαν οὐκ ἐπιτρέπουσι τὸ σχῆμα τοῦ λόγου, δικαίως ἀκούσονται Νοείσθω καθ᾽ ἡμᾶς καὶ γεννῶν ὁ Πατὴρ, μὴ ἀρνείσθω γαστέρα καὶ τὰς ἐπὶ τῷ τίκτειν ὠδῖνας. “Ἐκ ”γαστρὸς γὰρ ἐξεγέννησά σε,” φησὶ τῷ Υἱῷ. ἀλλ᾽ ἴσως, μᾶλλον δὲ πάντως, ἐροῦσιν ἐκ τῆς καθ᾽ ἡμᾶς ὁμοιότητος τὴν ἐφ᾽ Υἱῷ γνησίαν ὠδῖνα σημαίνεσθαι τοῦ Πατρός. οὐκοῦν εὐσεβῶς κἀκεῖνο νοείσθω, κἂν ὡς ἐν ἀνθρωπίνῳ λαλῆται σχήματι, καὶ λέλυται τὸ πικρὸν αὐτῶν καὶ ἀνόσιον πρόβλημα.

Ἐξήρκει μὲν οὖν, ὡς οἶμαι, καὶ ταῦτα· ἐπειδὴ δὲ χρῆναι δεῖν ὑπειλήφαμεν τὰ ἐκ τῆς ἐκείνων δυστροπίας ἐπινοηθέντα προβλήματα, καθάπερ τινὰ πολεμίων ἐσμὸν, τῇ τῶν εὐσεβῶν δογμάτων ὀρθότητι κατακρούεσθαι, φέρε δὴ παραθέντες αὐτὰ κατὰ λόγον ἑκάστῳ τὸν δέοντα, τὸ ἀντιστατοῦν ἀντεγείρωμεν, καὶ θερμοτέροις κατ᾽ αὐτῶν ἐξοπλίσωμεν θεωρήμασι τὴν ἀεὶ νικῶσαν ἀλήθειαν· πρόβλημα δὲ πάλιν, ὡς παρ᾽ ἐκείνων, τῶν ἐπιλυόντων αὐτὸ συλλογισμῶν προτετάξεται, τὴν τοῦ λόγου νῆψιν εἰς ἀκριβεστέραν χωρεῖν ἐρεθίζον βάσανον, καὶ οἱονεί τινος ποταμίου ῥεύματος φορὰν, ἐπὶ τὸ πρανὲς ἀεὶ καταφέρον τὴν ἐπὶ τὸ βούλεσθαι τὸ ἀντιτεῖνον μανθάνειν ἀεὶ τῶν ἐντευξομένων ἀγαθὴν προθυμίαν. <Προβλήματα ἤτοι ἀντιθέσεις ὡς ἐκ τῶν αἱρετικῶν.> Εἰ μὴ ἕτερος, φησὶν, ἐνυπάρχει τῷ Θεῷ καὶ Πατρὶ “λόγος, οὐσιώδης τε καὶ ἐνδιάθετος παρὰ τὸν ἐξ αὐτοῦ “μονογενῆ Υἱὸν, ὃς δὴ καὶ κατὰ τὴν ἐκείνου μίμησιν κα- “λεῖται λόγος, ἄτοπόν τι τὸ ἐντεῦθεν ἐκβήσεται, καὶ ὁμολο- “γεῖν ἡμᾶς ἀναγκαῖον τοὺς ὀρθὰ φρονεῖν οἰομένους, ὅτιπερ “εἰ ὁμοούσιός ἐστιν ὁ Λόγος τῷ Πατρὶ, καὶ ὁ Πατὴρ δὲ τῷ “Λόγῳ, οὐδὲν ἔτι τὸ κωλύον ὁρᾶται λόγον εἶναί τε καὶ “καλεῖσθαι τὸν Πατέρα, ὡς ὁμοούσιον Λόγῳ.„ <Πρὸς τοῦτο λύσις.> Οὐδεὶς, ὦ βέλτιστοι, τρόπος ἡμᾶς ἀναγκάσει Λόγον οἴεσθαι δεῖν τὸν Πατέρα νοεῖν τε καὶ λέγειν, ἢ καὶ εἶναι δύνασθαι πιστεύειν, ὅτιπέρ ἐστιν ὁμοούσιος Λόγῳ· οὐ γὰρ πάντως τὰ τῆς αὐτῆς ὄντα φύσεως, τὴν εἰς ἄλληλα χωρήσει μεταβολὴν καὶ ἀνάκρασιν ὥσπερ τινὰ τὴν ἐξ ἑτέρου πρὸς τὸ ἕτερον ἐπιδέξεται, ὡς ἐκ πλήθους εἰς ἑνάδα δύνασθαι συσταλῆναι τὰ σημαινόμενα, ἢ καὶ ἐκ δυάδος εἰς μονάδα τυχόν.

οὐ γὰρ ἐπειδήπερ ὁμοούσιος ὑπῆρχεν ὁ προπάτωρ Ἀδάμ πως τῷ ἐξ αὐτοῦ φύντι παιδὶ, διὰ τοῦτο χωρήσει μὲν ὁ πατὴρ εἰς υἱὸν, ἀνταναβήσεται δὲ αὖθις ὁ υἱὸς εἰς πατέρα· ἀλλ᾽ ἓν ὑπάρχων πρὸς αὐτὸν, ὡς πρὸς τὴν ἑνότητα τῆς οὐσιώδους ποιότητος, φορέσει τὸ ἴδιον, καὶ υἱὸς μέν τις ὁ ἐκ πατρός τινος νοηθήσεται· πατὴρ δὲ πάλιν ὁ γεννήτωρ τινὸς ἀναδεδειγμένος. εἰ δὲ οἴεσθε σοφὸν ἐπὶ τούτῳ κατασκευάζειν λόγον, ἓν δὲ εἶναι πάντως ἡ ὁμοουσιότης ἀναγκάσει τὸ ὁμοούσιον τῷ ὁμοουσίῳ, καὶ διαστολὴν οὐδεμίαν ἐπιτρέψει κρατεῖν, ὡς ἕκαστον εἶναι καθ᾽ ἑαυτὸ, καὶ ἐν ᾧπέρ ἐστι· τί τὸ πεπεικὸς τὸν ἁπάντων Κριτὴν πατέρα μὲν μὴ κολάζειν ὑπὲρ υἱοῦ, υἱὸν δὲ ὑπὲρ πατρὸς μὴ εἰσπράττεσθαι δίκας; “Ψυχὴ γὰρ, ”φησὶν, ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται, ὁ δὲ υἱὸς οὐ “λήψεται τὴν ἁμαρτίαν τοῦ πατρὸς αὐτοῦ, οὐδὲ ὁ πατὴρ ”λήψεται τὴν ἁμαρτίαν τοῦ υἱοῦ αὐτοῦ.”

ἐπειδὴ δὲ ὁμοούσιον ὄντα τὸν πατέρα τῷ υἱῷ, οὐκ εἰς τὸν τῆς υἱότητος τόπον ὁ τοῦ τὰ δίκαια κρίνοντος καταφέρει λόγος, οὔτε μὴν ἀνατίθησι τὸν υἱὸν εἰς τὴν τῆς πατρότητος θέσιν, ἀλλ᾽ ἰδιαζόντως ἑκάτερον οἶδεν, οὔτε τοῦτο εἰς ἐκεῖνο χωροῦν, οὔτε μὴν ἐκεῖνο πρὸς τοῦτο βαδίζον, καίτοι μιᾶς οὔσης ἐπ᾽ ἀμφοῖν τῆς οὐσίας· πρόδηλον δήπουθεν, ὡς οὐδεὶς ἀναγκάσει τρόπος μεταχωρῆσαι λοιπὸν εἰς τὸ εἶναι Λόγον, τὸν Θεὸν καὶ Πατέρα, ἐπείπερ ἐστὶν ὁμοούσιος Λόγῳ· μένει γὰρ πάντως ἐφ᾽ ἑαυτῷ, τουτέστι Πατὴρ, κἂν ὁ ἐξ αὐτοῦ γεννηθεὶς νοῆται καὶ ὑπάρχῃ Λόγος, καὶ διὰ τοῦτο Υἱὸς, ἵνα μὴ καὶ ἐν χείροσι τῶν καθ᾽ ἡμᾶς φαίνηται τὰ θειότερα. <Ἄλλο πρὸς τὸ ἴσον τῇ ἀντιθέσει σχῆμα, διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς.> Ὡς οὐδεμίαν ἔχων παραλλαγὴν πρὸς τὸν ἑαυτοῦ Πατέρα ὁ Υἱὸς, εἰκὼν δὲ ὑπάρχων ἀκριβεστάτη, “καὶ χαρακτὴρ τῆς ”ὑποστάσεως αὐτοῦ,” πρὸς τοὺς ἑαυτοῦ μαθητὰς εὑρίσκεται λέγων “Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.” ἀλλ᾽ εἴπερ οὕτως ἔχων ὁμοούσιός ἐστι τῷ Πατρὶ, τὴν δὲ εἰς ἄλληλα πάντως ἀνάχυσιν ἐπιδέξεται τὰ ὁμοούσια, οὐδὲν κωλύσει κατὰ τὸ εἰκὸς Πατέρα νοεῖσθαι τὸν Υἱὸν, ὡς ὁμοούσιον Πατρὶ, καὶ μεταχωρεῖν εἰς ἐκεῖνο δυνάμενον, οὐδενὸς πρὸς τοῦτο παραποδίζοντος, εἴπερ ἐξαρκεῖ πρὸς τὸν τῆς μεταβολῆς τρόπον, ἤτοι μεταστάσεως, ὁ τῆς ὁμοουσιότητος λόγος.

οὐκοῦν νοείσθω Πατὴρ ὁ Υἱὸς, λεγέτω δὲ, ὡς τοῦτο ὑπάρχων ἤδη, πρὸς τὸν ἀληθῶς ὄντα Πατέρα “Ἐκ γαστρὸς πρὸ ”ἑωσφόρου ἐξεγέννησά σε·” ἀναλαμβανέτω δὲ εἰς ἑαυτὸν καὶ πᾶσαν ἁπλῶς τὴν Πατρὶ πρέπουσαν φωνήν. οὗ δὴ γεγονότος, τὸ πᾶν ἤδη συγκέχυται, καὶ τὸ ἀεὶ ὡσαύτως ἔχον, τουτέστιν ἡ ἁγία καὶ ὁμοούσιος Τριὰς, συσταλήσεται πρὸς ἑνάδα λοιπὸν, εἴπερ τὸ ἑκάστῳ κυρίως τε καὶ ἰδιαζόντως προσὸν, τῷ τῆς ὁμοουσιότητος ἀφανισθήσεται λόγῳ, καὶ ἀνατρέψει τὴν τῶν προσώπων διαστολὴν ἡ τῆς φύσεως ταυτότης. ἀλλὰ τοῦτο ἄτοπον· οὐκ ἄρα ἔσται Λόγος ὁ Πατὴρ, ὡς ὁμοούσιος Λόγῳ, μενεῖ δὲ ἄτρεπτος, τοῦτο ὑπάρχων ὅπερ ἐστὶ, κἂν ἔχῃ πρὸς τὸν ἴδιον Λόγον τὸ ὁμοφυὲς, ἤτοι τὸ ὁμοούσιον. καὶ δέδεικται λοιπὸν εἰκαῖον τὸ ἐκείνων πρόβλημα. Ἄλλο. Εἰ πᾶς λόγος τινός ἐστι λόγος, τοῦ προσχέοντος ἀπὸ γλώττης δηλονότι, ἢ καὶ ἐκ καρδίας ἐρευγομένου καὶ ἀναφέροντος· ἔσται δὲ Λόγος ὁ Πατὴρ, ἐπείπερ ἐστὶν ὁμοούσιος Λόγῳ· ἑαυτοῦ λόγος ἔσται λοιπὸν, μᾶλλον δὲ οὐδενὸς, ἢ καὶ ὅλως οὐχ ὑπάρχει· πῶς γὰρ ἔσται λόγος, μὴ ὄντος τινὸς, οὗ λόγος ἐστίν; ἀλλὰ τοῦτο ἄτοπον· οὐ γὰρ ἔσται ποτὲ τοῦ μὴ εἶναι δεκτικὴ ἡ θεία καὶ ἀκήρατος φύσις, οὐδὲ μεταχωρήσει ποτὲ εἰς Λόγον ὁ Πατὴρ, κἂν ὁμοούσιος ὑπάρχῃ Λόγῳ· μενεῖ δὲ Πατὴρ, οὗ καὶ Λόγος ἐστὶν ὁ Υἱός. Ἄλλο.

Εἰ τροπῆς ἁπάσης καὶ ἀλλοιώσεως τῆς κατὰ τὸν τῆς οὐσίας λόγον ἡ θεία φύσις ἀνεπίδεκτος εἶναι πιστεύεται· πῶς τὸν οἰκεῖον ὥσπερ ἀφεὶς τόπον, εἰς τὸ εἶναι Λόγος ὁ Πατὴρ μεταστήσεται; τροπῆς γὰρ ἔσται δεκτικὸς, ὡς ἐξ ἀνάγκης τοῦτο παθὼν, ὁ αὐτὸς δὲ οὐκ ἔσται μὴ τηρήσας ὅπερ ἦν ἐξ ἀρχῆς. εἰ δὲ τοῦτο ἄτοπον· τὸ γὰρ ἀλλοιοῦσθαι τῆς θείας φύσεως παντελῶς ἀλλότριον· οὐκ ἄρα ἕξει τὴν μεταβολὴν τὴν εἰς Λόγον ὁ Πατὴρ, ἀλλ᾽ ἔσται Πατὴρ ἀεὶ, τὸ ἄτρεπτον ἔχων καὶ ἀναλλοίωτον ὡς Θεός. <Ἄλλο ὡς ἐκ τοῦ αὐτοῦ, διηγηματικῶς.> Θεὸν ἀληθινὸν ἐκ Θεοῦ Πατρὸς ἀληθινοῦ πεφηνότα δεικνύων ἑαυτὸν ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος τε καὶ Υἱὸς, “Πάντα, φησὶν, ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν·” ἀλλ᾽ εἰ καὶ πάντων ἐστὶ τῶν ἐνόντων τῷ Πατρὶ φυσικῶς ἰδιωμάτων κληρονόμος ὁ Υἱὸς, ὡς ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχων· ἀλλά γε τὸ εἶναι Πατὴρ οὐχ ἕξει ποτέ· καὶ τοῦτο γὰρ ἓν τῶν προσόντων τῷ γεννήτορι· μενεῖ δὲ ὁ Υἱὸς οὐδενὸς ἀποστερούμενος τῶν ἐνόντων τῷ Πατρὶ, κἂν μὴ νοῆται Πατὴρ, πάντα δὲ ἔχων ἐν ἑαυτῷ τελείως τὰ τῆς τοῦ Πατρὸς οὐσίας ἴδια καὶ ἐξαίρετα.

τὸν αὐτὸν δὴ τοῦτον τοιγαροῦν καὶ τῷ προσώπῳ τοῦ Πατρὸς ἐφαρμόσαντες λόγον, πάντα μὲν ἔχειν αὐτὸν τὰ τοῦ Υἱοῦ φαμεν φυσικῶς, μὴ μὴν δύνασθαί ποτε, καὶ εἰς υἱότητα καὶ εἰς τὸ εἶναι Λόγος μεταχωρεῖν, ὡς δὲ ἄτρεπτον ὄντα κατὰ φύσιν τοῦτο μένειν ὅπερ ἐστὶν, ἵνα πρὸς τῷ εἶναι Θεὸς καὶ Πατὴρ, ὑπάρχῃ καὶ ἀναλλοίωτος, ἀναλλοίωτον ἔχων ἐν ἑαυτῷ τὸν ἐξ αὐτοῦ πεφηνότα Λόγον, τουτέστι τὸν Υἱόν. Ἄλλο. Κατῃτιᾶτό τινας διὰ τῶν ἁγίων προφητῶν ὁ Νομοθέτης καὶ Θεὸς λέγων “Ἀνὰ μέσον ἁγίου καὶ βεβήλου ”οὐ διέστελλον·” πολλὴ γὰρ ὄντως ἐν τούτοις ὁρᾶται τρόπων διαφορὰ, ἤτοι ἐναντιότης, παρὰ τοῖς ἐθέλουσι φιλοκρινεῖν. ἀλλ᾽ εἴπερ ἐνδέχεται τὴν τῶν ὁμοουσίων εἰς ἑαυτὴν ἀνακιρνᾶσθαι φύσιν, καὶ τὰ ἐν ἰδιαζούσαις τε καὶ ἀτόμοις ὑποστάσεσιν ὄντα δραπετεύσει πρὸς ὅπερ ἂν βούληται τῶν ὁμογενῶν, ἢ ὁμοειδῶν· ποῖος ἡμῖν ἄρα διαστέλλει λόγος τῶν ἁγίων τὸν βέβηλον, εἰ μηδαμόθεν ὁρᾶται τοῦ ἰδίως ὄντος, ἢ τοῦ τίς ἐστι, διαφορὰ, διὰ δὲ τὴν ταυτότητα τῆς οὐσίας ἐν τῷ ἑτέρῳ κεῖται τὸ ἕτερον; ἔστω τοίνυν ἡμῖν, ἀδιαφορούσης ἐντεῦθεν τῆς ἐφ᾽ ἑκάστῳ γνώσεως, συγκεχυμένα τὰ πάντων εἰς πάντα· καὶ ὁ μὲν προδότης Ἰούδας, ὡς Πέτρος ἢ Παῦλος, ὡς ὁμοούσιος Πέτρῳ καὶ Παύλῳ· Πέτρος δ᾽ αὖ πάλιν ἢ Παῦλος, Ἰούδας, ἅτε δὴ καὶ πρὸς αὐτὸν ὄντες ὁμοούσιοι.

ἀλλ᾽ ἔστι τὸ οὕτω φρονεῖν ἀλογώτατον, καὶ οὐκ ἀναιρήσει πάντως τὴν κατά τι τῶν ὁμογενῶν ἢ ὁμοειδῶν πρὸς ἄλληλα διαφορὰν τὸ εἶναι τῆς αὐτῆς οὐσίας αὐτά. οὐκ ἄρα καὶ τὸ ἐφ᾽ ἡμῶν ἀσθενοῦν κατὰ τῆς θείας οὐσίας τοσοῦτον ἐκνεανιεύσεται, ὡς ἐπαναγκάσαι Λόγον εἶναί τε καὶ καλεῖσθαι τὸν Θεὸν καὶ Πατέρα, ἐπειδήπερ ἐστὶν ὁμοούσιος Λόγῳ. μένει γὰρ ἀεὶ Πατὴρ, τὴν τοῦ τί ἐστι κατὰ τοῦτο διαφορὰν οὐδαμόθεν ζημιοῦσθαι δυνάμενος, ἀλλ᾽ οὐδὲ τῇ ταυτότητι τῆς οὐσίας τὸ μηδὲν ἰδίως κεκτῆσθαι παραχωρῶν· καὶ πλεονεκτήσει μὲν οὐδαμῶς κατὰ τοῦτο τὸν Υἱὸν, γνήσιον δὲ μᾶλλον ἀποδείξει, καὶ ἐξ αὐτοῦ κατὰ φύσιν ἔχοντα τὸ ἄτρεπτον καὶ ἀναλλοίωτον τοῦ γεννήσαντος, καὶ διὰ τοῦ κεκτῆσθαι καὶ αὐτὸν ἰδίως καὶ μόνον τὴν υἱότητα, καὶ εἰς Πατέρα μὴ μεταβάλλεσθαι, ὥσπερ οὖν οὐδὲ ἐκεῖνος εἰς Υἱόν. <Πρόβλημα, ἤτοι ἀντίθεσις ἑτέρα ὡς παρὰ τῶν αἱρετικῶν.> “Οὐκ εὐλόγως, φασὶν, ὡς οὐ φρονοῦσιν ὀρθῶς ἐπισκή- “πτετε τοῖς ἕτερον εἶναι λέγουσι τὸν ἔμφυτον ἐν τῷ Θεῷ “καὶ Πατρὶ Λόγον παρὰ τὸν Υἱόν· καίτοι σαφῶς αὐτοῦ “λέγοντος ἀκούοντες ἐν ταῖς εὐαγγελικαῖς ἐξηγήσεσιν, ὅτι “οἶδα τὸν Πατέρα καὶ τὸν λόγον αὐτοῦ τηρῶ.

εἰ δὲ, “καθάπερ αὐτὸς διισχυρίσατο, τὸν τοῦ Πατρὸς τηρεῖ λόγον, “ἕτερος ἂν εἴη πάντως δήπου καὶ ἀναγκαίως, ὡς πρὸς αὐτὸν, “ἐπειδήπερ ἀνάγκη τὴν τῆς ἑτερότητος σώζεσθαι διαφορὰν “τῷ τηροῦντι πρὸς τὸ τηρούμενον.„ <Λύσεις ἐφεξῆς διάφοροι δεικνύουσαι σαφῶς, ὅτι ὁ Λόγος ἐστὶ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός.> Εἰ μὴ αὐτός ἐστιν ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Λόγος αὐτοῦ, ἕτερος δέ τις ἐνυπάρχει τῷ Θεῷ παρ᾽ αὐτὸν, ὃν ἐνδιάθετον ὀνομάζουσιν, οἱ τὴν ἐναντίαν προϊσχόμενοι δόξαν λεγέτωσαν ἡμῖν, πότερόν ποτε ὁ διὰ τῆς αὐτῶν ἀμαθίας ἐπινοούμενος λόγος ἐνυπόστατός ἐστιν, ἢ οὐχί· εἰ μὲν γὰρ ἐροῦσιν ὑφεστάναι καθ᾽ ἑαυτὸν ἐν ὑπάρξει νοούμενον ἰδίᾳ, δύο δὴ πάντως ὁμολογήσουσιν εἶναι υἱούς· εἰ δὲ ἀνυπόστατον ἐροῦσιν αὐτὸν, οὐδενὸς μεσολαβοῦντος ἔτι καὶ διατειχίζοντος τὸν Υἱὸν, πῶς ἔσται τρίτος ἐκ Πατρὸς, καὶ οὐχὶ μᾶλλον προσεχῶς, ὡς Υἱὸς πρὸς Πατέρα; <Ἄλλο διὰ τῶν αὐτῶν θεωρημάτων.> Λόγον μὲν ὑπάρχειν τῷ Θεῷ καὶ Πατρὶ τὸν ἐνδιάθετον οἱ δι᾽ ἐναντίας ὁρίζονται, δι᾽ οὗ κατὰ τὴν αὐτῶν ἀκαλλεστάτην ὑπόνοιαν, τὴν τοῦ Πατρὸς βούλησιν ὁ Υἱὸς ἐκδιδάσκεται· ἀλλ᾽ ὅσην ἔχει μωρίαν αὐτοῖς τὸ ἐπὶ τούτῳ δόγμα, θεωρεῖν ἀναγκαῖον. ἐννοῆσαι δὲ τοιῶσδε προσήκει τὸν ἐπὶ τῷ πράγματι λογισμόν. τὸ πατὴρ ὄνομα, ὡς πρὸς τὸν υἱὸν οὐδὲν ἔχει τὸ μέσον, ὡς ἐξ ἀνάγκης εἰσβαῖνον.

τί γὰρ ἔσται μέσον πατρὸς πρὸς υἱὸν, ἦ αὖ πάλιν υἱοῦ πρὸς πατέρα; ἀλλ᾽ εἴπερ κατὰ τὴν ἐκείνων ἀμαθίαν διατειχίζει τοῦ Πατρὸς τὸν Υἱὸν μεσολαβοῦσα βούλησις καὶ λόγος ἐνδιάθετος, ὃν καὶ ταύτης εἶναί φασιν ἑρμηνευτικὸν, οὐκ ἔτ᾽ ἂν νοοῖτο πατὴρ ὅλως ὁ Πατὴρ, ἀλλ᾽ οὐδὲ υἱὸς ὁ Υἱὸς, εἴπερ ἐν ἰδίαις ὑποστάσεσι κεῖσθαι νοήσομεν τήν τε βούλησιν τοῦ Θεοῦ καὶ τὸν ταύτην διερμηνεύοντα λόγον. εἰ δὲ ἀνυπόστατα δώσομεν ὑπάρχειν αὐτὰ, ἀμέσως ἄρα καὶ προσεχῶς ὁ Υἱός ἐστιν ἐν τῷ Θεῷ καὶ Πατρί· ποῖ δὴ ἄρα λοιπὸν ὁ ἐνδιάθετος χωρήσει λόγος, ἢ ποῖον ἕξει τόπον ἡ βούλησις, ἑτέρα νοουμένη παρὰ τὸν Υἱόν; <Ἄλλο διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς.> Ὁμοούσιον εἶναι πιστεύομεν τὴν ἁγίαν καὶ προσκυνουμένην Τριάδα, κἂν ἡ τῶν αἱρετικῶν μανία μὴ βούληται· ἀλλ᾽ οἶμαι προσήκειν ἐπὶ τῶν ὁμοουσίων παραδέχεσθαι καὶ τὸ ἀλλήλοις αὐτὰ κατὰ πάντα προσεοικέναι, κατά γε τὸν τῶν φυσικῶν ἰδιωμάτων λόγον. εἴπερ οὖν κατὰ τὴν τινῶν ἀβουλίαν ἐνυπάρχει τῷ Θεῷ καὶ Πατρὶ λόγος τις ἕτερος ἐνδιάθετος παρὰ τὸν Υἱὸν, ἕξει πάντως καὶ ὁ Υἱὸς λόγον ἐνδιάθετον ἐν ἑαυτῷ, ὡς εἰκὼν αὐτοῦ καὶ ἀπαράλλακτος τῆς ὑποστάσεως χαρακτὴρ, καθὰ γέγραπται· ἕξει δὲ ὁμοίως αὐτῷ καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, κατὰ τὴν ἴσην τῶν νοημάτων ἀναλογίαν. γέγονεν οὖν ἡμῖν ἡ Τριὰς ἐν διπλῷ, καὶ ἐν συνθέσει λοιπὸν ἡ θεία φαίνεται φύσις.

ἀλλὰ τοῦτο ἄτοπον· ἐν δὲ ταῖς ἁπλαῖς οὐσίαις, οὐδὲν ἕτερόν τι ἐστὶ τὸ παρ᾽ αὐτάς· οὐδὲν ἄρα διακωλύσει τὴν ἁγίαν καὶ ὁμοούσιον Τριάδα προσεχῶς συνῆφθαι, μεσολαβοῦντος οὐδενός. <Ἄλλο διηγηματικῶς.> Ὅτε τὰ ὀνόματα προτατττομένων τῶν ἄρθρων ἡ θεία τίθησι γραφὴ, τότε καὶ ἕν τι σημαίνει, ὃ μόνον ἐστὶ κυρίως καὶ ἀληθινῶς, ὁποῖον εἶναι λέγεται· ἄρθρον δὲ οὐ προθεῖσα, γενικωτέραν ποιεῖται κατὰ παντὸς τοῦ σημαινομένου τὴν δήλωσιν, οἷον· ἥξει γὰρ ὁ λόγος καὶ δι᾽ ἐναργοῦς ἀποδείξεως· πολλοὶ καλοῦνται θεοί· ἀλλ᾽ ὅταν μετὰ τοῦ ἄρθρου λέγηται Ὁ Θεὸς, τὸν μόνον ὄντα καὶ κυρίως σημαίνει· ἁπλούστερον δὲ, καὶ ἄρθρου χωρὶς, ἕνα τυχὸν τῶν εἰς τοῦτο κατὰ χάριν κεκλημένων. καὶ πάλιν ἄνθρωποι πολλοί· ἀλλ᾽ ὅτε μετὰ τοῦ ἄρθρου φησὶν ὁ Σωτήρ Ὁ υἱὸς τοῦ ἀνθρώπου, ὡς ἐκλελοχισμένον ἀπὸ μυριάδων ἑαυτὸν κατασημαίνει. τοῦτον ἐχόντων τῶν ὀνομάτων τὸν τύπον παρὰ τῇ θείᾳ γραφῇ, πῶς ἄρα προσήκει νοῆσαι τό Ἐν ἀρχῇ ἦν ὁ Λόγος; εἰ μὲν γὰρ πᾶς λόγος τοῦ Θεοῦ διὰ τούτου σημαίνεται, ὡς ὑπάρχων ἐν ἀρχῇ, δεικνύτωσαν αὐτοὶ, καὶ ληροῦμεν ἡμεῖς· εἰ δὲ προτάξας τὸ ἄρθρον ὁ εὐαγγελιστὴς, ὡς ἕνα καὶ κυρίως ὄντα σημαίνει, βοῶν Ἐν ἀρχῇ ἦν ὁ Λόγος· τί μάτην φιλονεικοῦσιν ἕτερον ἐπεισφέροντες, ἵνα μόνον ἐκπέμπωσι τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱόν;

ἐννοοῦντας δὲ τὸ ἐπὶ τούτοις ἄτοπον παραιτεῖσθαι προσήκει τὴν τῶν ἑτεροδοξούντων ἀβουλίαν. <Ἄλλο, δεικνύον ὅτιπερ οὐ κατὰ τὸν ἐνδιάθετον λόγον, ὡς ἐκεῖνοί φασι, μορφοῦται ὁ Υἱὸς, ἀλλ᾽ εἰκών ἐστιν αὐτοῦ τοῦ Πατρός.> Εἰ διὰ τοῦτο Λόγος ἐστί τε καὶ ὀνομάζεται κατ᾽ ἐκείνους ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ, ὅτι δὴ τὸν ἐνδιάθετον τοῦ Πατρὸς δεχόμενος λόγον, οἱονεὶ μορφοῦται πρὸς ἐκεῖνον, τί μὴ λέγων ὁρᾶται πρὸς τοὺς ἑαυτοῦ μαθητάς Ἐγὼ καὶ ὁ λόγος τοῦ πατρὸς ἕν ἐσμεν, ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν λόγον τοῦ πατρός; ἐπειδὴ δὲ πάντα ὑπερβὰς ἑαυτὸν ἐξομοιοῖ μόνῳ μόνος τῷ Πατρὶ, οὐδενὸς ἄρα μέσου χωροῦντος πρὸς τὴν ὁμοίωσιν, αὐτῷ τῷ γεννήτορι καὶ οὐχ ἑτέρῳ τινὶ παρ᾽ αὐτὸν προσεοικὼς ὁ Υἱὸς νοηθήσεται. <Ἀντίθεσις, ὡς ἐκ τῶν δι᾽ ἐναντίας.> “Ἕτερον, φασὶν, ὄντα τὸν Υἱὸν παρὰ τὸν ἐνδιάθετον τοῦ “Θεοῦ λόγον εὑρίσκομεν, οὐ ταῖς ἑαυτῶν ἐννοίαις εἰς τοῦτο “προσέχοντες, ἀλλὰ τοῖς ἀπὸ τῆς θείας γραφῆς θεωρήμασι· “τί γὰρ ἐροῦμεν ὅταν ἀκούσωμεν τοῦ Υἱοῦ λέγοντος πρὸς “τὸν Πατέρα ‘Δόξασόν σου τὸν Υἱόν·’ τοῦ δὲ Πατρὸς αὖ “πάλιν ἀποκρινομένου καὶ λέγοντος ‘Καὶ ἐδόξασα καὶ “’πάλιν δοξάσω.’ ἆρα οὐχὶ πάντως ἐν λόγῳ δώσομεν “ἀπολογεῖσθαι τῷ Υἱῷ τὸν Πατέρα;

πῶς οὖν οὐχ ἕτερος “παρὰ τὸν Υἱὸν ὁ δι᾽ οὗ πρὸς αὐτὸν ὁ Πατὴρ ἀντιφθέγ- “γεται;„ <Πρὸς τοῦτο λύσεις ἐφεξῆς διάφοροι.> Ἀποθαυμάζειν ἄξιον, μᾶλλον δὲ ἤδη καὶ ὀλοφύρεσθαι τοὺς ἀνοσίους αἱρετικοὺς, καὶ δὴ κἀκεῖνο λέγειν ἐπ᾽ αὐτοῖς τὸ ἐν προφήταις λαλούμενον “Μὴ κλαίετε τὸν τεθνηκότα ”μηδὲ θρηνεῖτε αὐτόν· κλαύσατε κλαυθμῷ τὸν” τοιαῦτα περὶ τοῦ Μονογενοῦς φρονοῦντα καὶ λέγοντα· τί γὰρ ἂν γένοιτο τῶν τοιούτων ἀθλιώτερον, εἴ γε κυρίως τε καὶ ἀληθῶς ταύτην εἶναι τοῦ Πατρὸς ὑπετόπασαν τὴν φωνὴν, ἧς οὐ μόνος ὑπήκουσεν ὁ Σωτὴρ, ἀλλὰ καὶ αὐτὴ τῶν Ἰουδαίων ἡ περιεστῶσα πληθὺς, μᾶλλον δὲ τῶν ἁγίων μαθητῶν ὁ χορός; ἔδει γὰρ μᾶλλον αὐτοὺς τὰ θεοπρεπῆ φαντάζεσθαι πλεονεκτήματα, καὶ μὴ τοῖς καθ᾽ ἡμᾶς νόμοις ὑπάγειν πειρᾶσθαι τὰ ὑπὲρ ἡμᾶς. τὴν μὲν γὰρ τοῦ σώματος ἀκοὴν σωματικὴ προσαράσσει φωνὴ, καὶ κτύπος ὁ διὰ χειλέων εἰς ἀέρα προκύψας, ἢ διά τινος μηχανῆς ἑτέρας ἐπινοηθείς· τὴν δὲ ἐν ἀῤῥήτοις φωναῖς ἠρέμα καὶ οἱονεὶ κατὰ νοῦν στρεφομένην βούλησιν τοῦ Πατρὸς, μόνος οἶδεν ἐν αὐτῷ φυσικῶς ὑπάρχων ὁ Υἱὸς ὡς σοφία αὐτοῦ. φωνῇ δὲ τῇ διὰ κτύπου κεχρῆσθαι τὸν Θεὸν ὑπολαμβάνειν παντελῶς ἀπίθανον, εἴπερ οἰόμεθα δεῖν ἀποσώζειν τῇ ὑπὲρ πάντα φύσει τὰ ὑπὲρ τὴν κτίσιν.

ἄλλως τε καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς οὐκ ἔφη αὐτὴν φωνὴν εἶναι τοῦ Θεοῦ καὶ Πατρὸς, ἀλλ᾽ οὐδὲ τῆς παρ᾽ ἑτέρου δεόμενον ἑρμηνείας πρὸς τὸ δύνασθαι μαθεῖν τὴν τοῦ Πατρὸς βούλησιν ἑαυτὸν ἐπιδεικνύει λέγων “Οὐ δι᾽ ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι᾽ ὑμᾶς·” χρῆν δέ γε, ὦ βέλτιστοι, μᾶλλον εἰπεῖν, εἴ γε καλῶς τὰ τοιαῦτα περὶ αὐτοῦ δοξάζετε Ἠκούσατε μετ᾽ ἐμοῦ τῆς φωνῆς τοῦ Πατρός· νυνὶ δὲ εἰς πᾶν τοὐναντίον περιτρέψας τὸ δηλούμενον, οὔτε φωνῆς ἑαυτὸν δεδεῆσθαι προσομολογεῖ, γεγενῆσθαι δὲ μᾶλλον αὐτὴν δι᾽ ἐκείνους διισχυρίζεται, οὐκ ἐκπεφωνῆσθαι παρὰ τοῦ Πατρὸς, ἀλλὰ γενέσθαι καὶ δι᾽ ἐκείνους. καὶ εἰ πάντα δι᾽ αὐτοῦ ὁ Θεὸς καὶ Πατὴρ ἐργάζεται, δι᾽ αὐτοῦ δὴ πάντως καὶ τοῦτο, μᾶλλον δὲ αὐτὸς ἦν ἡ φωνὴ, οὐχ ἑαυτῷ τὴν τοῦ γεννήσαντος ἑρμηνεύων διάθεσιν· ᾔδει γὰρ ὡς Υἱός· ἀλλὰ ταῖς τῶν περιεστώτων ἀκοαῖς, ἵνα πιστεύσωσιν. Ἄλλο. Εἰ λόγου τινὸς ἐμφύτου δεδεῆσθαί φασι τὸν Υἱὸν, ἵνα διδάσκηται παρ᾽ αὐτοῦ τὴν βούλησιν τοῦ Θεοῦ καὶ Πατρός· ποῖ ποτε ἄρα χωρήσει λέγων ὁ Παῦλος “Χριστὸς ”Θεοῦ δύναμις καὶ Θεοῦ σοφία;” πῶς γάρ ἐστι σοφία τοῦ Πατρὸς ὁ Υἱὸς, εἰ σοφίας ὑπάρχων ἐπιδεὴς τὸ τέλειον παρ᾽ ἑτέρου κομίζεται, διὰ τοῦ μανθάνειν ἅπερ οὐκ οἶδε δηλαδή; ἢ πῶς οὐκ ἀνάγκη λέγειν, οὐκ εἶναι τελείαν ἐν τῷ Πατρὶ τὴν σοφίαν αὐτοῦ;

καὶ εἰ σοφία τοῦ Πατρός ἐστιν ὁ Υἱὸς, πῶς ἂν ἑτέρα νοοῖτο παρ᾽ αὐτὸν ἡ βούλησις; ὥρα γὰρ λέγειν μὴ ἐν σοφίᾳ τελεῖσθαι τὴν βούλησιν τοῦ Θεοῦ καὶ Πατρός. ἀλλὰ πολλή τις ἐστὶν ἡ ἐν τούτοις ἀσέβεια, καὶ πανταχόθεν ὁ λόγος τὸ δύσφημον ἔχει. οὐκ ἄρα τῆς παρ᾽ ἑτέρου μαθητείας μέτοχος ὢν ὁ Υἱὸς οἶδε τὰ ἐν τῷ ἰδίῳ Πατρὶ, ἀλλ᾽ αὐτὸς ὢν ὁ Λόγος καὶ ἡ σοφία καὶ ἡ βούλησις “πάντα ”ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ,” καθὰ γέγραπταί που καὶ περὶ τοῦ Πνεύματος. Ἄλλο. Ὡς εἰκόνα καὶ χαρακτῆρα τοῦ Πατρὸς ἀπαράλλακτον εἰσφέρουσιν ἡμῖν τὸν Υἱὸν αἱ θεῖαι γραφαί· καὶ αὐτὸς δέ που φησὶν ὁ Σωτήρ “Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν ”Πατέρα.” ἀλλ᾽ εἴπερ ἔχων οὕτως ὁμοιότητος πρὸς αὐτὸν οὐκ οἶδεν ἐξ ἑαυτοῦ τὰ ἐν αὐτῷ, δεῖται δὲ ὥσπερ τῶν παρ᾽ ἑτέρου διηγημάτων εἰς τὸ μαθεῖν· ὥρα καὶ αὐτὸν ἐν τούτοις εἶναι τὸν Πατέρα νομίζειν, εἴπερ ἐστὶν ἐν ὁμοιότητι τῇ πρὸς τὸν Υἱὸν, δεήσεται δὲ καὶ αὐτὸς τοῦ διερμηνεύοντος τὰ ἐν τῷ γεννήματι κατὰ τὸ ἀφανὲς κείμενα. καὶ γέγονεν ἡμῖν πρὸς τοῖς ἐντεῦθεν ἀτόποις ἡ θεία φύσις καὶ ἀγνοίας δεκτική. ἐπειδὴ δὲ τὸ οὕτω φρονεῖν ἀσεβὲς, χωρητέον ἐπὶ τὰ πρεπωδέστερα· τοῦτο γὰρ τὸ συμφέρον ὁρᾶται καὶ χρήσιμον. Ἄλλο. “Πάντα,” φησὶν ὁ μακάριος Παῦλος, “τὸ Πνεῦμα ”ἐρεῦνᾳ καὶ τὰ βάθη τοῦ Θεοῦ·” πρὸς δέ γε τούτῳ “Τίς ”γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα “τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ;

οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ”ἔγνωκεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἐν αὐτῷ.” ὅτε τοίνυν τὸ πάντα ἐξακριβοῦν Ἅγιον Πνεῦμα, οὐ μόνον τοῦ Πατρός ἐστιν, ἀλλὰ καὶ τοῦ Υἱοῦ· πῶς ἂν ἔτι λοιπὸν ἀγνοήσαι τι τῶν ἐν τῷ γεγεννηκότι τὸ Πνεῦμα ἔχων ἐν ἑαυτῷ φυσικῶς τὸ πάντα εἰδός; οὐκοῦν περιττὸν ἤδη φανεῖται τὸ δι᾽ ἑτέρου μανθάνειν οἴεσθαι τὸν Υἱὸν τὴν τοῦ Πατρὸς θέλησιν, ἀργήσει δὲ πάντως ἡ χρεία τοῦ μάτην μεσιτεύοντος λόγου, κατὰ τὴν ἐκείνων ἀπαιδευσίαν. πάντα γὰρ οἶδεν ὁ Υἱὸς ἐξ ἑαυτοῦ. Ἄλλο διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Οἱ τῆς τοῦ Μονογενοῦς κατηγοροῦντες οὐσίας, διὰ τοῦ μὴ εἰδέναι λέγειν αὐτὸν τὸ τοῦ Πατρὸς θέλημα, διδασκάλῳ δὲ ὥσπερ ἀποκεχρῆσθαι πρὸς τὸ μαθεῖν, ἑτέρῳ τῷ παρ᾽ αὐτῶν ἐπινοηθέντι λόγῳ, ὃν δὴ καὶ ἐνδιάθετον ὀνομάζουσι, λεγέτωσαν ἡμῖν, εἴπερ οἴονται δεῖν τὴν οἰκείαν ἐπὶ τούτῳ κρατύνειν δόξαν, πότερόν ποτε κατὰ φύσιν ἴσον ἐροῦσιν ὑπάρχειν τῷ Υἱῷ τὸν ἐνδιάθετον λόγον· ὑποκείσθω γὰρ ὡς καὶ ὑφεστὼς ἤδη καθ᾽ ἑαυτόν· ἢ οὐκ ἴσον μὲν, χείρονα δέ πως, ἢ καὶ ἀμείνω; εἰ μὲν οὖν ἐλάττονα νομιοῦσιν αὐτὸν, καὶ εἰς αὐτὸν ἀσεβήσουσι τὸν Πατέρα· ἔσται γάρ τι πάντως ἐν αὐτῷ τὸ χεῖρον αὐτοῦ, καὶ ἕτερον παρ᾽ αὐτὸν, τουτέστιν, ὁ ἐνδιάθετος λόγος. εἰ δὲ χείρονα μὲν οὐκ ἐροῦσιν, ἐπιτρέψουσι δὲ αὐτῷ τὸ ἐν ἀμείνοσι κεῖσθαι παρὰ τὸν Υἱὸν, διπλοῦν ἔσται πάντως κατὰ τοῦ Πατρὸς τὸ ἐφ᾽ Υἱῷ κατηγόρημα.

πρῶτον μὲν γὰρ γεννήσας ἁλώσεται τὸ χεῖρον ἢ ἐν οἷς ἐστιν αὐτός. εἶτα πρὸς τούτῳ καὶ αὐτὸς ἕξει κρείττονα τὸν ἐνδιάθετον λόγον, εἴπερ ἐστὶν ὁ Πατὴρ ὁμοούσιος τῷ Υἱῷ τῷ κατ᾽ ἐκείνους τὸ ἔλαττον ἀποφερομένῳ. ἀλλ᾽ εἰκός γε δήπου τῆς ἐπ᾽ ἄμφω δυσφημίας ἀποπηδᾶν τοὺς δι᾽ ἐναντίας· ἴσον δὲ κατ᾽ οὐσίαν ὑπάρχειν ἐροῦσι τῷ Υἱῷ τὸν ἐνδιάθετον τοῦ Πατρὸς λόγον. οὐκοῦν λέλυται τὸ ζητούμενον. πῶς γὰρ ὁ εἷς διδάξει τὸν ἕτερον, ὡς εἰδὼς μὴ γινώσκοντα, εἴπερ ἴσοι κατὰ φύσιν εἰσὶν ἀμφότεροι; πανταχόθεν τοιγαροῦν ἀσθενοῦντος τοῦ παρ᾽ ἐκείνοις λόγου, παρέλκον ἂν εἴη λοιπὸν μεσιτεύεσθαι παρά τινος ὑπονοεῖν τὸν Υἱὸν, καὶ οὐχὶ μᾶλλον αὐτὸν εἶναι πιστεύειν τὸν ἐν Θεῷ Πατρὶ Θεὸν Λόγον, ὃς ἦν ἐν ἀρχῇ. Ἄλλο. Ἐν Υἱῷ φησιν ὁ μακάριος Παῦλος τοὺς ἁπάσης σοφίας καὶ πάσης γνώσεως ἀποκεκρύφθαι θησαυρούς· ἀλλ᾽ εἴπερ ἐστὶ λέγων τὰ τοιαῦτα ἀληθὴς, πῶς ἂν ἔτι τῆς παρ᾽ ἑτέρου δεδεῆσθαι διδασκαλίας ὑπονοήσαιμεν αὐτὸν, ἢ ἐν τίνι λοιπὸν τὸ ἐν γνώσει τέλειον ἐπιζητήσομεν, εἴπερ ὁ πᾶσαν ἔχων αὐτὴν παρ᾽ ἑτέρου σοφοῦται; πῶς δὲ ὅλως σοφία τὸ σοφούμενον;

ἐπειδὴ δὲ οὐ τοῖς παρ᾽ ἐκείνων λόγοις, ἀλλὰ τοῖς διὰ τοῦ Πνεύματος προσέχειν ἡμᾶς ἀναγκαῖον, ἔχει δὲ, ὡς ὁ Παῦλός φησιν, ὁ Υἱὸς τοὺς τῆς σοφίας καὶ πάσης γνώσεως ἐν ἑαυτῷ θησαυροὺς, οὐ παρά τινος ἑτέρου τὰ δι᾽ ὧν ἐστι σοφία γνώσεται, ἀλλ᾽ ὑπάρχων ἐν Πατρὶ πάντα γινώσκει τὰ τοῦ Πατρὸς, ὡς σοφία αὐτοῦ.

ΚΕΦΑΛΗ Ε. Ὅτι κατὰ φύσιν δημιουργὸς ὁ Υἱὸς μετὰ Πατρὸς, ὡς ἐκ τῆς οὐσίας ὑπάρχων αὐτοῦ, καὶ οὐχ ὥσπερ ὑπουργὸς παραλαμβανόμενος. <Πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.> ΤΑ πολύπλοκα τῶν ἀνοσίων αἱρετικῶν ἀνατρέψας προβλήματα, καὶ λεπτὸν ἡμῖν καὶ ἀκριβέστατον περὶ τοῦ Μονογενοῦς ἐξυφήνας τὸν λόγον ὁ μακάριος Εὐαγγελιστὴς, ἐφ᾽ ἑτέραν ἔρχεται τοῦ διαβόλου παγίδα συμπεπηγμένην ἐξ ἀρχαίας ἀπάτης, καὶ τῆς πολυθέου πλάνης τὸ κέντρον ἡμῖν ἀνατείνουσαν, ἣ “πολλοὺς μὲν τρώσασα καταβέβληκε,” τὴν δὲ τῆς ἀπωλείας ὁδὸν ἀνευροῦσα, καὶ τὴν πλατεῖάν τε καὶ εὐρύχωρον ἐκπετάσασα τοῦ θανάτου πύλην, ἀγεληδὸν μὲν εἰς ᾅδου τὰς τῶν ἀνθρώπων συνεσώρευσε ψυχὰς, πλουσίαν δὲ ὥσπερ τῷ διαβόλῳ παρετίθει τροφὴν, καὶ “τὰ βρώματα” αὐτῷ προσῆγεν “ἐκλεκτά.”

ἐπειδὴ γὰρ Ἑλλήνων παῖδες τῇ τοῦ κόσμου σοφίᾳ προσκείμενοι, καὶ τὸ πνεῦμα τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου πλουσίως ἔχοντες εἰς νοῦν, εἰς πολύθεον κατεφέροντο πλάνην, καὶ τὸ μὲν τῆς ἀληθείας κάλλος ἀπεστρέφοντο, τοῖς δὲ ἐν ἀχλύϊ καὶ σκότῳ βαδίζουσι παραπλήσιοι, πρὸς τὸν ἐκ τῆς οἰκείας ἀμαθίας κατῴχοντο βόθρον, εἰδώλοις ἀψύχοις λατρεύοντες, καὶ τῷ μὲν ξύλῳ λέγοντες “Θεός μου εἶ σὺ, τῷ δὲ λίθῳ Σὺ ἐγέννησάς ”με,” ἕτεροι δὲ πάλιν πλημμελοῦντες τὰ συγγενῆ μὲν ἐκείνοις, ἀστειοτέραν δ᾽ οὖν ὅμως ἐπιτηδεύοντες πλάνην, τῇ κτίσει λατρεύειν ᾤοντο χρῆναι παρὰ τὸν κτίσαντα, καὶ τὴν μόνῃ πρέπουσαν δόξαν τῇ θείᾳ φύσει, τοῖς παρ᾽ αὐτῆς γεγενημένοις ἐχαρίζοντο στοιχείοις, ἀναγκαίως ἡμῖν ὁ θεολόγος ποιητὴν ὄντα καὶ δημιουργὸν κατὰ φύσιν εἰσφέρει τὸν Μονογενῆ, πάντα λέγων δι᾽ αὐτοῦ γεγενῆσθαι, καὶ χωρὶς αὐτοῦ μηδὲν εἰς τὸ εἶναι παρελθεῖν, ἵνα ταῖς παρ᾽ ἐκείνων ἀπάταις ἀποκλείσῃ τὴν εἰς τὸ πρόσω πάροδον, καὶ δείξῃ μὲν τοῖς οὐκ εἰδόσι τὸν ἁπάντων Γενεσιουργὸν, δι᾽ ὧν δὲ τὴν κτίσιν πεποιῆσθαί φησι, διὰ τούτων αὐτῶν ἐκδιδάσκῃ σαφῶς, ὅτιπερ ἕτερός ἐστι παρ᾽ ἐκείνην ὁ πρὸς τὸ εἶναι καλῶν, καὶ ἀῤῥήτῳ δυνάμει παρενεγκὼν ἐκ μὴ ὄντων τὰ ὄντα πρὸς γένεσιν.

ἦν γὰρ οὕτω λοιπὸν ἀπὸ καλλονῆς κτισμάτων ἀναλόγως τὸν τεχνίτην ὁρᾶν, καὶ τὸν ὄντα κατ᾽ ἀλήθειαν ἐπιγινώσκειν Θεὸν, δι᾽ οὗ τὰ πάντα γέγονέ τε ἤδη καὶ γεγονότα σώζεται. ταῖς μὲν οὖν Ἑλλήνων ψευδολατρείαις, οὕτως ἂν οἶμαι καλῶς τὸν εὐαγγελικὸν ἀντιπαρατάξασθαι λόγον, ταύτης τε ἕνεκα τῆς αἰτίας ποιητὴν εἰσῆχθαι καὶ δημιουργὸν διὰ τῆς τοῦ ἁγίου φωνῆς τὸν Μονογενῆ πιστεύομεν.

Ἐπειδὴ δὲ ἀκόλουθον ἐννοεῖν καὶ τὰς τῶν αἱρετικῶν δυστρόπους εὑρεσιλογίας, προσήκειν ἡγοῦμαι καὶ πρὸς τὰ ἐκείνων ἀποβλέποντας ἔθη μικρὰ πάλιν εἰπεῖν. <Πάντα, φησὶ, δι᾽ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.> Θεοπρεπὲς καὶ τοῦτο περιτίθησι τὸ ἀξίωμα τῷ Υἱῷ, πανταχόθεν ὁμοούσιον ὄντα δεικνύων αὐτὸν τῷ γεννήτορι Θεῷ, καὶ πάντα τὰ ἐκείνῳ προσόντα φυσικῶς ἐνυπάρχειν τῷ γεννήματι λέγων· ἵνα Θεὸς ἐκ Θεοῦ νοῆται κατὰ ἀλήθειαν, οὐ καθάπερ ἡμεῖς ἐπίκτητον ἔχων τὴν προσηγορίαν, καὶ διὰ μόνης ἡμῖν προσγενομένην χάριτος, κατὰ τό “Ἐγὼ εἶπα Θεοί ”ἐστε καὶ υἱοὶ ὑψίστου πάντες.” εἰ γὰρ πάντα δι᾽ αὐτοῦ ἐγένετο, ἕτερος ἂν εἴη τῶν πάντων αὐτός· ἐν γὰρ τῷ πάντα, οὐδέν ἐστιν ὃ μὴ ἐν τοῖς πᾶσιν ὁρᾶται. ὥσπερ οὖν ἀμέλει καὶ ὁ μακάριος Παῦλος οὕτω τὸ Πάντα νοήσας εὑρίσκεται· ἐπειδὴ γὰρ ἐν μιᾷ που τῶν ἐπιστολῶν, τὸν περὶ τοῦ Σωτῆρος ἡμῶν ἐποιεῖτο λόγον, πάντα τε ἔφασκεν ὑποτετάχθαι ὑπὸ τοὺς πόδας αὐτοῦ, καλῶς γε σφόδρα ποιῶν ἐπιφέρει “Ἐν ”γὰρ τῷ εἰπεῖν τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον.” οὐκοῦν ἐπειδήπερ τὰ πάντα γεγενῆσθαι δι᾽ Υἱοῦ πιστεύομεν, οὐκ ἂν αὐτὸν ἕνα τῶν πάντων εἶναι νοήσαιμεν, ἀλλ᾽ ἔξω μὲν κεῖσθαι πάντων λογιούμεθα, τῆς δὲ τῶν γενητῶν ἀποδιορίζοντες φύσεώς τε καὶ ὁμοειδίας, οὐδὲν ἕτερον εἶναι λοιπὸν, ἢ Θεὸν ἐκ Θεοῦ κατὰ φύσιν ὁμολογήσομεν.

τί γὰρ ἄν τις δοίη τὸ μεταξὺ Θεοῦ καὶ κτίσεως, καὶ οὐ κατὰ λόγον φημὶ τὸν τῆς οὐσίας· πολὺ γὰρ τὸ μεταξύ· κατὰ μόνην δὲ τὴν ἑτέρου τινὸς τῶν ὄντων, ὡς ἐν νοήσει, θέσιν; ἢ ποῖον ἕξει τόπον ἕτερον ὁ Υἱὸς, τὴν τῶν ποιημάτων φύσιν ὑπερκείμενος, μᾶλλον δὲ αὐτὸς ὑπάρχων ὁ ποιητής; γέγονε μὲν γὰρ τὰ πάντα δι᾽ αὐτοῦ, ὡς διὰ δυνάμεως, ὡς διὰ σοφίας τοῦ Θεοῦ καὶ Πατρὸς, οὐκ ἐν τῇ φύσει τοῦ γεννήσαντος κρυπτομένης, ὥσπερ οὖν καί ἐστι καὶ ἐν ἀνθρώπῳ τυχὸν ἡ ἐνυπάρχουσα αὐτῷ σοφία καὶ δύναμις, ἀλλ᾽ ἰδίως μὲν καὶ καθ᾽ ἑαυτὴν ὑφεστώσης, προκυπτούσης δ᾽ οὖν ὅμως κατὰ τὸν ἄῤῥητον τῆς γεννήσεως τρόπον ἐκ Πατρὸς, ἵνα καὶ νοῆται κατὰ ἀλήθειαν ὑπάρχων Υἱὸς ἡ σοφία καὶ ἡ δύναμις τοῦ Πατρός.

Ἀλλ᾽ εἰ καὶ πάντα δι᾽ αὐτοῦ γεγενῆσθαί φησιν ὁ μακάριος Εὐαγγελιστὴς, οὐδὲν οἶμαι τὸ βλάβος τοῖς περὶ αὐτοῦ προξενήσειν λόγοις τὸ ῥῆμα. οὐ γὰρ ἐπειδήπερ δι᾽ αὐτοῦ γενέσθαι τὰ ὄντα λέγεται, πάντως δήπου καὶ ὑπουργὸς ἡμῖν, ἢ καὶ ἀλλοτρίων θελημάτων καὶ ὑπηρέτης ὁ Υἱὸς εἰσβήσεται, ἵνα μηκέτι νοῆται κατὰ φύσιν ὑπάρχων δημιουργὸς, ἢ καὶ ἐξ ἑτέρου τινὸς τὴν ἐπὶ τῷ δύνασθαι κτίζειν χορηγούμενος δύναμιν, ἀλλὰ μᾶλλον αὐτὸς καὶ μόνος ἡ ἰσχὺς ὑπάρχων τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς Υἱὸς, ὡς Μονογενὴς τὰ πάντα ἐργάζεται, συνεργαζομένου δηλονότι καὶ συνόντος αὐτῷ τοῦ Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος· πάντα γὰρ ἐκ Πατρὸς δι᾽ Υἱοῦ ἐν Ἁγίῳ Πνεύματι. συνεῖναι δὲ τῷ Υἱῷ τὸν Πατέρα νοοῦμεν, οὐχ ὡς ἀτονοῦντι περὶ τὸ ἐργάζεσθαί τι τῶν ὄντων, ἀλλ᾽ ὡς ὅλον ὄντα ἐν αὐτῷ διὰ τὸ ἀπαράλλακτον τῆς οὐσίας, καὶ τὸ ἄκρως προσεχές τε καὶ ἄμεσον αὐτοῦ πρὸς τὸ ἐξ αὐτοῦ φυσικῶς προελθόν· ὥσπερ ἂν εἴ τις λέγοι καὶ τῇ ἐξ ἄνθους εὐωδίᾳ συνεῖναι κατ᾽ ἐνέργειαν τὴν ἐκ τῆς εὐοσμίας αὐτὸ δὴ τὸ ἄνθος, ἐπείπερ ἐξ αὐτοῦ πρόεισι φυσικῶς. ἀλλ᾽ ὀλίγη μὲν ἐν τούτοις ἡ τοῦ παραδείγματος δύναμις, ἡ δὲ ὑπὲρ πάντα φύσις καὶ τοῦτο ὑπερκείσεται, μικροὺς ἐξ αὐτοῦ δεχομένη τῶν θεωρημάτων τοὺς χαρακτῆρας. ἐπεὶ πῶς νοήσομεν τό “Ὁ Πατήρ μου ἕως ἄρτι ”ἐργάζεται κἀγὼ ἐργάζομαι;”

οὐ γὰρ ἰδίᾳ μὲν καὶ καθ᾽ ἑαυτὸν ἐνεργεῖν τι περὶ τὰ ὄντα τὸν Θεὸν καὶ Πατέρα φησὶν ὁ Υἱὸς, ἑαυτὸν δὲ πάλιν ὁμοίως ἐργάζεσθαι λέγει δίχα τοῦ Πατρὸς, καὶ ἀτρεμούσης τρόπον τινὰ τῆς ἀφ᾽ ἧς ἐστιν οὐσίας· εἶεν γὰρ ἂν οὕτω δύο δὴ πάντως, καὶ οὐχ εἷς ὁ Δημιουργὸς, εἴπερ ἀνὰ μέρος ἑκάτερος καὶ κεχωρισμένως ἐργάζεται, ἐπιδέξεται δὲ καὶ ἑτέρως τὸ δύνασθαι μὴ ἔχειν εἰσαεὶ τὸν Υἱὸν ὁ Πατὴρ ἐν ἑαυτῷ, καὶ ὁ Υἱὸς ὁμοίως οὐκ ἀεὶ τὸν Πατέρα ἔχων ἐν ἑαυτῷ ὀφθήσεται, εἴπερ ὅλως ἐνδέχεται περί τι τῶν ὄντων ἐνεργεῖν ἀνὰ μέρος καὶ κεχωρισμένως ἑκάτερον, καθάπερ ἤδη προείπομεν, καὶ οὐ πάντως ἀληθεύσει λέγων ὁ Υἱός “Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ”ἐν ἐμοί.” οὐ γὰρ δήπου κατὰ μόνην τὴν ὁμοιότητα τῆς οὐσίας, ὡς χαρακτῆρα τὸν Υἱὸν ἐν Πατρὶ θεωρήσομεν, ἢ αὖ πάλιν ὡς ἀρχέτυπον ἐν Υἱῷ τὸν Πατέρα· ἀλλ᾽ Υἱὸν μὲν ἐκ τῆς τοῦ Πατρὸς οὐσίας γεννητῶς ἐκλάμποντα, καὶ ἐν αὐτῇ καὶ ἐξ αὐτῆς ἰδιοσυστάτως ὑπάρχοντα καὶ ὑφεστῶτα Θεὸν Λόγον παραδεξόμεθα· Πατέρα δὲ πάλιν ἐν Υἱῷ, ὡς ἐν ὁμοουσίῳ γεννήματι, συμφυῶς μὲν, κατὰ δὲ μόνην τὴν ἑτερότητα τοῦ εἶναι καὶ νοεῖσθαι τοῦθ᾽ ὅπερ ἐστὶ μεμερισμένως. μένει γὰρ ὁ Πατὴρ τοῦθ᾽ ὅπερ ἐστὶ, κἂν ὑπάρχῃ συμφυῶς ἐν Υἱῷ, καθάπερ εἶναί φαμεν ἐν τῷ ἀπαυγάσματι τὸν ἥλιον· καὶ πάλιν ὁ Υἱὸς οὐχ ἕτερόν τι παρ᾽ ὅπερ ἐστὶ νοηθήσεται, κἂν ὑπάρχῃ συμφυῶς ἐν Πατρὶ, καθάπερ ἐν ἡλίῳ τὸ ἀπαύγασμα αὐτοῦ.

οὕτω γὰρ, Πατρὸς μὲν κατ᾽ ἀλήθειαν νοουμένου τε καὶ ὄντος τοῦ Πατρὸς, Υἱοῦ δὲ πάλιν ὄντος τε καὶ νοουμένου τοῦ Υἱοῦ, συνεισβαίνοντος δηλαδὴ τοῦ Ἁγίου Πνεύματος, ὁ τῆς ἁγίας Τριάδος ἀριθμὸς εἰς μίαν καὶ τὴν αὐτὴν ἀναβαίνει θεότητα.

Ἐπεὶ πῶς ἂν ὅλως καὶ εἷς ὑπάρχειν νοοῖτο Θεὸς, εἴπερ ἕκαστον τῶν σημαινομένων ἀναχωρήσει μὲν εἰς ἰδιότητα παντελῆ, ὁλοκλήρως δὲ τῆς πρὸς τὸ ἕτερον συμφυΐας τε καὶ σχέσεως οὐσιώδους ἀπενηνεγμένον, ὀνομάζοιτο Θεός; οὐκοῦν κατὰ μὲν τὸν λόγον τοῦ εἶναι ἰδιοσυστάτως, καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα νοήσαιμεν, οὐκ ἀναμίσγοντες εἰς τὴν ὅπερ ἐστὶν ἕκαστον θέσιν, τὴν τῶν προσώπων, ἤτοι τῶν ὀνομάτων, διαφοράν· ἀλλὰ τηροῦντες μὲν ἰδιαζόντως ἑκάστῳ τὸ εἶναι καὶ λέγεσθαι τοῦθ᾽ ὅπερ ἐστὶ, καὶ οὕτω πιστεύοντες, εἰς μίαν δ᾽ οὖν ὅμως θεότητα φυσικῶς ἀναφέροντες αὐτὰ, καὶ τὸ πάντη διενηνεγμένως εἶναι νοεῖν παραιτούμενοι, διὰ τὸ λόγον καὶ σοφίαν καὶ ἀπαύγασμα καὶ χαρακτῆρα καὶ δύναμιν τοῦ Πατρὸς ἀποκαλεῖσθαι τὸν Υἱόν. λόγος μὲν γὰρ καὶ σοφία, διὰ τὸ ἐκ νοῦ καὶ ἐν νῷ προσεχῶς καὶ ἀδιαστάτως, καὶ τὴν εἰς ἄλληλα τῶν σημαινομένων, ὡς ἂν εἴποι τις, ἀντεμβολήν. νοῦς γὰρ ἐν λόγῳ καὶ σοφίᾳ, καὶ λόγος εἰς νοῦν ἀμοιβαδὸν ὀφθήσονται, καὶ τὸ μεσολαβοῦν οὐδὲν ἢ χωρίζον τοῦ ἑτέρου τὸ ἕτερον· δύναμις δὲ πάλιν, ὡς ἀδιαστάτως τοῖς ἔχειν αὐτὴν πεφυκόσιν ἐνυπάρχουσα, καὶ μηδαμόθεν αὐτῶν ὡς ἐν τάξει συμβεβηκότος δυναμένη χωρίζεσθαι δίχα τῆς τοῦ ὑποκειμένου φθορᾶς· χαρακτὴρ δὲ πάλιν, ὡς ἀεὶ συμπεφυκὼς, καὶ χωρίζεσθαι μὴ δυνάμενος τῆς οὐσίας, ἧς ἐστι χαρακτήρ.

οὐκοῦν, ἐπειδήπερ ἑκάτερος ἐν ἑκατέρῳ φυσικῶς τέ ἐστι καὶ ἀναγκαίως, ἐργαζομένου δηλονότι τοῦ Πατρὸς ὁ Υἱὸς ἐργάσεται, ὡς δύναμις φυσική τε καὶ οὐσιώδης καὶ ἐνυπόστατος αὐτοῦ· ἐργαζομένου δὲ ὁμοίως τοῦ Υἱοῦ, καὶ ὁ Πατὴρ ἐργάζεται, ὡς πηγὴ τοῦ δημιουργοῦντος Λόγου, ἐνυπάρχουσα φυσικῶς τῷ ἰδίῳ γεννήματι, ὡσπερανεὶ καὶ τὸ πῦρ τῇ ἐξ αὐτοῦ προϊούσῃ θερμότητι.

Πρόδηλον οὖν, ὅτι μάταιον ἀναπέφαται τὸ κατὰ τοῦ Μονογενοῦς τῶν δι᾽ ἐναντίας κατηγόρημα, δημιουργὸν ἐκ μαθήσεως, μᾶλλον δὲ ἤδη καὶ ὑπουργὸν, εἰσφερόντων ἡμῖν αὐτὸν, διὰ τὸ φάναι τὸν μακάριον Εὐαγγελιστήν Πάντα δι᾽ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. θαυμάζειν δέ μοι καὶ λίαν ἐπέρχεται τοὺς ἀνοσίους αἱρετικούς. τὰ μὲν γὰρ, ὅσα παραλύειν δοκεῖ πως αὐτοῖς τοῦ Μονογενοῦς τὸ ἀξίωμα, καὶ δεύτερον αὐτὸν ἀποφαίνειν τοῦ γεννήτορος, κατά γε τὸν ἐν ἐκείνοις ὄντα σκοπὸν, ταῦτα μετὰ πολλῆς τινος θηρῶνται σπουδῆς, καὶ πανταχόθεν τὰ τῆς ἑαυτῶν δυστροπίας ἐρανίζονται φάρμακα· τὰ δὲ ὅσα πάλιν ἐστὶν ὑγιῶς τε καὶ ὀρθῶς εἰρημένα, καὶ εἰς τὴν τοῦ Πατρὸς ἀναφέροντα δόξαν τὸν Υἱὸν, ταῦτα δὴ καὶ μάλα βαθείαις καταχωννύουσι σιωπαῖς, ὥσπερ ἕνα καὶ μόνον ἔχοντες σκοπὸν τὸ διαλοιδορεῖσθαι μάτην τῷ παρὰ πάσης δοξολογουμένῳ τῆς κτίσεως. ἀκούοντες μὲν γὰρ ὅτι πάντα δι᾽ αὐτοῦ ἐγένετο, τὸ τῆς ὑπουργίας ὄνομα θερμῶς ἐπιφέρουσι, δοῦλον ἀντ᾽ ἐλευθέρου, καὶ θεραπευτὴν ἢ δεσπότην ὀνειροπολοῦντες τὸν Υἱόν· μανθάνοντες δὲ πάλιν ὅτι χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ἐπὶ τὸ φρονεῖν ἐπ᾽ αὐτῷ μέγα τι καὶ ἀξιάγαστον οὐκ ἀναβαίνουσιν.

ὡς γὰρ ἑτέρως οὐ πεφυκότος δημιουργεῖν τοῦ Θεοῦ καὶ Πατρὸς, εἰ μὴ διὰ τοῦ ἰδίου γεννήματος, ὅς ἐστιν αὐτὸς σοφία καὶ δύναμις, οὐδὲν ὅλως χωρὶς αὐτοῦ γεγενῆσθαί φησιν ὁ Εὐαγγελιστής· διὰ γὰρ τοῦτο καὶ δόξα τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Μονογενής· δοξάζεται γὰρ ὡς δημιουργὸς δι᾽ Υἱοῦ· τὰ πάντα γὰρ ἐνεργῶν, καὶ εἰς τὸ εἶναι τὰ μὴ ὄντα παραφέρων.

Νοήσαι δ᾽ ἄν τις καλῶς τό Χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, τὸ εἰρημένον ἐπὶ τῇ τοῦ ἀνθρώπου κατασκευῇ, καθ᾽ ἑαυτὸν ἐνθυμούμενος· “Ποιήσωμεν γὰρ ἄνθρωπον, φησὶν, κατ᾽ ”εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν.” ἔξεστι γὰρ ἐν τούτῳ δὴ μάλιστα καταθεάσασθαι σαφῶς οὐδὲν ἐν Υἱῷ τὸ ταπεινὸν, ὡς ἐν ὑπουργῷ τῷ κατὰ τὸν ἐκείνων λόγον. οὐ γάρ Ποίησον ἄνθρωπον, ἐπιτάττει τῷ Λόγῳ ὁ Θεὸς καὶ Πατὴρ, ἀλλ᾽ ὡς συνόντα κατὰ φύσιν, καὶ ἀδιαστάτως ἐνυπάρχοντα συνεργάτην ὥσπερ, ἐποιεῖτο καὶ τῆς ἐπ᾽ ἀνθρώπῳ βουλήσεως κοινωνὸν, οὐ προλαμβάνων μὲν τὴν ἐν Υἱῷ γνῶσιν ἐν τῷ τι νοεῖν, ὡς δὲ νοῦς ἀδιαστάτως τε καὶ ἀχρόνως τῷ ἐγκεχαραγμένῳ καὶ ἐνυπάρχοντι Λόγῳ φανερούμενος.

Ἔστω δὲ πάλιν ὑπὲρ τὴν τοῦ παραδείγματος δύναμιν τὰ θεοπρεπῆ θεωρήματα· συνεργάζεσθαι δέ φαμεν αὐτὸν τῷ Υἱῷ, οὐχ ὡς δύο νοοῦντες διῃρημένως, ἵνα μὴ δύο νοῶνται θεοὶ, οὐδ᾽ ὡς ἓν τὸ συναμφότερον, ἵνα μήτε εἰς Πατέρα Υἱὸς, μήτε μὴν ὁ Πατὴρ εἰς Υἱὸν συστέλληται, ἀλλὰ μᾶλλον ἐκείνως, ὡς ἄν τις δοίη συνεῖναι τῷ ἐκ φωτὸς ἀπαυγάσματι, τὸ ἐξ οὗπερ ἐξηστράφθη φῶς· ἐν γὰρ τοῖς τοιούτοις χωρίζεσθαι μέν πως ἐπινοίᾳ δοκεῖ τὸ γεννῶν τοῦ γεννωμένου καὶ προεκκύπτοντος ἀμερίστως· ἓν δέ ἐστι καὶ ταὐτὸν τῇ φύσει τὸ συναμφότερον, καὶ δίχα τοῦ ἑτέρου τὸ ἕτερον οὐδαμῶς· ἔσται δὲ πάλιν καὶ ὑπὲρ τοῦτο Θεὸς, ἅτε δὴ καὶ ὑπερούσιος ὢν, καὶ τὸ ἄκρως προσεοικὸς οὐκ ἔχων ἐν γενητοῖς, ἵνα δὴ καὶ εἰς εἰκόνα λαμβάνηταί τι τῆς ἁγίας Τριάδος, οὐδὲν ἔχουσαν τὸ διαλλάττον, ὡς εἰς δογμάτων ἀκρίβειαν. εἰ δὲ νομίζουσι δύνασθαι τό Δι᾽ οὗ, λεγόμενον ἐφ᾽ Υἱοῦ, καταφέρειν αὐτοῦ τὴν οὐσίαν τῆς πρὸς τὸν Πατέρα ἰσότητός τε καὶ φυσικῆς ὁμοιότητος, ὡς ὑπουργὸν εἶναι μᾶλλον ἢ δημιουργὸν, διασκεπτέσθωσαν οἱ παράφρονες, καὶ εἰς μέσον ἡμῖν ἡκόντων ἀπολογησόμενοι, τί ποτε ἄρα καὶ περὶ αὐτοῦ τοῦ Πατρὸς ἐννοήσομεν, τίνα δὲ εἶναι καὶ αὐτὸν ὑποληψόμεθα, ὅταν φαίνηται δεχόμενος τό Δι᾽ οὗ παρὰ τῇ θείᾳ γραφῇ; “

Πιστὸς γάρ ἐστιν, φησὶν, ὁ Θεὸς, δι᾽ οὗ ”ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ,” καὶ “Παῦλος ”ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ·” καὶ πάλιν πρός τινας ὁ Παῦλος ἐπιστέλλει “Ὥστε οὐκέτι εἶ ”δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος διὰ Θεοῦ.” ταῦτα δὴ σύμπαντα τὴν ἀναφορὰν εἰς τὸ τοῦ Θεοῦ καὶ Πατρὸς ἔχει πρόσωπον, καὶ οὐ δήπου πρὸς τοῦτο μανίας ἐλάσειέ τις, εἰ μὴ τύχοι τοῖς προειρημένοις τὰ ἴσα φρονῶν, ὡς τὸ τῆς ὑπουργίας ὄνομά τε καὶ πρᾶγμα καὶ αὐτῆς κατηγορεῖσθαι τῆς τοῦ Πατρὸς δόξης εὐλόγως εἰπεῖν, ἐπείπερ ἠνέχθη καὶ ἐπ᾽ αὐτοῦ τό Δι᾽ οὗ. ἀδιαφορεῖ γὰρ ἔσθ᾽ ὅτε περὶ τὰς λέξεις ἡ θεία γραφὴ, μηδὲν ἀδικοῦσα τὸ ὑποκείμενον, καταχρηστικώτερον δέ πως ἐπιφέρουσα τοῖς σημαινομένοις τά τε ῥήματα καὶ τὰ δι᾽ ὧν ἂν οἴηται καταδηλοῦσθαι καλῶς. πλὴν ἐκεῖνο συμφέρον ἐπὶ τούτοις εἰπεῖν, ὅτι “Δόξα ”Κυρίου κρύπτει λόγον·” ὀλίγη γὰρ πᾶσα λόγων ἰσχὺς, ὡς πρὸς ἐξήγησιν ἀκριβῆ τῆς ἀῤῥήτου δόξης καὶ θεοπρεποῦς. διόπερ οὐ σκανδαλιστέον ἐπὶ τῇ τῶν λαλουμένων σμικροπρεπείᾳ, παραχωρητέον δὲ μᾶλλον τὸ νικᾶν, καὶ τὴν ἐν γλώττῃ δύναμιν, καὶ παντὸς ὀξύτητα νοῦ τῇ θείᾳ καὶ ἀφράστῳ φύσει· καὶ κατὰ τοῦτον γὰρ δὴ τὸν τρόπον οὐ μικρῶς εὐσεβήσομεν.

ΚΕΦΑΛΗ ϛ. Ὅτι ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ᾽ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός. <Ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν.> ἜΤΙ τὰς περὶ τοῦ Θεοῦ Λόγου διαλέξεις ποιεῖται πρὸς ἡμᾶς ὁ μακάριος Εὐαγγελιστής· καί μοι δοκεῖ διὰ πάντων ἰέναι χρησίμως τῶν ὅσαπέρ ἐστι κατὰ φύσιν αὐτῷ, ἵνα καὶ τὰς τῶν ἑτεροδοξούντων δυσωπήσῃ παροινίας, καὶ τοὺς ὀρθῇ διαπρέπειν ἐθέλοντας πίστει, τοῖς εἰς αὐτὴν ὀχυρώσῃ θεωρήμασιν, οὐκ ἐκ λόγων σοφίας κοσμικῆς τὸ ἀπίθανον ἐρανιζομένους, ἀλλ᾽ ἐν ἀποδείξει Πνεύματος τὸ τῆς ἀληθείας ἀποθαυμάζοντας κάλλος. ὅπερ οὖν βούλεται καὶ διὰ τοῦ προκειμένου διδάσκειν, ἐκεῖνό ἐστι. ποιητὴν ἡμῖν ἀρτίως καὶ κατὰ φύσιν ὄντα δημιουργὸν ἀπέδειξε τὸν Υἱὸν, πάντα δι᾽ αὐτοῦ γεγενῆσθαι λέγων, καὶ χωρὶς αὐτοῦ μηδὲ ἓν κεκλῆσθαι πρὸς γένεσιν.

ἐπειδὴ δὲ οὐ μόνον τῇ κτίσει τὸ πρὸς τὸ εἶναι κεκλῆσθαι χαρίζεται, συνέχει δὲ καὶ γεγενημένην δι᾽ ἑαυτοῦ, τοῖς τὸ ἀϊδίως εἶναι κατὰ φύσιν ἰδίαν οὐκ ἔχουσιν ἑαυτὸν οἱονείπως ἐγκαταμιγνὺς, καὶ ζωὴ τοῖς οὖσι γινόμενος, ἵνα μένῃ γεγονότα, καὶ σώζηται κατὰ τὸν οἰκεῖον ἕκαστον τῆς φύσεως ὅρον, ἀναγκαίως φησίν Ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν· οὐ μόνον, φησὶ, δι᾽ αὐτοῦ τὰ πάντα ἐγένετο, ἀλλὰ καὶ εἴτι γέγονεν, ἦν ἐν αὐτῷ ἡ ζωὴ, τουτέστιν, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἡ πάντων ἀρχὴ καὶ σύστασις, ὁρατῶν τε καὶ ἀοράτων, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων. αὐτὸς γὰρ ὑπάρχων ἡ κατὰ φύσιν ζωὴ, τὸ εἶναι καὶ ζῆν καὶ κινεῖσθαι πολυτρόπως τοῖς οὖσι χαρίζεται, οὐ κατὰ μερισμόν τινα καὶ ἀλλοίωσιν εἰς ἕκαστα τῶν τῇ φύσει διεστηκότων χωρῶν· ἀλλ᾽ ἡ μὲν κτίσις, ὡς πρὸς ἑαυτὴν, ἀφάτῳ δυνάμει καὶ σοφίᾳ τοῦ Δημιουργοῦ ποικίλλεται· μία δὲ ἡ πάντων ζωὴ χωροῦσα πρὸς ἕκαστον, ὡς ἂν αὐτῷ πρέπῃ, καὶ δυνήται μετασχεῖν. ἐπειδὴ δὲ τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρενεχθὲν ἀνάγκη καὶ φθείρεσθαι, καὶ τὸ ἀρχὴν ὅλως ἔχον εἰς τέλος ἐπείγεται· μόνῃ γὰρ τῇ θείᾳ καὶ τὰ πάντα ὑπερκειμένῃ φύσει, τὸ μήτε ἀπὸ ἀρχῆς ἦρχθαί τινος, καὶ ἀτελευτήτως εἶναι πρέπει· σοφίζεται τρόπον τινὰ τὴν ἐν τοῖς πεποιημένοις ἀσθένειαν ὁ Δημιουργὸς, καὶ μηχανᾶταί πως ἐκ τέχνης αὐτοῖς τὸ ἀΐδιον.

αἱ γὰρ εἰς ἕκαστον ἀεὶ τῶν ὁμοίων διαδοχαὶ, καὶ τῶν ὁμογενῶν ἢ ὁμοειδῶν αἱ εἰς ἄλληλα μεταβάσεις φυσικαὶ πρὸς τὸν ἐφεξῆς ἀεὶ βλέπουσαι δρόμον, ἀειφανῆ μὲν τὴν κτίσιν ἐργάζονται, ἀεισύστατον δὲ τῷ πεποιηκότι τηροῦσι Θεῷ. καὶ τοῦτο ἄρα ἐστὶ τὸ τῶν ὄντων ἕκαστον ἐν ἑαυτῷ σπείρειν σπέρμα κατὰ γένος καὶ καθ᾽ ὁμοίωσιν, κατὰ τὴν ἄφατον τοῦ δημιουργοῦντος ἀπόφασιν. ἦν οὖν ἐν ἅπασιν ἡ ζωὴ, τοῦτο γὰρ τὸ προκείμενον.

Ἀλλ᾽ ὦ βέλτιστε· πάλιν ἐρεῖ τις εὐλόγως πρὸς τὸν τῇ ἀληθείᾳ μαχόμενον αἱρετικόν· τί καὶ πρὸς τοῦτο ἐρεῖς, ὅταν ἀκούσῃς τοῦ πνευματοφόρου λέγοντος, ὡς ἐν πᾶσι τοῖς γεγενημένοις ἦν ἡ ζωὴ, τουτέστιν, ὁ Λόγος ὁ ὢν ἐν ἀρχῇ; ἆρα καὶ νῦν ἀποτολμήσεις εἰπεῖν, ὡς οὐκ ἔστιν ἐκ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ὁ Υἱὸς, ἵνα γενητὸς νοῆται καὶ πεποιημένος; καὶ πῶς οὐκ ἄν τις τῆς σῆς, ὦ οὗτος, ἀμαθίας καταβοήσῃ, καὶ μάλα δικαίως; εἰ γὰρ ἐν τοῖς γεγονόσιν ὁ Λόγος ἦν, ὡς ζωὴ κατὰ φύσιν, διὰ μετοχῆς τοῖς οὖσιν ἑαυτὸν ἀναμιγνύς· ἕτερος ἄρα ἐστὶ τῶν ἐν οἷς εἶναι πιστεύεται. ὁ δὲ τὴν φύσιν ἕτερος ὢν, ἢ ὅπερ ἐστὶν ἡ κτίσις, πῶς οὐκ ἂν εἴη λοιπὸν ὁ ὑπὲρ ταύτην Θεός; εἰ δὲ ἐπιμένεις ἀναισχυντῶν, καὶ γενητὸν εἶναι νομίζων οὐ καταλήγεις τὸν Υἱὸν, τὸν ὄντα ἐν τοῖς γεγονόσιν ὡς ζωήν· πρῶτον μὲν αὐτό τι ὑπάρχων ἐν ἑαυτῷ νοηθήσεται· εἶτα καὶ πρὸς τούτῳ, καὶ αὐτὸς ἑαυτοῦ μέτοχος, καὶ ζωὴ, εἴπερ ὢν ἐν τοῖς γενομένοις, εἷς καὶ αὐτὸς ἐξ αὐτῶν ὑπάρχειν ὑποληφθήσεται· ἀλλ᾽ ὁρᾷ που πάντως καὶ αὐτὸς ὁ θεομάχος, ὅσην ἔχει τὴν ἀπαιδευσίαν τὸ οὕτω νοεῖν. οὐκοῦν εἰ μεθεκτὸς ἐν τοῖς γενητοῖς ἐστιν ὁ ζωογονῶν αὐτὰ Λόγος, οὐκ ἐν τοῖς μετέχουσιν ἔσται καὶ αὐτὸς, ἀλλ᾽ ἕτερος δηλονότι παρ᾽ ἐκεῖνα. εἰ δὲ τοῦτο, οὐκ ἄρα γενητὸς, ἀλλ᾽ ὡς ζωὴ κατὰ φύσιν ἐν αὐτοῖς.

διὰ δὲ τῶν ὑπεζευγμένων ἐννοιῶν τοῦτο πάλιν εἰσόμεθα. <Ἔννοιαι, ἤτοι συλλογισμοί.> Εἰ μὴ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Υἱὸς, ἔξωθεν δὲ αὐτὸν κατ᾽ ἐκείνους ὑπέστησε, γενητὸς ἄρα ἐστὶ καὶ πεποιημένος. πῶς οὖν ὁ ἐν τοῖς γεγονόσιν ἐστὶ τὰ πάντα ζωογονῶν; τί δὲ τὸ ἐξαίρετον ἐν τῇ θείᾳ φύσει λοιπὸν εὑρήσομεν; ἢ πῶς ὁ σοφώτατος Παῦλος, ὡς ἀξιάγαστόν τι φησὶν ἐπὶ τοῦ κατὰ φύσιν ὄντος Θεοῦ “τοῦ ”ζωογονοῦντος τὰ πάντα;” εἰ γὰρ γενητὸς ὑπάρχων ὁ Υἱὸς τὰ πάντα ζωοποιεῖ, ἑαυτὴν ἡ κτίσις ζωοποιεῖ χρῄζουσα μηδαμῶς εἰς τοῦτο τοῦ ποιήσαντος Θεοῦ. οὐδὲν οὖν ἄρα τὸ πλεῖον ἐν Θεῷ παρὰ τὴν κτίσιν. ἐνεργεῖ γὰρ οὐχ ἧττον, ἢ ὡς ἂν δύνηται Θεός. ἀλλὰ τοῦτο ἄτοπον· οὐκ ἄρα γενητὸς ὁ Υἱὸς, Θεὸς δὲ μᾶλλον, καὶ διὰ τοῦτο κατὰ φύσιν καὶ ζωή. Ἄλλο. Τὴν θείαν ὑπερθαυμάζει φύσιν, καὶ μάλα εἰκότως, ὁ ψαλμῳδὸς, καὶ δὴ καὶ ἀξίωμα κάλλιστον ἀνατίθησιν αὐτῇ λέγων “Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς.” ἀλλ᾽ εἴπερ ὑπέστησε τὸν Υἱὸν ὁ Πατὴρ, καὶ οὐκ ἐκ τῆς οὐσίας ἔχει τῆς ἑαυτοῦ, ζωοποιεῖ δὲ καὶ οὕτως ἔχων τὰ γενητὰ καὶ ζωὴ κατὰ φύσιν ἐστὶν ὡς ζωοποιὸς, τί μάτην ὁ ψαλμῳδὸς διατείνεται παρὰ μόνῳ τῷ Θεῷ πηγὴν ζωῆς εἶναι λέγων; ἐπιδέχεται γὰρ αὐτὸ καὶ ἡ τῶν γενητῶν φύσις, εἰ ζωοποιεῖ, καίτοι τῆς θείας οὐκ ὑπάρχων οὐσίας ὁ Υἱὸς κατὰ τὴν τινῶν ἀβουλίαν.

ἀλλὰ τοῦτο ἄτοπον· οὐκοῦν ζωὴ κατὰ φύσιν ὁ Υἱὸς, ὡς Θεὸς ἐκ Θεοῦ, καὶ ζωὴ ἐκ ζωῆς. Ἄλλο. Εἰ ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς γενητός ἐστι καὶ πεποιημένος, ἅτε δὴ τὸ ἐκ τῆς οὐσίας εἶναι τοῦ Θεοῦ καὶ Πατρὸς οὐκ ἔχων κατὰ τὴν ἐκείνων ὑπόνοιαν, ἐπιδέξεται τῶν γενητῶν ἡ φύσις τὸ εἶναί τε καὶ καλεῖσθαι ζωή· ἔσται δὲ πάντα ζωὴ κατά γε τὸν ἐν δυνάμει λόγον, καὶ εἰ μήπω τὴν τοῦ πράγματος ἐνέργειαν ἔχει· τὸ γὰρ ὅλως εἶναί τι πεφυκὸς, εἴη δήπου πάντως ἂν, καὶ εἰ μήπω γέγονεν· ἔχει γὰρ ἐν τῇ φύσει τὸ δύνασθαι. ὅτε τοίνυν κοινὸν μὲν τῇ κτίσει τὸ εἶναι ζωὴ, ἴδιον δὲ καὶ μόνον οὐδενὸς, τί μάτην ἐφ᾽ ἑαυτῷ κομπάζει λέγων ὁ Υἱός “Ἐγώ εἰμι ἡ ζωή;” χρῆν γὰρ δήπου μᾶλλον εἰπεῖν Ἐγώ εἰμι μεθ᾽ ὑμῶν ἡ ζωή. τοῦτο δὲ ἦν πως καὶ ἀληθέστερον, εἴπερ ὄντως γενητὸς ὑπάρχων ἐστὶ καὶ ζωή· ἐπειδὴ δὲ, ὡς ἴδιον ἀγαθὸν ἑαυτῷ περιτίθησι μόνῳ τὸ εἶναι ζωὴ, δῆλος ἂν εἴη λοιπὸν οὐ τοῖς γενητοῖς ἑαυτὸν, ἀλλὰ τῇ θείᾳ τοῦ Πατρὸς συντάττων οὐσίᾳ, ᾗ καὶ τὸ εἶναι ζωὴ πρόσεστι φυσικῶς. Ἄλλο.

Τὸ ζωῆς μετέχον οὐκ αὐτοκυρίως ἐστὶ ζωὴ, ἕτερον γάρ τι ὑπάρχον ἐν αὐτῷ φαίνεται· εἰ τοίνυν μεθεκτὸς ὁ Υἱὸς τοῖς γενητοῖς ὡς ζωὴ, ἕτερος ἂν εἴη παρὰ τὰ μετέχοντα αὐτοῦ καὶ ζωῆς δεόμενα· οὐκοῦν οὐ γενητὸς, οὔτε μὴν ζωοποιεῖσθαι ζητῶν παρ᾽ ἑτέρου· Θεὸς οὖν ἄρα λοιπὸν ὡς ζωοποιός· εἰ δὲ τοῦτο, καὶ τῆς τοῦ Πατρὸς οὐσίας ὁμολογηθήσεται, εἴπερ ἕνα προσκυνοῦμεν Θεὸν, καὶ οὐχ ἑτέρῳ τινὶ παρὰ τὸν ὄντα λατρεύομεν. Ἄλλο. Τὴν τῶν ὄντων ἀκριβῶς ἐξετάζοντες φύσιν, Θεὸν ὁρῶμεν καὶ κτίσιν, καὶ ἕτερον ἐπὶ τούτοις οὐδέν. ὃ γὰρ ἂν ἐκπίπτῃ τοῦ εἶναι Θεὸς κατὰ φύσιν, τοῦτο πάντως ἐστὶ γενητὸν, καὶ ὅπερ ἂν τὸν τοῦ πεποιῆσθαι διαφεύγῃ λόγον, εἴσω πάντως ἐστὶ τῶν τῆς θεότητος ὅρων. ὅτε τοίνυν ἄριστά πως τὰ τοιαῦτα διεσκέμμεθα, λεγέτωσαν ἡμῖν οἱ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἐξωθοῦντες τὸν Υἱὸν, πῶς ἂν δύναιτο ζωογονεῖν ὡς ζωὴ, ἴδιον ἐχούσης αὐτὸ τῆς θείας φύσεως, ἑτέρῳ δὲ παραχωρούσης οὐδενί. εἰ δὲ γενητὸς ὑπάρχων εἶναι δύναται καὶ ζωὴ, φθάσει δὴ πάντως ἐπὶ πάντα τὰ γενητὰ τοῦ πλεονεκτήματος ἡ χάρις, ἔσται δὲ πάντα κατὰ φύσιν ζωή· τίς οὖν αὐτοῖς ἔσται χρεία τῆς τοῦ Υἱοῦ μετοχῆς, ἢ τί τὸ πλέον ἐντεῦθεν εὑρήσουσιν; ἔχει γὰρ καὶ αὐτὰ τὸ εἶναι κατὰ φύσιν ζωή. ἀλλ᾽ οὐκ ἀληθὴς ὁ λόγος, μετέχει δὲ ἀναγκαίως ὡς ζωῆς χρῄζοντα τοῦ Υἱοῦ.

μόνος ἄρα ἐστὶν ὁ Μονογενὴς κατὰ φύσιν ζωὴ, καὶ οὐκ ἐν τοῖς γενητοῖς διὰ τοῦτο τετάξεται, ἀλλ᾽ εἰς τὴν τοῦ τεκόντος αὐτὸν ἀναβήσεται φύσιν· ζωὴ γὰρ κατὰ φύσιν καὶ ὁ Πατήρ. Ἄλλο. Ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, ἢ ἕτερός ἐστι παρὰ τὴν κτίσιν, δῆλον δὲ ὅτι κατὰ τὴν φύσιν, ἢ ὁμοφυὴς ταύτῃ. εἰ μὲν οὖν ὁμοφυής τε ἐστὶ καὶ ὁμοούσιος, πῶς οὐ διαψεύσεται λέγων “Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς ὁ κατα- ”βαίνων ἐκ τοῦ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ;” ἔχει γὰρ ἡ κτίσις οἴκοθεν τὸ εἶναι ζωὴ, ζωὴ δὲ ζωῆς ἀμέτοχος, ἵνα φαίνηται ζωή. εἰ δὲ οὐκ ἔστιν ὁμοφυὴς, καὶ τὸ εἶναι γενητὸς διαφεύξεται, συνεξέλκων ἑαυτῷ τῆς κτίσεως καὶ τὸ ἴδιον ἀγαθόν. οὐ γὰρ ἡ κτίσις ἔσται κατὰ φύσιν ζωὴ, ζωῆς δὲ μᾶλλον δεομένη καὶ μέτοχος. Ἄλλο. Εἰ ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ. Υἱὸς, ὁμοφυής ἐστι τοῖς πεποιημένοις, διὰ τὸ μὴ ὑπάρχειν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, κατά γε τὸν παρ᾽ ἐκείνοις λόγον, ὅτου δὴ χάριν ὁ μακάριος ψαλμῳδὸς, οὐρανοὺς μὲν ἀπολεῖσθαί φησι, καὶ ὡς ἱμάτιον παλαιωθήσεσθαι· ἴδιον δὲ ὥσπερ ἀνετίθει γέρας αὐτῷ “Σὺ δὲ ὁ αὐτὸς εἶ, βοῶν, καὶ τὰ ἔτη σου οὐκ ”ἐκλείψουσιν.” ἢ γὰρ ἀπολεῖται καὶ ἐκλείψει σὺν ἡμῖν ὡς ὁμοφυὴς, καὶ οὐκέτι νοηθήσεται ζωὴ, ἢ καὶ ἡμᾶς εἰς τὸ ὡσαύτως ἔχειν ἀεὶ καὶ εἰς ἀνέκλειπτον ἐτῶν ἀριθμὸν καὶ εἰς τὸ εἶναι ζωὴν ἀνελκύσει ἡ πρὸς αὐτὸν συνάφεια φυσική.

ἀλλὰ μὴν ἕξει μὲν αὐτὸς ὡσαύτως ἀεὶ, ἡμεῖς δὲ ἐκλείψομεν· οὐκ ἄρα γενητὸς ὡς ἡμεῖς· ἀλλ᾽ ἐπείπερ ἐστὶν ἐκ τῆς κατὰ φύσιν ζωῆς, ζωογονήσει καὶ αὐτὸς ὡς ζωὴ τὰ ζωῆς δεόμενα. Ἄλλο. Εἰ οὐδὲν ἑαυτοῦ μέτοχον, μετέχει δὲ ἡ κτίσις, ὡς ζωῆς, τοῦ Υἱοῦ· οὐκ ἄρα ἡ κτίσις αὐτὸς, ἀλλ᾽ οὐδὲ ἡ κτίσις ζωὴ, ὅπερ ἐστὶν ὁ Υἱός. Ἄλλο. Εἰ τὸ ζωοποιεῖν ἕτερόν ἐστι, τὸ δὲ ζωοποιεῖσθαι ἕτερον, ὡς ἐνέργεια καὶ πάθος, καὶ ζωοποιεῖ μὲν ὁ Υἱὸς, ζωοποιεῖται δὲ ἡ κτίσις· οὐκ ἄρα ταὐτὸν Υἱὸς καὶ κτίσις, ἐπεὶ μηδὲ τὸ ἐνεργοῦν τῷ ἐνεργουμένῳ.

ΚΕΦΑΛΗ Ζ. Ὅτι φῶς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ᾽ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς φῶς ἀληθινὸν ἐκ φωτὸς ἀληθινοῦ. <Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.> ΚΑΙ διὰ τούτων ἡμῖν ὁ μακάριος Εὐαγγελιστὴς Θεὸν ὄντα κατὰ φύσιν ἐπιδεικνύει τὸν Υἱὸν, καὶ τῶν τοῦ γεννήσαντος ἀγαθῶν οὐσιωδῶς κληρονόμον. προδιδάξας γὰρ ὅτι ζωὴ κατὰ φύσιν ὑπάρχων, αὐτὸς ἦν ἐν πᾶσι τοῖς δι᾽ αὐτοῦ γενομένοις, συνέχων αὐτὰ καὶ ζωογονῶν καὶ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παρελθεῖν ἀφάτῳ δυνάμει δωρούμενος καὶ γεγενημένα διασώζων, ἐφ᾽ ἑτέραν ἔρχεται νοημάτων διασκευὴν, πανταχόθεν ἡμᾶς ἐπὶ τὴν τῆς ἀληθείας κατάληψιν χειραγωγεῖν, ὅτι δὴ καὶ μάλα προσήκοι, διενθυμούμενος. οὐκοῦν τοῖς γεγενημένοις ὁ Λόγος ἐνυπῆρχεν, ὡς ζωή· ἐπειδὴ δὲ ζῷον λογικὸν ἐν αὐτοῖς ὂν ἐπὶ γῆς, νοῦ τε καὶ ἐπιστήμης δεκτικὸν, ὁ ἄνθρωπος, καὶ τῆς παρὰ Θεοῦ σοφίας μέτοχον, ἀναγκαίως ἡμῖν ὁ πνευματοφόρος, καὶ τῆς ἐν ἀνθρώποις σοφίας χορηγὸν ὄντα τὸν Λόγον ἐπιδεικνύει σαφῶς, ἵνα νοῆται δι᾽ Υἱοῦ τὰ πάντα ἐν πᾶσιν ὑπάρχων ὁ Θεὸς καὶ Πατὴρ, ζωὴ μὲν ἐν τοῖς δεομένοις ζωῆς· φῶς δὲ πάλιν καὶ ζωὴ, ἐν τοῖς ζωῆς καὶ φωτὸς δεομένοις.

καὶ διὰ τοῦτό φησι Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων, τουτέστιν, ὁ τὰ πάντα ζωογονῶν Θεὸς Λόγος, ἡ ἐν πᾶσι τοῖς οὖσι ζωὴ, καὶ τὸ λογικὸν φωτίζει ζῷον, καὶ τοῖς συνέσεως δεκτικοῖς τὴν σύνεσιν ἐπιδαψιλεύεται· ἵνα σώζηται καὶ ἰσχύῃ καλῶς τὸ ἐπὶ τῇ κτίσει λεγόμενον “Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;” πλουτεῖ γὰρ οὐδὲν οἴκοθεν ἡ γενητὴ καὶ πεποιημένη φύσις, ἀλλ᾽ ὅπερ ἂν ἔχουσα φαίνοιτο, τοῦτο πάντως ἐστὶ παρὰ Θεοῦ, τοῦ καὶ τὸ εἶναι, καὶ ὅπως ἕκαστον εἶναι προσήκει χαριζομένου. εὖ δὲ πάλιν τὸ ἦν ἐπὶ τῆς ζωῆς τέθειται, ἵνα πανταχῆ τὸ ἀϊδίως εἶναι σημαίνῃ τὸν Λόγον, καὶ τὰς τῶν ἀνοήτων ἀνακόπτῃ φλυαρίας, ἐξ οὐκ ὄντων ἡμῖν εἰσφερούσας τὸν Υἱὸν, ὅπερ ὅλῃ μαχόμενον φαίνεται τῇ θείᾳ γραφῇ.

Περὶ μὲν οὖν τῆς τοῦ Λόγου μετὰ Πατρὸς ἀϊδιότητος, ἀρκούντως ἤδη διειληφότες, ἔν τε τῷ προκειμένῳ βιβλίῳ, καὶ τῷ κατ᾽ ἐπίκλην Θησαυρῷ, σιγᾶν ἔχειν οἰησόμεθα δεῖν. ὃ δὲ δὴ τῶν προκειμένων εἰσφέρει μᾶλλον ἡμῖν ἡ διάνοια, τοῦτο καὶ μάλα προθύμως ὡς ἔνι μάλιστα βασανίζοντες, ἑαυτούς τε ὠφελῆσαι σπουδάσομεν καὶ τοὺς ὕστερον ἐντευξομένους, Θεοῦ πάλιν ἡμῖν καὶ θύραν καὶ στόμα τοῖς λόγοις ἀνοίγοντος.

Τί οὖν ἄρα πάλιν ἡμῖν ὁ χριστομάχος ἐρεῖ, τὸ φῶς τῶν ἀνθρώπων μανθάνων ὑπάρχειν τὴν ζωὴν, τουτέστι, τὸν ἀεὶ ζῶντα Θεὸν Λόγον; ποίοις ἡμᾶς κατασφενδονήσει λογισμοῖς, ὅταν εἰς μέσον ἥκωμεν λέγοντες Εἰ μὴ Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ τῆς τοῦ γεννήσαντος οὐσίας καρπὸς, εἰ μὴ φῶς ἡμῖν ἀληθινὸν ἐκ φωτὸς ἐξέλαμψεν ἀληθινοῦ, ἔξωθεν δὲ καὶ αὐτὸς ὑπέστη κατὰ τὴν ὑμῶν ἀμαθίαν· ὁμοφυὴς ἄρα ἐστὶ τοῖς πεποιημένοις, καὶ τὸ εἶναι γενητὸς οὐδαμόθεν διαφεύξεται; πῶς οὖν, ὦ πάσης μωρίας ἀνάπλεῳ, φωτίζει μὲν αὐτὸς, τὰ δὲ ὑπ᾽ αὐτοῦ φωτίζεται; ἢ γὰρ οὐχ ἕτερον μὲν τὸ φωτίζον ἐστὶν, ἕτερον δὲ τὸ φωτιζόμενον; ἀλλ᾽ ἔστι δῆλον καὶ παντί τῳ σαφές. εἰ γὰρ ταὐτὸν εἶναι δοίημεν, ὅσον εἰς οὐσίας ποιότητα, καὶ τὸν τοῦ πῶς εἶναι λόγον, τί τὸ πλέον ἐν τῷ φωτίζειν ἰσχύοντι, τί δὲ τὸ ἔλαττον αὖθις ἐν τῷ φωτὸς δεομένῳ; ἥξει γὰρ ἐπ᾽ ἀμφοῖν, ὅπερ ἂν ἴοι, καὶ ἀνὰ μέρος ἐφ᾽ ἑκατέρῳ, καὶ φῶς μὲν ἔσται τὸ ἐν χρείᾳ φωτὸς, τὸ δὲ φῶς ἀδιαφορήσει φωτιζόμενον. ἀλλὰ πολλή τις ἐν τούτοις ἡ τῶν θεωρημάτων ὁρᾶται σύγχυσις, καὶ ἀναγκαῖος ἡμῖν ἀποτέμνει λόγος τῶν ὀνομασθέντων ἑκάτερον, ἐν ἰδίᾳ τε τίθησι φύσει τὸ χορηγοῦν ἐν τούτοις παρὰ τὸ χορηγούμενον. οὐκ ἄρα ὁμοφυὴς τοῖς πεποιημένοις ὁ Υἱὸς, ἀλλ᾽ ἐν τῇ τοῦ Πατρὸς οὐσίᾳ κείσεται, φῶς ἀληθινὸν ἐκ φωτὸς ὑπάρχων ἀληθινοῦ.

Χαλεπὸν δὲ οὐδὲν τὸν ἐπὶ τοῖς προλαβοῦσι μεταῤῥυθμίζοντας λόγον, ὃν ἐπὶ τῷ κατὰ φύσιν ὑπάρχειν ζωὴν τὸν Υἱὸν πεποιήμεθα, ἕτερόν τε ὄντα παρὰ τὰ ἐν οἷς ἐστιν ἐδεικνύομεν, καὶ τὴν ἐν τῷδε τῷ κεφαλαίῳ διευκρινήσασθαι γνῶσιν· ἐπὶ δὲ τοῦ μὴ ἑτέροις τὸν ἐπὶ τούτοις καταλεῖψαι πόνον, ἢ καὶ ὄκνῳ κεκρατῆσθαι δοκεῖν, αὐτὸς ἐγὼ πάλιν τὸν ἐν τοῖς προλαβοῦσι συλλογισμοῖς μεταστοιχειῶσαι τὸν τύπον, ὡς ἂν οἷός τε ὦ, πειράσομαι. ὡς γὰρ ἐν ἐκείνοις ζωὴ κατὰ φύσιν ὑπάρχων, ἕτερος ὢν παρὰ τὰ ἐν οἷσπερ ἦν ἀναφαίνεται, οὕτω κἀν τούτῳ τὸ φῶς τῶν ἀνθρώπων εἶναι λεγόμενός τε καὶ κατ᾽ ἀλήθειαν ὢν, ἕτερος εὑρεθήσεται παρὰ τὰ φωτὸς δεόμενα καὶ μετέχοντα αὐτοῦ· ἀπὸ δὲ τῶν ἐφεξῆς ἀκριβέστερον εἰσόμεθα. <Ἀποδείξεις διὰ συλλογισμῶν, ὅτι κατὰ φύσιν ἕτερος ὁ φωτίζων Υἱὸς παρὰ τὴν φωτιζομένην κτίσιν.> Εἰ ἐν τοῖς λεγομένοις ὁ Λόγος ἦν ὡς φῶς κατὰ φύσιν διὰ μετοχῆς τοῖς οὖσιν ἑαυτὸν ἀναμιγνὺς, ἕτερος ἄρα ἐστὶ τῶν ἐν οἷς εἶναι πιστεύεται. ὁ δὲ τὴν φύσιν ἕτερος ὢν, ἢ ὅπερ ἐστὶν ἡ μετέχουσα αὐτοῦ καὶ φωτιζομένη κτίσις, πῶς οὐκ ἂν εἴη λοιπὸν ὁ ὑπὲρ πάντα Θεός; Ἄλλο.

Εἰ φῶς κατὰ φύσιν ὄντα τὸν Υἱὸν ἐν τοῖς γενητοῖς ὡς γενητὸν ὁ θεομάχος εἶναί φησι, τὰ φωτὸς δεδεημένα φωτίζοντα· πρῶτον μὲν αὐτὸς ὑπάρχων ἐν ἑαυτῷ νοηθήσεται, εἶτα πρὸς τούτῳ, καὶ αὐτὸς ἑαυτοῦ μέτοχος ἔσται, καὶ φῶς, εἴπερ ὢν ἐν τοῖς γενητοῖς, εἷς καὶ ὁ αὐτὸς ἐξ αὐτῶν ὑπάρχειν ὑποληφθήσεται. ἀλλ᾽ ὁρᾷ που πάντως ὁ πεπαιδευμένος “τὴν καρδίαν ἐν σοφίᾳ,” καθὰ γέγραπται, ὅσην ἔχει τὴν ἀτοπίαν τὸ οὕτω νοεῖν. οὐκοῦν εἰ μεθεκτῶς ἐν τοῖς γενητοῖς ἐστιν ὁ φωτίζων αὐτὰ Λόγος, οὐκ ἐν τοῖς μετέχουσι καὶ φωτιζομένοις ἔσται καὶ αὐτὸς, ἀλλ᾽ ἕτερος δηλονότι παρ᾽ ἐκεῖνα. εἰ δὲ τοῦτο, οὐκ ἄρα γενητὸς, ἀλλ᾽ ὡς φῶς κατὰ φύσιν, καὶ Θεὸς ἐν τοῖς φωτὸς δεομένοις. Ἄλλο. Εἰ μὴ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Υἱὸς, ἔξωθεν δὲ αὐτὸν κατ᾽ ἐκείνους ὑπέστησε, γενητὸς ἄρα ἐστὶ καὶ πεποιημένος· πῶς οὖν ἐν τοῖς γεγονόσιν ἐστὶ φωτίζων αὐτά; τί δὲ τὸ ἐξαίρετον ἐν τῇ θείᾳ φύσει λοιπὸν εὑρήσομεν; ἢ πῶς ὁ σοφώτατος ψαλμῳδὸς, ὡς ἀξιάγαστόν τι φησὶν ἐπὶ τοῦ κατὰ φύσιν ὄντος Θεοῦ “Ἐν τῷ φωτί σου ”ὀψόμεθα φῶς;” εἰ γὰρ γενητὸς ὑπάρχων ὁ Υἱὸς φωτίζει τὰ πάντα, ἑαυτὴν ἡ κτίσις φωτιεῖ, χρῄζουσα μηδαμῶς πρὸς τοῦτο τοῦ ποιήσαντος Θεοῦ.

οὐδὲν οὖν ἄρα τὸ πλέον ἐν Θεῷ παρὰ τὴν κτίσιν, ἐνεργεῖ δὲ οὐχ ἧττον ἢ ὡς ἂν δύνηται Θεός· ἀλλὰ τοῦτο ἄτοπον· οὐκ ἄρα γενητὸς ὁ Υἱὸς, Θεὸς δὲ μᾶλλον, καὶ διὰ τοῦτο φῶς κατὰ φύσιν, ὡς ὁ Πατήρ. Ἄλλο ἐκ τοῦ αὐτοῦ. Εἰ φῶς τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων ὁ Υἱὸς, κατὰ τό “Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς,” καὶ “Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου,” γενητός ἐστι καὶ εἰς ὑπόστασιν ἐνεχθεὶς, οὐδὲν ἔτι διακωλύσει, κατὰ τὴν ἴσην ἀναλογίαν, φῶς καλεῖσθαι τοῦ Θεοῦ καὶ Πατρὸς πάντα τὰ γενητά. εἰ γὰρ ὅλως ἐπιδέχεται τοῦτο τῶν πεποιημένων ἡ φύσις, ἔσται τοῖς πᾶσι δυνάμει κοινὸν, καὶ οὐχ ἑνὸς ἴδιον τοῦ Υἱοῦ· ἀλλὰ τοῦτο ἄτοπον· μόνῳ γὰρ ἁρμόσει τῷ Υἱῷ τὸ καλεῖσθαί τε καὶ εἶναι φῶς τοῦ Θεοῦ καὶ Πατρός. οὐκ ἄρα ἐστὶ γενητὸς, ἀλλὰ φῶς, ὡς Θεὸς ἐκ Θεοῦ φωτίζοντος δι᾽ αὐτοῦ τὰ φωτὸς δεόμενα. Ἄλλο. Εἰ φῶς κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς οὐκ ἐκ τῆς οὐσίας ἐστὶ τοῦ Πατρὸς, ἀλλ᾽ ἔξωθεν ὑπέστη κατὰ τὸν ἀπαίδευτον τῶν θεομάχων λόγον· ὁμοφυὴς ἄρα ἐστὶ τοῖς πεποιημένοις καὶ ἀδελφὸς, ἅτε δὴ τῆς θείας ἐκπίπτων οὐσίας· πῶς οὖν ἄρα φῶς μὲν αὐτὸς καλεῖται καὶ ἔστι· περὶ δὲ τοῦ ἁγίου λέγεται βαπτιστοῦ “Οὐκ ἦν ἐκεῖνος τὸ φῶς;” καίτοι δυνάμει φῶς ὁ μακάριος βαπτιστὴς, καὶ οὐ μόνος αὐτὸς, εἴπερ ὅλως ἐνεχώρει γενητὸν ὄντα τὸν Υἱὸν φῶς εἶναι δύνασθαι κατὰ φύσιν.

τὸ γὰρ ἐν τῇ φύσει κείμενον ἅπαξ, κοινὸν δήπου παντί τῳ γένοιτ᾽ ἂν τῷ ταύτης μετεσχηκότι, κατά γε τὸν τῆς ἀκολουθίας λόγον. ἀλλὰ μὴν Ἰωάννης οὐ φῶς, φῶς δὲ ὁ Υἱός· ὡς ἕτερος ἄρα κατὰ φύσιν, καὶ οὐχὶ τοῖς γεγονόσιν ὁμοφυής. Ἄλλο ἐκ τοῦ αὐτοῦ. Εἰ φῶς κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς γενητός ἐστι καὶ πεποιημένος, ἅτε δὴ τὸ ἐκ τῆς οὐσίας εἶναι τοῦ Θεοῦ καὶ Πατρὸς οὐκ ἔχων, κατὰ τὴν τινῶν ὑπόνοιαν, ἐπιδέξεται τῶν γενητῶν ἡ φύσις τὸ εἶναί τε καὶ καλεῖσθαι φῶς· ἔσται δὲ κατὰ πάντα φῶς κατὰ τὸν ἐν δυνάμει λόγον. τὸ γὰρ ὅλως εἶναί τι πεφυκὸς εἴη δήπου πάντως ἂν, καὶ εἰ μήπω γέγονεν. ὅτε τοίνυν κοινὸν μὲν τῇ τῶν γενητῶν φύσει τὸ εἶναι φῶς, ἴδιον δὲ καὶ μόνως οὐδενὸς, τί μάτην ἐφ᾽ ἑαυτῷ κομπάζει λέγων ὁ Υἱός Ἐγώ εἰμι τὸ φῶς· χρῆν γὰρ δήπου μᾶλλον εἰπεῖν Ἐγώ εἰμι μεθ᾽ ὑμῶν τὸ φῶς· ἐπειδὴ δὲ ὡς ἴδιον ἀγαθὸν ἑαυτῷ περιτίθησι μόνῳ τῶν ἄλλων οὐδένα προσλαβὼν, δῆλος ἂν εἴη λοιπὸν, οὐ τοῖς γενητοῖς ἑαυτὸν, ἀλλὰ τῇ θείᾳ τοῦ Πατρὸς συντάττων οὐσίᾳ, ᾗ καὶ τὸ εἶναι φῶς πρόσεστι φυσικῶς. Ἄλλο.

Τὸ φωτὸς μετέχον οὐκ αὐτοκυρίως ἐστὶ τὸ φῶς, ἕτερον γάρ τι ὑπάρχον ἐν ἑτέρῳ φαίνεται· εἰ τοίνυν μεθεκτὸς ὁ Υἱὸς τοῖς γενητοῖς ὡς φῶς, ἕτερος ἂν εἴη παρὰ τὰ μετέχοντα αὐτοῦ καὶ φωτὸς δεόμενα· οὐκοῦν οὐ γενητὸς, οὐδ᾽ ὥσπερ τὰ γενητὰ φωτίζεσθαι παρ᾽ ἑτέρου ζητῶν· Θεὸς δὲ ἄρα λοιπὸν καὶ φωτίζειν δυνάμενος· εἰ δὲ τοῦτο, καὶ τῆς τοῦ Πατρὸς οὐσίας ἐκπεφυκὼς νοηθήσεται, εἴπερ ἕνα προσκυνοῦμεν Θεὸν, καὶ οὐχ ἑτέρῳ τινὶ παρὰ τὸν ὄντα λατρεύομεν. Ἄλλο. Τὴν τῶν ὄντων ἀκριβῶς ἐξετάζοντες φύσιν, Θεὸν ὁρῶμεν καὶ κτίσιν, καὶ ἕτερον ἐπὶ τούτοις οὐδέν· ὃ γὰρ ἂν ἐκπέσῃ τοῦ εἶναι Θεὸς κατὰ φύσιν, τοῦτο πάντως ἐστὶ γενητὸν, καὶ ὅπερ ἂν τὸν τοῦ πεποιῆσθαι διαφεύγῃ λόγον, τοῦτο καὶ εἴσω πάντως ἐστὶ τῶν τῆς Θεότητος ὅρων. ὅτε τοίνυν ἄριστά πως τὰ τοιαῦτα διεσκέμμεθα, λεγόντων ἡμῖν οἱ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἐξωθοῦντες τὸν Υἱὸν, πῶς ἂν δύναιτο φωτίζειν ὡς φῶς, ἴδιον ἐχούσης αὐτὸ τῆς θείας φύσεως, ἑτέρῳ δὲ παραχωρούσης οὐδενί. εἰ δὲ γενητὸς ὑπάρχων ὁ Υἱὸς, καὶ φῶς εἶναι δύναται, φθάσει δὲ πάντως ἐπὶ πάντα τὰ γενητὰ τοῦ πλεονεκτήματος ἡ χάρις, ἔσται δὲ πάντα φῶς κατὰ φύσιν. τίς οὖν αὐτοῖς ἔτι χρεία τῆς τοῦ Υἱοῦ μετοχῆς, ἢ τί τὸ πλέον ἐντεῦθεν εὑρήσουσι, κατὰ φύσιν ἔχοντα καὶ αὐτὰ τὸ εἶναι τὸ φῶς, ὥσπερ οὖν ἀμέλει καὶ ὁ Υἱὸς εἶναι ἐν ἑαυτοῖς;

ἀλλὰ χρῄζει τοῦ φωτίζοντος ἡ κτίσις, οἴκοθεν οὐκ ἔχουσα τοῦτο. Θεὸς ἄρα κατὰ φύσιν ὁ Υἱὸς, καὶ διὰ τοῦτο φῶς, ὡς τὰ φωτὸς δεόμενα φωτίζειν δυνάμενος. Ἄλλο. Φῶς κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, ἢ ἕτερός ἐστι παρὰ τὴν κτίσιν, δῆλον δὲ ὅτι κατὰ τὸν τοῦ πῶς εἶναι λόγον, ἢ ὁμοφυὴς αὐτῇ. εἰ μὲν οὖν ὁμογενής ἐστι καὶ ὁμοούσιος, μάτην, ὡς ἔοικεν, ἡμῖν ἐπεφοίτησε λέγων “Ἐγὼ ”φῶς εἰς τὸν κόσμον ἐλήλυθα·” ἔχει γὰρ ἡ κτίσις οἴκοθεν τὸ φῶς εἶναι καὶ αὐτή· φῶς δὲ φωτὸς ἀμέτοχον, ἵνα νοῆται φῶς· εἰ δὲ οὐκ ἔστιν ὁμοφυὴς, δεῖται δὲ φωτὸς ἡ κτίσις ἀκούσασα “Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες,” ἀναγκαίως ἤδη τὸ εἶναι γενητὸς ὁ Υἱὸς διαφεύξεται, συνεξέλκων ἑαυτῷ τῆς κτίσεως τὸ ἴδιον ἀγαθόν· οὐ γὰρ ἡ κτίσις ἔσται κατὰ φύσιν τὸ φῶς, φωτὸς δὲ μᾶλλον δεομένη καὶ μέτοχος. Ἄλλο. Εἰ οὐδὲν ἑαυτοῦ μέτοχον, μετέχει δὲ ἡ κτίσις ὡς φωτὸς τοῦ Υἱοῦ· οὐκ ἄρα κτίσις αὐτὸς, ἀλλ᾽ οὐδὲ ἡ κτίσις τὸ φῶς, ὅπερ ἐστὶν ὁ Υἱός. Ἄλλο. Εἰ τὸ φωτίζειν ἕτερον, ἕτερον δέ ἐστι τὸ φωτίζεσθαι, ὡς ἐνέργεια καὶ πάθος, καὶ φωτίζει μὲν ὁ Υἱὸς, φωτίζεται δὲ ἡ κτίσις· οὐκ ἄρα ταὐτὸν Υἱὸς καὶ κτίσις, ἐπεὶ μηδὲ τὸ ἐνεργοῦν τῷ ἐνεργουμένῳ. <Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.> Ἀναγκαίως ἡμῖν ὁ σοφώτατος Εὐαγγελιστὴς, τὴν ἐν τοῖς προλαβοῦσι θεωρίαν ἐκπλατύνειν καὶ διὰ τῶν προκειμένων ἐπείγεται.

οὐ γὰρ δήπου τοῖς ἀκροωμένοις ἀποχρήσειν ἐνόμιζεν εἰς τὸ δύνασθαι νοεῖν ἀπλανῶς περὶ τοῦ Θεοῦ Λόγου, ὅτιπερ ὄντως ἐστὶ τὸ φῶς τῶν ἀνθρώπων αὐτὸς, διὰ τοῦ φάναι μόνον “Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀν- ”θρώπων·” ἦν γὰρ δὴ καὶ εἰκὸς, ἀναδειχθήσεσθαί τινας ἀβασανίστως τῶν λαλουμένων ἀκούοντας· καὶ δὴ καὶ πρεσβεύειν ἢ καὶ ἑτέρους διδάσκειν ἐπιχειρεῖν, ὅτι φῶς μέν ἐστιν ὄντως ὁ τοῦ Θεοῦ Λόγος, πλὴν οὐ πᾶσι φωτὸς χορηγὸς, ἀλλ᾽ οἷς ἂν αὐτὸς βούληται τὸ τῆς συνέσεως ἐνίησι φῶς, δοκιμάζων τὸν ὀφείλοντα λαβεῖν καὶ τῆς οὕτω λαμπρᾶς ἄξιον ὄντα δωρεᾶς· ἡ δέ γε τῶν ἄλλων λογικῶν κτισμάτων φύσις, ἢ ἐξ οἰκείων ὥσπερ σπερμάτων, τὴν ἐπὶ τῷ δύνασθαι φρονεῖν ἐρανίζεται δύναμιν, ἢ ἐντίθησιν αὐτῇ νοῦν καὶ σύνεσιν ὁ Θεὸς καὶ Πατὴρ, ὡς οὐκ ἐξισχύοντος τοῦτο δρᾶν τοῦ Υἱοῦ. ἵνα τοίνυν φαίνηται σαφῶς αὐτὸς ὁ Θεὸς Λόγος, ὃς ἦν ἐν Θεῷ καὶ Πατρὶ, καὶ ζωὴ καὶ φῶς, οὐ τινῶν μὲν ὢν ἀνὰ μέρος, ἑτέρων δὲ οὐκέτι, ἀλλὰ κατά τινα μετουσίας ἄῤῥητον τρόπον, ὡς σοφία καὶ σύνεσις· ὅπερ ἐστὶν ἐν τοῖς λογικοῖς τὸ καλούμενον φῶς· ἑαυτὸν ὅλοις τοῖς οὖσι καταμιγνὺς, ἵνα λογικεύηται τὰ λογικὰ, καὶ φρόνησιν ἔχῃ τὰ φρονήσεως δεκτικὰ, οὐκ ἂν ἑτέρως εἶναι τοῦτο δυνηθέντα ποτὲ, ἀναγκαίως φησὶν ὅτι Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.

μόνον γὰρ οὐχὶ τοιοῦτόν τι τοῖς ἀκροωμένοις ἐκ πολλῆς ἀκριβείας ἀναβοᾷ Ἔφην, ὦ οὗτοι, καίτοι σφόδρα διδάσκων τὰ ἀληθῆ, τὴν ζωὴν εἶναι τῶν ἀνθρώπων τὸ φῶς, οὐχ ἵνα νοῇ τις ἔν γε τοῖς παροῦσι μάλιστα λόγοις, ἐξ ἑτέρου πολιτείας κομίζεσθαι γέρας τὸν παρ᾽ αὐτοῦ φωτισμὸν, τοὺς ὅσοιπερ ἂν φαίνοντ᾽ ἂν δίκαιοί τε καὶ ἀγαθοί· ἀλλ᾽ ἵνα μανθάνητε πάλιν, ὅτιπερ ὃν τρόπον ἐστὶν ἐν πᾶσι τοῖς γεγονόσιν ὁ Λόγος ζωὴ, ζωογονῶν δηλονότι τὰ ζωῆς δεκτικά· οὕτως ἐστὶν ἐν αὐτοῖς καὶ φῶς, τὰ συνέσεώς τε καὶ φρονήσεως δεκτικὰ, τοῦτο δεικνύων ὅπερ εἰσί· πάντα γὰρ ἐν πᾶσίν ἐστιν ὁ Θεὸς καὶ Πατὴρ δι᾽ Υἱοῦ ἐν Πνεύματι.

Σκοτίαν δὲ ὀνομάζει τὴν τοῦ φωτίζεσθαι δεομένην φύσιν, τουτέστι, καθόλου τὴν γενητήν. ἐπειδὴ γὰρ αὐτὸν ὠνόμασε τὸ φῶς, ἑτέραν οὖσαν ἐπιδεικνύων τὴν ἐπιδεᾶ καὶ ἀμέτοχον αὐτοῦ κτίσιν λογικὴν, εἰς τὸ ἐναντίον περιτρέπει τοῦ σημαινομένου τὴν δύναμιν, οὐκ ἀπὸ σκοποῦ, κατά γε τὸν ἡμέτερον νοῦν, καὶ τοῦτο ποιῶν, ἀλλ᾽ ἐκεῖνο δὴ πάντως καθ᾽ ἑαυτὸν ἐννοήσας, ὅτι τῶν γενητῶν ἡ φύσις, οὐδὲν ὅλως ἐξ ἑαυτῆς πηγάζουσα, σύμπαν δὲ τὸ εἶναι καὶ τὸ εὖ εἶναι τοιῶσδε τυχὸν δεχομένη παρὰ τοῦ Δημιουργοῦ, δικαίως ἀκούει “Τί ”γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;” ἐπειδὴ δὲ πρὸς τοῖς ἄλλοις, καὶ αὐτὸ θεόσδοτον ἔχει τὸ φῶς, οὐκ ἔχουσα δηλονότι λαμβάνει· τὸ δὲ φῶς οὐκ ἔχον ἐξ ἑαυτοῦ, πῶς οὐκ ἂν εἴη τὸ ἐναντίον; ἢ πῶς οὐκ ἂν λέγοιτο σκοτία; πιθανὴ γὰρ, μᾶλλον δὲ ἤδη καὶ ἀναγκαιοτάτη λίαν, ἀπόδειξις, τοῦ τὴν μὲν κτίσιν εἶναι σκοτίαν, φῶς δὲ πάλιν τὸν τοῦ Θεοῦ Λόγον, τὸ φαίνειν ἐν τῇ σκοτίᾳ τὸ φῶς. εἰ γὰρ δέχεται τῶν γενητῶν ἡ φύσις τὸν τοῦ Θεοῦ Λόγον κατὰ μετουσίαν, ὡς φῶς, ἢ ὡς ἐκ φωτός· αὕτη μὲν ὡς σκοτία δηλονότι λαμβάνει, φαίνει δὲ ἐν αὐτῇ, καθάπερ ἐν σκοτίᾳ τὸ φῶς, ὁ Υἱὸς, εἰ καὶ οὐκ οἶδε πάντως ἡ σκοτία τὸ φῶς· τοῦτο γὰρ οἶμαι σημαίνει τό Ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.

ἅπασι μὲν γὰρ ὁ τοῦ Θεοῦ Λόγος ἐκλάμπει τοῖς ἐλλάμψεως δεκτικοῖς, καὶ φωτίζει καθόλου τὰ φύσιν ἔχοντα τοῦ φωτίζεσθαι δεκτικήν· ἀγνοεῖται δὲ ὑπὸ τῆς σκοτίας· ἡ γὰρ ἐπὶ γῆς τυγχάνουσα λογικὴ φύσις, τουτέστιν ὁ ἄνθρωπος, ἐλάτρευσέ ποτε τῇ κτίσει παρὰ τὸν κτίσαντα· οὐ κατέλαβε τὸ φῶς· οὐ γὰρ ἔγνω τὸν Δημιουργὸν, τὴν πηγὴν τῆς σοφίας, τῆς συνέσεως τὴν ἀρχὴν, τὴν τῆς φρονήσεως ῥίζαν. ἔχει δ᾽ οὖν ὅμως ἐκ φιλανθρωπίας τὸ φῶς, καὶ συγκαταβεβλημένην ὥσπερ ἐπάγεται τὴν τοῦ φρονεῖν δύναμιν ταῖς εἰς τὸ εἶναι παρόδοις συντρέχουσαν τὰ γενητά.

Σημειωτέον δὲ πάλιν ἐν τούτοις, ὅτι λόγος οὐδεὶς ἐπιτρέψει γενητὸν εἶναι νοεῖν ἢ πεποιημένον ὑπάρχειν οἴεσθαι τὸν Υἱὸν τοῦ Θεοῦ, ἀλλ᾽ ἀνεστηκότα πάντη τῶν καθ᾽ ἡμᾶς, καὶ τὴν τῶν κτισμάτων ἀναβαίνοντα φύσιν, ἕτερόν τε παντελῶς, ἢ ὅπερ εἰσὶν αὐτὰ, καὶ πολὺ διεστηκότα κατὰ τὴν τῆς οὐσίας ποιότητα, ὥσπερ οὖν ἀμέλει τὸ φῶς πρὸς τὴν σκοτίαν ἐστὶν οὐ ταὐτὸν, ἀλλ᾽ ἤδη καὶ ἐναντίον καὶ ἀσυγκρίτοις ταῖς διαφοραῖς εἰς ἀλλοτριότητα φυσικὴν χωριζόμενον. ἀποχρώντως δὲ ἤδη τὸν περὶ τούτου διαλαβόντες λόγον ἐν τοῖς προεξητασμένοις, τὰ λοιπὰ τῶν ἐφεξῆς προσθήσομεν. <Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης, οὗτος ἦλθεν εἰς μαρτυρίαν ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.> Πολλὰ προεξηγησάμενος περὶ τοῦ Θεοῦ Λόγου, καὶ δι᾽ ὧν ἂν φαίνοιτο κατὰ φύσιν ὑπάρχων Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς ἀκριβέστατα διειπὼν, τὴν ἐκ τῶν ἀκροωμένων πίστιν τοῖς εἰρημένοις ἐκπραγματεύεται· ἐπειδὴ δὲ κατὰ τὸ εἰρημένον διὰ Μωυσέως ὑπὸ τοῦ Θεοῦ “Ἐπὶ στόματος δύο καὶ ”τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα·” συνάγει φρονίμως ἐφ᾽ ἑαυτῷ τὸν μακάριον βαπτιστὴν, καὶ ἀξιολογώτατον ὄντως συνεισφέρει τὸν μάρτυρα. οὐ γὰρ ᾤετο δεῖν, εἰ καὶ λίαν ὑπάρχοι σεμνὸς, τὴν ὑπὲρ νόμον ἀπαιτῆσαι πίστιν τοὺς ἐντευξομένους τῇ περὶ τοῦ Σωτῆρος ἡμῶν συγγραφῇ, καὶ μόνῳ πιστεύειν αὐτῷ τὰ ὑπὲρ νοῦν καὶ φρόνησιν ἐξηγουμένῳ τὴν καθ᾽ ἡμᾶς.

οὐκοῦν μαρτυρεῖ μὲν αὐτὸς ὁ μακάριος Εὐαγγελιστὴς, ὅτιπερ “Ἦν ὁ Λόγος ἐν ἀρχῇ, καὶ Θεὸς ἦν ”ὁ Λόγος, καὶ ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν,” καὶ ὅτι “πάντα ”δι᾽ αὐτοῦ ἐγένετο,” καὶ ἦν ἐν τοῖς γενομένοις, ὡς ζωὴ, καὶ ὅτι “τὸ φῶς τῶν ἀνθρώπων ἦν ἡ ζωὴ,” ἵνα διὰ τούτων ἁπάντων Θεὸν ὄντα κατὰ φύσιν ἀποδείξῃ τὸν Υἱόν. ἐπιμαρτυρεῖ δὲ αὐτῷ καὶ ὁ θεσπέσιος βαπτιστής “Ἑτοιμάσατε τὴν ”ὁδὸν τοῦ Κυρίου, βοῶν, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ “Θεοῦ ἡμῶν.” εἶναι γὰρ δὴ πάντως ἐρεῖ τις Θεὸν ἀληθινὸν, τὸν ᾧ κατὰ φύσιν ἐνυπάρχει τὸ τῆς κυριότητος ἀξίωμα, καὶ οὐκ ἐν ἑτέρῳ φαίνοιτο προσὸν κυρίως τε καὶ ἀληθῶς, ἐπείπερ “Εἷς μὲν ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ, εἷς δὲ Κύριος Ἰησοῦς ”Χριστὸς” κατὰ τὴν Παύλου φωνήν· καὶ εἰ θεοὶ κατὰ χάριν καὶ κύριοι καλοῦνται πολλοὶ ἔν τε τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ἀλλ᾽ εἷς μετὰ τοῦ Πατρὸς Θεὸς ἀληθινὸς ὁ Υἱός. οὐκοῦν, ἀξιολογωτάτη μὲν τῶν ἁγίων μαρτύρων ἡ ξυνωρὶς, πίστις δὲ λοιπὸν οὐδαμόθεν κατηγορουμένη τοῖς λεγομένοις ὀφείλεται, καὶ τὸ ἐκ νόμου λαβοῦσα πλήρωμα, καὶ τῇ τῶν προσώπων περιφανείᾳ βεβαιουμένη. τὸ μὲν οὖν περὶ ἑαυτοῦ τι φάναι τὸν μακάριον Εὐαγγελιστὴν, καὶ τῶν ἰδίων ἐγκωμίων ἐφάψασθαι, φορτικὸν ἦν ὄντως καὶ ἄλλως ἀπαίδευτον· ἢ γὰρ ἂν ἤκουσε δικαίως “Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς, ἡ ”μαρτυρία σου οὐκ ἔστιν ἀληθής.”

διά τοι τοῦτο τοῖς εἰδόσιν αὐτὸν τὰ καθ᾽ ἑαυτὸν ἐννοεῖν ἐπιτρέπει, ἐπὶ δὲ τὸν ὁμώνυμον ἔρχεται, καλῶς γε σφόδρα καὶ τοῦτο ποιῶν, καὶ ἀπεστάλθαι φησὶν αὐτὸν παρὰ Θεοῦ. ἔδει γὰρ οὐκ αὐτόμολον, οὐδὲ αὐτοκλήτῳ σπουδῇ, πρὸς τὴν ὑπὲρ τοῦ Σωτῆρος ἡμῶν ἰόντα μαρτυρίαν δεικνύειν τὸν ἅγιον βαπτιστὴν, ἀλλὰ τοῖς ἄνωθεν διατεταγμένοις ὑπείκοντα, καὶ τοῖς θείοις τοῦ Πατρὸς ὑπηρετοῦντα θελήμασι. διὰ τοῦτό φησιν Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης.

Ἐπιτηρητέον δὲ ὅπως ἀσφαλῆ τε καὶ πρέποντα τὸν περὶ ἑκάστου λόγον ἐποιήσατο, καὶ τῇ τῶν σημαινομένων φύσει κατάλληλον. ἐπὶ μὲν γὰρ τοῦ Θεοῦ Λόγου, τὸ ἦν ἀκολούθως εἰσφέρεται πανταχῆ τὴν ἀϊδιότητα σημαῖνον αὐτοῦ, καὶ τὸ πάσης ἀρχῆς τῆς ἐν χρόνῳ πρεσβύτερον, καὶ τὸ πεποιῆσθαι νομίζειν αὐτὸν ἀναιροῦν. τὸ γὰρ ὂν ἀεὶ πῶς ἂν νοοῖτο καὶ γενητόν; ἐπὶ δὲ τοῦ μακαρίου βαπτιστοῦ, πρεπόντως φησὶ τό Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὡς ἐπ᾽ ἀνθρώπου γενητὴν ἔχοντος τὴν φύσιν. δοκεῖ δέ μοι καὶ λίαν ἠσφαλισμένως ἐν τούτοις ὁ Εὐαγγελιστὴς οὐχ ἁπλῶς ὅτι γέγονεν εἰπεῖν, ἀλλὰ διὰ τοῦ προσθεῖναι καὶ ἄνθρωπος, ἀβουλοτάτην τινῶν ἀνατρέπειν ὑπόνοιαν. ἤδη γάρ τις παρὰ πολλοῖς περιηνέχθη λόγος, οὐκ ἄνθρωπον ὄντως ὑπάρχειν τῇ φύσει τὸν ἅγιον βαπτιστὴν διαθρυλλῶν, ἀλλ᾽ ἕνα τῶν ὄντων ἐν τοῖς οὐρανοῖς ἁγίων ἀγγέλων, ἀνθρωπίνῳ χρησάμενον σώματι, καὶ πρὸς τὸ κηρύττειν ἀπεσταλμένον παρὰ Θεοῦ. ἐξηύρηται δὲ πάλιν αὐτοῖς τῆς ὑπονοίας τῆς ἐπὶ τούτῳ πρόφασις, τὸ εἰρῆσθαι παρὰ Θεοῦ “Ἰδοὺ ἐγὼ ἀποστέλλω ”τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν “ὁδόν σου ἔμπροσθέν σου.”

ἀποσφάλλονται δὲ τῆς ἀληθείας οἱ τῇδε δοξάζοντες, οὐ νοοῦντες, ὅτι τό Ἄγγελος ὄνομα λειτουργίας μᾶλλόν ἐστιν, ἤπερ οὐσίας σημαντικὸν, ὥσπερ οὖν ἀμέλει καὶ ἐν τοῖς κατὰ τὸν μακάριον Ἰὼβ ἄλλος ἐπ᾽ ἄλλῳ τρέχουσιν ἄγγελοι τὰ πολύτροπα κηρύττοντες πάθη, καὶ ταῖς ἀνηκέστοις ἐκείναις διακονούμενοι συμφοραῖς. ὁρίζει δέ τι τοιοῦτον καὶ ἐπὶ τῶν ἁγίων ἀγγέλων καὶ αὐτὸς ἡμῖν ὁ σοφώτατος Παῦλος ἐπιστέλλων ὡδί “Οὐχὶ πάντες εἰσὶ ”λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ “τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;” οὐκοῦν ἄγγελος ὁ μακάριος βαπτιστὴς Ἰωάννης διὰ τῆς τοῦ Δεσπότου κατωνόμασται φωνῆς, οὐκ αὐτὸ κατὰ φύσιν ἄγγελος ὢν, ἀλλ᾽ ὡς εἰς τὸ ἀγγέλλειν ἀπεσταλμένος, καὶ Τὴν ὁδὸν τοῦ Κυρίου ἑτοιμάσατε βοῶν. χρησίμως δὲ λίαν καὶ παρὰ Θεοῦ τὸν ἄγγελον ἀπεστάλθαι διισχυρίσατο, βεβαιοτάτην αὐτοῦ τὴν μαρτυρίαν ἀποδεικνύων. οὐδὲ γὰρ ἂν ὁ παρὰ Θεοῦ πρὸς τὸ κηρύττειν ἀπεσταλμένος, ἕτερόν τι παρεφθέγξατο διδάσκων, ὃ μὴ πάντως ἦν κατὰ βούλησιν τοῦ τὴν ἀποστολὴν ἐπιθέντος αὐτῷ.

οὐκοῦν ἀληθὴς ὁ μάρτυς θεοδίδακτος ὤν· τοῦτο γὰρ οἶμαι σημαίνειν τό Ἀπεσταλμένος παρὰ Θεοῦ· ἐπεὶ καὶ Παῦλος ἡμῖν ὁ σοφώτατος ἀπεστάλθαι λέγων διὰ Ἰησοῦ Χριστοῦ, τοῦ μυστηρίου τὴν δύναμιν οὐ παρ᾽ ἑτέρου τινὸς ἐκμαθεῖν, ἀλλὰ “δι᾽ ἀποκαλύψεως” τοῦ πεπομφότος, διεβεβαιώσατο, συνημμένως ἡμῖν ὥσπερ καὶ ἀδιαστάτως, ἐν τῷ ἀπεστάλθαι λέγειν διὰ Ἰησοῦ Χριστοῦ, τὴν ἀποκάλυψιν ὑπεμφαίνων. οὐκοῦν ἐν τῷ ἀπεστάλθαι παρὰ Θεοῦ, τὸ θεοδίδακτον εἶναι πάντως ἀκολουθεῖ. τὸ δὲ ἀψευδεῖν ὅτι λίαν ἐσπούδασται τοῖς τῆς ἀληθείας λειτουργοῖς, οὐκ ἀμφίλογον.

Ἦν δὲ καὶ ὄνομα, φησὶ, τῷ ἀνθρώπῳ Ἰωάννης. ἔδει γνωρίζεσθαι τὸν ἀπεσταλμένον, καὶ τῇ τοῦ ὀνόματος σημασίᾳ, πολλὴν, ὡς οἶμαι, τῷ λόγῳ τὴν ἀξιοπιστίαν εἰσφέροντος· ἄγγελος γάρ· Γαβριὴλ δὲ οὗτος “ὁ παρεστηκὼς ”ἐνώπιον τοῦ Θεοῦ,” καθά φησιν αὐτός· ὅτε τῷ Ζαχαρίᾳ τὴν γέννησιν αὐτοῦ τὴν ἐκ τῆς Ἐλισάβετ εὐηγγελίσατο, πρὸς οἷς εὑρίσκεται λέγων, καὶ τοῦτο προστέθεικεν, ὅτι καὶ Ἰωάννης ἔσται τὸ ὄνομα αὐτοῦ. δῆλον δὲ δήπου, καὶ πᾶσιν ὁμολογούμενον, ὡς ἄρα κατὰ τὴν θείαν βούλησίν τε καὶ πρόσταξιν οὕτω παρὰ τοῦ ἀγγέλου κατωνομάζετο. εἶτα πῶς οὐκ ἂν νοηθείη λοιπὸν παντὸς ἐπαίνου κρείττων ἅμα καὶ ἀξιολογώτερος ὁ τοσαύτῃ παρὰ Θεοῦ κατεστεμμένος τιμῇ; διὸ δὴ καὶ ἡ τοῦ ὀνόματος μνήμη χρησίμως τε καὶ ἀναγκαίως παραλαμβάνεται. ἐπειδὴ δὲ προστέθεικεν ὁ Εὐαγγελιστὴς εἰς μαρτυρίαν ἀπεστάλθαι παρὰ Θεοῦ τὸν ἅγιον βαπτιστὴν, ἵνα πάντες πιστεύσωσι δι᾽ αὐτοῦ, πάλιν ἐκεῖνο ἐροῦμεν, ὅταν ἡμῖν οἱ δι᾽ ἐναντίας ἀντιπίπτωσι λέγοντες Διατί μὴ πάντες τῷ θεόθεν ἀπεσταλμένῳ πεπιστεύκασι; πῶς δὲ ἠτόνησεν εἰς τὸ πεῖσαί τινας ὁ πρὸς τοῦτο διὰ τῆς ἄνωθεν ψήφου προκεχειρισμένος;

Οὐ τῆς Ἰωάννου ῥᾳθυμίας, ὦ οὗτοι, δίκαιον ἡμᾶς ἐν τούτοις κατηγορεῖν, ἀλλὰ τῆς τῶν ἀπειθούντων δυστροπίας καταβοᾶν. ὅσον μὲν γὰρ εἰς τὸν τοῦ προκηρύττοντος σκοπὸν, καὶ τὸν τῆς ἀποστολῆς τῆς ἄνωθεν τρόπον, οὐδεὶς ἂν ηὑρέθη τῆς διδασκαλίας ἀμέτοχος, οὐδ᾽ ἂν ἔμεινεν ἀπειθής· ἐπειδὴ δὲ διάφορος ἐν τοῖς ἀκροωμένοις ἡ γνώμη, καὶ τῆς οἰκείας προαιρέσεως ἕκαστος ἔχει τὴν ἐξουσίαν, ἀπεσφάλησάν τινες τοῦ συμφέροντος οὐ παραδεξάμενοι τὴν πίστιν. διὸ αὐτοῖς ῥητέον δηλονότι κατὰ τὸ ἐν τῷ προφήτῃ κείμενον “Ὁ ἀκούων ἀκουέτω, καὶ ὁ ἀπειθῶν ἀπειθείτω.” <Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.> Ἔμφασιν ἀρετῆς καὶ τῆς τοῦ προσώπου περιφανείας ὠδίνει τό Οὗτος. ὁ γὰρ ἐκ Θεοῦ, φησὶν, ἀπεσταλμένος, ὁ πᾶσαν εἰκότως καταπλήξας τὴν Ἰουδαίαν, τῇ τε τοῦ βίου σεμνότητι καὶ ταῖς εἰς ἄσκησιν ὑπερβολαῖς, ὁ διὰ φωνῆς ἁγίων προκηρυττόμενος προφητῶν· καὶ παρὰ μὲν τῷ Ἡσαΐᾳ “Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ·” παρὰ δὲ τῷ μακαρίῳ Δαυεὶδ λύχνος Χριστῷ προητοιμασμένος ὀνομασθείς· οὗτος ἦλθεν εἰς μαρτυρίαν ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός· καὶ φῶς μὲν ἐν τούτῳ τὸν Θεὸν Λόγον ἀποκαλεῖ, ἕνα δὲ ὄντα δεικνύει, καὶ αὐτὸ δὴ τοῦτο κυρίως ὑπάρχοντα φῶς, μεθ᾽ οὗ κατὰ φύσιν ἕτερον οὐδὲν, τὴν τοῦ δύνασθαι φωτίζειν ἐνέργειαν ἔχον, καὶ φωτὸς οὐ δεηθέν.

οὐκοῦν ἔκφυλός τε καὶ, ἵν᾽ οὕτως εἴπωμεν, ἑτεροφυὴς ὡς πρὸς τὴν κτίσιν ὁ τοῦ Θεοῦ Λόγος, εἴπερ ὄντως τε καὶ ἀληθῶς αὐτὸς μέν ἐστι κυρίως τὸ φῶς, φωτὸς δὲ ἡ κτίσις μέτοχος. ὁ δὲ τοῖς πεποιημένοις ἀσύντακτος ἤδη, καὶ ἑτεροφυὴς διὰ τοῦτο νοούμενος, πῶς ἂν εἴη γενητὸς, μᾶλλον δὲ πῶς οὐκ ἂν εἴη λοιπὸν εἴσω τῶν τῆς θεότητος ὅρων, καὶ τῆς τοῦ τεκόντος εὐφυΐας ἀνάπλεως; <Οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾽ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.> Τὰς ἐν τῇ ἐρήμῳ διατριβὰς τῶν ἐν πόλεσιν ἐνδιαιτημάτων προτιμήσας ὁ βαπτιστὴς, καὶ ξένην ἐν ἀσκήσει τὴν καρτερίαν ἐπιδειξάμενος, καὶ εἰς αὐτὸ τῆς ἐν ἀνθρώποις δικαιοσύνης τὸ ἀκρότατον ἀναδραμὼν, καὶ μάλα δικαίως ἀπεθαυμάζετο, καὶ δὴ καὶ ὑπείληπτο παρά τισιν εἶναι Χριστὸς αὐτός. καὶ γοῦν οἱ τῶν Ἰουδαϊκῶν ἡγούμενοι ταγμάτων διὰ τῶν προσόντων αὐτῷ κατὰ ἀρετὴν πλεονεκτημάτων εἰς τοιαύτην ἐνεχθέντες ὑπόνοιαν, ἀποστέλλουσί τινας πρὸς αὐτὸν ἀναπυθέσθαι προστάξαντες, εἰ αὐτός ἐστιν ὁ Χριστός. οὐκ ἀγνοήσας τοίνυν ὁ μακάριος Εὐαγγελιστὴς τὰ παρὰ πολλοῖς διατεθρυλλημένα περὶ αὐτοῦ, τίθησιν ἀναγκαίως τό Οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἵνα καὶ πλάνην ἀποῤῥιζώσῃ τὴν ἐπὶ τούτῳ, καὶ πάλιν ἀξιοπιστίαν ἐπισωρεύσῃ τινὰ τῷ πρὸς μαρτυρίαν ἀπεσταλμένῳ παρὰ Θεοῦ.

πῶς γὰρ οὐ λίαν ὑπερφερὴς, πῶς δὲ οὐχὶ κατὰ πάντα τρόπον ἀξιοθαύμαστος, ὁ μεγάλην οὕτω κατημφιεσμένος ἀρετὴν, καὶ διαπρεπὴς εἰς δικαιοσύνην, ὡς αὐτὸν ἀπομιμήσασθαι τὸν Χριστὸν, διά τε τὸ ἐξαίρετον τῆς εὐλαβείας κάλλος, αὐτὸ δὴ λοιπὸν ὑπάρχειν ὑπονοεῖσθαι τὸ φῶς; οὐκ ἦν οὖν φησιν ἐκεῖνος τὸ φῶς ἀλλ᾽ εἰς μαρτυρίαν τὴν περὶ τοῦ φωτὸς ἀπεσταλμένος. τὸ φῶς δὲ λέγων, μετὰ τῆς τοῦ ἄρθρου προσθήκης, ἓν αὐτὸ δεικνύει σαφῶς· ἔχει γὰρ οὕτω κατὰ ἀλήθειαν. ὅτι μὲν γὰρ φῶς ἂν καλοῖτο δικαίως καὶ ὁ μακάριος βαπτιστὴς, ἢ καὶ ἕκαστος τῶν ἄλλων ἁγίων, οὐκ ἀρνησόμεθα, διὰ τὸ ἐπ᾽ αὐτοῖς παρὰ τοῦ Σωτῆρος ἡμῶν εἰρημένον “Ὑμεῖς ἐστε τὸ φῶς τοῦ ”κόσμου.” εἴρηται δὲ πάλιν περὶ τοῦ ἁγίου Βαπτιστοῦ “Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου.” καὶ “Ἐκεῖνος ἦν ὁ ”λύχνος ὁ καιόμενος καὶ φαίνων· ὑμεῖς δὲ ἠθελήσατε πρὸς “ὥραν ἀγαλλιαθῆναι ἐν τῷ φωτὶ αὐτοῦ.” ἀλλ᾽ εἰ καὶ φῶς οἱ ἅγιοι, καὶ λύχνος ὁ βαπτιστὴς, τὴν ἐπ᾽ αὐτοῖς οὐκ ἀγνοήσομεν χάριν, καὶ τὴν ἀπὸ τοῦ φωτὸς χορηγίαν. οὔτε γὰρ ἴδιον ἐν τῷ λύχνῳ τὸ φῶς, οὔτε μὴν ἐν τοῖς ἁγίοις ὁ φωτισμὸς, ἀλλὰ τῇ τῆς ἀληθείας ἐλλάμψει φαιδροὶ καὶ διαφανεῖς ἀνεδείκνυντο, καὶ “φωστῆρές εἰσιν ἐν κόσμῳ λόγον ”ζωῆς ἐπέχοντες.” καὶ τίς ἡ ζωὴ, ἧς “τὸν λόγον ἐπέχοντες” ἐχρημάτιζον φῶς, ἢ πάντως αὐτὸς ὁ Μονογενὴς, ὁ λέγων Ἐγώ εἰμι ἡ ζωή;

οὐκοῦν, ἓν μὲν ὄντως ἐστὶ τὸ κατὰ ἀλήθειαν φῶς, φωτίζον, οὐ φωτιζόμενον· τῇ δὲ τοῦ ἑνὸς μετοχῇ, πᾶν εἴ τι λέγεται φῶς, κατὰ μίμησιν τὴν ὡς πρὸς ἐκεῖνον νοηθήσεται.

ΚΕΦΑΛΗ Η. Ὅτι μόνος ὁ Υἱὸς τοῦ Θεοῦ φῶς ἐστιν ἀληθινὸν, ἡ δὲ κτίσις οὐκέτι, φωτὸς οὖσα μέτοχος, ὡς γενητή. <Ἦν τὸ φῶς τὸ ἀληθινόν.> ΕΠΕΞΕΡΓΑΖΕΤΑΙ πάλιν χρησίμως τὸ εἰρημένον ὁ θεσπέσιος Εὐαγγελιστὴς, καὶ ἀποδιορίζει σαφῶς τὸ κατὰ ἀλήθειαν φῶς, τουτέστι τὸν Μονογενῆ, τῶν μὴ οὕτως ἐχόντων, τουτέστι τῶν γενητῶν· ἀποδιίστησιν ἐναργῶς τὸ φύσει τῶν κατὰ χάριν, τῶν ἐν μεθέξει τὸ μετεχόμενον, τῶν ἐν χορηγίᾳ τὸ τοῖς δεομένοις ἑαυτὸ χορηγοῦν. καὶ εἰ φῶς ἐστιν ἀληθινὸν ὁ Υἱὸς, οὐδὲν ἄρα παρ᾽ αὐτὸν κατ᾽ ἀλήθειαν φῶς, οὐδὲ οἴκοθεν ἔχει δυνάμει τὸ εἶναι καὶ καλεῖσθαι φῶς· ἀλλ᾽ οὐδὲ φύσεως τῆς ἰδίας ἐκδώσει καρπὸν τὰ γενητὰ τὸ δηλούμενον, ὥσπερ δὲ ἐξ οὐκ ὄντων ἐστὶν, οὕτως ἐκ τοῦ μὴ εἶναι φῶς, ἐπὶ τὸ εἶναι φῶς ἀναβήσεται, τοῦ φωτὸς τοῦ ἀληθινοῦ δεξάμενα τὴν αὐγὴν, καὶ τῇ μεθέξει τῆς θείας καταλαμπρυνόμενα φύσεως, πρὸς τὴν ἐκείνης μίμησιν, χρηματιεῖ τε ἅμα καὶ ἔσται φῶς. καὶ ὁ μὲν τοῦ Θεοῦ Λόγος οὐσιωδῶς ἐστι φῶς, οὐ μεθέξει τῇ κατὰ χάριν τοῦτο ὑπάρχων, οὐδὲ συμβεβηκὸς ἔχων ἐν ἑαυτῷ τὸ ἀξίωμα, ἀλλ᾽ οὐδὲ ἐπείσακτον, ὡς χάριν, ἀλλὰ φύσεως ἀπαραποιήτου καρπὸν ἄτρεπτον καὶ ἀναλλοίωτον ἀγαθὸν, ἐκ Πατρὸς διῆκον εἰς τὸν τῆς οὐσίας αὐτοῦ κληρονόμον.

ἡ δὲ κτίσις οὐχ οὕτω φορέσει τὸ εἶναι φῶς· ὡς οὐκ ἔχουσα λαμβάνει, ὡς σκοτία φωτίζεται, ἐπίκτητον ἔχει τὴν χάριν, ἐκ φιλανθρωπίας τῆς τοῦ διδόντος τὸ ἀξίωμα. οὐκοῦν ὁ μὲν φῶς ἀληθινὸν, ἡ δὲ οὐκέτι. τοσαύτης τοιγαροῦν μεταξὺ κειμένης διαφορᾶς, καὶ οὕτω μακροῦ διατειχίζοντος λόγου τῆς κτίσεως τὸν Υἱὸν τοῦ Θεοῦ, ὅσον εἰς ταυτότητα φύσεως, πῶς οὐκ ἄν τις καὶ μάλα εἰκότως ὑπολάβοι παραληρεῖν, μᾶλλον δὲ πάσης ἔξω γενέσθαι φρενὸς ἀγαθῆς, τοὺς ὅσοιπερ ἂν γενητὸν εἶναι λέγωσιν αὐτὸν, καὶ τοῖς πεποιημένοις συντάττωσιν τὸν ἁπάντων γενεσιουργὸν, οὐχ ὁρῶντες, ὥς γε μοι φαίνεται, πρὸς ὅσην αὐτοῖς ἀσέβειαν ἀποκινδυνεύσει τὸ τόλμημα, μὴ νοοῦσι “μήτε ”ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται.”

ὅτι γὰρ τοῖς ἀκριβέστερον βασανίζειν εἰωθόσι τὴν ἐν τοῖς προκειμένοις ἀλήθειαν, οὐδαμόθεν ἡμῖν ὁ Μονογενὴς, τουτέστι, τὸ φῶς τὸ ἀληθινὸν, γενητὸς ἢ πεποιημένος, ἢ καὶ ὅλως τῇ κτίσει συμφυὴς ὑπάρχων κατά τι γοῦν ἀποδειχθήσεται, πανταχόθεν μὲν ἄν τις κατίδοι καὶ μάλα ῥᾳδίως, οὐχ ἥκιστα δὲ διὰ τῶν ἐφεξῆς ὑποτεταγμένων ἐννοιῶν, διὰ τὴν ἐν τοῖς προκειμένοις ἡμῖν θεωρίαν συνειλεγμένων. <Ἔννοιαι ἤτοι συλλογισμοὶ, δι᾽ ὧν ἔξεστι μαθεῖν, ὅτι μόνος ὁ Υἱὸς φῶς ἐστιν ἀληθινὸν, ἡ δὲ κτίσις οὐκέτι, διόπερ οὐδὲ ὁμοφυὴς αὐτῇ.> Εἰ ἀπαύγασμα τῆς δόξης τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων ὁ Υἱὸς, φῶς ἀληθινὸν διὰ τοῦτό ἐστιν, οὐκ ἔσται τῇ κτίσει ὁμοφυὴς, ἵνα μὴ καὶ ἡ κτίσις ἀπαύγασμα νοῆται τῆς δόξης τοῦ Θεοῦ καὶ Πατρὸς, ἔχουσα δυνάμει τὸ εἶναι τοῦτο κατὰ φύσιν, ὅπερ ἐστὶν ὁ Υἱός. Ἄλλο. Εἰ πᾶσα ἡ κτίσις ἀληθινὸν εἶναι δύναται φῶς, διὰ ποίαν αἰτίαν ἐπὶ μόνου τέθειται τοῦτο τοῦ Υἱοῦ; χρῆν γὰρ δήπου κατά γε τὸν τῆς ἰσότητος λόγον, καὶ τοῖς πεποιημένοις ἐπιφημίζεσθαι τὸ ἀληθινὸν εἶναι φῶς. ἀλλ᾽ οὐδενὶ μὲν ἁρμόσει τῶν γενητῶν, κατηγορεῖται δὲ μόνης τῆς οὐσίας τοῦ Υἱοῦ. κυρίως ἄρα καὶ ἀληθῶς κείσεται μὲν ἐπ᾽ αὐτοῦ, ἐπὶ δὲ τῶν ποιημάτων οὐκέτι. πῶς οὖν ἔτι τῇ κτίσει συμφυὴς, καὶ οὐχὶ μᾶλλον τῶν ὑπὲρ τὴν κτίσιν, ὡς ὑπὲρ αὐτὴν ὑπάρχων μετὰ Πατρός; Ἄλλο.

Εἰ φωτὶ τῷ κατὰ ἀλήθειαν οὐ ταὐτόν ἐστι τὸ μὴ κατὰ ἀλήθειαν φῶς· ἔχει γάρ τι τὸ ἑτεροῖον ἡ ἑκατέρου δήλωσις· φῶς δὲ ἀληθινὸν ὁ Υἱὸς κατωνόμασται, καὶ τοῦτό ἐστι κατὰ φύσιν· οὐκ ἄρα ἡ κτίσις ἀληθινὸν ἔσται φῶς. οὐκοῦν οὐδὲ ἀλλήλοις ὁμοφυῆ τὰ οὕτως ἐξηλλαγμένα. Ἄλλο. Εἰ μὴ μόνος ὁ Μονογενὴς τὸ φῶς ἐστι τὸ ἀληθινὸν, ἔχει δὲ καὶ ἡ κτίσις τὸ εἶναι φῶς ἀληθινὸν, διὰ ποίαν αἰτίαν αὐτὸς “φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν ”κόσμον;” ἐχούσης γὰρ οἴκοθεν τοῦτο καὶ τῆς γενητῆς οὐσίας, περιττὸν ἦν ἔτι τὸ φωτίζεσθαι δι᾽ Υἱοῦ· ἀλλὰ μὴν φωτίζει μὲν αὐτὸς, μέτοχοι δὲ αὐτοῦ πάντες ἡμεῖς· οὐκ ἄρα ταὐτὸν εἰς οὐσίας ποιότητα Υἱὸς καὶ κτίσις· ὥσπερ οὖν οὐδὲ τῷ μετέχοντι τὸ μετεχόμενον. Ἄλλο.

Εἰ μὴ μόνῳ πρόσεστι κατὰ φύσιν τῷ Υἱῷ τὸ ὑπάρχειν φῶς ἀληθινὸν, ἔχει δὲ αὐτὸ καὶ ἡ κτίσις, περιττὸς, ὡς οἶμαι, φανεῖται πρός τινας λέγων ὁ ψαλμῳδός “Προσ- ”έλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε·” τὸ γὰρ ὅλως κατ᾽ ἀλήθειαν φῶς, οὐκ ἂν γένοιτο μεθέξει τῇ πρὸς ἕτερόν τινα φῶς, ἀλλ᾽ οὐδὲ ἐλλάμψει τῇ παρ᾽ ἑτέρου φαιδρυνθήσεται, τελείαν δὲ μᾶλλον ἀπὸ τῆς ἰδίας φύσεως τὴν καθαρότητα χορηγηθήσεται· ἀλλ᾽ ὁρῶμεν ὅτι φωτὸς ἐπιδεὴς ὁ ἄνθρωπος, κτιστῆς ὑπάρχων φύσεως· καὶ ἀληθεύει βοῶν ὁ ψαλμῳδὸς, ὡς πρὸς τὸν τοῦ Θεοῦ Λόγον “Ὅτι σὺ φωτιεῖς λύχνον μου ”Κύριε, ὁ Θεός μου φωτιεῖς τὸ σκότος μου·” οὐκ ἄρα φῶς κατὰ ἀλήθειαν ἡμεῖς, μέτοχοι δὲ μᾶλλον τοῦ φωτίζοντος Λόγου, καὶ ἀλλότριοι κατὰ φύσιν τοῦ φωτὸς τοῦ ἀληθινοῦ, ὅπερ ἐστὶν ὁ Υἱός. Ἄλλο ἐκ τοῦ αὐτοῦ. Εἰ λύχνος ὁ ἀνθρώπινος κατωνόμασται νοῦς, κατὰ τὸ ἐν ψαλμοῖς ᾀδόμενον “Ὅτι σὺ ”φωτιεῖς λύχνον μου Κύριε,” πῶς ἐσόμεθα κατὰ ἀλήθειαν φῶς; ἐπείσακτον γὰρ καὶ δοτὸν τῷ λύχνῳ τὸ φῶς. καὶ εἰ τὸ σκότος τὸ ἐν ἡμῖν φωτίζει μόνος ὁ Μονογενὴς, πῶς οὐχὶ μᾶλλον αὐτὸς κατὰ ἀλήθειαν φῶς, ἡμεῖς δὲ οὐκέτι; εἰ δὲ τοῦτο ἀληθὲς, πῶς ἂν εἴη λοιπὸν ὁμοφυὴς τῇ κτίσει, τοσοῦτον αὐτῆς ὑπερκείμενος; Ἄλλο. Εἰ προσεῖναι δύναται τῇ κτίσει τὸ εἶναι φῶς ἀληθινὸν, ὥσπερ οὖν ἀμέλει καὶ τῷ Υἱῷ, ἔσται δηλονότι φῶς ἀληθινὸν ὁ ἄνθρωπος, μέρος ὑπάρχων αὐτῆς.

τίσιν οὖν ἄρα διὰ τῶν ἁγίων προφητῶν ὁ Θεὸς καὶ Πατὴρ ἐπηγγέλλετο, λέγων “Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ”ἥλιος δικαιοσύνης;” τί γὰρ ἂν ὅλως ἡλίου τοῦ καταυγάζοντος τὸ κατ᾽ ἀλήθειαν ἐδεήθη φῶς; ἀλλὰ μὴν ὡς ἐν χρείᾳ καθεστηκόσιν ὁ Θεὸς καὶ Πατὴρ ἐπηγγέλλετο δώσειν αὐτὸν, καὶ λαβόντες πεφωτίσμεθα. ἕτερος ἄρα πρός τε ἡμᾶς καὶ τὴν κτίσιν, ὅσον εἰς ταυτότητα φυσικὴν, ὁ Μονογενὴς, φῶς ὑπάρχων ἀληθινὸν, καὶ φωτίζειν πεφυκὸς τὰ φωτὸς δεόμενα. Ἄλλο. Εἰ μὴ μόνος ὁ Υἱὸς φῶς ἐστιν ἀληθινὸν, ἔχει δὲ αὐτὸ καὶ ἡ κτίσις, ἔσται δηλονότι καὶ ἐν ἡμῖν. ποῖος οὖν ἄρα τοὺς ἁγίους ἀνέπεισε λόγος πρὸς Θεὸν ἀναβοᾶν “Ἐξαπόστειλον ”τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου;” τί δὲ ἡμᾶς ἐντεῦθεν ὠφελήσειν οἰόμενοι τὰς τοιαύτας πολλάκις ἠφίεσαν, εἰπέ μοι, φωνάς; εἰ μὲν γὰρ ᾔδεσαν ἐν χρείᾳ φωτὸς ὑπάρχειν τὸν ἄνθρωπον, καὶ τῆς παρ᾽ ἑτέρου προσθήκης ἐπιδεᾶ, πῶς ἐρεῖ τις ἀληθεύων, ὅτι φῶς ὑπάρχει καὶ αὐτὸς ἀληθινόν; εἰ δὲ οὐκ ἐδεῖτο τοῦ φωτίζοντος Λόγου, τί μάτην ἐκάλουν τὸν οὐδὲν ὠφελῆσαι δυνάμενον; ἀλλ᾽ οὐκ ἔστιν εἰπεῖν, ὅτι τῆς ἀληθείας ἀπεσφάλλετο τῶν ἁγίων ὁ νοῦς, καὶ αὐτὸς δὲ πάλιν ὁ Θεὸς καὶ Πατὴρ, ὡς φωτὸς δεομένοις πέμπει τὸν Υἱόν. ἕτερος ἄρα κατὰ φύσιν, ὡς πρὸς τὴν κτίσιν ὁ Μονογενὴς, ὡς φωτίζων τὰ φωτὸς δεόμενα. Ἄλλο.

Εἰ φωτὸς ὁρῶμεν τὴν κτίσιν ἐπιδεᾶ, φωτίζει δὲ αὐτὴν ὁ Μονογενὴς, οὐχ ἑαυτὴν ἡ κτίσις ἄγει πρὸς τὸ φῶς· οὐκοῦν οὐδὲ φῶς ἀληθινὸν ὥσπερ ὁ Υἱός. Ἄλλο. Εἰ τὸ φύσει καὶ κατὰ ἀλήθειαν φῶς οὐ σκοτίζεται, φῶς δὲ ἀληθινὸν ὁ Μονογενὴς, καὶ φῶς ὁμοίως ἀληθινὸν ἡ κτίσις, ὅτου δὴ χάριν ἐπὶ μὲν τοῦ Υἱοῦ τίθησιν ἡ γραφὴ τό “Ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν·” ἐφ᾽ ἡμῶν δὲ ὁ Παῦλος “Ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα ”τῶν ἀπίστων;” καὶ πάλιν αὐτὸς ὁ Σωτήρ “Ἕως τὸ φῶς ”ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς “καταλάβῃ.” πρόδηλον γὰρ δήπου πᾶσίν ἐστιν, ὡς εἰ μή τινας ὑπὸ τῆς σκοτίας ἐνεχώρει καταλαμβάνεσθαι τῶν καθ᾽ ἡμᾶς, οὐδ᾽ ἂν ἔφη τι τοιοῦτον ὁ Σωτήρ. πῶς οὖν ἔτι ταὐτὸν εἰς φύσιν ὁ Μονογενὴς καὶ ἡ κτίσις, ὁ ἀναλλοίωτος τῇ ἀλλοιουμένῃ, ὁ παθεῖν οὐδὲν τῶν ἀδικούντων ἀνεχόμενος τῇ σκοτιζομένῃ καὶ ἀποκτήσασθαι δυναμένῃ τὸν φωτισμὸν, ὡς ἐν προσθήκης μέρει προσόντα δηλονότι, καὶ οὐχὶ κατὰ φύσιν ἐῤῥιζωμένην ἐν ἑαυτῇ; Ἄλλο. Εἰ μὴ μόνος ὁ Μονογενὴς τὸ φῶς ἐστι τὸ ἀληθινὸν, ἔχει δὲ αὐτὸ καὶ ἡ κτίσις, ὡς ὁμοφυὴς αὐτῷ, κατὰ τίνα τρόπον ἀναβοῶμεν ἡμεῖς, ὡς πρὸς Θεὸν καὶ Πατέρα “Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς;” εἰ γὰρ φῶς ἐσμεν ἀληθινὸν, πῶς ἐν ἑτέρῳ φωτισθησόμεθα; εἰ δὲ ὡς χρῄζοντες ἐπεισάκτου φωτὸς, τὰ τοιαῦτά φαμεν, οὐκ ὄντες δηλονότι κατὰ ἀλήθειαν φῶς ἁλωσόμεθα.

οὐκοῦν οὐδὲ ὁμοφυεῖς τῷ τοσοῦτον κατὰ φύσιν ὑπὲρ ἡμᾶς ὑπάρχοντι Λόγῳ. Ἄλλο διηγηματικῶς. Ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐν τοῖς εὐαγγελίοις εὑρίσκεται λέγων “Αὕτη δέ ἐστιν ἡ ”κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν “οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ αὐτῶν ”πονηρὰ τὰ ἔργα. πᾶς γὰρ ὁ τὰ φαῦλα πράσσων μισεῖ τὸ “φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς.” ἀλλ᾽ εἴπερ ἐστὶ τὸ φῶς τὸ ἀληθινὸν ὁ Μονογενὴς, φῶς δὲ ὁμοίως ἀληθινὸν εἶναι δύναται καὶ ἡ κτίσις· πῶς ὁ μὲν ἔρχεται φωτιῶν αὐτὴν, ἡ δὲ ἠγάπα τὸ σκότος; πῶς δὲ ὅλως οὐκ ἔρχεται πρὸς τὸ φῶς, εἴπερ ἐστὶν αὕτη τὸ φῶς τὸ ἀληθινόν; τὰ μὲν γὰρ φύσει προσόντα τισὶν ἐῤῥιζωμένην ἔχει τὴν κτῆσιν· τὰ δὲ αἱρετὰ κατὰ θέλησιν, οὐ τοιαύτην ἔχει τὴν στάσιν, οἷον φέρε εἰπεῖν· οὐκ ἐκ βουλῆς τῆς ἰδίας τὸ ἄνθρωπος εἶναι λογικὸς κεκτήσεταί τις· ἔχει γὰρ αὐτὸ παρὰ τῆς φύσεως· ἕξει δ᾽ οὖν ὅμως κατὰ θέλησιν τὴν ἑαυτοῦ, τὸ εἶναι πονηρὸς ἢ ἀγαθὸς, ἀγαπήσει τε ὁμοίως ἐπ᾽ ἐξουσίας τὸ δίκαιον ἢ τὸ ἐναντίον. εἴπερ οὖν ἐστιν ἡ κτίσις κατὰ φύσιν τὸ φῶς· τοῦτο γὰρ σημαίνει τὸ ἀληθινόν· πῶς οὐκ ἔρχεται πρὸς τὸ φῶς; ἢ πῶς ἀγαπᾷ τὸ σκότος, ὡς οὐκ ἔχουσα δηλονότι κατὰ φύσιν τὸ εἶναι φῶς ἀληθινὸν, προαιρετικὴν δὲ μᾶλλον ποιουμένη τὴν ἐπὶ τὸ ἄμεινον ἢ τὰ χείρω ῥοπήν;

ἢ τοίνυν ἀποτολμάτωσαν οἱ δι᾽ ἐναντίας μὴ φυσικῶς ἐνυπάρχειν τῷ Υἱῷ τὰ ὑπὲρ τὴν κτίσιν πλεονεκτήματα λέγειν, ἵνα γυμνότερον δυσφημοῦντες ἐλέγχωνται καὶ παρὰ πάντων ἀκούσωσιν “Ἐξολοθρεύσαι ”Κύριος πάντα τὰ χείλη τὰ δόλια, γλῶσσαν μεγαλοῤῥή- “μονα,” ἢ εἴπερ ὁμολογοῦσι σαφῶς οὐσιωδῶς ἐνυπάρχειν αὐτῷ τὰ ἀγαθὰ, μὴ συναπτέτωσαν αὐτῷ πρὸς ἑνότητα τὴν κατὰ φύσιν, τὴν οὐχ οὕτως ἔχουσαν κτίσιν, ὡς ἀρτίως ἡμῖν ἀποδέδεικται. Ἄλλο. Εἰ μὴ μόνος ὁ τοῦ Θεοῦ Λόγος τὸ φῶς ἐστι τὸ ἀληθινὸν, ἔχει δὲ καὶ ἡ κτίσις τὸ εἶναι φῶς ἀληθινὸν, καθάπερ αὐτὸς, διὰ ποίαν αἰτίαν “Ἐγώ εἰμι, φησὶ, τὸ φῶς τοῦ ”κόσμου;” ἢ πῶς ἀνεξόμεθα τοῦ καλλίστου πλεονεκτήματος ἀπογυμνοῦντος τὴν φύσιν, εἴπερ ὅλως ἐνδέχεται καὶ ἡμᾶς ἀληθινὸν εἶναι φῶς, ὡς ἐχούσης αὐτὸ καὶ τῆς γενητῆς οὐσίας; εἰ δὲ ἀληθεύει λέγων ὁ Μονογενής “Ἐγώ εἰμι τὸ ”φῶς τοῦ κόσμου,” σχέσει δηλονότι τῇ πρὸς αὐτὸν ἡ κτίσις, καὶ οὐχ ἑτέρως, ἔσται φῶς· εἰ δὲ τοῦτο, οὐχ ὁμοφυὴς αὐτῷ. Ἄλλο. Εἰ μὴ μόνος κατὰ ἀλήθειαν φῶς ἐστιν ὁ Υἱὸς, κεῖται δὲ τοῦτο καὶ ἐν τοῖς γενητοῖς· τί ποτε ἄρα ἐροῦμεν, ὅταν ἡμῖν ὁ σοφώτατος ἐπιστέλλῃ Πέτρος “Ὑμεῖς δὲ γένος ”ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περι- “ποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ”ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς;”

ποῖον γὰρ ὅλως ἐν ἡμῖν ἐστι σκότος, ἢ ἐν ποίῳ γεγόναμεν σκότῳ, καὶ αὐτοὶ κατὰ ἀλήθειαν ὄντες τὸ φῶς; κατὰ τίνα δὲ τρόπον ἀνακεκλήμεθα πρὸς τὸ φῶς, οἱ μὴ ὄντες ἐν σκότῳ; ἀλλ᾽ οὐδὲ ψεύδεται τῆς ἀληθείας ὁ κῆρυξ ὁ θαρσήσας εἰπεῖν “Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;” καὶ κεκλήμεθα πρὸς “τὸ θαυμαστὸν αὐτοῦ φῶς,” ὡς ἀπὸ σκότους ἄρα, καὶ οὐχ ἑτέρως· εἰ δὲ τοῦτο ἀληθὲς, οὐκ ἄρα ἡ κτίσις κατὰ ἀλήθειαν φῶς, ἀλλὰ μόνος μὲν κυρίως τε καὶ ἀληθῶς φῶς ὁ Υἱὸς, κατὰ μέθεξιν δὲ τὴν πρὸς ἐκεῖνον τὰ γενητὰ, καὶ διὰ τοῦτο οὐχ ὁμοφυῆ. <Ἄλλα μετὰ παραθέσεως ῥητῶν, ἐξ ἁπλουστέρων ἐννοιῶν εἰς ὁμολογίαν συνάγοντα τοὺς ἐντευξομένους, ὅτι μόνος ὁ Υἱὸς τοῦ Θεοῦ τὸ φῶς ἐστι τὸ ἀληθινὸν, ἡ δὲ τῶν γενητῶν φύσις ἐκ χορηγίας τῆς παρ᾽ αὐτοῦ φωτίζεται, τὸ εἶναι φῶς οὐσιωδῶς οὐκ ἔχουσα, καθάπερ ἐκεῖνος.> Ὁ ψαλμῳδός “Ἐσημειώθη, φησὶν, ἐφ᾽ ἡμᾶς τὸ φῶς τοῦ ”προσώπου σου Κύριε.” καὶ ποῖον ἄρα ἐστὶ τὸ πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς, οὗ τὸ φῶς ἐφ᾽ ἡμᾶς σεσημείωται; ἢ πάντως ὁ Μονογενὴς τοῦ Θεοῦ Υἱὸς, ἡ ἀπαράλλακτος εἰκὼν, καὶ διὰ τοῦτο λέγων “Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα;”

ἐνεσημάνθη δὲ ἡμῖν, συμμόρφους ἡμᾶς ἀποδείξας ἑαυτῷ, καὶ τὸν διὰ τοῦ Πνεύματος τοῦ ἰδίου φωτισμὸν ἐγχαράξας ὡς θείαν εἰκόνα τοῖς πιστεύουσιν εἰς αὐτὸν, ἵνα καὶ αὐτοὶ χρηματίζοιεν ἤδη κατ᾽ αὐτὸν θεοί τε καὶ Θεοῦ υἱοί· ἀλλ᾽ εἴπερ ἦν τι τῶν γενητῶν τὸ φῶς τὸ ἀληθινὸν, πῶς ἡμῖν ἐνεσημάνθη; “τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει,” κατὰ τὴν ἀψευδῆ τοῦ πνευματοφόρου φωνήν. φῶς γὰρ ἐν τῷ φωτὶ πῶς ἂν γένοιτο καταφανές; Ἄλλο. Ὁ ψαλμῳδός “Φῶς ἀνέτειλε τῷ δικαίῳ,” φησίν. εἰ μὲν ἔχοντι καὶ μὴ δεομένῳ, περιττόν· εἰ δὲ ὡς οὐχ ἔχοντι τὸ φῶς ἀνατέλλει, φῶς ἄρα μόνος ὁ Μονογενὴς, φωτὸς δὲ ἡ κτίσις μέτοχος, καὶ διὰ τοῦτο ἀλλοφυής. Ἄλλο. Ὁ ψαλμῳδός φησιν “Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ ”αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ “ἔσωσεν αὐτοὺς, ἀλλ᾽ ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ ”φωτισμὸς τοῦ προσώπου σου.” φωτισμὸν τοῦ προσώπου τοῦ Θεοῦ καὶ Πατρὸς ὀνομάζει πάλιν ἐν τούτοις, τὴν ἐξ Υἱοῦ διὰ τοῦ Πνεύματος ἀποκάλυψιν, καὶ τὴν εἰς ἕκαστα τῶν ὄντων χειραγωγίαν, ὃ δὴ καὶ μόνον διέσωσε τὸν Ἰσραὴλ, καὶ τῆς Αἰγυπτίων πλεονεξίας ἀπήλλαξεν· εἴπερ οὖν οὐ μόνος ἐστὶν ὁ Μονογενὴς τὸ φῶς τὸ ἀληθινὸν, ἐνυπάρχει δὲ καὶ τοῖς γενητοῖς τὸ ἴσον ἀξίωμα, τί μὴ τῷ οἰκείῳ διεσώζοντο φωτὶ οἱ περὶ ὧν ὁ λόγος, προσθήκαις δὲ ὥσπερ ἀλλοτρίου καὶ οὐκ ἀναγκαίου φωτὸς ἐφοδιαζόμενοι φαίνονται;

ἀλλ᾽ ἔστι δῆλον, ὡς δεομένοις φωτὸς ἐπέλαμψεν ὁ Μονογενής· οὐκοῦν αὐτὸς μὲν καὶ μόνος τὸ φῶς ἐστι τὸ ἀληθινὸν, δανείζεται δὲ παρ᾽ αὐτοῦ τὴν χάριν ἡ κτίσις. εἰ δὲ τοῦτο, πῶς ἂν εἴη λοιπὸν καὶ ὁμοφυὴς αὐτῷ; Ἄλλο. Ὁ ψαλμῳδός “Μακάριος, φησὶν, ὁ λαὸς ὁ γινώ- ”σκων ἀλαλαγμόν· Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου “πορεύσονται·” διατί μὴ μᾶλλον ἐν τῷ ἰδίῳ καὶ αὐτοὶ βαδιοῦνται φωτί; τί δὲ, εἰπέ μοι, τὸν παρ᾽ ἑτέρου συλλέγοντες φωτισμὸν, μόλις ἑαυτοῖς κατορθοῦσι τὴν σωτηρίαν, εἴπερ ὄντως εἰσὶ καὶ αὐτοὶ κατὰ ἀλήθειαν φῶς, ὥσπερ οὖν ἀμέλει καὶ τὸ πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς, τουτέστιν ὁ Υἱός; ἀλλ᾽ ἔστιν οἶμαι παντί τῳ καὶ διὰ τούτου καταφανὲς, ὅτι χορηγεῖ μὲν ὁ Λόγος, ὡς δεομένῃ, τῇ κτίσει τὸν φωτισμὸν, ἡ δὲ ὅπερ οὐκ ἔχει λαβοῦσα σώζεται. πῶς οὖν ἔτι ταὐτὸν εἰς οὐσίαν ὁ Μονογενὴς, καὶ τὰ δι᾽ αὐτοῦ γεγονότα; Ἄλλο. Ὁ ψαλμῳδός “Ἐξαπέστειλεν ἐν σκότει φῶς τοῖς ”εὐθέσι” φησίν. πῶς γὰρ ὅλως ἦν ὁ εὐθὴς ἐν σκότει, φῶς ὑπάρχων καὶ αὐτὸς τὸ ἀληθινὸν, εἴπερ ἔχει τοῦτο καὶ τῶν γενητῶν ἡ φύσις, ὥσπερ ὁ Μονογενής; εἰ δὲ ὡς οὐκ ἔχουσι τοῖς εὐθέσι τὸ φῶς ἀποστέλλεται, πολλῶν ἡμῖν οὐ δεήσει λόγων· αὐτὴ γὰρ ἡ τῶν πραγμάτων ἀναβοήσει φύσις, ὡς οὐκ ἂν εἴη ταὐτὸν εἰς οὐσίαν τῷ τελείῳ τὸ ἐπιδεὲς, τῷ δεομένῳ τὸ χορηγοῦν ἐκ πλεονασμοῦ. Ἄλλο. “

Φωτίζου, φωτίζου Ἱερουσαλὴμ, ἥκει γάρ σου τὸ ”φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν.” εἰ μὲν οἴκοθεν ἔχει τὸ φῶς ἡ τῶν γενητῶν φύσις, καὶ τοῦτό ἐστι κυρίως ὅπερ εἶναί φαμεν τὸν Μονογενῆ κατά γε τὸ εἶναι φῶς ἀληθινὸν, πῶς ἂν ἐδεήθη τοῦ φωτίζοντος αὐτὴν ἡ Ἱερουσαλήμ; ἐπειδὴ δὲ ὡς ἐν χάριτος μέρει τὸ φωτίζεσθαι λαμβάνει, μόνος ἄρα τὸ φῶς τὸ ἀληθινὸν ὁ Υἱὸς ὁ φωτίζων αὐτὴν καὶ ὅπερ οὐκ ἔχει διδούς. εἰ δὲ τοῦτο, πῶς οὐ πάντως καὶ ἕτερος κατὰ φύσιν, ὡς πρὸς αὐτήν; Ἄλλο. “Ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ”ἐθνῶν.” πῶς γὰρ ὅλως ἐδεήθη φωτὸς ἡ ἐπὶ γῆς οὖσα λογικὴ κτίσις, εἴπερ ἔνεστιν αὐτῇ κατὰ φύσιν τὸ εἶναι φῶς τὸ ἀληθινόν; ὡς γὰρ οὐκ ἐχούσῃ ἤδη δίδωσιν ὁ Θεὸς καὶ Πατὴρ τὸν ἴδιον Υἱόν· ἡ δὲ οὕτω λαβοῦσα δι᾽ αὐτοῦ βοήσει τοῦ πράγματος, καὶ τῆς οἰκείας φύσεως τὴν πενίαν καὶ τοῦ φωτίζοντος Λόγου τὸ πλούσιον ἀξίωμα. Ἄλλο. “Καὶ νῦν ὁ οἶκος τοῦ Ἰακὼβ, δεῦτε πορευθῶμεν ”τῷ φωτὶ Κυρίου.” διατί οὗτοι μᾶλλον μὴ τῷ οἰκείῳ πορεύονται φωτὶ, δᾳδουχεῖ δὲ αὐτοῖς ὁ Μονογενὴς τὸ ἴδιον αὐτοῦ τῆς οὐσίας ἐντιθεὶς ἀγαθόν; ἀλλ᾽ οὐ τῷ οἰκείῳ θαῤῥήσαντες δανείζονται τὸ ἀλλότριον· ὡς οὐκ ἔχοντες ἄρα, τοῦτο ποιεῖν ἐγνώκασιν. Ἄλλο. Ὁ Σωτήρ “Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, φησὶν, ”ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾽ “ἕξει τὸ φῶς τῆς ζωῆς.”

ἀποτολμάτω καὶ ἡ κτίσις τὴν τοιαύτην ἀναφθέγξασθαι φωνὴν, εἴπερ ἐστὶ καὶ αὐτὴ κατὰ ἀλήθειαν φῶς· εἰ δὲ ἀποφρίττει τὸ ῥῆμα, καὶ τὸ πρᾶγμα φεύξεται, τὸ ἀληθινὸν ὁμολογήσασα φῶς, τουτέστι τὸν Υἱόν. Ἄλλο. Ὁ Κύριος “Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ ”φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε” φησίν. ἆρα γὰρ ἔμελλον οὐ πιστεύοντες ἀπολέσαι τὸ φῶς, οἱ φῶς κατὰ φύσιν ὑπάρχοντες; εἴπερ ὅλως ἐνδέχεται τὴν γενητὴν οὐσίαν τὸ φῶς εἶναι τὸ ἀληθινόν. καὶ πῶς ἂν γένοιτο τοῦτό ποτε; οὐ γὰρ ἐπὶ τῶν οὐσιωδῶς προσόντων τισὶν αἱ στερήσεις κατὰ τὸ παντελὲς ἐκ ῥᾳθυμίας συμβαίνουσιν, ἀλλ᾽ ἐφ᾽ ὧν ἂν ἡ θέλησις τὴν κτῆσιν ἐργάζηται, καὶ ἐπὶ τῶν ὅσα δὴ πέφυκε προσγίνεσθαί τε καὶ ἀπογίνεσθαι χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. οἷον λογικὸς μὲν κατὰ φύσιν ὁ ἄνθρωπος, ναυπηγὸς δὲ κατὰ θέλησιν, ἢ καὶ ἀσθενὴς τὸ σῶμα κατὰ συμβεβηκός· ἄλογος μὲν οὖν οὐκ ἂν εἴη παντελῶς, τὴν δέ γε ναυπηγικὴν ἐμπειρίαν ἀπολέσει, ὁ ῥᾳθυμήσας τυχὸν, καὶ τὸ ἐκ πάθους συμβεβηκὸς ἀποκρούσεται, θεραπείαις τισὶν ἐπὶ τὸ ἄμεινον ἀνατρέχων. οὐκοῦν τὰ οὐσιωδῶς προσόντα τισὶν, ἐῤῥιζωμένην ἔχει τὴν στάσιν. εἴπερ οὖν ὅλως ἡ τῶν γενητῶν φύσις τὸ φῶς εἶναι δύναται τὸ ἀληθινὸν, πῶς ἀπολλύουσι τὸ φῶς οἱ πιστεύειν οὐκ ἐθέλοντες, ἢ πῶς ἂν υἱοὶ φωτὸς γένωνται οἱ πιστεύοντες; εἰ γάρ εἰσι καὶ αὐτοὶ κατὰ φύσιν τὸ φῶς, ἑαυτῶν ἄρα χρηματιοῦσιν υἱοί.

καὶ ποῖός ἐστι τοῖς πιστεύουσιν ὁ μισθός; εἰσὶ γὰρ μᾶλλον ἑαυτῶν υἱοὶ καὶ τὴν πίστιν οὐ παραδεξάμενοι. ἀπὸ δὴ τῶν τοιούτων ἐννοιῶν τὸ ἀληθὲς λογιζόμενοι, μόνον ἐροῦμεν εἶναι τὸ φῶς τὸ ἀληθινὸν τὸν Μονογενῆ, φωτὸς δὲ τὴν κτίσιν ἐπιδεᾶ καὶ διὰ τοῦτο ἀλλοφυᾶ. Ἄλλο. “Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἔτι μικρὸν χρόνον ”τὸ φῶς ἐν ὑμῖν ἐστι, περιπατεῖτε ὡς τὸ φῶς ἔχετε, ἵνα μὴ “ἡ σκοτία ὑμᾶς καταλάβῃ.” καὶ τοῖς προκειμένοις ἐφαρμόσεις ἐντέχνως τὸν ἐν τοῖς προαποδεδομένοις λόγον. τὸ γὰρ φῶς κατὰ φύσιν ὑπάρχον, οὐκ ἂν ὑπὸ σκότους καταληφθείη ποτέ. Ἄλλο. Ὁ Ἰωάννης “Ὁ λέγων μὲν ἐν τῷ φωτὶ, φησὶν, ”εἶναι καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως “ἄρτι.” προαιρετικὸν ἄρα τὸ φῶς ἐν ἡμῖν, καὶ κατὰ θέλησιν μᾶλλον ἢ κατ᾽ οὐσίαν προσπέφυκε τοῖς γενητοῖς, εἴπερ ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστί· φῶς δὲ κατ᾽ οὐσίαν ὁ Μονογενής· οὐ γὰρ προαιρέσεως ἔχει καρπὸν τὸ ἀξίωμα. οὐκοῦν, οὐδὲ ὁμοφυὴς τοῖς γενητοῖς ὁ τοσοῦτον ὑπερκείμενος. Ἄλλο τούτῳ συγγενές. “Ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ”ἐν τῷ φωτὶ μένει.” ἡ ἀγάπη τοῖς γενητοῖς ἅπερ οὐκ ἔχουσι προξενεῖ, τὸ φῶς δηλονότι· φῶς δὲ ὁ Μονογενής· ἕτερος οὖν ἄρα ἐστὶ παρὰ τὰ ἐν οἷς ἐξ ἀγάπης γίνεται.

ΚΕΦΑΛΗ Θ. Ὅτι οὐ προϋπάρχει τοῦ σώματος ἡ τοῦ ἀνθρώπου ψυχὴ, οὐδὲ ἐκ πρεσβυτέρων ἁμαρτημάτων ἡ σωμάτωσις κατά τινας. <Ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.> ἈΣΦΑΛΗΣ ὁ θεολόγος· οὐ γὰρ μόνον οἴεται δεῖν, ὅτι δὴ φῶς ὑπάρχοι τὸ ἀληθινὸν ὁ Μονογενὴς, ἐξειπεῖν, ἀλλ᾽ ἐπάγει τοῖς εἰρημένοις παραχρῆμα τὴν ἀπόδειξιν, μονονουχὶ καὶ συντόνῳ λίαν ἀνακεκραγὼς τῇ φωνῇ Φῶς εἶναί φημι τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. ἆρ᾽ οὖν, εἴποι τις ἂν ὅτῳ δὴ φίλον οὐκ ἀβασανίστως τῶν θείων ἐπακροᾶσθαι δογμάτων, οὐ φωτίζουσιν ἄγγελοι τῶν ἀνθρώπων τὸν νοῦν; Κορνήλιος δὲ, εἰπέ μοι, διὰ τίνος ἐμάνθανεν, ὅτι χρὴ βαπτισθέντα διασώζεσθαι παρὰ Θεοῦ; Μανωὲ δὲ τοῦ Σαμψὼν ὁ πατὴρ, οὐ διὰ φωνῆς ἀγγέλου τὰ ἐσόμενα προεπαιδεύετο; Ζαχαρίας δὲ ὁμοίως ἡμῖν ὁ προφήτης οὐχὶ σαφῶς ἀναφθέγγεται “Καὶ εἶπεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ”ἐμοί Ἐγὼ δείξω σοι τί ἐστι ταῦτα·” καὶ πάλιν διὰ τῶν αὐτῶν ἡμῖν ἐρχόμενος λόγων, οὐκ ἐπιδεικνύει σαφῶς, ὅτι τῶν κεκρυμμένων τὴν γνῶσιν ἐξεκάλυπτον ἄγγελοι κατὰ νοῦν αὐτῷ; “Καὶ ἰδοὺ γὰρ, φησὶν, ὁ ἄγγελος ὁ λαλῶν ἐν ”ἐμοὶ εἱστήκει, καὶ ἄγγελος ἕτερος ἐξεπορεύετο εἰς ἀπάν- “τησιν αὐτῷ καὶ εἶπε πρὸς αὐτὸν λέγων Δράμε καὶ λάλησον ”πρὸς τὸν νεανίαν ἐκεῖνον λέγων Κατάκαρπος κατοικηθή- “σεται Ἱερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν ”τῶν ἐν μέσῳ αὐτῆς.”

τί δὲ, εἰπέ μοι, καὶ ὁ σοφώτατος Δανιὴλ ταῖς ἀξιαγάστοις ὀπτασίαις προσβαλὼν, οὐχὶ τῶν ὁρωμένων τὴν ἀποκάλυψιν διὰ τῆς τῶν ἀγγέλων ἐρανίζεται φωνῆς; ἄκουε γὰρ λέγοντος “Καὶ ἐγένετο ἐν τῷ ἰδεῖν με, ”ἐγὼ Δανιὴλ, τὴν ὅρασιν καὶ ἐζήτουν σύνεσιν, καὶ ἰδοὺ “ἔστη ἐνώπιόν μου ὡς ὅρασις ἀνδρός· καὶ ἤκουσα φωνὴν ”ἀνδρὸς ἀνὰ μέσον τοῦ Οὐβὰλ, καὶ ἐκάλεσε καὶ εἶπε “Γαβριὴλ, συνέτισον ἐκεῖνον τὴν ὅρασιν.” οὐκοῦν ἔνεστι τὸ δύνασθαι φωτίζειν ἀγγέλοις, καὶ οὐ μόνον αὐτοῖς, ἀλλ᾽ ἤδη καὶ ἄνθρωπος τὸν ἐξ ἀνθρώπου δανείζεται φωτισμόν. καὶ γοῦν ὁ φιλομαθὴς ἐκεῖνος εὐνοῦχος τὰς περὶ τοῦ Σωτῆρος ἡμῶν προφητείας οὐ συνεὶς τῷ Φιλίππῳ φησί “Δέομαί σου ”περὶ τίνος ὁ προφήτης λέγει; περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου “τινός;” καὶ οἱ τοῖς κατὰ τὸν βίον διδασκάλοις προστρέχοντες, οὐχ ἑτέρου τινὸς οἶμαι χάριν, τούτου δὲ καὶ μόνου προσίασιν. ἀλλὰ τί δὴ τούτοις ἐνδιατρίβομεν, ἐξὸν ἀπαλλάττεσθαι ῥᾳδίως, ἐκεῖνο παραθέντας εἰς ἀπόδειξιν τὸ παρὰ τοῦ Σωτῆρος ἡμῶν πρὸς τοὺς ἁγίους εἰρημένον ἀποστόλους “Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου;”

Τοιαῦτα μὲν δή τις κατὰ τὸ εἰκὸς ἐπαπορήσας ἐρεῖ, παρὰ δὲ ἡμῶν ἀντακούσεται Ἐν συνθέσει τὰ κατὰ τὴν κτίσιν ὁρῶμεν, ὦ οὗτος, καὶ οὐδὲν ἐν αὐτῇ τὸ ἁπλοῦν· οὐκοῦν ὁ σοφοῦν ἑτέρους δυνάμενος, εἴπερ εἴη γενητὸς, οὐκ αὐτόχρημά ἐστιν ἡ σοφία, ἀλλὰ τῆς ἐνούσης αὐτῷ σοφίας διάκονος· ἐν σοφίᾳ γὰρ ὁ σοφός ἐστι σοφός. καὶ ὁ συνετοὺς ἐκδιδάσκων, οὐκ αὐτόχρημά ἐστιν ἡ σύνεσις, ἀλλὰ τῆς ἐνυπαρχούσης αὐτῷ συνέσεως ὑπουργός· ἐν συνέσει γάρ εἰσι καὶ οὗτοι συνετοί. καὶ ὁ φωτίζειν αὖ πάλιν ἑτέρους εἰδὼς, οὐκ αὐτοκυρίως ἂν νοοῖτο τὸ φῶς, ἀλλὰ φωτὸς τοῦ ἐν αὐτῷ δανειστὴς, καὶ εἰς ἑτέρους αὐτὸ παραπέμπων διδακτῶς, καὶ κοινοποιούμενος τοῖς ἄλλοις ὅπερ εἴληφεν ἀγαθόν. διά τοι τοῦτο καὶ πρὸς τοὺς ἁγίους ἀποστόλους ἐλέγετο “Δωρεὰν ἐλάβετε, ”δωρεὰν δότε·” ὅσα γὰρ ἦν ἐν αὐτοῖς ἀγαθὰ, ταῦτα δὴ πάντως ἐστὶ καὶ θεόσδοτα, καὶ οὐκ ἂν ὅλως ἰδίοις ἀγαθοῖς ἡ τῶν ἀνθρώπων ἐναγλαΐζοιτο φύσις, ἀλλ᾽ οὐδὲ ἡ τῶν ἁγίων ἀγγέλων. μετὰ γὰρ τοῦ κεκλῆσθαι πρὸς γένεσιν, καὶ τὸν τοῦ πῶς εἶναι λόγον ἕκαστον τῶν ὄντων παρὰ Θεοῦ ἔχει, καὶ οὐδὲν ἐν αὐτοῖς οὐσιωδῶς ἐνυπάρχειν διακεισόμεθα, ὃ μὴ δῶρόν ἐστι τῆς τοῦ κτίσαντος φιλοτιμίας, καὶ ῥίζαν ἔχει τὴν τοῦ δημιουργήσαντος χάριν.

οὐκοῦν ἐπειδήπερ ἐν συνθέσει τὰ γενητὰ, φῶς μὲν ἐν αὐτοῖς οὐδὲν ἔσται κυρίως τε καὶ ἁπλῶς, ἤτοι ἀσυνθέτως, μεθεκτῶς δὲ καὶ τοῦτο φορέσει μετὰ τῶν ἄλλων καὶ λαβόντα παρὰ Θεοῦ· φῶς δὲ αὖ τὸ ἀληθινὸν, τὸ φωτίζον ἐστὶν, οὐ τὸ παρ᾽ ἑτέρου φωτιζόμενον, ὅπερ ἐστὶν ὁ Μονογενὴς ἐν ἁπλῇ καὶ ἀσυνθέτῳ νοούμενος φύσει, διπλόης γὰρ ἁπάσης τὸ θεῖον ἀποφοιτᾷ.

Καὶ ταῦτα μὲν τῇδε· πάλιν δὲ ἡμῖν ἐρεῖ τυχὸν ὁ δι᾽ ἐναντίας Εἰ μὴ φῶς ὑπῆρχον κατὰ φύσιν οἱ ἅγιοι, διὰ ποίαν αἰτίαν αὐτοὺς οὐχὶ φωτὸς ἀπεκάλει μετόχους, ἀλλὰ φῶς ὠνόμαζεν ὁ Σωτήρ; πῶς δὲ ἑτεροφυὴς ἡ κτίσις ὡς πρὸς αὐτὸν, εἰ καθάπερ αὐτὸς ὠνόμασται φῶς, οὕτω καὶ τὰ λογικά; “Ὑμεῖς γάρ ἐστε τοῦ κόσμου τὸ φῶς,” ἤκουον οἱ μαθηταί. Τί οὖν, ὦ βέλτιστε; πάλιν ἐροῦμεν αὐτῷ· Θεοῦ υἱοὶ καὶ θεοὶ παρὰ ταῖς θείαις κεκλήμεθα γραφαῖς, κατὰ τό “Ἐγὼ εἶπα Θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες;” ἆρ᾽ οὖν ἀφέντες τὸ εἶναι κατὰ φύσιν, ὅπερ ἐσμὲν, ἐπὶ τὴν θείαν τε καὶ ἄῤῥητον οὐσίαν ἀναβησόμεθα, καὶ τὸν τοῦ Θεοῦ Λόγον τῆς κατ᾽ ἀλήθειαν ἐκβάλλοντες υἱότητος, ἀντ᾽ ἐκείνου τῷ Πατρὶ συνεδρεύσομεν, καὶ ὑπόθεσιν ἀσεβείας τὴν τοῦ τιμῶντος ποιησόμεθα χάριν; μὴ γένοιτο· ἀλλ᾽ ἔσται μὲν ἐν οἷσπέρ ἐστιν ἀπαραποιήτως ὁ Υἱός· θετοὶ δὲ ἡμεῖς εἰς υἱότητα, καὶ θεοὶ κατὰ χάριν, οὐκ ἀγνοοῦντες ὅπερ ἐσμέν· οὕτω δὲ εἶναι καὶ φῶς τοὺς ἁγίους πιστεύομεν. χρῆναι δὲ οἶμαι κἀκεῖνο διασκεπτομένους ὁρᾶν.

τὰ μὲν γὰρ λογικὰ τῶν κτισμάτων φωτιζόμενα φωτίζει, κατὰ μετάδοσιν θεωρημάτων τῶν ἐκ νοῦ πρὸς ἑτέραν εἰσχεομένων διάνοιαν, καὶ διδασκαλία μᾶλλον, ἤτοι ἀποκάλυψις, ὁ τοιοῦτος ἂν δικαίως καλοῖτο φωτισμός· ὁ δὲ τοῦ Θεοῦ Λόγος φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον οὐ διδασκαλικῶς, καθάπερ ἄγγελοι τυχὸν, ἢ καὶ ἄνθρωποι, ἀλλὰ μᾶλλον ὡς Θεὸς δημιουργικῶς ἑκάστῳ τῶν εἰς τὸ εἶναι καλουμένων σπέρμα σοφίας, ἤτοι θεογνωσίας, ἐντίθησι, καὶ ῥίζαν ἐμφυτεύει συνέσεως, λογικόν τε οὕτως ἀποτελεῖ τὸ ζῷον τῆς οἰκείας φύσεως μέτοχον ἀποδεικνύων, καὶ τῆς ἀφράστου λαμπρότητος ὥσπερ τινὰς ἀτμοὺς φωτοειδεῖς ἐνιεὶς τῷ νῷ, καθ᾽ ὃν αὐτὸς οἶδε τρόπον τε καὶ λόγον· δεῖ γὰρ, οἶμαι, λέγειν ἐν τούτοις οὐ περιττά. διά τοι τοῦτο καὶ ὁ προπάτωρ Ἀδὰμ, οὐκ ἐν χρόνῳ, καθάπερ ἡμεῖς, τὸ εἶναι σοφὸς ἀποκερδάνας ὁρᾶται, ἀλλ᾽ ἐκ πρώτων εὐθὺς τῶν τῆς γενέσεως χρόνων τέλειος ἐν συνέσει φαίνεται, τὸν δοθέντα τῇ φύσει παρὰ Θεοῦ φωτισμὸν ἀθόλωτον ἔτι καὶ καθαρὸν διασώζων ἐν ἑαυτῷ, καὶ ἀκαπήλευτον ἔχων τῆς φύσεως τὸ ἀξίωμα.

φωτίζει τοιγαροῦν δημιουργικῶς μὲν ὁ Υἱὸς, ἅτε δὴ τὸ φῶς ὑπάρχων αὐτὸς τὸ ἀληθινὸν, κατὰ μετοχὴν δὲ ἡ κτίσις τὴν πρὸς τὸ φῶς ἐκλαμπρύνεται, καὶ καλεῖται διὰ τοῦτο καὶ γίνεται φῶς, εἰς τὰ ὑπὲρ φύσιν ἀναβαίνουσα διὰ τὴν τοῦ δοξάσαντος χάριν, καὶ διαφόροις αὐτὴν στεφανοῦντος τιμαῖς, ὡς ἥκειν εὐλόγως εἰς μέσον τῶν τετιμημένων ἕκαστον, καὶ δὴ καὶ χαριστηρίους ἀνατείνοντα προσευχὰς, μεγάλῃ λοιπὸν ἀναμελῳδεῖν τῇ φωνῇ “Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον, καὶ μὴ ἐπιλαν- ”θάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ, τὸν εὐιλατεύοντα “πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας τὰς νόσους ”σου· τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν “στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς, τὸν ἐμπιπλῶντα ”ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου·” ποιεῖ γὰρ ὄντως “ἐλεημο- ”σύνας ὁ Κύριος,” τὰ μικρὰ καὶ ἐξουθενημένα, κατά γε τὸν τῆς οἰκείας φύσεως λόγον, μεγάλα καὶ ἀξιοθαύμαστα διὰ τῆς εἰς αὐτὰ χρηστότητος ἀποδεικνύων, ὥσπερ οὖν ἀμέλει καὶ ἡμᾶς τοῖς ἰδίοις αὐτοῦ κατασεμνύνειν ἀγαθοῖς χρῆναι δεῖν ἀφθόνως ἐδοκίμασεν ὡς ὁ Θεὸς, καὶ διὰ τοῦτο θεούς τε καὶ φῶς καὶ τί γὰρ οὐχὶ τῶν ἀγαθῶν ἀποκαλεῖ.

Εἶτα τί πρὸς τούτῳ φησίν; ὅτι καὶ ἐν τῷ κόσμῳ ἦν. ἐπάγει καὶ τοῦτο χρησίμως ὁ θεολόγος, ἀναγκαιοτάτην ἡμῖν δι᾽ αὐτοῦ τὴν θεωρίαν εἰσφέρων· ἐπειδὴ γὰρ ἔφη Ἦν τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, ἦν δὲ οὐ σφόδρα τοῖς ἀκροωμένοις συμφανὲς, πότερόν ποτε τὸν ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον φωτίζει τὸ φῶς, ἢ αὐτὸ τὸ φῶς τὸ ἀληθινὸν, ὡς ἀπό τινος ἑτέρου τόπου μεταχωροῦν εἰς τὸν κόσμον, τὸν εἰς πάντας ἀνθρώπους ποιεῖται φωτισμόν· ἀναγκαίως ἡμῖν ὁ πνευματοφόρος ἐκκαλύπτει τὸ ἀληθὲς, καὶ τῶν οἰκείων ῥημάτων διερμηνεύει τὴν δύναμιν, λέγων εὐθὺς περὶ τοῦ φωτὸς, ὅτι ἐν τῷ κόσμῳ ἦν· ἵνα λοιπὸν τὸ ἐρχόμενον εἰς τὸν κόσμον κατὰ τοῦ ἀνθρώπου νοῇς, καὶ μᾶλλον τῆς φωτιζομένης κατηγορῆται φύσεως, ὡς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι καλουμένης· τόπος γὰρ ὥσπερ τις ἐστὶ τοῖς γενητοῖς ἐπινοίᾳ θεωρούμενος τὸ μὴ εἶναί ποτε, ἀφ᾽ οὗ δὴ τρόπον τινὰ πρὸς τὸ εἶναι βαδίζοντα, τόπον ἕτερον ἤδη τὸν ἐν ὑπάρξει λαμβάνει.

οὐκοῦν οἰκειότερόν τε καὶ πρεπωδέστερον ἡ τῶν ἀνθρώπων ἐπιδέξεται φύσις τὸ ἐκ πρώτων εὐθὺς φωτίζεσθαι χρόνων, σύνδρομόν τε καὶ συγκατεσκευασμένην τῷ εἶναι λαμβάνειν τὴν σύνεσιν παρὰ τοῦ ὄντος ἐν τῷ κόσμῳ φωτὸς, τουτέστι τοῦ Μονογενοῦς, ὃς δὴ καὶ ἀῤῥήτῳ τῇ τῆς θεότητος δυνάμει τὰ πάντα πληροῖ, καὶ συμπάρεστι μὲν ἀγγέλοις ἐν οὐρανῷ, σύνεστι δὲ τοῖς ἐπὶ τῆς γῆς, κενὸν δὲ τῆς ἑαυτοῦ θεότητος οὐδὲ αὐτὸν ἀφίησι τὸν ᾅδην, καὶ πανταχῆ τοῖς πᾶσιν ἐπιδημῶν οὐδενὸς ἀπανίσταται, ὡς ἐπὶ τούτῳ καὶ λίαν εἰκότως ἀποθαυμάζοντα τὸν σοφώτατον λέγειν μελῳδόν “Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύ- ”ματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν “ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ εἶ ἐκεῖ· ἐὰν καταβῶ εἰς τὸν ”ᾅδην, πάρει· ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατ᾽ ὄρθρον “καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ”ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου.” παντὸς γὰρ τόπου καὶ πάσης κτίσεως ἡ θεία περιδράττεται χεὶρ, συνέχουσα πρὸς τὸ εἶναι τὰ πεποιημένα, καὶ περισφίγγουσα πρὸς ζωὴν τὰ ζωῆς δεόμενα, καὶ τοῖς συνέσεως δεκτικοῖς τὸ νοητὸν ἐνσπείρουσα φῶς. ἔστι δὲ οὐκ ἐν τόπῳ, καθάπερ ἤδη προείπομεν, οὐδὲ τὴν μεταβατικὴν ὑπομένει κίνησιν· σωμάτων γὰρ ἴδιον τοῦτό γε· πληροῖ δὲ μᾶλλον τὰ πάντα ὡς Θεός.

Ἀλλ᾽ ἐρεῖ τις πρὸς ταῦτα τυχόν Τί οὖν ἄρα φαμὲν, ὦ γενναῖε, ὅταν τις ἡμῖν εἰς μέσον ἄγῃ λέγοντα τὸν Χριστόν “Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα;” τί δὲ ὅταν ὁ ψαλμῳδὸς ἀναφθέγγηται “Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ”ἀλήθειάν σου;” ἰδοὺ γὰρ ἐνθάδε σαφῶς αὐτὸς μὲν ἐληλυθέναι φησὶν εἰς τὸν κόσμον, ὡς οὐκ ὢν ἐν αὐτῷ δηλονότι· πέμπεσθαι δὲ πάλιν ὁ μελῳδὸς ἐλιπάρει τὸν οὔπω παρόντα, κατά γε τὸ ἐν τῷ λόγῳ σχῆμα καὶ τῆς ὡς ἡμᾶς ἀποστολῆς τὴν ἔμφασιν. πρὸς δὴ τὰ τοιαῦτά φαμεν, ὅτι τῷ Μονογενεῖ θεοπρεπὲς ἀξίωμα περιτιθεὶς ὁ θεολόγος, ἐν τῷ κόσμῳ φησὶν ἀεὶ καὶ διὰ παντὸς ὑπάρχειν αὐτὸν, ὡς ζωὴν κατὰ φύσιν, ὡς φῶς κατ᾽ οὐσίαν, πληροῦντα τὴν κτίσιν, ὡς Θεὸν, οὐ τόπῳ περιγραπτὸν, οὐ διαστήμασι μετρητὸν, οὐ ποσότητι καταληπτὸν, οὐδὲ ὑπό τινος ὅλως ἐμπεριεχόμενον, οὐδὲ μεταβάσεως τῆς εἰς τόπον ἐκ τόπου δεόμενον, ἀλλ᾽ ἐνδημεῖν μὲν ἅπασιν, ἀπολιμπάνεσθαι δὲ μηδενός· ἐληλυθέναι δὲ αὐτὸν ἐν κόσμῳ διισχυρίσατο, καίτοι παρὼν ἐν αὐτῷ, κατὰ τὸν τῆς ἐνανθρωπήσεως τρόπον. “Ὤφθη γὰρ ἐπὶ τῆς γῆς καὶ τοῖς ”ἀνθρώποις συνανεστράφη” μετὰ σαρκὸς, ἐμφανεστέραν ἑαυτοῦ τὴν ἐν κόσμῳ παρουσίαν διὰ τούτου τιθεὶς, καὶ ὁ πάλαι νοήσει καταληπτὸς, καὶ αὐτοῖς ἤδη τοῖς τοῦ σώματος ὁρώμενος ὀφθαλμοῖς, παχυτέραν, ἵνα οὕτως εἴπω, τῆς θεογνωσίας ἡμῖν ἐνετίθει τὴν αἴσθησιν, διὰ θαυμάτων καὶ μεγαλουργίας ἐπιγινωσκόμενος.

ἀποστέλλεσθαι δὲ ὡς ἡμᾶς φωτιοῦντα τὸν κόσμον τὸν τοῦ Θεοῦ Λόγον, ὁ μελῳδὸς οὐ καθ᾽ ἕτερον δέ τινα τρόπον, ὥς γε μοι φαίνεται, κατὰ δὲ τοῦτον αὐτὸν παρακαλεῖ. χρῆναι δὲ οἶμαι πρὸς τούτῳ κἀκεῖνο διενθυμεῖσθαι τὸν φιλομαθῆ, ὅτι παντὸς μὲν λόγου τομώτερος νοῦς, ὀξυτέρα δὲ γλώττης τῆς διανοίας ἡ κίνησις. οὐκοῦν ὅσον ἧκεν εἰς λεπτότητα νοῦ καὶ τὴν ὀξεῖαν ἐν αὐτῷ κίνησιν, τὸ ποικίλον τῆς θείας φύσεως καταθεώμεθα κάλλος· λαλοῦμεν δὲ τὰ περὶ αὐτῆς ἀνθρωπινότερον καὶ λόγῳ τῷ καθ᾽ ἡμᾶς, οὐκ ἐχούσης τῆς γλώττης πρὸς τὸ τῆς ἀληθείας ἐκτείνεσθαι μέτρον. διὸ δὴ καὶ ὁ Παῦλος ὁ τῶν τοῦ Σωτῆρος μυστηρίων ταμίας, λόγον ἀπῄτει παρὰ Θεοῦ τὸν “ἐν ”ἀνοίξει τοῦ στόματος” αὐτοῦ. οὐδὲν οὖν ἄρα λυμανεῖται τοῖς φυσικοῖς τοῦ Μονογενοῦς ἀξιώμασιν ἡ τῶν παρ᾽ ἡμῖν λόγων πενία, ἀλλὰ νοηθήσεται μὲν θεοπρεπῶς τὰ περὶ αὐτοῦ, λαληθήσεται δὲ διὰ τὴν χρείαν ἀνθρωπινώτερον, παρά τε αὐτοῦ δι᾽ ἡμᾶς, καὶ παρὰ τῶν ἁγίων περὶ αὐτοῦ κατὰ τὸ τῆς φύσεως μέτρον.

Ἦν μὲν οὖν, ὡς ἔοικε, τοῖς εἰρημένοις ἀρκεῖσθαι καλὸν εἰς τὴν τῶν προκειμένων ἐξήγησιν· ἐπειδὴ δὲ οἶμαι προσήκειν ὄκνου φέρεσθαι κρείττονα τὸν τοῖς θείοις δόγμασιν ὑπηρετοῦντα κάλαμον, φέρε πάλιν αὐτὸ παραθέντες τὸ ἀνάγνωσμα βασανίσωμεν ἀκριβέστερον, πῶς ἂν νοοῖτο κατὰ τὸν πρέποντα λόγον τοῦ ἀνθρώπου κατηγορούμενον, τὸ ἐρχόμενον εἰς τὸν κόσμον· ἦν γὰρ ἐν αὐτῷ τὸ φῶς, καθάπερ οὖν καὶ αὐτὸς ἡμῖν ὁ Εὐαγγελιστὴς διεμαρτύρατο, καὶ οὐ τὸ φῶς εἰς τὸν κόσμον ἔρχεσθαι μᾶλλον, ἀλλὰ τὸν φωτιζόμενον ἄνθρωπον διαβεβαιούμεθα. φασὶ τοιγαροῦν τινες, τὰ ἐκ καρδίας αὐτῶν ἐρευγόμενοι καὶ οὐκ ἀπὸ στόματος Κυρίου, καθὰ γέγραπται, ὅτι πρὸ τῆς τῶν σωμάτων κατασκευῆς προϋπῆρχον μὲν κατὰ τὸν οὐρανὸν αἱ τῶν ἀνθρώπων ψυχαὶ, μακρὸν ἐν ἀσωμάτῳ μακαριότητι τρίβουσαι χρόνον, καὶ καθαρώτερον ἀπολαύουσαι τοῦ ὄντως ἀγαθοῦ· ἐπειδὴ δὲ αὐτὰς ὁ τῶν ἀμεινόνων εἰσῄει κόρος, καὶ πρὸς τὰ χείρω λοιπὸν ἀποκλίνουσαι, πρὸς ἐκτόπους κατέβαινον ἐννοίας τε καὶ ἐπιθυμίας, ἀγανακτήσας εἰκότως ὁ Δημιουργὸς ἀποστέλλει μὲν αὐτὰς εἰς τὸν κόσμον, τοῖς δὲ ἀπὸ γῆς ἐνέπλεξε σώμασιν ἀχθοφορεῖν ἀναγκάσας, καὶ μονονουχὶ σπηλαίῳ τινὶ τῶν ἐκτόπων ἐγκατακλείσας ἡδονῶν, παιδεύειν αὐτὰς ἐξ αὐτῆς ἐδοκίμασε τῆς πείρας αὐτῶν, πικρὸν ὅπως ἐστὶ τὸ ἐπὶ τὰ χείρω φέρεσθαι, καὶ ποιεῖσθαι λόγον τῶν ἀγαθῶν οὐδένα.

ἁρπάζουσι δὲ εἰς ἀπόδειξιν τῆς οὕτω γελοιοτάτης ἑαυτῶν μυθολογίας, καὶ αὐτὸ δὴ πρῶτον τὸ νῦν ἡμῖν ἐν χερσίν Ἦν τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· πρὸς δέ γε τούτῳ, καὶ ἕτερά τινα τῶν ἀπὸ τῆς θείας γραφῆς, οἷον τό “Πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημ- ”μέλησα·” καὶ δὴ καί φασι παραληρεῖν οὐκ αἰδούμενοι Ἰδοὺ πρὸ τῆς ταπεινώσεως, τουτέστι τῆς ἐνσωματώσεως, πεπλημμεληκέναι φησὶν ἡ ψυχὴ, διά τε τοῦτο τεταπεινῶσθαι δικαίως ἐνδεθεῖσαν θανάτῳ καὶ φθορᾷ, καθάπερ οὖν καὶ ὁ Παῦλος οὕτως ὀνομάζει τὸ σῶμα λέγων “Ταλαίπωρος ἐγώ ”εἰμι ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου “τούτου;” εἰ δὲ πλημμελεῖ, φησὶν, πρὸ τῆς ταπεινώσεως ἡ ψυχὴ, καὶ ἔρχεται εἰς τὸν κόσμον, ὡς προϋπάρχουσα δηλονότι· πῶς γὰρ ἂν ὅλως ἁμάρτοι τὸ μήπω ὑφεστηκός; ἔρχεται δὲ εἰς τὸν κόσμον ἀπό τινων δηλονότι τόπων κινουμένη. τοιαῦτά τινα τῶν τῆς Ἐκκλησίας καταῤῥαψῳδοῦντες δογμάτων, καὶ ὕθλους εἰκαίων διηγημάτων ταῖς τῶν ἁπλουστέρων ἐπισωρεύοντες ἀκοαῖς, δικαίως ἀκούσονται “Οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν, καὶ τὸ ”καθόλου μὴ βλέπουσιν.”

ὁράσεις γὰρ ὄντως καὶ οἰωνίσματα καὶ προφητείας καρδίας αὐτῶν τοῖς διὰ τοῦ Πνεύματος ἀντιπαραθέντες λόγοις, οὐκ αἰσθάνονται πρὸς ὅσην αὐτοῖς ἀτοπίαν δραμεῖται τὸ ἐπιχείρημα, λέγοντος τοῦ ψαλμῳδοῦ πρὸς Θεόν “Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι ”ἀπὸ τῆς ὀργῆς σου;” ὅτι δὲ λίαν ἐστὶν ἀτοπώτατον προϋπάρχειν μὲν οἴεσθαι τὴν ψυχὴν, ἐκ προγενεστέρων δὲ ἁμαρτημάτων εἰς τὰ ἐκ γῆς καταπέμπεσθαι σώματα νομίζειν αὐτὴν, διὰ τῶν ὑπεζευγμένων ἐννοιῶν κατὰ τὸ ἐγχωροῦν ἡμῖν ἀποδεῖξαι πειρασόμεθα, τὸ γεγραμμένον εἰδότες “Δίδου ”σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται· γνώριζε δὲ δικαίῳ, “καὶ προσθήσει τοῦ δέχεσθαι.” <Ἔννοιαι ἤτοι θεωρήματα συμπεπλεγμένου καὶ σχήματος συλλογιστικοῦ.> α. Εἰ τῆς τῶν σωμάτων κατασκευῆς ἡ τοῦ ἀνθρώπου προϋφεστήκει ψυχὴ, ἀποκλίνασα δὲ πρὸς τὸ φαῦλον, κατὰ τὰς τινῶν ὑπονοίας, κόλασιν ἔχει τοῦ πλημμελήματος τὴν εἰς σάρκα κάθοδον, πῶς εἰπέ μοι φωτίζεσθαί φησιν ἐρχομένην αὐτὴν εἰς τὸν κόσμον ὁ Εὐαγγελιστής; τιμὴ γὰρ οἶμαι τὸ πρᾶγμά ἐστι καὶ χαρισμάτων προσθήκη λαμπρῶν· κολάζεται δέ τις οὐ τιμώμενος, οὐδὲ τιμωρεῖται μέτοχος θείων ἀναδεικνύμενος ἀγαθῶν, ἀλλὰ τοῖς ἐξ ὀργῆς τῆς τοῦ κολάζοντος ὁμιλῶν. ἐπειδὴ δὲ οὐκ ἐν τούτοις ἐρχόμενος εἰς τὸν κόσμον ὁ ἄνθρωπος, ἀλλ᾽ ἐκ τῶν ἐναντίων καὶ φωτίζεται, πρόδηλον δήπου λοιπὸν, ὅτιπερ οὐ κόλασιν ἔχει τὴν σάρκωσιν ὁ μετὰ σαρκὸς τιμώμενος.

β. Ἄλλο. Εἰ πρὸ τοῦ σώματος ἡ ψυχὴ νοῦς ἦν ἔτι καθαρὸς ἐν μακαριότητι διατελῶν, ἀποκλίνας δὲ πρὸς τὸ φαῦλον ὑπέβη, καὶ διὰ τοῦτο ἐν σαρκὶ γέγονε, πῶς εἰσερχόμενος εἰς τὸν κόσμον φωτίζεται; ἀνάγκη γὰρ λέγειν ἔρημον εἶναι φωτὸς πρὶν ἐλθεῖν αὐτόν· εἰ δὲ τοῦτο, πῶς ἦν ἔτι νοῦς καθαρὸς ὁ τότε μόλις ἔχων τοῦ φωτίζεσθαι τὴν ἀρχὴν, ὅτε καὶ εἰς τὸν κόσμον ἔρχεται, καὶ οὐ δίχα σαρκός; γ. Ἄλλο. Εἰ προϋφεστήκει τοῦ σώματος ἡ τοῦ ἀνθρώπου ψυχὴ, καὶ νοῦς ὑπῆρχεν ἔτι διὰ τοῦτο καθαρὸς, οἰκειότερον τῇ τῶν ἀγαθῶν ἐφέσει προσκείμενος, ἐκ παρατροπῆς δὲ τῆς ἐπὶ τὸ χεῖρον εἰς τὸ γεῶδες πέμπεται σῶμα, καὶ γεγονὼς ἐν αὐτῷ τὸ μηκέτι βούλεσθαι πλημμελεῖν ἀπαιτεῖται, πῶς οὐκ ἀδικεῖται μὴ τότε μάλιστα τοῦτο ποιεῖν ἐπιτετραμμένος, ὅτε δὴ καὶ μᾶλλον ὑπῆρχεν ἑτοιμότερος εἰς ἀρετὴν, οὔπω τοῖς ἀπὸ τοῦ σώματος ἐνδεδεμένος κακοῖς, ἀλλ᾽ ὅτε γέγονεν ἐν θολώσει τῆς ἁμαρτίας, τότε τοῦτο ποιεῖν οὐκ εὐκαίρως ἀναγκάζεται; καιροῦ δὲ τοῦ πρέποντος οὐκ ἂν ἁμάρτοι τὸ θεῖον, ἀλλ᾽ οὐδ᾽ ἂν ἀδικήσαι ποτὲ τὸ ἀδικεῖν οὐ πεφυκός. εὐκαίρως ἄρα καὶ δικαίως μετὰ σαρκὸς τὸ μὴ ἁμαρτάνειν ἀπαιτούμεθα, μόνον ἔχοντες τοῦτον τοῦ εἶναι τὸν καιρὸν, καθ᾽ ὃν μετὰ σώματος εἰς τὸν κόσμον ἐρχόμεθα, τὸ μὴ εἶναι πρότερον, ὥσπερ τινὰ τόπον καταλιμπάνοντες, καὶ ἐξ αὐτοῦ πρὸς ὑπάρξεως ἀρχὴν μεθιστάμενοι. δ. Ἄλλο.

Ποῖον ἔχει λόγον, ἐροίμην ἂν ἡδέως αὐτοὺς, τὸ ἁμαρτήσασαν πρὸ σωμάτων εἰς σῶμα πέμπεσθαι τὴν ψυχὴν, ἵνα δὴ μάθοι τῇ πείρᾳ τῶν οἰκείων ἐπιθυμιῶν τὴν αἰσχρότητα; καὶ ταῦτα γὰρ οὐκ ἐρυθριῶσιν ἐξηγούμενοι, καίτοι μᾶλλον ἐχρῆν καὶ αὐτῆς τῆς τῶν κακῶν ἐξέλκεσθαι φαντασίας αὐτὴν, καὶ οὐκ εἰς αὐτὸν κατωθεῖσθαι τῶν ἐκτόπων ἡδονῶν τὸν πυθμένα· τρόπος γὰρ ἦν θεραπείας ἐκεῖνο μᾶλλον ἢ τοῦτο. εἰ μὲν οὖν ἵνα ταῖς τοῦ σώματος ἡδοναῖς ἐντρυφήσῃ προσθήκην ἔχει νοσημάτων τὴν σάρκωσιν, οὐκ ἄν τις ἐπαινέσαι τὸν σωφρονιστὴν, δι᾽ ὧν ὠφελεῖν ὑπετόπησεν ἀδικοῦντα τὸ νενοσηκός· εἰ δὲ ἵνα παύσηται τῶν παθῶν, πῶς εἰς αὐτὸ πεσοῦσα τῆς ἐπιθυμίας τὸ βάθος ἀνακύπτειν ἐδύνατο, καὶ οὐχὶ μᾶλλον καὶ αὐτὴν ἀποπτύσασα τοῦ νοσήματος τὴν ἀρχὴν, ὅτε καὶ γυμνὴ τοῦ καθέλκοντος εἰς ἁμαρτίαν ἐφαίνετο; ε. Ἄλλο. Εἰ προοῦσα πεπλημμέληκεν ἡ ψυχὴ, διά τε τοῦτο συνεπλάκη σαρκὶ καὶ αἵματι, εἰς τιμωρίας τρόπον λαβοῦσα τὸ πρᾶγμα, πῶς οὐκ ἔδει τοὺς πιστεύοντας εἰς Χριστὸν, καὶ κομισαμένους διὰ τούτου τῆς ἁμαρτίας τὴν ἄφεσιν, παραχρῆμα σωμάτων ἐξέρχεσθαι, καὶ τὸ λόγῳ τιμωρίας περιτεθὲν ἀποβάλλειν; ἐπεὶ πῶς, εἰπέ μοι, τελείαν ἔχει τὴν ἄφεσιν ἡ τοῦ ἀνθρώπου ψυχὴ, ἔτι περικειμένη τὸν τῆς κολάσεως τρόπον;

ἀλλ᾽ ὁρῶμεν ὅτι τοσοῦτον ἀφεστήκασι τοῦ σωμάτων ἀπαλλάττεσθαι θέλειν οἱ πιστεύοντες, ὡς ταῖς εἰς Χριστὸν ὁμολογίαις συνεπιφθέγγεσθαι τῆς σαρκὸς τὴν ἀνάστασιν. οὐκ ἄρα κολάσεως ἔσται τρόπος, τὸ καὶ πίστεως ὁμολογίᾳ τετιμημένον, ὡς τῇ θείᾳ τοῦ Σωτῆρος δυνάμει τὸ πάντα δύνασθαι ῥᾳδίως ἐπιμαρτυροῦν, διὰ τοῦ παλινδρομῆσαι πρὸς ζωήν. ϛ. Ἄλλο. Εἰ προοῦσα κατ᾽ ἐκείνους ἐξήμαρτεν ἡ ψυχὴ, διά τε τοῦτο συνεπλάκη σαρκὶ, διὰ ποίαν αἰτίαν ὁ νόμος τὰ μὲν τῶν ἐγκλημάτων βαρύτερα τιμᾶσθαι θανάτῳ, τὸν δὲ οὐδὲν ἡμαρτηκότα διαζῆν ἐπιτρέπει; χρῆν γὰρ δήπου μᾶλλον, τοὺς μὲν ἐπὶ τοῖς αἰσχίστοις ἁλόντας κακοῖς ἐπιτρέπειν ἐγχρονίζειν σώμασιν, ἵνα δὴ καὶ μειζόνως κολάζοιντο, τοὺς δὲ οὐδὲν ἡμαρτηκότας σωμάτων ἀνεῖσθαι, εἴπερ ἐν τάξει τιμωρίας ἡ ἐνσωμάτωσις. ἀλλ᾽ ἐκ τῶν ἐναντίων, θανάτῳ μὲν ὁ φονευτὴς καταδικάζεται, πάσχει δὲ οὐδὲν ὁ δίκαιος εἰς τὸ σῶμα· οὐκ ἄρα τιμωρίας τρόπος ἡ σάρκωσις. ζ. Ἄλλο. Εἰ ἐκ πρεσβυτέρων ἁμαρτημάτων ἐσαρκώθησαν αἱ ψυχαὶ, καὶ τρόπος αὐταῖς τιμωρίας ἡ τοῦ σώματος ἐπενοήθη φύσις, πῶς ἡμᾶς ὠφέλησε καταργήσας τὸν θάνατον ὁ Σωτήρ; πῶς δὲ οὐχὶ μᾶλλον ἠλέησεν ἡ φθορὰ, τὸ κολάζον ἡμᾶς ἀφανίζουσα, καὶ πέρας ἐπιτιθεῖσα τῇ καθ᾽ ἡμῶν ὀργῇ;

διὸ δὴ καὶ μᾶλλον εἴποι τις ἂν εὐχαριστεῖν ἀκολουθότερον τῇ φθορᾷ ἤπερ ἐκ τῶν ἐναντίων τῷ διηνεκὲς ἡμῖν ἐπιτιθέντι τὸ κολαστήριον, διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως· ἀλλὰ μὴν εὐχαριστοῦμεν, ὡς ἀπηλλαγμένοι θανάτου καὶ φθορᾶς διὰ Χριστοῦ· οὐκ ἄρα τιμωρίας τρόπος ἡ σάρκωσις τῇ τοῦ ἀνθρώπου ψυχῇ. η. Ἄλλο ὡς ἐκ τοῦ αὐτοῦ θεωρήματος. Εἰ προγενεστέρων ἁμαρτημάτων ἀπαιτούμεναι δίκας αἱ τῶν ἀνθρώπων ψυχαὶ τοῖς ἀπὸ τῆς γῆς ἐνεπλάκησαν σώμασι, ποίαν, εἰπέ μοι, χάριν ὁμολογήσομεν τῷ τὴν ἀνάστασιν ἡμῖν ἐπαγγελλομένῳ Θεῷ; ἀνανέωσις γὰρ τιμωρίας τὸ πρᾶγμα φαίνεται καὶ τοῦ λυποῦντος ἀνασκευὴ, καὶ εἰ πικρὸν παντί τῳ φανεῖται τὸ κολάζεσθαι μακρά· χαλεπὸν ἄρα ἐστὶ τὸ ἀνίστασθαι σώματα τιμωρίας τάξιν ἐπέχοντα ταῖς ἀθλίαις ψυχαῖς. ἀλλὰ μὴν ὡς δῶρον ἡ φύσις ἀνανεοῦν εἰς εὐθυμίαν τὴν ἀνάστασιν ἔχει παρὰ Χριστοῦ. οὐκ ἄρα τιμωρίας τρόπος ἡ σωμάτωσις. θ. Ἄλλο. Ὡς μεγάλην ἡμῖν καὶ τριπόθητον ἑορτὴν προφητικός που λόγος εὐαγγελιζόμενος φαίνεται· “Ἀναστή- ”σονται γὰρ οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνη- “μείοις” φησίν. ἀλλ᾽ εἴπερ ἦν ὄντως κολάσεως τρόπος τὸ σωματωθῆναι τὰς ἀθλίας τῶν ἀνθρώπων ψυχὰς, πῶς οὐχὶ μᾶλλον ἐλύπει τὰ τοιαῦτα βοῶν ὁ προφήτης ὡς ἐκ Θεοῦ; πῶς δὲ ὅλως ἀγαθὸν ἔσται τὸ κήρυγμα, τῶν λυπούντων ἡμᾶς εἰσφέρον τὴν διαμονήν;

ἔδει γὰρ μᾶλλον εἰπεῖν, εἴπερ ἐβούλετο τοὺς ἐξ ἁμαρτίας σωματωθέντας εὐφραίνειν Οὐκ ἀναστήσονται οἱ νεκροὶ, ἀπολεῖται δὲ καὶ ἡ τῆς σαρκὸς φύσις. ἀλλ᾽ ἐκ τῶν ἐναντίων εὐφραίνει τὴν τῶν σωμάτων ἀνάστασιν ἔσεσθαι λέγων κατὰ βούλησιν Θεοῦ· καὶ πῶς ἂν εἴη λοιπὸν ἐν κολάσεως τάξει τὸ σῶμα κατὰ τὴν τινῶν ἀβουλίαν, ἐφ᾽ ᾧ καὶ ἡμεῖς ἡδόμεθα καὶ ὁ Θεὸς εὐδοκεῖ; ι. Ἄλλο. Ἐπηγγείλατό που Θεὸς τὸν μακάριον εὐλογῶν Ἁβραὰμ, ὅτι κατὰ τὴν ἀναρίθμητον τῶν ἀστέρων πληθὺν ἔσται τὸ σπέρμα αὐτοῦ. εἰ δὲ ἀληθὴς ὁ λόγος, ὅτι πλημμελήσασα πρὸ σώματος ἡ ψυχὴ, καὶ εἰς γῆν καὶ εἰς σάρκα κολασθησομένη πέμπεται, καταδίκων ὄχλον οὐκ εὐγενῆ, δραπετευόντων τοῦ ἀγαθοῦ, τῷ δικαίῳ Θεὸς ἐπηγγείλατο, καὶ οὐχὶ μᾶλλον εὐλογίας μέτοχον σπέρμα. ἀλλὰ μὴν εὐλογήσων τὸν Ἁβραὰμ τοῦτο λέγει ὁ Θεός· ἁπάσης ἄρα κατηγορίας ἡ τῶν σωμάτων ἀπήλλακται γένεσις. ια. Ἄλλο. Εἰς πλῆθος μέγα καὶ ἀναρίθμητον τὸ τῶν Ἰσραηλιτῶν ἐξετείνετο γένος· καὶ δὴ καὶ τοῦτο δικαίως ὑπερθαυμάσας ὁ ἱεροφάντης Μωυσῆς ἐπεύχεται λέγων αὐτοῖς “Καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ ”πλήθει· Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν προσθείη ὑμῖν “ὡς ἐστὲ χιλιοπλασίως.” ἀλλ᾽ εἴπερ ἦν κόλασις ταῖς ἀνθρώπων ψυχαῖς τὸ εἶναι μετὰ σωμάτων ἐν κόσμῳ, ἔδει δὲ εἶναι καὶ οὐ γυμνὰς, ἀρὰ μᾶλλον εἴη περ ἀληθῶς, οὐκ ἐπ᾽ εὐχῇ καὶ ὁ τοῦ Μωυσέως εὑρίσκεται λόγος.

ἔχει δὲ οὐχ οὕτως, ἀλλ᾽ ἐν εὐλογίας τάξει πεποίηται· οὐκ ἄρα τιμωρίας ἐπέχει λόγον ἡ σάρκωσις. ιβ. Ἄλλο. Τοῖς αἰτεῖν ἐπιχειροῦσι κακῶς ἐπινεύειν Θεὸς οὐκ ἀνέχεται. καὶ τούτου μάρτυς ἡμῖν ἀψευδὴς ὁ τοῦ Σωτῆρος γενήσεται μαθητής “Αἰτεῖτε, λέγων, καὶ οὐ λαμ- ”βάνετε, ὅτι κακῶς αἰτεῖσθε.” εἴπερ οὖν ἐστι κόλασις τὸ σωματωθῆναι ψυχὴν, Ἄννα τοῦ Ἑλικανὰ ἡ γυνὴ, πῶς οὐκ εὐλόγως ἐρεῖ τις, ὅτι τοῦ πρέποντος ἀπεσφάλλετο μακρὰν, οὕτω πρὸς Θεὸν ἀνατείνουσα τὴν εὐχὴν, καὶ αἰτοῦσα “σπέρμα ἀνδρός;” ψυχῆς γὰρ ᾔτει κατάπτωσιν καὶ τὴν εἰς σῶμα κάθοδον· πῶς δὲ ὅλως καὶ υἱὸν αὐτῇ ἐδίδου Θεὸς τὸν ἅγιον Σαμουὴλ, εἴπερ ἔδει πάντως ἁμαρτῆσαι ψυχὴν, ἵνα δὴ καὶ ἐμπλακεῖσα σώματι τῇ γυναικὶ πληρώσῃ τὴν αἴτησιν; ἀλλὰ μὴν καὶ Θεὸς ἐδίδου, μόνα πεφυκὼς διδόναι τὰ ἀγαθὰ, καὶ προχείρως ἐπινεύσας αὐτῇ λοιδορίας ἁπάσης ἐλευθεροῖ τὴν αἴτησιν. οὐκ ἄρα ἐξ ἁμαρτίας ἡ σάρκωσις, ἀλλ᾽ οὐδὲ κολάσεως τρόπος κατά τινας. ιγ. Ἄλλο.

Εἰ ἐν τάξει τιμωρίας δέδοται τὸ σῶμα τῇ τοῦ ἀνθρώπου ψυχῇ, τί τὸ πεπεικὸς Ἑζεκίαν τὸν τῆς Ἱερουσαλὴμ βασιλέα, καίτοι σοφὸν ὄντα καὶ ἀγαθὸν, δακρύων οὐ δίχα πικρῶν παραιτεῖσθαι μὲν τὸν τῆς σαρκὸς θάνατον, καὶ ἀποδύσασθαι τὸ κολάζον ὀκνεῖν, ἐτῶν δὲ προσθήκῃ τιμᾶσθαι παρακαλεῖν, καίτοι λίαν ἐχρῆν, εἴπερ ἦν ὄντως ἀγαθὸς, οὐ τὸ τεθνάναι παραιτεῖσθαι μᾶλλον, ἡγεῖσθαι δὲ φορτικὸν τὸ συμπεπλέχθαι σώματι, καὶ ἐπὶ τούτῳ χάριν ἤπερ ἐπὶ τοῖς ἐναντίοις ὁμολογεῖν. πῶς δὲ ὡς ἐν χάριτος μέρει Θεὸς ἐπηγγέλλετο λέγων αὐτῷ “Ἰδοὺ προστίθημι εἰς τὸν χρόνον ”σου ἔτη δεκαπέντε,” καίτοι προσθήκη κολάσεως, οὐκ εὐποιΐας τρόπος, ἡ ὑπόσχεσις ἦν, εἴπερ ἐκεῖνοι πρεσβεύουσιν ἀληθῆ; ἀλλὰ μὴν δῶρον ἄνωθεν ἡ ὑπόσχεσις ἦν, καὶ ἡ προσθήκη χάρις· οὐκ ἄρα κόλασις ταῖς ψυχαῖς ἡ σωμάτωσις. ιδ. Ἄλλο. Εἰ ἐν τάξει κολάσεως δέδοται τὸ σῶμα τῇ τοῦ ἀνθρώπου ψυχῇ, ποίαν ἀντεδίδου χάριν τῷ εὐνούχῳ Θεὸς τῷ ἀνενεγκόντι τὸν Ἱερεμίαν ἐκ τοῦ λάκκου, λέγων Καὶ δώσω τὴν ψυχήν σου εἰς εὕρεμα, καὶ διασώσω σε ἐκ τῶν Χαλδαίων. ἔδει γὰρ μᾶλλον ἀποθνήσκειν ἐᾶν, ἵνα καὶ τιμήσῃ, δεσμοῦ καὶ κολάσεως ἀπολύων αὐτόν. τί δὲ, εἰπέ μοι, τοῖς ἐξ Ἰσραὴλ νεανίαις ἐχαρίζετο, διασώζων αὐτοὺς ἐκ φλογὸς, καὶ τῆς τῶν Βαβυλωνίων ἀπανθρωπίας; ὅτου δὲ χάριν τῆς τῶν λεόντων ὠμότητος τὸν σοφὸν ἐξήρπαζε Δανιήλ;

ἀλλὰ μὴν ταῦτα πράττων εὐεργετεῖ, καὶ δι᾽ αὐτὰ δοξάζεται. οὐκ ἄρα τρόπος τιμωρίας ἐστὶ τὸ ἐνοικεῖν τῇ σαρκὶ, ἵνα μὴ ταὐτὸν εἴη παρὰ Θεῷ τιμὴ καὶ κόλασις. ιε. Ἄλλο. Ὅτι τῶν ἑκάστῳ βεβιωμένων ἐξέτασις ἔσται κατὰ καιρὸν ἐπὶ τοῦ θείου βήματος ἐκδιδάσκων ὁ Παῦλός φησι “Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν ”τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ “τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον·” εἰ δὲ ἐπὶ μόνοις τοῖς διὰ τοῦ σώματος ἢ κολάζεταί τις παρὰ τοῦ κρίνοντος, ἤγουν τῆς δεούσης ἀξιοῦται τιμῆς, μνήμη δὲ οὐδεμία προγενεστέρων ἁμαρτημάτων, ἀλλ᾽ οὐδὲ πρεσβύτερον τῆς γενέσεως ἔγκλημα ζητηθήσεται· πῶς ἄρα προῆν ἡ ψυχὴ, ἢ πῶς ἐξ ἁμαρτίας ἐταπεινώθη κατά τινας, ᾗ καὶ μόνος ὁρίζεται χρόνος ὁ μετὰ σαρκὸς, διὰ τοῦ μόνα ζητεῖσθαι τὰ δι᾽ αὐτῆς; ιϛ. Ἄλλο. Εἰ ἐκ πρεσβυτέρων ἁμαρτημάτων ἐσωματώθησαν αἱ ψυχαὶ, πῶς ὁ Παῦλος ἡμῖν ἐπιστέλλει “Παρα- ”στήσατε λέγων τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, “εὐάρεστον τῷ Θεῷ·” εἰ γὰρ ἐν τάξει τιμωρίας δέδοται ταῖς ἀθλίαις ψυχαῖς, πῶς εἰς ὀσμὴν εὐωδίας παραστήσωμεν αὐτὰ τῷ Θεῷ; κατὰ τίνα δὲ τρόπον εὐάρεστον ἔσται τὸ δι᾽ οὗ κατακεκρίμεθα; ἢ ποῖον ὅλως ἀρετῆς ἐπιδέξεται τρόπον τὸ κολάζειν πεφυκὸς, καὶ ῥίζαν ἔχον τὴν ἁμαρτίαν; ιζ. Ἄλλο.

Κατὰ πάσης ἐκτεινομένην τῆς ἀνθρώπου φύσεως τὴν φθορὰν, διὰ τὴν ἐν Ἀδὰμ παράβασιν ἐπιδεικνύων ὁ Παῦλός φησιν· “Ἀλλ᾽ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ ”μέχρι Μωυσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ “ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ.” πῶς οὖν ἄρα φησὶ καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας βασιλεύειν τὸν θάνατον, εἴπερ ἐκ πρεσβυτέρων ἁμαρτημάτων τὸ ἀποθνῆσκον ἡμῖν δέδοται σῶμα; ποῦ γὰρ ὅλως οἱ μὴ ἁμαρτήσαντες, εἰ δίκη πταισμάτων ἡ σάρκωσις καὶ τὸ ἐν τῷδε τῷ βίῳ γενέσθαι μετὰ σώματος, προανατέλλον ἔχει τὸ ἔγκλημα; ἀμαθὲς οὖν ἄρα τῶν δι᾽ ἐναντίας τὸ πρόβλημα. ιη. Ἄλλο. Προσήγαγόν ποτε τῷ Σωτῆρι πεῦσιν οἱ μαθηταὶ περί τινος τῶν ἐκ γενετῆς τυφλῶν, καὶ δὴ καὶ ἔφασκον “Ῥαββὶ, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς ”γεννηθῇ;” ἐπειδὴ γὰρ ἐν προφητικοῖς ἀναγέγραπται λόγοις περὶ Θεοῦ, ὡς ἔστιν “ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ ”τέκνα,” τοῦτο πεπονθέναι τὸν ἄνθρωπον ὑπενόουν οἱ μαθηταί. τί οὖν πρὸς ταῦτα Χριστός; “Ἀμὴν λέγω ὑμῖν, ”οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ᾽ ἵνα φανε- “ρωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ.” πῶς οὖν ἔξω τίθησιν ἁμαρτίας αὐτοὺς, καίτοι μὴ ὄντας ἀνεγκλήτους κατὰ τὸν βίον; ἄνθρωποι γὰρ ὄντες, ἔνοχοί που πάντως ἦσαν καὶ πταίσμασιν.

ἀλλ᾽ ἔστι πρόδηλόν τε καὶ συμφανὲς, ὅτιπερ ὁ λόγος εἰς τὸν πρὸ τῆς γενέσεως ἀναβαίνει καιρὸν, καθ᾽ ὃν οὔπω γεγονότες, οὐδὲ ἡμάρτανον, ἵνα καὶ ἀληθεύῃ Χριστός. ιθ. Ἄλλο. Ὁ μακάριος προφήτης Ἡσαΐας, τὴν αἰτίαν τοῦ πεποιῆσθαι τὴν γῆν ἐξηγούμενος “Οὐκ εἰς κενὸν, φησὶν, ”ἐποίησεν αὐτὴν, ἀλλὰ κατοικεῖσθαι·” ἔδει δὲ πάντως κατοικεῖσθαι τὴν γῆν, οὐ πνεύμασι πληρουμένην γυμνοῖς, ἀλλ᾽ οὐδὲ ἀσάρκοις καὶ ἀναμφιέστοις ψυχαῖς, ἀλλὰ τοῖς καταλλήλοις αὐτῇ κεχρημέναις σώμασιν. ἦν οὖν ἆρα βούλημα θεῖον τὸ ἐνεργοῦν εἰς τὸ ἁμαρτάνειν ψυχὰς, ἵνα καὶ ἡ τῶν σωμάτων γένηται φύσις, οὕτω τε λοιπὸν ἡ γῆ μὴ εἰς κενὸν φαίνηται γεγενημένη; ἀλλὰ τοῦτο ἄτοπον, κρεῖττον οὖν ἄρα τὸ ἕτερον. κ. Ἄλλο. Ἡ πάντων τεχνῖτις σοφία περὶ ἑαυτῆς που φησὶν ἐν βίβλῳ παροιμιῶν “Ἐγὼ ἤμην ᾗ προσέχαιρεν·” ὁ πάντων δηλονότι Δημιουργός· “καθ᾽ ἡμέραν δὲ εὐφραινόμην ”ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ, ὅτε εὐφραίνετο τὴν “οἰκουμένην συντελέσας, καὶ ἐνευφραίνετο ἐν υἱοῖς ἀνθρώ- ”πων.” ὅτε τοίνυν συντελέσας τὴν οἰκουμένην τῇ τοῦ ἀνθρώπου κατασκευῇ λίαν ἐφήδεται Θεὸς, πῶς οὐχὶ πάσης ἔξω κείσεται φρενὸς, ὁ προγενεστέροις ἁμαρτήμασιν ὑποτιθεὶς τὴν ψυχὴν, διά τε τοῦτο σεσωματῶσθαι λέγων αὐτὴν, καὶ κατὰ τοῦτον τετιμωρῆσθαι τὸν τρόπον;

ἢ γὰρ οὐχὶ δεσμωτηρίου μᾶλλον, ἤπερ οἰκουμένης, ἐργάτης ἔσται Θεός· εὐφρανθήσεται δὲ παραλόγως ἐπὶ τοῖς ὑπέχουσι δίκας; καὶ πῶς ἂν εἴη λοιπὸν ἀγαθὸς ἐπ᾽ ἀτόποις οὕτω γανύμενος; ἀλλὰ μήν ἐστιν ἀγαθὸς, διά τοι τοῦτο ποιητὴς ἀγαθῶν· οὐκ ἄρα τιμωρίας ἔσται τρόπος ἡ σάρκωσις. κα. Ἄλλο. Εἰ πλημμελημάτων τῆς ἐν κόσμῳ γενέσεως ἀρχαιοτέρων εἰσπράττεται δίκας ἡ τοῦ ἀνθρώπου ψυχὴ διὰ τῆς εἰς σάρκα συμπλοκῆς, καὶ τιμωρίας ἐπέχει λόγον αὐτῇ τὸ σῶμα, διὰ ποίαν αἰτίαν, κόσμῳ μὲν ἀσεβῶν κατακλυσμὸς ἐπενήνεκται, διεσώθη δὲ δίκαιος ὢν ὁ Νῶε, καὶ ταύτην ἔχει παρὰ Θεοῦ τῆς πίστεως τὴν ἀντίδοσιν; ἢ γὰρ οὐχὶ μᾶλλον ἐχρῆν τοὺς μὲν ἀφόρητα δυσσεβήσαντας, μακροτέρους ἐν σώμασι κατατρίβειν χρόνους, ἵνα καὶ μειζόνως κολάζωνται, δεσμῶν δὲ τῶν ἀπὸ σαρκὸς ἀνίεσθαι τοὺς ἀγαθοὺς, καὶ τῆς πρὸς Θεὸν εὐσεβείας ἀντικομίζεσθαι γέρας τὴν ἐκ σώματος ἀποφοίτησιν; ἀλλ᾽ οἶμαι δίκαιον ὄντα τὸν ἁπάντων Δημιουργὸν, τὴν ἑκάστῳ χρεωστουμένην τάγματι ψῆφον ἐπενεγκεῖν. ἐπειδὴ δὲ δίκαιος ὢν θανάτῳ μὲν τῷ τῆς σαρκὸς κολάζει τὸν παράνομον, ζωῇ δὲ πάλιν τῇ μετὰ σώματος εὐφραίνει τὸν δίκαιον· οὐ κόλασις ἄρα τὰ σώματα ταῖς ἀνθρώπων ψυχαῖς, ἵνα μὴ ἄδικος φαίνηται Θεὸς, χάριτι μὲν κολάζων τὸν ἀσεβῆ, τιμῶν δὲ πάλιν κολάσει τὸν δίκαιον. κβ. Ἄλλο.

Εἰ προγενεστέρων πταισμάτων ἐκτίσουσα δίκας εἰς σάρκα καὶ σῶμα καταβέβηκεν ἡ ψυχὴ, πῶς “ἐφίλει” τὸν Λάζαρον ἀναστήσας αὐτὸν ὁ Σωτὴρ καὶ τὸν ἅπαξ δεσμῶν ἀνεθέντα παλινδρομεῖν εἰς αὐτοὺς ἀναγκάσας; ἀλλ᾽ ἔπραττεν ὠφελῶν, καὶ ὡς φίλον ἐτίμα τὸν τεθνεῶτα Χριστὸς διανιστὰς ἐκ νεκρῶν. εἰκαῖον οὖν ἄρα τῶν δι᾽ ἐναντίων τὸ πρόβλημα. κγ. Ἄλλο. Εἰ, καθάπερ ἐκεῖνοι ληροῦντές φασιν, ὡς ἐν τάξει τιμωρίας δέδοται τὸ σῶμα τῇ ψυχῇ, διὰ πρεσβυτέραν αὐτῆς ἁμαρτίαν ἐπινοηθὲν, ἁμαρτία τὴν τῶν ἀνθρωπίνων σωμάτων παρεισήνεγκε φύσιν· ἀλλὰ καὶ πάλιν “εἰσῆλθε ”διὰ τῆς ἁμαρτίας ὁ θάνατος·” αὐτὴ τοιγαροῦν καθ᾽ ἑαυτῆς ἡ ἁμαρτία λοιπὸν ἐξοπλίζουσα φαίνεται, λύουσα τοῖς ὑστέροις τὰ ἐν ἀρχῇ, καὶ ὁ σατανᾶς ἐφ᾽ ἑαυτῷ μεμέρισται διὰ τοῦτο· “Πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ,” κατὰ τὴν τοῦ Σωτῆρος φωνήν; ἀλλὰ μὴν τὸ οὕτω νοεῖν ἀπίθανον· ἀληθὲς οὖν ἄρα τὸ ἐναντίον. κδ. Ἄλλο. Ἔκτισε Θεὸς ἐν ἀφθαρσίᾳ τὰ πάντα· καὶ “θάνατον μὲν οὐκ ἐποίησεν” αὐτὸς, “φθόνῳ δὲ διαβόλου ”θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.” ἀλλ᾽ εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἐν τάξει τιμωρίας δέδοται τὸ σῶμα τῇ τοῦ ἀνθρώπου ψυχῇ, διὰ ποίαν αἰτίαν, ὦ οὗτοι, τὸν τοῦ διαβόλου φθόνον αἰτιασόμεθα, τὸ πέρας ἡμῖν τῶν ἀνιαρῶν εἰσφέροντα, καὶ τὸ κολάζον ἡμᾶς ἀφανίζοντα σῶμα;

ἐπὶ τίσι δὲ ὅλως ἀναθήσομεν τῷ Σωτῆρι τὰ χαριστήρια, προσδεσμοῦντι πάλιν ἡμᾶς τῇ σαρκὶ διὰ τῆς ἀναστάσεως; ἀλλὰ μὴν εὐχαριστοῦμεν, καὶ λελύπηκε τὴν φύσιν ὁ τοῦ διαβόλου φθόνος, προξενήσας τοῖς σώμασι τὴν φθοράν. οὐ τρόπος ἄρα τιμωρίας τὸ σῶμά ἐστιν, ἀλλ᾽ οὐδὲ ἀρχαίας ἡμῶν ἁμαρτίας ὀψώνιον. <Καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο.> Διὰ τοῦ φωτὸς τοῦ ἀληθινοῦ, τουτέστι τοῦ. Μονογενοῦς πεποιῆσθαι τὸν κόσμον, ἀναγκαίως ἐν τούτοις ὁ Εὐαγγελιστὴς ἐπισημαίνεται. εἰ γὰρ καὶ ὅτι μάλιστα Λόγον αὐτὸν ἀποκαλέσας κατὰ τὴν ἀρχὴν, πάντα δι᾽ αὐτοῦ γενέσθαι, καὶ χωρὶς αὐτοῦ παρῆχθαι μηδὲν πρὸς γένεσιν διεβεβαιώσατο, ποιητήν τε διὰ τούτων ἀπέδειξε καὶ δημιουργόν· ἀλλ᾽ ἦν ἀναγκαῖον νυνὶ δὴ μάλιστα τοῦτο καὶ εἰσαῦθις ἀναλαβόντα εἰπεῖν, ἵνα μὴ τοῖς παρατρέπειν εἰωθόσι τὴν τῶν θείων δογμάτων ὀρθότητα, πλάνης τε καὶ ἀπωλείας περιλιμπάνηται τόπος.

ἐπειδὴ γὰρ ἔφη περὶ τοῦ φωτὸς, ὅτι ἐν τῷ κόσμῳ ἦν, ἵνα μήτις εἰς ἐκτόπους ἐννοίας περιέλκων τὸ εἰρημένον, τοῖς κατ᾽ εἶδος τοῦ κόσμου μέρεσιν ἐναρίθμιον ποιοῖτο τὸ φῶς, ὥσπερ οὖν ἀμέλει καὶ ἥλιος καὶ σελήνη καὶ ἀστέρες τυχὸν, ἐν τῷ κόσμῳ μέν εἰσι, πλὴν ὡς μέρη τοῦ κόσμου, καὶ καθάπερ ἑνὸς μέλη σώματος, χρησίμως τε καὶ ἀναγκαίως ὁ Εὐαγγελιστὴς γενεσιουργὸν εὐθὺς, καὶ παντὸς τοῦ κόσμου τεχνίτην εἰσφέρει τὸν Μονογενῆ, καὶ διὰ τούτου πάλιν ἡμᾶς ἐξασφαλιζόμενος, καὶ χειραγωγῶν εἰς ἀπλανῆ καὶ εὐθεῖαν τῆς ἀληθείας κατάληψιν. τίς γὰρ οὕτως ἀμαθὴς, ἢ τοσαύτην ἕξει τὴν ἠλιθιότητα κατὰ τὸν νοῦν, ὡς μὴ πάντως ἕτερον εἶναι παρὰ τὸν κόσμον ὑποτοπῆσαι τὸν δι᾽ οὗ γεγενῆσθαι λέγεται, καὶ τιθέναι μὲν ἐν ἰδίῳ μέρει τὴν κτίσιν, ἀποδιελεῖν δὲ τῷ λόγῳ τὸν Δημιουργὸν, καὶ τὴν θείαν αὐτοῦ φαντάζεσθαι φύσιν; δεῖ γὰρ ἕτερον εἶναι τῇ φύσει τὸ ποιηθὲν παρὰ τὸν ποιητὴν, ἵνα μὴ φαίνηται ταὐτὸν τὸ ποιοῦν καὶ τὸ ποιούμενον.

εἰ γὰρ νοοῖτο ταὐτὸν, οὐδὲ μιᾶς ἐνούσης κατὰ τὸν τοῦ πῶς εἶναι λόγον ἐξαλλαγῆς, ἀναβήσεται μὲν τὸ ποιηθὲν εἰς τὴν τοῦ ποιοῦντος φύσιν, καταβήσεται δὲ καὶ εἰς τὴν τῶν κτισμάτων ὁ Δημιουργὸς, οὐκέτι δὲ μόνος ἕξει τὸ δύνασθαι γενεσιουργεῖν, ἀλλ᾽ ἐνυπάρχον τοῦτο δυνάμει καὶ τοῖς ποιήμασιν εὑρεθήσεται, εἴπερ ὅλως οὐδεὶς αὐτὰ τῆς πρὸς Θεὸν ὁμοουσιότητος ἀποδιελεῖ τρόπος· οὕτω τε λοιπὸν ἑαυτῆς ἡ κτίσις ἔσται δημιουργὸς, καὶ ψιλὸν περιθήσει τῷ Μονογενεῖ τὸ ἀξίωμα λέγων ὁ Εὐαγγελιστὴς, ὅτι καὶ “ἐν τῷ κόσμῳ ”ἦν” καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο. ἀλλ᾽ οἶδεν ἕνα κατὰ φύσιν ὄντα τῶν ἁπάντων Δημιουργόν. οὐκ ἄρα ταὐτὸν ἂν νοοῖτό ποτε παρά γε τοῖς εἰδόσι πιστεύειν ὀρθῶς, ποίημα καὶ ποιητὴς, Θεὸς καὶ κτίσις, ἀλλ᾽ ἡ μὲν ὑποκείσεται δουλοπρεπῶς, τὸν τῆς οἰκείας φύσεως ὅρον ἐπιγινώσκουσα· βασιλεύσει δὲ ἐπ᾽ αὐτὴν ὁ Υἱὸς, μόνος ἔχων μετὰ τοῦ Πατρὸς τὸ δύνασθαι καὶ ὡς ὄντα τὰ μὴ ὄντα καλεῖν, καὶ τὸ μήπω ὑπάρχον ἀῤῥήτῳ δυνάμει παράγειν εἰς γένεσιν. ὅτι δὲ ὑπάρχων κατὰ φύσιν Θεὸς ὁ Υἱὸς, ἕτερος δήπου πάντως ἐστὶ παρὰ τὴν κτίσιν, ἀρκούντως ἤδη διειληφότες ἐν τῷ περὶ τῆς ἁγίας Τριάδος λόγῳ, περιττὸν ἐν τούτοις ἐροῦμεν οὐδέν· πλὴν ἐκεῖνο χρησίμως προσθήσομεν, ὅτι δι᾽ αὐτοῦ τὸν κόσμον πεποιῆσθαι λέγων, εἰς ἔννοιαν ἡμᾶς ἀναφέρει τὴν περὶ Πατρὸς, καὶ συνεισφέρει τῷ δι᾽ οὗ τὸν ἐξ οὗ.

πάντα γὰρ παρὰ Πατρὸς δι᾽ Υἱοῦ ἐν Ἁγίῳ Πνεύματι. <Καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.> Νήφει πάλιν ὁ πνευματοφόρος, καὶ φθάνειν ἐπείγεται τὰς παρά τινων εὑρεσιλογίας· θαυμάσεις δὲ πάλιν τὸν ἐν τοῖς θεωρήμασι λογισμόν. φῶς ἀληθινὸν ἀπεκάλεσε τὸν Υἱὸν, διισχυρίσατό τε φωτίζειν αὐτὸν πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· πρὸς δέ γε τούτῳ, ὅτι καὶ “ἦν ἐν τῷ κόσμῳ ”φησὶν καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο.” ἀλλ᾽ εἶπεν ἄν τις εὐθὺς ἡμῖν τῶν δι᾽ ἐναντίας Εἰ φῶς ἦν ὁ Λόγος, ὦ οὗτοι, καὶ εἰ φωτίζει παντὸς ἀνθρώπου καρδίαν, εἰς θεογνωσίαν δηλονότι καὶ εἰς σύνεσιν ἀνθρωποπρεπῆ, καὶ εἴπερ ἦν ἀεὶ ἐν τῷ κόσμῳ, καὶ αὐτὸς ἦν ἐργάτης αὐτοῦ, πῶς ἠγνοήθη καὶ εἰς χρόνους οὕτω μακρούς· οὐκοῦν οὐκ ἐφώτιζεν, ἀλλ᾽ οὐδὲ ὅλως ὑπῆρχε τὸ φῶς αὐτός. πρὸς δὴ τὰ τοιαῦτα θερμότερον ὁ θεολόγος ὑπαντιάζει λέγων Ὁ κόσμος αὐτὸν οὐκ ἔγνω· οὐκ αὐτὸς δι᾽ ἑαυτὸν ἠγνοήθη, φησίν· αἰτιάσθω δὲ ὁ κόσμος τὴν οἰκείαν ἀσθένειαν. φωτίζει μὲν γὰρ ὁ Υἱὸς, ἀπαμβλύνει δὲ τὴν χάριν ἡ κτίσις.

ἐδανείζετο τὸ βλέπειν ἵνα τὸν κατὰ φύσιν νοήσῃ Θεὸν, καὶ δεδαπάνηκεν ἀσώτως τὸ δοθὲν, μέχρι τῶν ποιημάτων ἔστησε τῆς θεωρίας τὸ μέτρον· ἐνάρκησε τὸν ἐπέκεινα δρόμον, κατέχωσε ῥᾳθυμίαις τὸν φωτισμὸν, ἠμέλησε τοῦ χαρίσματος, ὅπερ ἵνα μὴ πάθοι, νήφειν ὁ Παῦλος κελεύει τῷ οἰκείῳ μαθητῇ· οὐδὲν οὖν ἄρα πρὸς τὸ φῶς ἡ τῶν φωτισθέντων φαυλότης· ὅνπερ γὰρ τρόπον ἀνίσχει μὲν ἅπασι τοῦ ἡλίου τὸ φῶς, ὠφελεῖται δὲ οὐδὲν ὁ τυφλὸς, ἀλλ᾽ οὐ διὰ τοῦτο τῆς ἡλιακῆς ἂν εὐλόγως κατηγορήσαιμεν αὐγῆς, αἰτιασώμεθα δὲ μᾶλλον τὸ τῆς ὄψεως πάθος· ἡ μὲν γὰρ ἐφώτιζεν, ἡ δὲ τὸν φωτισμὸν οὐκ ἐδέχετο· οὕτως οἶμαι δεῖν καὶ ἐπὶ τοῦ Μονογενοῦς ἐννοεῖν, ὅτι φῶς μέν ἐστι τὸ ἀληθινόν “Ὁ δὲ θεὸς τοῦ αἰῶνος τούτου,” καθὰ καὶ ὁ Παῦλός φησιν, “ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων εἰς ”τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν” ἐν αὐτοῖς τῆς γνώσεως τοῦ Θεοῦ.

τύφλωσιν δέ φαμεν τὴν ἐν τούτοις ὑποστῆναι τὸν ἄνθρωπον, οὐκ εἰς ὁλόκληρον τοῦ φωτὸς ἐρημίαν ἐρχόμενον· σώζεται γὰρ ἐν τῇ φύσει πάντως ἡ θεόσδοτος σύνεσις· ἀλλ᾽ εἰς ἕξιν ἀμαθεστέραν κατασβεννύμενον, καὶ ταῖς ἐπὶ τὰ χείρω παρατροπαῖς καταμαραίνοντά πως καὶ κατατήκοντα τὸ τῆς χάριτος μέτρον· διά τοι τοῦτο καὶ ὁ σοφώτατος μελῳδὸς, ὅτε τὸν τοιοῦτον ἡμῖν ἄνθρωπον ὑποκρίνεται, τότε δὴ καὶ δικαίως καταφωτίζεσθαι παρακαλεῖ, λέγων ὡς πρὸς Θεόν “Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, ”καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου·” “Νόμον γὰρ εἰς βοήθειαν ἔδωκε,” τὸ θεῖον ἐν ἡμῖν ἀναζωπυρήσαντα φῶς, καὶ ὥσπερ τινὰ λήμην τῶν τῆς καρδίας ὀφθαλμῶν ἐκκαθαίροντα τὸν ἐξ ἀρχαίας ἀμαθίας ἐπισκήψαντα σκοτισμόν. ἀχαριστίας οὖν ἅμα καὶ ἀναισθησίας ὁ κόσμος ἐν τούτοις ὑπομένει γραφὴν, καὶ τὸν οἰκεῖον ἀγνοήσας γενεσιουργὸν, καὶ τὸν ἐκ τοῦ πεφωτίσθαι καρπὸν οὐκ ἀγαθὸν ἐπιδείξας, ἵνα φανῆται λοιπὸν ἐπ᾽ αὐτῷ κἀκεῖνο πάλιν ἀληθὲς, τὸ ἐφ᾽ υἱοῖς Ἰσραὴλ διὰ προφητικῆς ᾀδόμενον φωνῆς “Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας.”

ἦν γὰρ ὄντως ὁ τοῦ πεφωτίσθαι καρπὸς, ἡ ἀληθὴς περὶ τοῦ Μονογενοῦς διάληψις, σταφυλή τις ὥσπερ κληματίδος ἐξηρτημένη, τῆς ἀνθρώπου διανοίας φημὶ, καὶ οὐχὶ τὸ ἐναντίον, ἡ εἰς πολύθεον ἕλκουσα πλάνην ἀβουλία, ὀξείας ἀκάνθης δίκην, ἐν ἡμῖν ἀνατέλλουσα καὶ πλήττουσα πρὸς θάνατον ταῖς ἀπάταις τὸν νοῦν. <Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.> Ἐπιτείνει τὴν ἀπολογίαν ὁ Εὐαγγελιστὴς τοῦ μὴ ἐγνωκέναι τὸν κόσμον τὸν φωτίζοντα αὐτὸν, τουτέστι τὸν Μονογενῆ, καὶ ἀπὸ τῆς χείρονος τῶν ἐξ Ἰσραὴλ ἁμαρτίας, καὶ τὰ τῶν ἐθνῶν ἐγκλήματα κρατύνειν ἐπείγεται, καὶ τὴν ἐπισκήψασαν τῷ κόσμῳ παντὶ δυσμαθείας τε ὁμοῦ καὶ ἀπειθείας ἐπιδεικνύει νόσον. εὐαφόρμως δὲ λίαν εἰς τὸν περὶ τῆς ἐνανθρωπήσεως εἰσελαύνει λόγον, καὶ καθέρπει λοιπὸν ἐξ ἀκράτου θεολογίας, εἰς ἐξήγησιν οἰκονομίας τῆς μετὰ σαρκὸς, ἣν ἐποιήσατο δι᾽ ἡμᾶς ὁ Υἱός. θαυμαστὸν γὰρ οὐδὲν, εἰ μὴ ἔγνω, φησὶν, ὁ κόσμος τὸν Μονογενῆ, τῆς μὲν ἀνθρώπῳ πρεπούσης συνέσεως ἐκδεδραμηκὼς, καὶ ὅτι μὲν ἐν τιμῇ τέ ἐστι καὶ γέγονεν οὐκ εἰδὼς, παραβληθείς τε τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καθάπερ οὖν καὶ ὁ θεῖος ἔφασκε μελῳδὸς, ὅπου καὶ αὐτὸς ὁ προσήκειν ἰδίως αὐτῷ παρὰ πᾶσιν ὑπονοηθεὶς λαὸς ἀπεσείσατο παρόντα μετὰ σαρκὸς, καὶ ἐπὶ σωτηρίᾳ τῇ ἐπὶ πάντων ἐπιδημήσαντα λαβεῖν οὐκ ἠθέλησε, τὴν τῶν οὐρανῶν βασιλείαν τῆς πίστεως ἀντιδιδόντα.

ἐπιτήρει δὲ ὅπως γέγονεν ἀσφαλὴς ὁ περὶ τούτων λόγος. τοῦ μὲν γὰρ κόσμου τὸ μηδόλως ἐγνωκέναι τὸν φωτίζοντα κατηγορεῖ, συγγνώμην ὥσπερ αὐτῷ δικαίαν διὰ τούτου πραγματευόμενος, καὶ τῆς δοθείσης αὐτῷ χάριτος ἀφορμὰς εὐλόγους προδιοικούμενος· ἐπὶ δέ γε τῶν ἐξ Ἰσραὴλ, οἳ καὶ ἐν μέρει τῶν ἰδίως αὐτῷ προσηκόντων ἐτετάχαντο, τό Οὐ παρέλαβον τίθησιν· οὐ γὰρ ἦν ἀληθεύοντα λέγειν Οὐκ ἔγνωσαν, νόμου μὲν ἀρχαιοτέρου κηρύττοντος, προφητῶν δὲ τῶν μετ᾽ ἐκεῖνον παιδαγωγούντων αὐτοὺς ἐπὶ τὴν τῆς ἀληθείας κατάληψιν. δίκαιον οὖν ἄρα καὶ ἐπ᾽ αὐτοῖς τῆς ἀποτομίας τὸ κρῖμα, καθάπερ ἀμέλει καὶ ἐπὶ τῶν ἐθνῶν ἡ χρηστότης. ὁ μὲν γὰρ κόσμος, ἤτοι τὰ ἔθνη, τὴν πρὸς Θεὸν οἰκείωσιν ἀπολέσαντα διὰ τῆς εἰς φαυλότητα καταδρομῆς, καὶ τὸ εἰδέναι προσεζημιώθη τὸν φωτίζοντα αὐτά· οἱ δὲ διὰ νόμου τὴν γνῶσιν καταπλουτήσαντες, καὶ εἰς τὴν θυμήρη τῷ Θεῷ πολιτείαν ἀνακεκλημένοι, λοιπὸν ἑκόντες ἐσφάλλοντο, τὸν ἤδη γνωσθέντα καὶ ὡς ἐν ἰδίοις ἐπιδημήσαντα τοῦ Θεοῦ Λόγον οὐ παραδεξάμενοι.

ἴδιος μὲν γὰρ σύμπας ὁ κόσμος ἐστὶ τῷ Θεῷ, κατά γε τὸν τοῦ πεποιῆσθαι λόγον, καὶ τὸ ἐξ αὐτοῦ καὶ δι᾽ αὐτοῦ παρῆχθαι πρὸς γένεσιν· πρεπωδέστερον δέ πως ὁ Ἰσραὴλ τῷ τῆς ἰδιότητος ἀποκεκλήσεται λόγῳ, καὶ τὴν ἐπὶ τούτῳ δόξαν ἀποκληρώσεται, διά τε τὴν τῶν ἁγίων πατέρων ἐκλογὴν, καὶ διὰ τὸ ἀρχὴ καὶ πρωτότοκος ὠνομάσθαι τῶν τοῦ Θεοῦ τέκνων· “Υἱὸς γὰρ πρωτότοκός μου ”Ἰσραὴλ,” φησί που πρὸς Μωυσέα Θεὸς, ὃν δὴ καὶ ὡς ἕνα καὶ ἐξαίρετον ἑαυτῷ πάλιν ἀνατιθεὶς, ἴδιον ὠνόμαζε λαόν “Ἐξαπόστειλον τὸν λαόν μου,” πρὸς Φαραὼ τὸν Αἰγύπτου τύραννον εἰπών. δεικνύει γεμὴν ἰδίως ἀνήκοντα τῷ Θεῷ τὸν Ἰσραὴλ, καὶ ἐκ Μωυσαϊκῶν βιβλίων λόγος ἀληθής. “Ὅτε γὰρ, φησὶ, διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν ”υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων “Θεοῦ, καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, ”σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ·” ᾧ καὶ ἐπεφοίτησεν, ὡς ἐν ἰδίῳ κλήρῳ καὶ οἰκείῳ σχοινίσματι, λέγων “Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα ”οἴκου Ἰσραήλ.”

ἐπειδὴ δὲ οὐ παρεδέχθη, τὴν χάριν εἰς τὰ ἔθνη μεθίστησι, καὶ φωτίζεται μὲν ὁ κόσμος διὰ μετανοίας καὶ πίστεως ἀγνοήσας αὐτὸν ἐν ἀρχῇ, παλινδρομεῖ δὲ ὁ Ἰσραὴλ εἰς τὸν ὅθεν ἐκβέβληκε σκότον· διὸ δὴ καὶ ἔφασκεν ὁ Σωτήρ “Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ”ἵνα οἱ μὴ βλέποντες βλέπωσι καὶ οἱ βλέποντες τυφλοὶ “γένωνται.” <Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ.> Κρῖμα δίκαιον ὄντως καὶ θεοπρεπές. ὁ πρωτότοκος Ἰσραὴλ ἐκρίπτεται· οὐ γὰρ ἠθέλησεν ἐν οἰκειότητι διαμεῖναι τῇ πρὸς Θεὸν, οὐδὲ προσήκατο τὸν Υἱὸν, ὡς ἐν ἰδίοις ἐπιδημήσαντα, τὸν τῆς εὐγενείας ἀπεδοκίμασε χορηγὸν, τὸν δοτῆρα τῆς χάριτος ἀπεώσατο, προσεδέξατο δὲ τὰ ἔθνη διὰ τῆς πίστεως.

οὐκοῦν ἕξει μὲν εἰκότως ὁ Ἰσραὴλ τὰ τῆς ἀπονοίας ὀψώνια· θρηνήσει τῶν ἀγαθῶν τὴν ζημίαν, πικρὸν ἀπολήψεται τὸν τῆς ἑαυτοῦ δυσβουλίας καρπὸν, τῆς υἱοθεσίας ἀπογυμνούμενος· ἐντρυφήσει δὲ τὰ ἔθνη τοῖς ἐκ πίστεως ἀγαθοῖς, λαμπρὰ τῆς ὑπακοῆς εὑρήσει τὰ γέρα, καὶ πρὸς τὸν ἐκείνου μεταμοσχευθήσεται τόπον· ἐκκοπήσεται μὲν γὰρ ἐκ τῆς κατὰ φύσιν ἀγριελαίου, καλλιελαίῳ δὲ τῇ παρὰ φύσιν ἐγκεντρισθήσεται, καὶ ἀκούσεται μὲν ὁ Ἰσραήλ “Οὐαὶ ”ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρὸν, “υἱοὶ ἄνομοι· ἐγκατελίπετε τὸν Κύριον καὶ παρωργίσατε τὸν ”ἅγιον τοῦ Ἰσραήλ·” ἐρεῖ δέ τις πρὸς τὰ ἔθνη τῶν Χριστοῦ μαθητῶν “Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ”ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγεί- “λητε τοῦ ἐκ σκότους ὑμᾶς καλοῦντος εἰς τὸ θαυμαστὸν ”αὐτοῦ φῶς·” ἐπειδὴ γὰρ παρεδέξαντο διὰ τῆς πίστεως τὸν Υἱὸν, δέχονται τὴν ἐξουσίαν τοῦ ἐν τέκνοις τετάχθαι Θεοῦ· δίδωσι γεμὴν ὁ Υἱὸς τὸ μόνῳ καὶ ἰδίως αὐτῷ καὶ κατὰ φύσιν ὑπάρχον ἐξουσιαστικῶς, εἰς κοινότητα προθεὶς, ὥσπερ εἰκόνα φιλανθρωπίας τῆς ἐνούσης αὐτῷ καὶ τῆς εἰς τὸν κόσμον ἀγάπης τὸ πρᾶγμα ποιούμενος. οὐ γὰρ ἦν ἑτέρως διαφυγεῖν τὴν φθορὰν, τὴν εἰκόνα τοῦ χοϊκοῦ τοὺς φορέσαντας, εἰ μὴ τῆς εἰκόνος τοῦ ἐπουρανίου, διὰ τοῦ κεκλῆσθαι πρὸς υἱοθεσίαν, τὸ κάλλος ἡμῖν ἐνεσημάνθη.

μέτοχοι γὰρ αὐτοῦ γεγονότες διὰ τοῦ Πνεύματος, κατεσφραγίσθημεν εἰς ὁμοιότητα τὴν πρὸς αὐτὸν, καὶ εἰς τὸ ἀρχέτυπον τῆς εἰκόνος ἀναβαίνομεν σχῆμα, καθ᾽ ἥνπερ ἡμᾶς καὶ πεποιῆσθαί φησιν ἡ θεία γραφή. μόγις γὰρ οὕτω τὸ ἀρχαῖον τῆς φύσεως ἀνακομισάμενοι κάλλος, καὶ πρὸς τὴν θείαν ἐκείνην ἀναμορφωθέντες φύσιν, κρείττους ἐσόμεθα τῶν ἐκ παραβάσεως ἡμῖν συμβεβηκότων κακῶν. οὐκοῦν ἀναβαίνομεν εἰς τὸ ὑπὲρ φύσιν ἀξίωμα διὰ Χριστὸν, ἀλλ᾽ οὐ κατ᾽ ἐκεῖνον ἀπαραλλάκτως ἐσόμεθα καὶ ἡμεῖς υἱοὶ Θεοῦ, ἀλλ᾽ ὡς πρὸς ἐκεῖνον διὰ τῆς κατὰ μίμησιν χάριτος· ὁ μὲν γάρ ἐστιν Υἱὸς ἐκ Πατρὸς ὑπάρχων ἀληθινὸς, θετοὶ δὲ ἡμεῖς ὡς ἐκ φιλανθρωπίας, ὡς ἐν χάριτος μοίρᾳ λαμβάνοντες τό “Ἐγὼ εἶπα ”Θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες.” ἡ μὲν γὰρ πεποιημένη καὶ δούλη κτίσις καλεῖται πρὸς τὰ ὑπὲρ φύσιν νεύματι γυμνῷ καὶ θελήσει τοῦ Πατρός· ὁ δὲ Υἱὸς καὶ Θεὸς καὶ Κύριος, οὐκ ἐν τοῖς θελήμασι τοῦ Θεοῦ καὶ Πατρὸς, οὐδὲ ὅσον εἰς τὸ βεβουλῆσθαι μόνον, αὐτὸ τὸ εἶναι Θεὸς καὶ Υἱὸς κεκτήσεται, ἀλλ᾽ ἐξ αὐτῆς τῆς οὐσίας ἀναλάμψας τοῦ Πατρὸς, τὸ ἴδιον αὐτῆς ἀγαθὸν κατὰ φύσιν ἐπάγεται· ὁρᾶται δὲ πάλιν Υἱὸς ὑπάρχων Υἱὸς ἀληθινὸς, καὶ τῇ πρὸς ἡμᾶς ἀντιπαραθέσει δοκιμαζόμενος.

ἐπειδὴ γὰρ τὸ φύσει λόγον ἕτερον ἔχει τῷ κατὰ θέσιν, καὶ τῷ κατὰ μίμησιν τὸ κατ᾽ ἀλήθειαν, υἱοὶ δὲ ἡμεῖς κεκλήμεθα κατὰ θέσιν καὶ κατὰ μίμησιν· κατὰ φύσιν ἄρα καὶ κατὰ ἀλήθειαν αὐτὸς, ᾧ καὶ ταῦτα γεγονότες ἀντιπαρακείμεθα, τὸ ἐκ χάριτος ἀγαθὸν ἀντὶ φυσικῶν ἀξιωμάτων ἀποκερδαίνοντες. <Οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ᾽ ἐκ Θεοῦ ἐγεννήθησαν.> Οἱ διὰ πίστεως, φησὶ, τῆς εἰς Χριστὸν εἰς υἱοθεσίαν κεκλημένοι Θεοῦ, τῆς μὲν οἰκείας φύσεως τὴν εὐτέλειαν ἀπεδύσαντο, κατηγλαϊσμένοι δὲ ὥσπερ ἀμφίῳ λαμπρῷ τῇ τοῦ τιμῶντος χάριτι, πρὸς τὸ ὑπὲρ φύσιν ἀναβαίνουσιν ἀξίωμα· οὐ γὰρ ἔτι χρηματίζουσι τέκνα σαρκὸς, Θεοῦ δὲ μᾶλλον κατὰ θέσιν γεννήματα. ἐπιτήρει δὲ ὅσην ὁ μακάριος Εὐαγγελιστὴς ἐν τοῖς ἑαυτοῦ λόγοις ἐποιήσατο τὴν ἀσφάλειαν. ἐπειδὴ γὰρ ἔμελλεν ἐρεῖν ἐκ Θεοῦ γεγεννῆσθαι τοὺς πεπιστευκότας, ἵνα μήτις οἴηται τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπεφυκέναι κατὰ ἀλήθειαν αὐτοὺς, καὶ εἰς ἀπαράλλακτον ὁμοιότητα τρέχειν τῷ Μονογενεῖ, ἢ καὶ κατ᾽ ἐκείνου καταχρηστικώτερον λέγεσθαι τὸ “ἐκ γαστρὸς πρὸ ἑωσφόρου ”ἐξεγέννησά σε,” οὕτω τε λοιπὸν εἰς τὴν τῶν ποιημάτων καὶ αὐτὸς καταφέροιτο φύσιν, καὶ εἰ λέγοιτο γεγεννῆσθαι παρὰ Θεοῦ, ἀναγκαίως ἡμῖν προσεπινοεῖ τὴν ἀσφάλειαν.

δεδόσθαι γὰρ αὐτοῖς ἐξουσίαν εἰπὼν παρὰ τοῦ κατὰ φύσιν Υἱοῦ πρὸς τὸ γενέσθαι τέκνα Θεοῦ, καὶ τὸ θέσει καὶ χάριτι διὰ τούτου προεισενεγκὼν, ἀκινδύνως ἐπάγει λοιπὸν τό Ἐκ Θεοῦ ἐγεννήθησαν· ἵνα καὶ τῆς ἐπ᾽ αὐτοῖς χάριτος ἐπιδείξῃ τὸ μέγεθος, ὥσπερ εἰς οἰκειότητα φυσικὴν συλλέγοντος τὸ ἀλλότριον τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τὸ δοῦλον εἰς δεσποτικὴν εὐγένειαν ἀναβιβάζοντος, διὰ τὴν εἰς αὐτὸ θερμὴν ἀγάπησιν.

Τί οὖν ἄρα τὸ πλέον, ἐρεῖ τις τυχὸν, ἢ τί τὸ ἐξαίρετον ἐν τοῖς πιστεύουσιν εἰς Χριστὸν παρὰ τὸν Ἰσραὴλ, ἐπεὶ καὶ αὐτὸς γεγεννῆσθαι λέγεται παρὰ Θεοῦ κατὰ τό “Υἱοὺς ”ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν;” πρὸς δὴ τὰ τοιαῦτα λέγειν οἶμαι δεῖν, πρῶτον μὲν ὅτι “Σκιὰν ἔχων ὁ ”νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν “πραγμάτων,” οὐδὲ τοῦτο κατ᾽ ἀλήθειαν ἔχειν ἐδίδου τοῖς ἐξ Ἰσραὴλ, ἀλλ᾽ ὡς ἐν τύπῳ καὶ σχήματι γραφόμενον ἐν αὐτοῖς “ἄχρι καιροῦ διορθώσεως,” καθὰ γέγραπται, καθ᾽ ὃν ἔμελλον ἀναδειχθήσεσθαι λοιπὸν, οἱ πρεπωδέστερόν τε καὶ ἀληθέστερον ἀποκαλοῦντες Πατέρα τὸν Θεὸν, διὰ τὸ ἐνοικῆσαι αὐτοῖς τὸ Πνεῦμα τοῦ Μονογενοῦς· οἱ μὲν γὰρ εἶχον “πνεῦμα δουλείας εἰς φόβον,” οἱ δὲ “πνεῦμα υἱοθεσίας,” εἰς ἐλευθερίαν, “ἐν ᾧ κράζομεν Ἀββᾶ ὁ Πατήρ.” οὐκοῦν ὁ διὰ πίστεως τῆς εἰς Χριστὸν ἀναβήσεσθαι μέλλων εἰς υἱοθεσίαν λαὸς, καθάπερ ἐν σκιαῖς ἐν ἐκείνῳ προκατεγράφετο, ὥσπερ οὖν ἀμέλει καὶ τὴν ἐν πνεύματι νοοῦμεν περιτομὴν ἐν τῇ ἐκείνων πάλαι προανατυποῦσθαι σαρκί· καὶ συλλήβδην εἰπεῖν, πάντα ἦν ἐν ἐκείνοις τὰ ἡμέτερα τυπικῶς.

πρὸς δέ γε τοῖς εἰρημένοις, κἀκεῖνο φαμὲν, ὅτι κέκληται τυπικῶς εἰς υἱοθεσίαν ὁ Ἰσραὴλ διὰ μεσίτου Μωυσέως· διὸ καὶ εἰς αὐτὸν ἐβαπτίζοντο, καθάπερ ὁ Παῦλός φησιν, “ἐν τῇ νεφέλῃ ”καὶ ἐν τῇ θαλάσσῃ,” καὶ εἰς νόμον δουλείας ἐξ εἰδωλολατρείας ἀνεσκευάζοντο διακονουμένης αὐτοῖς τῆς ἐν γράμμασιν ἐντολῆς δι᾽ ἀγγέλων· οἱ δὲ πίστει τῇ εἰς Χριστὸν εἰς υἱοθεσίαν ἀναβαίνοντες Θεοῦ, οὐκ εἰς ἕν τι τῶν γενητῶν, ἀλλ᾽ εἰς αὐτὴν τὴν ἁγίαν βαπτίζονται Τριάδα, διὰ μεσίτου τοῦ Λόγου, συνάπτοντος μὲν ἑαυτῷ τὰ ἀνθρώπινα διὰ τῆς ἑνωθείσης σαρκὸς, συναπτομένου δὲ φυσικῶς τῷ γεννήσαντι, καθὸ φύσει Θεός· οὕτω γὰρ ἀνατρέχει τὸ δοῦλον εἰς υἱότητα, διὰ μετοχῆς τοῦ κατ᾽ ἀλήθειαν Υἱοῦ, πρὸς τὸ ὑπάρχον αὐτῷ κατὰ φύσιν ἀξίωμα καλούμενόν τε καὶ οἷον ἀναβιβαζόμενον. διά τοι τοῦτο γεννητοὶ λεγόμεθα καί ἐσμεν τοῦ Θεοῦ, οἱ τὴν διὰ τοῦ Πνεύματος ἀναγέννησιν διὰ πίστεως παραδεξάμενοι.

Ἐπειδὴ δὲ ῥιψοκινδύνως ἀποτολμῶσί τινες, ὥσπερ τοῦ Μονογενοῦς, οὕτω καὶ τοῦ Ἁγίου καταψεύδεσθαι Πνεύματος, γενητὸν αὐτὸ καὶ κτιστὸν εἶναι φάσκοντες, καὶ ὅλως τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἐξέλκειν ὁμοουσιότητος, φέρε δὴ πάλιν ταῖς ἐκείνων ἀθυρογλωσσίαις τὸν τῆς ὀρθῆς πίστεως ἀντεξάγοντες λόγον, ἑαυτοῖς τε καὶ τοῖς ἐντευξομένοις ὠφελείας γεννήσωμεν ἀφορμάς. εἰ γὰρ μήτε Θεὸς κατὰ φύσιν, ὦ οὗτοι, μήτε μὴν ἐκ Θεοῦ τὸ Πνεῦμά ἐστιν ἴδιον αὐτοῦ, καὶ διὰ τοῦτο οὐσιωδῶς ἐνυπάρχον αὐτῷ· ἕτερον δέ τι παρ᾽ αὐτὸν, καὶ τῆς τῶν πεποιημένων ὁμοφυΐας οὐκ ἀπῳκισμένον, πῶς οἱ δι᾽ αὐτοῦ γεννηθέντες ἡμεῖς ἐκ Θεοῦ γεγεννῆσθαι λεγόμεθα; ἢ γὰρ ὅτι ψεύδεται πάντως ἐροῦμεν ὁ Εὐαγγελιστὴς, ἢ εἴπερ ἐστὶν ἀληθὴς, ἔχει δὲ οὕτω, καὶ οὐχ ἑτέρως, Θεὸς ἔσται καὶ ἐκ Θεοῦ κατὰ φύσιν τὸ Πνεῦμα, οὗ δὴ καὶ μετίσχειν διὰ πίστεως τῆς εἰς Χριστὸν ἀξιούμενοι, θείας τε φύσεως ἀποτελούμεθα κοινωνοὶ, καὶ ἐκ Θεοῦ γεγεννῆσθαι λεγόμεθα, καὶ θεοὶ διὰ τοῦτο χρηματίζομεν, οὐ χάριτι μόνον εἰς τὴν ὑπὲρ ἡμᾶς ἀνιπτάμενοι δόξαν, ἀλλ᾽ ὡς ἤδη καὶ Θεὸν ἔχοντες ἐν ἑαυτοῖς ἐνοικοῦντα καὶ ἐναυλιζόμενον, κατὰ τὸ ἐν τῷ προφήτῃ κείμενον “Ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπερι- ”πατήσω·” ἐπεὶ κατὰ τίνα τρόπον λεγόντων ἡμῖν οἱ τῆς τοσαύτης ἀμαθίας ἀνάπλεῳ, ναοὶ Θεοῦ κατὰ Παῦλόν ἐσμεν τὸ Πνεῦμα ἔχοντες κατοικοῦν ἐν ἡμῖν, εἰ μὴ Θεὸς κατὰ φύσιν ἐστίν;

εἰ γὰρ κτίσμα ἐστὶ καὶ γενητὸν, διὰ ποίαν αἰτίαν ἡμᾶς καταφθείρει Θεὸς, ὡς Θεοῦ καταφθείροντας ναὸν, ὅταν τὸ σῶμα καταμολύνωμεν, ἐν ᾧ τὸ Πνεῦμα ἐνοικεῖ, ὅλην ἔχον τοῦ Θεοῦ καὶ Πατρὸς τὴν φυσικὴν ἰδιότητα, καὶ ὁμοίως τοῦ Μονογενοῦς; ἐπεὶ πῶς ἀληθεύσει λέγων ὁ Σωτήρ “Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ ”Πατήρ μου ἀγαπήσει αὐτὸν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα “καὶ μονὴν παρ᾽ αὐτῷ ποιησόμεθα,” καὶ ἐν αὐτῷ καταλύσομεν. καίτοι τὸ Πνεῦμά ἐστι τὸ κατοικοῦν ἐν ἡμῖν, καὶ δι᾽ αὐτοῦ πιστεύομεν ἔχειν ἅμα τὸν Πατέρα καὶ τὸν Υἱὸν, καθάπερ οὖν ἔφη καὶ αὐτός που πάλιν ὁ Ἰωάννης ἐν ἐπιστολαῖς “Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ ”αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν.” πῶς δὲ ὅλως καὶ Θεοῦ κεκλήσεται Πνεῦμα, εἰ μὴ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ κατὰ φύσιν ἐστὶ, καὶ διὰ τοῦτο Θεός; εἰ γὰρ ὑπάρχον, ὡς ἐκεῖνοί φασι, γενητὸν, Πνεῦμά ἐστι τοῦ Θεοῦ, τὸ κωλύον οὐδὲν πνεύματα Θεοῦ καὶ τὰ ἄλλα καλεῖσθαι ποιήματα· φθάσει γὰρ καὶ ἐπ᾽ αὐτὰ δυνάμει τὸ πρᾶγμα, εἴγε ὅλως ἐνδέχεται γενητὴν οὐσίαν Πνεῦμα ὑπάρχειν τοῦ Θεοῦ.

καὶ ἦν μὲν ὄντως ἀκόλουθον μακρὸν ἐπὶ τούτοις ἀναπτύξαι λόγον, καὶ διὰ πλειόνων ἀδολεσχῆσαι, τὰς τῶν ἀνοσίων αἱρετικῶν ἀνατρέποντας ἀβουλίας· ἀρκούντως δὲ ἤδη διειληφότες περὶ τοῦ Ἁγίου Πνεύματος, ἐν τῷ περὶ τῆς ἁγίας Τριάδος βιβλίῳ, τὸ πολλὰ λέγειν ἔτι διά τοι τοῦτο παρήσομεν. <Καὶ ὁ Λόγος σὰρξ ἐγένετο.> Εἰσβέβηκεν ἤδη καθαρῶς διὰ τούτου εἰς τὸν περὶ τῆς ἐνανθρωπήσεως λόγον. ὅτι γὰρ υἱὸς ἀνθρώπου γέγονέ τε καὶ κεχρημάτικεν ὁ Μονογενὴς, ἐξηγεῖται σαφῶς· σημαίνει γὰρ τοῦτο, καὶ ἕτερον οὐδὲν, τὸ σάρκα γενέσθαι τὸν Λόγον εἰπεῖν· ὅμοιον γὰρ ὡς εἰ καὶ γυμνότερον ἔφασκεν Ὁ Λόγος ἄνθρωπος ἐγένετο. ξένον δὲ πάλιν ἡμῖν ἢ ἀσύνηθες οὐδὲν οὕτω λέγων εἰσφέρει, πολλάκις τῆς θείας γραφῆς καὶ ἀπὸ μόνης τῆς σαρκὸς ὅλον ἀποκαλούσης τὸ ζῷον, κατὰ τὸ ἐν τῷ προφήτῃ κείμενον Ἰωήλ “Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός ”μου ἐπὶ πᾶσαν σάρκα·” καὶ οὐ δήπου νομιοῦμεν ἀψύχῳ καὶ μόνῃ τῇ ἀνθρωπείᾳ σαρκὶ τὸ θεῖον χορηγηθήσεσθαι Πνεῦμα τὸν προφήτην εἰπεῖν· ἀμοιρήσει γὰρ οὕτω γελοιότητος οὐδαμῶς τὸ δηλούμενον, ἀλλ᾽ ἐκ μέρους τὸ ὅλον συλλαβὼν, ἀπὸ τῆς σαρκὸς ὀνομάζει τὸν ἄνθρωπον, ἔδει δὲ μᾶλλον οὕτω καὶ οὐχ ἑτέρως· καὶ διὰ ποίαν αἰτίαν, ἀναγκαῖον, ὡς ἔοικεν, εἰπεῖν. ἔστι τοίνυν λογικὸν μὲν, σύνθετον δὲ ὅμως ζῷον ὁ ἄνθρωπος, ἐκ ψυχῆς δηλονότι καὶ τῆς ἐπικήρου ταυτησὶ καὶ γηΐνης σαρκός.

ἐπειδὴ δὲ ἐπεποίητο παρὰ Θεοῦ, καὶ παρήχθη πρὸς γένεσιν, οὐκ ἔχων ἐξ οἰκείας φύσεως τό τε ἄφθαρτον καὶ ἀνώλεθρον· μόνῳ γὰρ ταῦτα πρόσεστιν οὐσιωδῶς τῷ Θεῷ· κατεσφραγίζετο τῷ πνεύματι τῆς ζωῆς, σχέσει τῇ πρὸς τὸ θεῖον τὸ ὑπὲρ τὴν φύσιν ἀποκερδαίνων ἀγαθόν “Ἐνεφύσησε γὰρ, φησὶν, εἰς τὸ πρόσωπον αὐτοῦ ”πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν·” ἐπειδὴ δὲ διὰ τὴν παράβασιν ἐκολάζετο, τό “Γῆ εἶ καὶ εἰς ”γῆν ἀπελεύσῃ,” τότε δικαίως ἀκούων ἀπεγυμνώθη τῆς χάριτος· ἀπανίστατο δὲ τῆς γηΐνης σαρκὸς ἡ πνοὴ τῆς ζωῆς, τουτέστι, τὸ Πνεῦμα τοῦ λέγοντος Ἐγώ εἰμι ἡ ζωὴ, καὶ πίπτει τὸ ζῷον εἰς θάνατον διὰ μόνης τῆς σαρκὸς, σωζομένης ἐν ἀθανασίᾳ τῆς ψυχῆς, ἐπεὶ καὶ πρὸς μόνην εἴρητο τὴν σάρκα “Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ.” ἔδει τοίνυν τὸ μάλιστα κινδυνεῦσαν ἐν ἡμῖν, γοργότερον ἀνασώζεσθαι, καὶ συμπλοκῇ πάλιν τῇ πρὸς ζωὴν τὴν κατὰ φύσιν ἀνακαλεῖσθαι πρὸς ἀφθαρσίαν. ἔδει τὸ πεπονθὸς λύσιν εὑράσθαι τοῦ κακοῦ. ἔδει λοιπὸν ἀτονῆσαι τό “Γῆ εἶ καὶ εἰς γῆν ”ἀπελεύσῃ,” ἑνωθέντος ἀφράστως τοῦ πεσόντος σώματος τῷ τὰ πάντα ζωογονοῦντι Λόγῳ.

Σάρκα γὰρ ἔδει γενομένην αὐτοῦ, τῆς ἀπ᾽ αὐτοῦ μετασχεῖν ἀθανασίας· καὶ γὰρ ἂν εἴη τῶν ἀτοπωτάτων τὸ μὲν πῦρ ἐντιθέναι δύνασθαι ταῖς ὕλαις τῆς κατὰ φύσιν αὐτῷ προσούσης ἐνεργείας τὴν ἐν αἰσθήσει ποιότητα, καὶ μονονουχὶ μετασκευάζειν εἰς ἑαυτὸ τὰ ἐν οἷς ἂν γένοιτο μεθεκτῶς· τὸν δὲ ὑπὲρ πάντα τοῦ Θεοῦ Λόγον, μὴ πάντως οἴεσθαι τὸ ἴδιον ἀγαθὸν ἐνεργάσασθαι τῇ σαρκὶ, τουτέστι τὴν ζωήν. ταύτης οὖν οἶμαι μάλιστα τῆς αἰτίας ἕνεκα τὸν ἅγιον Εὐαγγελιστὴν, ἀπὸ τοῦ παθόντος μάλιστα τὸ ζῷον σημαίνοντα, σάρκα γενέσθαι τὸν τοῦ Θεοῦ Λόγον εἰπεῖν· ἵνα θεωρῇ τις ὁμοῦ τὸ τραῦμα καὶ τὸ φάρμακον, τὸ νοσοῦν καὶ τὸν ἰατρὸν, τὸ κεκλιμένον εἰς θάνατον καὶ τὸν ἐγείραντα πρὸς ζωὴν, τὸ φθορᾷ νενικημένον καὶ τὸν ἐλαύνοντα τὴν φθορὰν, τὸ θανάτῳ κρατηθὲν καὶ τοῦ θανάτου τὸν κρείττονα, τὸ ζωῆς ἐστερημένον καὶ τὸν χορηγὸν τῆς ζωῆς. οὐκ εἰς σάρκα δὲ τὸν Λόγον ἐλθεῖν, ἀλλὰ σάρκα γενέσθαι φησὶν, ἵνα μὴ καθάπερ ἐν προφήταις τυχὸν, ἢ καὶ ἑτέροις τῶν ἁγίων τισὶν ἐπιφοιτῆσαι σχετικῶς ὑπολάβοις αὐτὸν, ἀλλ᾽ αὐτὸ κατὰ ἀλήθειαν γενέσθαι σάρκα, τουτέστιν ἄνθρωπον· τοῦτο γὰρ ἀρτίως ἐλέγομεν.

διὰ τοῦτο καὶ Θεός ἐστι κατὰ φύσιν ἐν σαρκὶ, καὶ μετὰ σαρκὸς, ὡς ἰδίαν ἔχων αὐτὴν, καὶ ὡς ἕτερόν τι παρ᾽ αὐτὴν νοούμενος, καὶ ἐν αὐτῇ καὶ σὺν αὐτῇ προσκυνούμενος, κατὰ τὸ ἐν τῷ προφήτῃ γεγραμμένον Ἡσαΐᾳ “Ἄνδρες ”ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ σοὶ ἔσονται δοῦλοι καὶ “ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ προσ- ”κυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός “ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ.”

ἰδοὺ καὶ ἐν αὐτῷ Θεὸν εἶναί φασι, μὴ ἀποδιελόντες τοῦ Λόγου τὴν σάρκα· καὶ πάλιν οὐκ εἶναι ἕτερον Θεὸν πλὴν αὐτοῦ διισχυρίσαντο, ἑνοῦντες τῷ Λόγῳ τὸ φορούμενον, ὡς ἴδιον αὐτοῦ, τουτέστι τὸν ἐκ παρθένου ναόν· εἷς γὰρ ἐξ ἀμφοῖν ὁ Χριστός. <Καὶ ἐσκήνωσεν ἐν ἡμῖν.> Ἐπεξεργάζεται χρησίμως τὸ εἰρημένον ὁ Εὐαγγελιστὴς, καὶ εἰς ἐμφανεστέραν ἄγει διάνοιαν τὴν τοῦ θεωρήματος δύναμιν· ἐπειδὴ γὰρ ἔφη σάρκα γεγενῆσθαι τὸν τοῦ Θεοῦ Λόγον, ἵνα μήτις ἐκ πολλῆς ἀμαθίας τῆς μὲν ἰδίας αὐτὸν ὑπολάβοι φύσεως ἐκδραμεῖν, μεταπεποιῆσθαι δὲ ὄντως εἰς σάρκα, καὶ παθεῖν, ὅπερ ἦν ἀδύνατον· ἀλλοιώσεως γὰρ ἁπάσης καὶ μεταβολῆς τῆς ἐφ᾽ ἕτερόν τι, κατὰ τὸν τοῦ πῶς εἶναι λόγον, τὸ θεῖον ἀπῴκισται· καλῶς γε σφόδρα ποιῶν ὁ θεολόγος ἐπήνεγκεν εὐθὺς, ὅτι Καὶ ἐσκήνωσεν ἐν ἡμῖν, ἵνα δύο νοήσας τὰ σημαινόμενα, τόν τε σκηνοῦντα καὶ τὸ ἐν ᾧ ἡ σκήνωσις, μὴ εἰς σάρκα παρατετράφθαι νομίσῃς αὐτὸν, σκηνῶσαι δὲ μᾶλλον ἐν σαρκὶ, ὡς ἰδίῳ προσχρησάμενον σώματι, τῷ ἐκ τῆς ἁγίας παρθένου ναῷ. “

Ἐν αὐτῷ γὰρ ”κατῴκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς,” ὡς ὁ Παῦλός φησιν· ἐσκηνωκέναι γεμὴν τὸν Λόγον ἐν ἡμῖν χρησίμως διισχυρίζεται, βαθὺ καὶ τοῦτο λίαν ἡμῖν ἐκκαλύπτων τὸ μυστήριον· πάντες γὰρ ἦμεν ἐν Χριστῷ, καὶ τὸ κοινὸν τῆς ἀνθρωπότητος εἰς τὸ αὐτοῦ ἀναβαίνει πρόσωπον, ἐπεὶ καὶ ἔσχατος Ἀδὰμ διὰ τοῦτο κατωνόμασται, τῇ κοινότητι τῆς φύσεως πάντα πλουτῶν τὰ εἰς εὐθυμίαν καὶ δόξαν, ὥσπερ οὖν καὶ ὁ πρῶτος Ἀδὰμ τὰ εἰς φθορὰν καὶ κατήφειαν. ἐν πᾶσι τοιγαροῦν ὁ Λόγος ἐσκήνωσε δι᾽ ἑνὸς, ἵνα τοῦ ἑνὸς “ὁρισθέντος υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ”ἁγιωσύνης,” εἰς ὅλην ἔρχηται τὴν ἀνθρωπότητα τὸ ἀξίωμα, οὕτω τε φθάσῃ καὶ ἐφ᾽ ἡμᾶς δι᾽ ἕνα τῶν ἐξ ἡμῶν τό “Ἐγὼ ”εἶπα Θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες.” οὐκοῦν ἐν Χριστῷ μὲν ἀληθινῶς ἐλευθεροῦται τὸ δοῦλον, ἀναβαῖνον εἰς ἑνότητα τὴν μυστικὴν τῷ φορέσαντι τὴν τοῦ δούλου μορφὴν, ἐν ἡμῖν δὲ κατὰ μίμησιν τὴν πρὸς τὸν ἕνα διὰ τὴν κατὰ σάρκα συγγένειαν. ἐπεὶ διὰ ποίαν αἰτίαν “οὐκ ἀγγέλων ”ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἁβραὰμ, ὅθεν ὤφειλε “κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι,” καὶ γενέσθαι κατὰ ἀλήθειαν ἄνθρωπος;

ἆρ᾽ οὐχὶ πᾶσίν ἐστι καταφανὲς, ὅτι καταβέβηκεν εἰς τὸ δοῦλον, αὐτὸς οὐχ ἑαυτῷ τοῦτό τι διὰ τούτου προξενῶν, ἀλλ᾽ ἡμῖν ἑαυτὸν χαριζόμενος “ἵνα ἡμεῖς ”τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν,” ἀνατρέχοντες διὰ τῆς πρὸς αὐτὸν ὁμοιότητος εἰς τὸ ἴδιον αὐτοῦ καὶ ἐξαίρετον ἀγαθὸν, θεοί τε καὶ Θεοῦ τέκνα διὰ τῆς πίστεως ἀναφαινώμεθα; ἐσκήνωσε γὰρ ἐν ἡμῖν ὁ κατὰ φύσιν Υἱὸς καὶ Θεός· διὸ καὶ ἐν τῷ Πνεύματι αὐτοῦ “κράζομεν Ἀββᾶ ὁ πατήρ·” σκηνοῖ δὲ ὁ Λόγος ὡς ἐν πᾶσιν, ἐν ἑνὶ τῷ δι᾽ ἡμᾶς καὶ ἐξ ἡμῶν ληφθέντι ναῷ, ἵνα πάντας ἔχων ἐν ἑαυτῷ, “ἀποκαταλ- ”λάξῃ πάντας ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα,” καθάπερ ὁ Παῦλός φησι. <Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας.> Σάρκα γεγενῆσθαι τὸν Λόγον εἰπὼν, τουτέστιν ἄνθρωπον, καὶ, εἰς ἀδελφότητα καταγαγὼν τὴν πρὸς τὰ δοῦλα καὶ ποιήματα, φυλάττει καὶ οὕτως ἀκέραιον αὐτῷ τὸ θεοπρεπὲς ἀξίωμα, καὶ τῆς ἐνούσης αὐτῷ πατρικῆς ἰδιότητος ἀναπλέω πάλιν ὄντα δεικνύει. πέπηγε γὰρ ὄντως ἡ θεία φύσις ἐφ᾽ ἑαυτῇ, τὴν ἐφ᾽ ἕτερόν τι παρατροπὴν οὐκ ἀνεχομένη παθεῖν, ἔχουσα δὲ μᾶλλον ὡσαύτως ἀεὶ, καὶ ἐν τοῖς ἰδίοις ἑστῶσα πλεονεκτήμασιν.

οὐκοῦν εἰ καὶ σάρκα φησὶ γεγενῆσθαι τὸν Λόγον ὁ Εὐαγγελιστὴς, ἀλλ᾽ οὐ ταῖς τῆς σαρκὸς ἀσθενείαις αὐτὸν νενικῆσθαι διισχυρίζεται, οὐδὲ τῆς ἀρχαιοτάτης ἰσχύος τε καὶ δόξης ἀποπεσεῖν, ἐπειδήπερ τὸ ἀσθενὲς ἡμῶν καὶ ἀδοξότατον περιεβάλετο σῶμα. εἴδομεν γὰρ αὐτοῦ τὴν δόξαν, φησὶ, παρὰ τὴν τῶν ἄλλων ἐξαίρετον, καὶ ὁποίαν ἄν τις ὁμολογήσοι πρέπειν τῷ ἐκ Θεοῦ Πατρὸς Υἱῷ Μονογενεῖ. πλήρης γὰρ ἦν χάριτός τε καὶ ἀληθείας. ἀφορῶν μὲν γάρ τις εἰς τὸν τῶν ἁγίων χορὸν, καὶ τὰ δι᾽ ἑκάστου γεγενημένα παραδόξως ἀναμετρούμενος, θαυμάσει μὲν κατὰ τὸ εἰκὸς, καὶ τοῖς ἑκάστῳ προσοῦσιν ἀγαθοῖς ἐφησθήσεται, δόξης τε αὐτοὺς ἀναπεπλῆσθαι πάντως ἐρεῖ τῆς παρὰ Θεοῦ· τὴν δέ γε τοῦ Μονογενοῦς δόξαν τε χάριν, οὐ ταῖς τῶν ἄλλων ἁμιλλωμένην τεθεᾶσθαί φασιν οἱ θεόλογοι καὶ μάρτυρες, ἀλλὰ πολὺ λίαν ὑπερτενῆ, καὶ ἀσυγκρίτοις ὑπεροχαῖς ἀναβαίνουσαν, οὐ μεμετρημένην ἔχουσαν, ὡς ἑτέρου διδόντος, τὴν χάριν, ἀλλ᾽ ὡς ἐν τελείῳ τελείαν καὶ ἀληθῆ, τουτέστιν, οὐκ ἐπείσακτον, οὐδὲ ἔξωθεν ὡς ἐν προσθήκης μέρει προσπεπορισμένην, ἀλλ᾽ οὐσιωδῶς ἐνυπάρχουσαν, καὶ πατρῴου καρπὸν ἰδιώματος φυσικῶς ἐπὶ τὸν ἐξ αὐτοῦ διήκοντος Υἱόν.

Εἰ δέ τῳ δοκεῖ πλατυτέροις θεωρήμασι βασανίζειν τὸ εἰρημένον, ἀποσκοπείτω καθ᾽ ἑαυτὸν καὶ τὰ δι᾽ ἑκάστου τῶν ἁγίων παραδόξως γεγενημένα καὶ τὰ διὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ τοσαύτην οὖσαν εὑρήσει τὴν διαφορὰν, ὅσην ἤδη προλαβόντες εἰρήκαμεν· πρὸς δέ γε τούτῳ κἀκεῖνο· οἱ μὲν γὰρ ὡς οἰκέται γνήσιοι περὶ τὸν οἶκόν εἰσιν, ὁ δὲ “ὡς ”υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ·” καὶ περὶ μὲν τοῦ Μονογενοῦς ἡ θεία λέγει γραφή “Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι ”Κυρίου·” περὶ δὲ τῶν ἁγίων ὁ Θεὸς καὶ Πατήρ “Καὶ ”ἀπέστειλα πρὸς ὑμᾶς πάντας τοὺς δούλους μου τοὺς προ- “φήτας.” καὶ οἱ μὲν τὴν ἄνωθεν ἐδανείζοντο δύναμιν, ὁ δὲ ὡς τῶν δυνάμεων Κύριος “Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός ”μου, φησὶ, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ “πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.” οὐκοῦν εἰ τοσοῦτος εἰς δύναμιν ὁ Μονογενὴς, ὅσοσπερ ἂν εἴη καὶ ὁ Πατὴρ, δι᾽ αὐτῶν ὁρᾶται τῶν ἔργων, ἰσοστάθμοις ἀναλόγως μεγαλυνθήσεται δόξαις, ἅτε δὴ καὶ τῶν ἴσων ἐργάτης· ὑπερέξει δὲ πάντως τοσοῦτον, καὶ ἐν σαρκὶ γεγονὼς, τοὺς εἰς ἀδελφότητα κεκλημένους, ὅσον ἀνθρώπους ὁ κατὰ φύσιν Θεὸς, καὶ υἱοὺς τοὺς κατὰ θέσιν ὁ κατὰ ἀλήθειαν ἐξάλλεται.

ἐπειδὴ δὲ γέγραπται παρὰ τῷ μακαρίῳ Λουκᾷ “Ἰησοῦς δὲ προέκοπτεν ”ἐν σοφίᾳ καὶ χάριτι·” σημειωτέον ἐν τούτοις, ὅτι πλήρη χάριτος ἔχειν τὴν δόξαν ἔφη τὸν Υἱὸν ὁ πνευματοφόρος· εἶτα ποῖ ποτε προκόψει τὸ πλῆρες, ἢ ποίαν ὅλως ἐπιδέξεται προσθήκην, οὗ ἐπέκεινα μηδέν; οὐκοῦν, οὐχ ᾗ Λόγος ἐστὶ καὶ Θεὸς προκόπτειν εἴρηται, ἀλλ᾽ ὅτι μειζόνως ἀεὶ θαυμαζόμενος, χαριέστερος παρὰ τοῖς ὁρῶσι διὰ τῶν ἀποτελεσμάτων ἀνεδείκνυτο, προκοπτούσης, ὡς ἔστι μᾶλλον εἰπεῖν ἀληθέστερον, τῆς τῶν θαυμαζόντων ἕξεως, ἤπερ αὐτοῦ τοῦ τελείου, πρὸς χάριν, ὡς Θεοῦ. εἰρήσθω δὲ ταῦτα χρησίμως, εἰ καὶ ἔστι παρεκβατικὸς ὁ λόγος. <Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγεν.> Ἀκολουθεῖ πάλιν ταῖς ἰδίαις ἐννοίαις ὁ σοφώτατος Εὐαγγελιστὴς, καὶ ὡς τοῖς ὀπίσω χρεωστούμενον τὸν ἐφεξῆς εὐρύθμως ποιεῖται λόγον. ἐπειδὴ γὰρ ἔφη περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ “Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς ”παρὰ Πατρὸς,” ἵνα μὴ μόνος τοῦτο φαίνηται λέγων, οὐχ ἑνὶ προσώπῳ τοῦ Ἐθεασάμεθα πρέποντος, τὸν ὁμώνυμον συνάπτει μάρτυρα, μίαν ἔχοντα πρὸς αὐτὸν καὶ τὴν αὐτὴν εὐσέβειαν. μαρτυρῶ, φησὶ, τοιγαροῦν ἐγώ· τεθέαμαι γὰρ ὅπερ εἶπον· μαρτυρεῖ δὲ ὁμοίως καὶ ὁ βαπτιστής· ἀξιολογωτάτη τῶν πνευματοφόρων δυὰς καὶ ἀξιόχρεως ξυνωρὶς ἀνδρῶν ἀληθείᾳ συντεθραμμένων, καὶ οὐκ εἰδότων τὸ ψεύδεσθαι.

θέα δὲ ὅπως ἐμφαντικωτάτην ἡμῖν ἐποιήσατο τὴν ἐξήγησιν· οὐ γὰρ μόνον ὅτι μαρτυρεῖ φησιν ὁ Ἰωάννης περὶ αὐτοῦ, προστίθησι δὲ χρησίμως ὅτι καὶ κέκραγεν, ἀπὸ τοῦ “Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ” λαμβάνων τοῦ λόγου τὴν ἀπόδειξιν· καλῶς δὲ καὶ τοῦτο λίαν. ἐνεχώρει γάρ τινας τῶν δι᾽ ἐναντίας εἰπεῖν Πότε τῷ Μονογενεῖ μεμαρτύρηκεν ὁ βαπτιστὴς, ἢ καὶ τίσιν ἐκεῖνος περὶ τούτων ἀνεκοινώσατο; κέκραγεν οὖν, φησὶν, τουτέστιν, οὐκ ἐν παραβύστῳ λαλεῖ, οὐκ ἠρέμα καὶ ψιθυρίζων μαρτυρεῖ, σάλπιγγος ἀκούσῃ βοῶντος εὐηχέστερον. οὐ μόνος ἀκούσας τὰ τοιαῦτά φημι, πλατὺς καὶ εἰς πάντας ὁ λόγος, λαμπρὸς ὁ κήρυξ, ἐπίσημος ἡ φωνὴ, μέγας καὶ οὐκ ἄγνωστος ὁ πρόδρομος. <Οὗτος ἦν ὃν εἷπον Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.> Ὀνομάσας τὸν μάρτυρα τὸν ὁμογνώμονα καὶ ὁμώνυμον αὐτῷ, καὶ μεγάλῃ δείξας ἀποχρησάμενον τῇ φωνῇ πρὸς τὴν τοῦ κηρύγματος διακονίαν, ἐπάγει χρησίμως καὶ τῆς μαρτυρίας τὸν τρόπον· ἐν τούτῳ γὰρ μάλιστα σύμπαν ἦν τὸ ζητούμενον. τί οὖν ἄρα τὸν τοιοῦτον Ἰωάννην ἀνακεκραγότα περὶ τοῦ Μονογενοῦς εὑρήσομεν; Ὁ ὀπίσω μου ἐρχόμενος ἐμπροσθέν μου γέγονεν ὅτι πρῶτός μου ἦν;

βαθὺς ὁ λόγος, καὶ πολλὴν ἐφ᾽ ἑαυτῷ τὴν βάσανον ἀπαιτῶν· ἡ μὲν γὰρ πρόχειρος τοῖς πολλοῖς καὶ τετριμμένη διάνοια, τοιαύτη τις οὖσα τυγχάνει· ὅσον γὰρ ἧκεν εἰς τὸν τῆς γεννήσεως χρόνον τῆς μετὰ σαρκὸς, προεβάδιζε τοῦ Σωτῆρος ὁ βαπτιστὴς, ἠκολούθει δέ πως καὶ ὀπίσω τρέχων ἐφαίνετο μησὶν ἓξ ὑστερίζων ὅλοις ὁ Ἐμμανουὴλ, ὡς ὁ μακάριος ἱστόρησε Λουκᾶς. τοῦτο λέγειν οἴονται τὸν Ἰωάννην τινὲς, ἵνα νοῆται τοιῶσδε Ὁ ὀπίσω μου ἐρχόμενος κατὰ τὸν τῆς ἡλικίας χρόνον, ἔμπροσθέν μου γέγονεν. ἀλλ᾽ ἔστιν ἰδεῖν τὸν ὀξυωπέστερον τοῖς θείοις ἐνατενίζοντα θεωρήμασι, πρῶτον μὲν, ὅπως εἰς ἐξιτήλους ἐννοίας ὁ λόγος ἡμῖν εἰσφέρεται, καὶ μακράν που τῶν ἀναγκαίως ζητουμένων ἀποδημεῖ. παρελήφθη γὰρ μάρτυς ὁ ἅγιος βαπτιστὴς, οὐχ ἵνα τῷ τῆς γεννήσεως χρόνῳ, ποτὲ μὲν ὑστερίζοντα, ποτὲ δὲ αὖ πάλιν προτερεύοντα δείξῃ Χριστὸν, ἀλλ᾽ ὡς συντεθεαμένος “τὴν δόξαν αὐτοῦ, ”δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς πλήρης χάριτος καὶ “ἀληθείας.” Ποῖον οὖν ἄν τις ἐφαρμόσαι λόγον τοῖς οὕτως ἀκαίρως εἰσβεβηκόσι διηγήμασιν; ἢ πῶς ἄν τις ἡμῖν ἑρμηνεύσοι σαφῶς, εἰς ποσότητα χρόνου λαβὼν τὸ ζητούμενον, τουτέστιν Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονε;

κείσθω γὰρ δὴ καὶ ὁμολογουμένως τὸ κατόπιν ἔρχεσθαι τοῦ βαπτιστοῦ τὸν Κύριον, ἅτε δὴ γεγονότα τῷ χρόνῳ τῷ κατὰ τὴν σάρκα δεύτερον· κατὰ τίνα τρόπον καὶ ἔμπροσθεν αὐτοῦ γενήσεται, κατὰ χρόνον δὲ δηλονότι; καλεῖ γὰρ εἰς τοῦτον ἡμᾶς τὸν νοῦν ἡ τοῖς προλαβοῦσιν ἀναλόγως ὀφειλομένη τάξις τε καὶ ἀκολουθία. ἀλλ᾽ οἶμαι τοῦτο παντί τῳ γενέσθαι σαφὲς, ὡς οὐκ ἂν εἴη τῶν ἐνδεχομένων. τὸ γὰρ ὑστερίζον τινὸς κατὰ χρόνον, οὐκ ἄν ποτε φθάσαι τὸ ἡγούμενον. οὐκοῦν ἀμαθὲς κομιδῇ, καὶ παντελῶς ἀπίθανον, περὶ χρόνου τοῦ κατὰ τὴν σάρκα τὸν ἅγιον εἰπεῖν οἴεσθαι βαπτιστήν Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν· ἀκολούθως δὲ μᾶλλον τῷ ἡμῖν προτεθέντι σκοπῷ νοοῦντες αὐτὸ, τοιῶσδέ πως εἰρῆσθαι πιστεύσομεν. χαριέντως ὁ μακάριος βαπτιστὴς ἀπὸ τοῦ κατὰ συνήθειαν σχήματος ἀναφέρει τὸν λόγον, ἐπὶ ποιότητα πραγμάτων πνευματικὴν, καὶ ὥσπερ ἀπό τινος εἰκόνος τῶν καθ᾽ ἡμᾶς εἰς ἐξήγησιν ἔρχεται νοημάτων λεπτομερεστέρων.

Φιλεῖ μὲν γάρ πως ἀεὶ τὸ ἡγεῖσθαι πεφυκὸς, τῶν ἕπεσθαι λεγομένων ὑπάρχειν ἐπιδοξότερον, παραχωρεῖ δὲ τοῖς ἡγουμένοις τὰ ἑπόμενα· οἷον ὁ χαλκευτικὴν ἀκριβώσας τέχνην, ἢ τεκτονικὴν τυχὸν, ἢ ὑφαντικὴν, ἡγεῖταί πως, καὶ τὸ ἄμεινον ἔχει τοῦ κατὰ μαθητείαν ἕπεσθαι νοουμένου, καὶ εἰς τὸ τελείως εἰδέναι βαδίζοντος· ἀλλ᾽ ὅταν ὁ τοιοῦτος τὴν τοῦ διδάσκοντος ὑπεραναβαίνῃ τέχνην, καὶ κατόπιν ἐάσας αὐτὴν ἐργάζηται τὸ ἄμεινον, οὐκ ἀκόμψως ἐρεῖν τὸν νενικημένον ὑπολαμβάνω περὶ τοῦ νικήσαντος μαθητοῦ Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονε. κατὰ τοῦτο τοίνυν μετακομίζων τὸ σχῆμα τὴν τοῦ θεωρήματος δύναμιν, ἐπί τε τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ καὶ τοῦ ἁγίου βαπτιστοῦ, νοήσεις ὀρθῶς· δέχου δὲ τὰ καθ᾽ ἕκαστον ἐξ ἀρχῆς. ἐθαυμάζετο παρὰ πάντων ὁ βαπτιστὴς, πολλοὺς ἐποίει τοὺς μαθητὰς, ὄχλος αὐτὸν περιέθει τῶν βαπτιζομένων πολὺς, ἠγνοεῖτο δὲ καίτοι κρείττων ὢν ὁ Χριστὸς, ἐλάνθανεν ὅτι Θεὸς ὑπῆρχεν ἀληθινός· ἐπειδὴ δὲ ἡγνοεῖτο, θαυμαζομένου τοῦ βαπτιστοῦ, ἐδόκει πως καὶ ὑστερίζειν αὐτοῦ· ἐβάδιζεν ὀπίσω βραχὺ τὸ μεῖζον ἔχοντος ἔτι κατὰ τιμὴν καὶ δόξαν τὴν ἐν ἀνθρώποις ἐκείνου· ἀλλ᾽ ὁ ἐρχόμενος ὀπίσω γέγονεν ἔμπροσθεν, μείζων Ἰωάννου καὶ κρείττων ἀναδεικνύμενος. ὁ μὲν γὰρ ἤδη Θεὸς ὑπάρχων διὰ τῶν ἔργων ἀπεκαλύπτετο, ὁ δὲ τῆς ἀνθρωπότητος οὐκ ἀναβαίνων τὸ μέτρον, ὀπίσω λοιπὸν γεγονὼς εὑρίσκεται.

οὐκοῦν αἰνιγματωδῶς ὁ μακάριος ἔφασκε βαπτιστής Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ἀντὶ τοῦ Ὁ ποτὲ κατόπιν τῆς ἐμῆς ὑπάρχων τιμῆς, ἐπιδοξότερος ὤφθη, καὶ ἀσυγκρίτοις ὑπεροχαῖς τὸ ἐμοὶ πρέπον τε καὶ προσὸν ὑπερεκτρέχει μέτρον. οὕτω νοοῦντες τὸ εἰρημένον, μάρτυρα τῆς δόξης τοῦ Μονογενοῦς εὑρήσομεν αὐτὸν, καὶ οὐκ εἰκαίων πραγμάτων ἄκαιρον ἐξηγητήν. τὸ γὰρ μείζονα λέγειν ἑαυτοῦ τὸν Χριστὸν, μεγάλην ἔχοντος ἐπὶ ἁγιότητι τὴν ὑπόληψιν, τί ἂν ἕτερον εἴη λοιπὸν, ἢ δόξαν αὐτῷ τὴν ἐξαίρετον ἐπιμαρτυρεῖν; ὅτι πρῶτός μου ἦν. ἔμπροσθέν μου γέγονεν εἰπὼν, ἀναγκαίως ἐπιφέρει τό Ὅτι πρῶτός μου ἦν, πρεσβυτάτην αὐτῷ τὴν δόξαν ἀνατιθεὶς, καὶ τὸ προὔχειν ἁπάντων οὐκ ἐν χρόνῳ προσγεγονὸς, ἀλλ᾽ ἐνυπάρχον ἄνωθεν ὡς Θεῷ κατὰ φύσιν, διαβεβαιούμενος. ἦν γάρ μου πρῶτος, φησὶν, ἀντὶ τοῦ ἀεὶ καὶ διὰ παντὸς ἀμείνων καὶ ἐπιδοξότερος· διὰ δὲ τῆς πρὸς ἕνα τῶν γενητῶν συγκρίσεως, ἡ κατὰ πάντων ψῆφος τῷ ὑπὲρ πάντας συνάγεται.

οὐ γὰρ ἐν τούτῳ καὶ μόνον τὸ μέγα καὶ ἀξιάγαστον τοῦ Υἱοῦ θεωρήσομεν ἀξίωμα, ἐν τῷ τὴν Ἰωάννου δόξαν ὑπερδραμεῖν, ἀλλ᾽ ἐν τῷ πάσης ὑπερκεῖσθαι γενητῆς οὐσίας. <Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν.> Ἀποδέχεται διὰ τούτων τὴν ἀληθῆ τοῦ βαπτιστοῦ μαρτυρίαν ὁ Εὐαγγελιστὴς, καὶ σαφῆ ποιεῖται τὴν ἀπόδειξιν τῆς τοῦ Σωτῆρος ἡμῶν ὑπεροχῆς, καὶ τοῦ κεκτῆσθαι τὸ πλέον οὐσιωδῶς κατὰ παντὸς γενητοῦ, κατά τε τὴν δόξαν αὐτὴν, περὶ ἧς ὁ λόγος μάλιστα νῦν, καὶ τὸν ἐπὶ τοῖς ἄλλοις ἅπασιν ἀγαθοῖς εὐκλεᾶ κατάλογον. ἄριστα γάρ μοι, φησὶ, καὶ ἀληθέστατα λέγων ὁ βαπτιστὴς ἀναφαίνεται περὶ τοῦ Μονογενοῦς “Ὅτι πρῶτός μου ἦν,” τουτέστι, πολὺ δὴ κρείττων καὶ ἀμείνων. ἐπεὶ καὶ πάντες ἡμεῖς οἱ εἰς τὸν τῶν ἁγίων κατατεταγμένοι χορὸν, τὸ ἴδιον αὐτοῦ καταπεπλουτήκαμεν ἀγαθὸν, καὶ τοῖς ἐκείνου μᾶλλον ἤπερ τοῖς ἑαυτῆς ἐπισεμνύνεται πλεονεκτήμασιν ἡ ἀνθρώπου φύσις, ὅταν ἔχουσά τι τῶν ἀξιαγάστων εὑρίσκηται· ἀπὸ γὰρ τοῦ πληρώματος τοῦ Υἱοῦ, καθάπερ ἐξ ἀεννάου πηγῆς, ἡ τῶν θείων χαρισμάτων ἀναβλύζουσα δόσις εἰς ἑκάστην ἔρχεται ψυχὴν, ἥπερ ἂν φαίνοιτο τοῦ λαβεῖν ἀξία.

εἰ δὲ χορηγεῖ μὲν ὡς ἐκ φυσικοῦ πληρώματος ὁ Υἱὸς, χορηγεῖται δὲ ἡ κτίσις· πῶς οὐκ ἂν νοοῖτο λοιπὸν οὐχ ὁμοίαν ἔχων τοῖς ἄλλοις τὴν δόξαν, ἀλλ᾽ ἥπερ ἂν πρέποι τῷ ἐκ Θεοῦ Μονογενεῖ, φύσεως οἰκείας ἔχοντι καρπὸν τὰ κατὰ πάντων πλεονεκτήματα, καὶ τῆς πατρικῆς ἰδιότητος ἀξίωμα τὴν ὑπεροχήν; οἶμαι δὲ ἔγωγε καὶ τὸν σοφώτατον Παῦλον περὶ τῆς τῶν ὅλων διαλαβόντα φύσεως, κεκινῆσθαι διὰ τούτων εἰς ἐννοίας ἀληθεῖς, οὕτω τε λοιπὸν ὡς πρὸς τὴν κτίσιν εἰπεῖν “Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;” μετὰ γὰρ τοῦ εἶναι, καὶ τὸ εὖ εἶναι τοιῶσδε τυχὸν τῇ κτίσει θεόσδοτον, ἔχει δὲ οἴκοθεν οὐδὲν, πλουτεῖ δὲ μόνον τὴν τοῦ διδόντος φιλοτιμίαν. σημειωτέον δὲ πάλιν, ὅτι πλήρη, τουτέστιν, ἐν πᾶσι παντέλειον εἶναί φησι τὸν Υἱὸν, καὶ τοσοῦτον ἀφεστῶτα τοῦ κατά τι γοῦν ἐπιδεᾶ καθεστάναι, ὡς καὶ πᾶσι δύνασθαι χορηγεῖν, τὸ ἐλαττοῦσθαι παραιτούμενον καὶ τῆς οἰκείας ὑπεροχῆς ἀεὶ τὸ μέγεθος ἐν ταυτότητι διασώζοντα. <Καὶ χάριν ἀντὶ χάριτος, ὅτι ὁ νόμος διὰ Μωυσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.> Λαμπροτέραν τῆς ἐν ἅπασιν ἀνθρώποις εὐκλείας τὴν τοῦ Μονογενοῦς ἀναπεφάνθαι δόξαν εἰπὼν, καὶ τὸ ἐν ἁγιότητι μέγεθος ἀσύγκριτον αὐτῷ πρὸς τοὺς ἁγίους εἰσφέρων, ἀπὸ τῶν εἰς ἄκρον ἀναβεβηκότων ἀρετῆς ποιεῖσθαι σπουδάζει τοῦ προτεθέντος σκοποῦ τὴν ἀπόδειξιν.

περὶ μὲν οὖν Ἰωάννου φησὶν ὁ Σωτήρ “Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν ”γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ.” ἀλλὰ τὸν οὕτω μέγαν καὶ ἀξιοζήλωτον παρέστησεν ἤδη, καθάπερ αὐτός φησιν, ἀνακεκραγότα καὶ μεγάλῃ λέγοντα τῇ φωνῇ “Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ”ὅτι πρῶτός μου ἦν.” ἡττωμένης δὲ τῆς Ἰωάννου δόξης, καὶ παραχωρούσης τῷ Μονογενεῖ, πῶς οὐκ ἀνάγκη λοιπὸν ἐννοεῖν μηδένα τῶν ἄλλων ἁγίων εἰς τὸ ἴσον ἀναφέρεσθαι μέτρον τῷ Σωτῆρι Χριστῷ, κατά γε τὸν τῆς εὐκλείας λόγον, ὃς ἐν τῇ τῶν ἔργων θεωρεῖται λαμπρότητι; οἱ μὲν οὖν κατὰ τοὺς τῆς ἐπιδημίας καιροὺς γεγονότες ἅγιοι, τὴν Ἰωάννου πλεονεκτεῖν οὐκ ἂν ἔχοντες ἀρετὴν, οὐδὲ τὸ ἐκείνῳ προσὸν ἀναβαίνοντες μέτρον, παραχωρήσουσι σὺν αὐτῷ τὸ νικᾶν τῷ Χριστῷ, εἴπερ ἔχων ἐν ἀγαθοῖς τὸ ἀκρότατον ὁ μακάριος βαπτιστὴς, καὶ τρόπον ὑπερβολῆς καταλελοιπὼς οὐδένα, τὴν ἐπ᾽ ἐλάττοσι ψῆφον οὐ διὰ τῆς ἑτέρου λαμβάνει φωνῆς, ἀλλ᾽ αὐτὸς ἑαυτοῦ κατεσφράγισε τὸ πρᾶγμα, λέγων, ὡς ἅγιος ἀληθῶς. ἐπειδὴ δὲ καὶ τῶν ἀρχαιοτέρων ἁγίων ἐχρῆν ἀναφαίνεσθαι κρείττονά τε καὶ μείζονα τὸν Ἐμμανουὴλ, ἀναγκαίως ὁ μακάριος Εὐαγγελιστὴς ἐπὶ πρῶτον ἔρχεται τὸν ἱεροφάντην Μωυσέα, πρὸς ὃν εἴρητο παρὰ Θεοῦ “Οἶδά σε ”παρὰ πάντας, καὶ χάριν εὗρες παρ᾽ ἐμοί.”

ὅτι γὰρ ἐγινώσκετο παρὰ πάντας τῷ Θεῷ, καὶ διὰ τούτου πάλιν ἡμεῖς εἰσόμεθα “Ἐὰν γένηται, φησὶ, προφήτης ὑμῶν Κυρίῳ, ἐν ”ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ. “οὐχ οὕτως ὡς ὁ θεράπων μου Μωυσῆς, ἐν ὅλῳ τῷ οἴκῳ ”μου πιστός ἐστι· στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν “εἴδει καὶ οὐ δι᾽ αἰνιγμάτων.” ἔχοντος τοίνυν καὶ τοῦ πανσόφου Μωυσέως κατὰ τῶν ἀρχαιοτέρων ἁγίων τὴν οὕτω μεγάλην ὑπεροχὴν, κρείττονά τε καὶ εὐκλεέστερον κατὰ πάντα τρόπον ἐπιδεικνύει τὸν Μονογενῆ, ἵνα φαίνηται “ἐν ”πᾶσιν αὐτὸς πρωτεύων,” ὡς ὁ Παῦλός φησι· καὶ διὰ τοῦτο λέγει Καὶ χάριν ἀντὶ χάριτος, ὅτι ὁ νόμος διὰ Μωυσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο· οἶμαι γὰρ ἔγωγε τοιοῦτόν τι βούλεσθαι δηλοῦν τὸν μακάριον Εὐαγγελιστήν. ἀληθῆ, φησὶ, τὴν ὁμολογίαν ὁ μέγας ἐποιήσατο βαπτιστὴς περὶ τοῦ Μονογενοῦς διαῤῥήδην ἀπαγγέλλων “Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι ”πρῶτός μου ἦν·” καὶ γὰρ “ἐκ τοῦ πληρώματος αὐτοῦ ”ἡμεῖς πάντες ἐλάβομεν.”

καὶ νομιζέτω μηδεὶς, Ἰωάννου μὲν ἢ καὶ τῶν ἄλλων ἁγίων οἳ κατὰ τοὺς τῆς ἐπιδημίας γεγόνασι καιροὺς, ὑπερανίσχειν τὸν Μονογενῆ· ἡττᾶσθαι γεμὴν κατὰ τὴν δόξαν τῶν ἀρχαιοτέρων, οἵπερ ἦσαν ἐν ἁγιασμῷ διαλάμποντες, κατὰ τοὺς ἄνωθεν τῆς ἐπιδημίας χρόνους· θεωρήσει γὰρ αὐτὸν πολὺ τὸ Μωυσέως, φησὶν, ἀναβαίνοντα μέτρον, καίτοι τὸ μεῖζον, ὡς πρὸς ἐκείνους, ἐν ἁγιασμῷ κεκτημένου· παρὰ πάντας γὰρ αὐτὸν ἐγνωκέναι σαφῶς ὁ νομοθέτης διεβεβαιώσατο. Ἰωάννης μὲν οὖν ἐξ ἰδίας ἠλέγχετο φωνὴς, ὡς ὀπίσω δόξης ἐβάδιζε τοῦ Χριστοῦ· ἔρχεται δὲ κατόπιν τῆς λαμπρότητος αὐτοῦ, καὶ οὐδὲν ὅλως ἐπ᾽ ἐκείνῳ τὸ ζητούμενον, ἢ καὶ ἀποτραχῦνον τῆς ἀληθείας τὴν εὕρεσιν.

Πόθεν οὖν ἄρα καὶ αὐτὸν εὑρήσομεν τὸν ἱεροφάντην Μωυσέα τῆς τοῦ Κυρίου δόξης ἡττώμενον; ἐξεταζέτω, φησὶν, ὁ φιλομαθὴς τὴν δοθεῖσαν ἡμῖν διὰ τοῦ Σωτῆρος χάριν εὐαγγελικὴν, ἀντὶ χάριτος τῆς νομικῆς τῆς διὰ Μωυσέως· τότε γὰρ δὴ θεωρήσει τοσούτῳ κρείττονα τὸν Υἱὸν, ὅσῳπερ ἂν φαίνοιτο τῆς κατὰ νόμον πολιτείας τὰ ἀμείνω νομοθετῶν, καὶ πάντων ὁμοῦ τῶν διὰ Μωυσέως εἰσφέρων τὰ βελτίονα. ὁ μὲν γὰρ νόμος φησὶ διὰ Μωυσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. τίς οὖν ἄρα τοῦ νόμου πρὸς τὴν διὰ τοῦ Σωτῆρος χάριν ἡ διαφορὰ, θεωρήσει πάλιν ὁ φιλοζητητὴς καὶ ἑταῖρος ἱδρώτων ἀγαθῶν· ὀλίγα δὲ ἡμεῖς ἐροῦμεν ἀντὶ πολλῶν, ἀμήρυτόν τινα καὶ μακρὸν τῶν ἐπὶ τούτοις θεωρημάτων τὸν ἀριθμὸν ὄντα πιστεύοντες. οὐκοῦν ὁ μὲν νόμος κατέκρινε τὸν κόσμον· “Συνέκλεισε” γὰρ ὁ Θεὸς δι᾽ αὐτοῦ “τὰ πάντα ὑπὸ ἁμαρτίαν,” ὡς ὁ Παῦλός φησι· καὶ κολάσεσιν ἡμᾶς ἐνόχους ὄντας ἐδείκνυεν, ἐλευθεροῖ δὲ μᾶλλον αὐτὸν ὁ Σωτήρ· οὐ γὰρ ἦλθεν “ἵνα κρίνῃ τὸν ”κόσμον, ἀλλ᾽ ἵνα σώσῃ τὸν κόσμον.”

καὶ χάριν μὲν ἀνθρώποις καὶ ὁ νόμος ἐδίδου, καλῶν ὅλως εἰς θεογνωσίαν, καὶ τῆς τῶν εἰδώλων λατρείας ἐξέλκων τοὺς πεπλανημένους, καὶ προσέτι τούτῳ καὶ τὸ φαῦλον ὑποδεικνὺς, καὶ διδάσκων τὸ ἀγαθὸν, εἰ καὶ μὴ τελείως, ἀλλὰ παιδαγωγικῶς καὶ χρησίμως· ἡ δὲ διὰ τοῦ Μονογενοῦς ἀλήθειά τε καὶ χάρις, οὐκ ἐν τύποις ἡμῖν εἰσφέρει τὸ ἀγαθὸν, οὐδὲ ὡς ἐν σκιᾷ χαράττει τὰ συμφέροντα· ἀλλ᾽ ἐν λαμπροῖς καὶ καθαρωτάτοις διατάγμασι καὶ πρὸς τελείαν τῆς πίστεως γνῶσιν χειραγωγεῖ· καὶ ὁ μὲν νόμος πνεῦμα δουλείας ἐδίδου πρὸς φόβον, τὸ δὲ πνεῦμα τῆς υἱοθεσίας ὁ Χριστὸς εἰς ἐλευθερίαν. ὁ νόμος ὁμοίως τὴν ἐν σαρκὶ περιτομὴν οὐδὲν οὖσαν εἰσφέρει· “Ἡ ”περιτομὴ γὰρ οὐδέν ἐστιν,” ὥσπερ οὖν ὁ Παῦλος ἐπιστέλλει τισίν· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν ἐν πνεύματι καὶ καρδίᾳ περιτομὴν διὰ τῆς πίστεως προξενεῖ. ὁ νόμος ὕδατι βαπτίζει γυμνῷ τοὺς μεμολυσμένους, ὁ Σωτὴρ “ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί.” ὁ νόμος εἰς τὴν ἀντίτυπον τῶν ἀληθινῶν εἰσφέρει σκηνὴν, ὁ Σωτὴρ εἰς αὐτὸν ἀναφέρει τὸν οὐρανὸν, καὶ εἰς τὴν ἀληθεστέραν εἰσάγει σκηνὴν, “ἣν ”ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος.” καὶ χαλεπὸν μὲν οὐδὲν ἀποδείξεις τοῖς εἰρημένοις ἐπισωρεύειν ἑτέρας, τιμητέον δ᾽ οὖν ὅμως τὸ μέτρον.

πλὴν ἐκεῖνο χρησίμως τε καὶ ἀναγκαίως ἐροῦμεν· ὅτιπερ ὁ μακάριος Παῦλος ἐν ὀλίγοις ἔλυσε τὸ ζητούμενον, περί τε τοῦ νόμου καὶ τῆς τοῦ Σωτῆρος χάριτος εἰπών “Εἰ γὰρ τῇ διακονίᾳ τῆς κατακρίσεως δόξα, ”πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης ἐν “δόξῃ.” διακονίαν μὲν γὰρ κατακρίσεως τὴν διὰ Μωυσέως φησὶν ἐντολὴν, διακονίαν δὲ δικαιοσύνης, τὴν παρὰ τοῦ Σωτῆρος ὀνομάζει χάριν, ᾗ καὶ τὸ πλέον ἐν δόξῃ κεκτῆσθαι χαρίζεται, τὴν τῶν πραγμάτων ἄριστα δοκιμάζων φύσιν, ὡς πνευματοφόρος.

Οὐκοῦν ἐπειδήπερ ὁ μὲν κατακρίνων νόμος ἐδόθη διὰ Μωυσέως, γέγονε δὲ διὰ τοῦ Μονογενοῦς ἡ δικαιοῦσα χάρις, πῶς οὖν οὐκ ἀμείνων ἐν δόξῃ, φησὶν, ὁ δι᾽ οὗ τὰ κρείττω νενομοθέτηται; ἀληθεύσει δὴ οὖν καὶ ὁ μελῳδὸς ἐν Πνεύματι τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν πάσης ὁμοῦ τῆς λαμπρᾶς τῶν ἁγίων πληθύος ὑπερκεῖσθαι βοῶν “Τίς γὰρ, φησὶν, ἐν ”νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ, ἢ τίς ὁμοιωθήσεται τῷ “Κυρίῳ ἐν υἱοῖς Θεοῦ;” νεφέλαι μὲν γὰρ αἱ νοηταὶ, τουτέστιν, οἱ ἅγιοι προφῆται παραχωρήσουσι τὸ νικᾶν τῷ Χριστῷ, οἰήσονται δὲ δεῖν οὐδαμῶς ἰσομέτρῳ πρὸς αὐτὸν ἁμιλλᾶσθαι τιμῇ, τὴν δευτέραν ἀποφερομένου τάξιν τοῦ παρὰ πάντας ἐγνωσμένου παρὰ Θεοῦ, τουτέστι Μωυσέως· υἱοὶ δὲ οἱ χρηματίσαντες τοῦ Θεοῦ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οὐκ ἀπαραλλάκτως ὁμοιωθήσονται τῷ κατὰ φύσιν Υἱῷ, ἀλλὰ τὸ οἰκεῖον ἐπιγνώσονται μέτρον, ὀπίσω μάλιστα τεθεῖσθαι λέγοντος ἑαυτὸν τοῦ ἁγίου βαπτιστοῦ, περὶ οὗ φησιν ὁ καρδίας εἰδώς “Οὐκ ἐγήγερται ἐν γεννητοῖς γυ- ”ναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ.” ἀληθεύει δὴ οὖν ὁ μακάριος Εὐαγγελιστὴς, τεθεᾶσθαι λέγων “τὴν δόξαν ”αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς,” τουτέστιν ἥπερ ἂν πρέποι τῷ ἐκ Θεοῦ Πατρὸς Υἱῷ Μονογενεῖ, καὶ οὐχὶ μᾶλλον τοῖς εἰς ἀδελφότητα κεκλημένοις αὐτοῦ, ὧν ἐστι πρωτότοκος.

ΚΕΦΑΛΗ Ι. Ὅτι μόνος κατὰ φύσιν Υἱὸς ἐκ Πατρὸς ὁ Μονογενὴς, ὡς ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ. <Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ Μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο.> ΘΕΑ δὴ πάλιν ἐν τούτοις τοῦ πνευματοφόρου τὴν νῆψιν. οὐκ ἠγνόησεν ὅτι πάντως ἐροῦσί τινες τὰ περὶ τοῦ Μονογενοῦς εἰρημένα πικρότερον βασανίζοντες Ἔφης, ὦ οὗτος, τεθεᾶσθαι “τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ ”Πατρός·” εἶτα δέον ἀπολεπτύνειν ἡμῖν τὴν ἐπὶ τούτοις ἐξήγησιν, καὶ θεοπρεπές τι πρᾶγμα καὶ ἐξαίσιον εἰπεῖν, ἀπὸ τῆς κατὰ Μωυσέως ὑπεροχῆς καὶ τῶν Ἰωάννου μέτρων ἐποιήσω τὴν ἀπόδειξιν, ὡς οὐκ ἐνὸν ἑτέρως ὁρᾶσθαι τὴν δόξαν αὐτοῦ, καίτοι τοῦ μὲν μακαρίου προφήτου λέγοντος Ἡσαΐου “Εἶδον τὸν Κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ”ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης “αὐτοῦ, καὶ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες ”τῷ ἑνὶ, καὶ ἓξ πτέρυγες τῷ ἐνὶ, καὶ ταῖς μὲν δυσὶ κατεκά- “λυπτον τὸ πρόσωπον, καὶ ταῖς δυσὶ κατεκάλυπτον τοὺς ”πόδας, καὶ ταῖς δυσὶν ἐπέτοντο· καὶ ἐκέκραγον ἕτερος πρὸς “τὸν ἕτερον καὶ ἔλεγον Ἅγιος ἅγιος ἅγιος Κύριος σαβαὼθ, ”πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.”

Ἰεζεκιὴλ δὲ πάλιν διαῤῥήδην ἡμῖν ἀνακεκραγότος, ὅτι καὶ θεάσοιτο τὰ Χερουβὶμ, στερέωμα μὲν ὡς ἐν εἴδει σαπφείρου ταῖς οἰκείαις ἐπηρτημένον ἔχοντα κεφαλαῖς, ἐπὶ θρόνου δὲ ὁμοίως τὸν Κύριον σαβαώθ· λέγει γὰρ ἐπ᾽ αὐτῆς οὕτω τῆς λέξεως “Καὶ ”ἰδοὺ, φησὶ, φωνὴ ὑπεράνωθεν τοῦ στερεώματος τοῦ ὄντος “ὑπὲρ κεφαλῆς αὐτῶν, καὶ ὑπεράνωθεν τοῦ στερεώματος τοῦ ”ὑπὲρ κεφαλῆς αὐτῶν ὡς ὅρασις λίθου σαπφείρου, ὁμοίωμα “θρόνου ἐπ᾽ αὐτοῦ, καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου ”ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἄνωθεν· καὶ εἶδον ὡς ὄψιν “ἠλέκτρου ἀπὸ ὁράσεως ὀσφύος καὶ ἐπάνω, καὶ ἀπὸ ὁρά- ”σεως ὀσφύος καὶ ἕως κάτω, καὶ εἶδον ὡς ὅρασιν πυρὸς, “καὶ τὸ φέγγος αὐτοῦ κύκλῳ ὡς ὅρασις τόξου, ὅταν ᾖ ἐν ”τῇ νεφέλῃ ἐν ἡμέραις ὑετοῦ, οὕτως ἡ ὅρασις τοῦ φέγγους “κυκλόθεν, αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου.”

οὐκοῦν ἐπειδήπερ ἐλπίδος ἦν οὐ μακρὰν, τοιαῦτά τινα πρὸς ἡμᾶς ἐρεῖν οὐκ ὀλίγους τῶν ἀμαθεστέρων, ἀναγκαίως ὁ μακάριος Εὐαγγελιστὴς ἀνακόπτειν αὐτῶν τὰς ἐπιχειρήσεις ἐπείγεται λέγων Θεὸν οὐδεὶς ἑώρακε πώποτε· αὐτὸς γὰρ Θεὸς ὢν ὁ Μονογενὴς, ὁ ἐν κόλποις ὢν τοῦ Θεοῦ καὶ Πατρὸς, ταύτην πρὸς ἡμᾶς ἐποιήσατο τὴν ἐξήγησιν, πρὸς μὲν τὸν ἱεροφάντην Μωυσέα σαφέστατα δὴ λίαν εἰπὼν, ὅτι οὐδεὶς ὄψεται “τὸ ”πρόσωπόν μου, καὶ ζήσεται·” πρὸς δέ γε τοὺς οἰκείους κατὰ καιρὸν μαθητάς “Οὐχ ὅτι τὸν Πατέρα ἑώρακέ τις, εἰ ”μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα.” μόνῳ γὰρ Υἱῷ τῷ κατὰ φύσιν ὁρατὸς ὁ Πατὴρ καὶ οὕτως, ὡς ἄν τις εἰκάσαι θεοπρεπῶς τὴν θείαν ὁρᾶν τε καὶ ὁρᾶσθαι φύσιν, ἑτέρῳ δὲ τῶν ὄντων οὐδενί· διαψεύσεται γεμὴν οὐδαμῶς τῶν ἁγίων προφητῶν ὁ λόγος, ἑωρακέναι βοώντων τὸν Κύριον σαβαώθ· οὐ γὰρ αὐτὸ κατ᾽ οὐσίαν τοῦθ᾽ ὅπερ ἐστὶν ἡ τοῦ Θεοῦ φύσις τεθεᾶσθαι διισχυρίζονται, ἀλλὰ καὶ αὐτοὶ διαῤῥήδην ἀναβοῶσι λέγοντες “Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης ”Κυρίου.” οὐκοῦν ἀπὸ τῶν καθ᾽ ἡμᾶς πραγμάτων αἰνιγματωδῶς τὸ τῆς θείας δόξης ἀνεπλάττετο σχῆμα, καὶ μᾶλλον ὁμοίωσις ἦν, ὡς ἐν πίνακι φέρουσα τὰ θεοπρεπῆ, τῆς ἐπὶ τούτοις ἀληθείας εἰς τὴν ὑπὲρ νοῦν καὶ λόγον ἀναβαινούσης ὑπεροχήν.

ἄριστα δὴ οὖν ὁ σοφώτατος Εὐαγγελιστής “Καὶ ”ἐθεασάμεθα λέγων τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς “παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας,” ἀπὸ τῆς κατὰ πάντων ὑπεροχῆς εἰσφέρει τοῦ λόγου τὴν ἀπόδειξιν. ὅνπερ γὰρ τρόπον “ἀπὸ καλλονῆς κτισμάτων ἀναλόγως” ἡ τοῦ πάντων γενεσιουργοῦ θεωρεῖται δύναμις· καὶ “διη- ”γοῦνται μὲν ἀφώνως οἱ οὐρανοὶ δόξαν Θεοῦ, ποίησιν δὲ “χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα·” οὕτω πάλιν ἀμείνων ἐν δόξῃ καὶ λαμπρότερος ὁ Μονογενὴς ἀναδειχθήσεται, τὴν μὲν, ὅσον ἧκεν εἰς ὀφθαλμοῦ δύναμιν, κατάληψιν ἀναβαίνων, ὡς Θεὸς, ἀφ᾽ ὧν δὲ τὴν κτίσιν νικᾷ, διὰ τούτων ὡς ὑπάρχων ὑπὲρ αὐτὴν, νοούμενός τε καὶ δοξαζόμενος. ταύτην μὲν οὖν οἶμαι, καὶ οὐχ ἑτέραν τὴν θεωρίαν ὠδίνειν τοῦ προκειμένου τὴν δύναμιν· ἐπιτηρητέον δὲ πάλιν, ὅτι καὶ Μονογενὴ Θεὸν ἀποκαλεῖ τὸν Υἱὸν, καὶ ἐν κόλποις εἶναί φησι τοῦ Πατρὸς, ἵνα φαίνηται πάλιν τῆς πρὸς τὴν κτίσιν ὁμοφυΐας ἔξω κείμενος, καὶ ἰδιάζουσαν ἔχων ἐκ Πατρὸς καὶ ἐν Πατρὶ τὴν ὕπαρξιν. εἰ γὰρ ὄντως Θεός ἐστι Μονογενὴς, πῶς οὐκ ἔστι κατὰ φύσιν ἕτερος, ὡς πρὸς ἐκείνους, οἵπερ εἰσὶ κατὰ θέσιν θεοὶ καὶ υἱοί; νοηθήσεται γὰρ οὐκ ἐν πολλοῖς ἀδελφοῖς ὁ Μονογενὴς, ἀλλ᾽ ὡς μόνος ὢν ἐκ Πατρός.

ἐπειδὴ δὲ κατὰ τὴν τοῦ Παύλου φωνὴν πολλῶν ὄντων, ἢ καὶ ὀνομαζομένων, ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς τῶν θεῶν, Θεός ἐστι Μονογενὴς ὁ Υἱὸς, ἔξω δηλονότι τῶν ἄλλων κείσεται, καὶ οὐκ ἐν τοῖς κατὰ χάριν τετάξεται θεοῖς· ἔσται δὲ μᾶλλον μετὰ Πατρὸς ἀληθινός· οὕτω γὰρ ἡμῖν ὁ Παῦλος συναρμόττει λέγων “Ἡμῖν δὲ εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ ”πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι᾽ οὗ τὰ πάντα·” ἑνὸς γὰρ ὄντος κατὰ φύσιν Θεοῦ τοῦ Πατρὸς, οὐκ ἔξω τοῦ εἶναι Θεὸς ὁ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ μενεῖ Λόγος, τῇ τοῦ γεννήσαντος ἰδιότητι διαπρέπων, καὶ οὐσιωδῶς πρὸς τὸ ἴσον ἀναβαίνων ἀξίωμα, κατά γε τὸ εἶναι κατὰ φύσιν Θεός.

Διά τοι τοῦτο καὶ ἐν κόλποις αὐτὸν εἶναί φησι τοῦ Πατρὸς, ἵνα πάλιν ἐννοῇς τὸ ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ κατὰ τὸ ἐν ψαλμοῖς εἰρημένον “Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐξεγέννησά ”σε.” ὥσπερ γὰρ ἐν τούτῳ, τό Ἐκ γαστρὸς, διὰ τὸ ἐξ αὐτοῦ καὶ γνησίως τίθησιν, ὡς ἐξ ὁμοιότητος πάλιν τῆς καθ᾽ ἡμᾶς· πρόεισι γὰρ ἐκ γαστρὸς τὰ ἐξ ἀνθρώπων γεννώμενα· οὕτω καὶ ὅτε τό Ἐν κόλπῳ φησὶ, μονονουχὶ βούλεται δηλοῦν ἐν τῇ τοῦ Πατρὸς νηδύϊ γεννώσῃ μὲν τὸν Υἱὸν ἐκφαντικῶς, ὡς ἐν ἐκλάμψει θεοπρεπεῖ καὶ ἀῤῥήτῳ τινὶ προόδῳ τῇ πρὸς ἰδίαν ὑπόστασιν, ἐχούσῃ δὲ πάλιν αὐτὸν, ἐπεὶ μὴ κατὰ ἀποκοπὴν, ἤτοι μερισμὸν τὸν κατὰ σῶμα, τὸ θεῖον ἐκ Πατρὸς προέκυψε γέννημα. καὶ γοῦν ὁ Υἱός που φησὶν, ὡς εἴη μὲν αὐτὸς ἐν Πατρὶ, ἔχοι δὲ αὖ πάλιν ἐν ἑαυτῷ τὸν Πατέρα.

τὸ γὰρ ἴδιον αὐτὸ τῆς τοῦ Πατρὸς οὐσίας φυσικῶς διῆκον εἰς τὸν Υἱὸν, ἐν αὐτῷ δείκνυσι τὸν Πατέρα· ἔχει δὲ αὖ πάλιν ὁ Πατὴρ ἐν ἑαυτῷ τὸν Υἱὸν τῇ ἀπαραλλάκτῳ τῆς οὐσίας ταυτότητι ῥιζούμενον, καὶ ἐκπεφυκότα μὲν ὡς ἐξ αὐτοῦ, πλὴν οὐ κατὰ μερισμὸν ἢ διάστασιν τοπικὴν, ἀλλ᾽ ἐνυπάρχοντά τε καὶ ἀεὶ συνυπάρχοντα· οὕτω δὴ μᾶλλον εὐσεβῶς τὸ ἐν κόλποις εἶναι τοῦ Πατρὸς παραδεξόμεθα τὸν Υἱὸν, οὐ καθάπερ ἐξειλήφασί τινες τῶν θεομαχεῖν εἰθισμένων, “ὧν τὸ κρῖμα ἔνδικόν ἐστι·” πάντα γὰρ τὰ ὀρθὰ διαστρέφουσι, κατὰ τὴν τοῦ προφήτου φωνὴν, τὰς τῶν ἁπλουστέρων παραλύοντες ἀκοὰς, καὶ “ἁμαρτάνοντες ἀφυλάκτως εἰς τοὺς ἀδελφοὺς, ὑπὲρ ὧν ”Χριστὸς ἀπέθανε.”

Τί γὰρ δὴ καὶ νοοῦσι καὶ λέγουσι καὶ διδάσκειν ἑτέρους ἐπιχειροῦσιν, ἀναγκαῖον εἰπεῖν· εἰς τὸν κόλπον τοῦ Θεοῦ καὶ Πατρὸς τὸν Υἱὸν εἶναι τοῦ ἁγίου λέγοντος Εὐαγγελιστοῦ, εἶτα τῶν τῆς Ἐκκλησίας τέκνων νοούντων ὀρθῶς, καὶ ἐκ Πατρὸς καὶ ἐν Πατρὶ διὰ τοῦτο διαβεβαιουμένων ὑπάρχειν αὐτὸν, καὶ τὸ ἐν γεννήσει γνήσιον ἀποσώζεσθαι δεῖν, καὶ μάλα εἰκότως, φιλονεικούντων αὐτῶν, διαγελῶσιν εὐθὺς οἱ πάσῃ μεθύοντες ἀμαθίᾳ, καὶ δὴ καὶ ἀποτολμῶσι λέγειν Λῆρος, ὦ οὗτοι, τὰ παρ᾽ ὑμῖν· οὐ γὰρ εὐπαιδεύτως τὰ περὶ Θεοῦ δοξάζετε, διὰ τὸ ἐν κόλπῳ λέγεσθαι τοῦ Πατρὸς τὸν Υἱὸν ἐκπεφυκέναι, πάντως αὐτὸν οἰόμενοι τῆς οὐσίας αὐτοῦ, καὶ τῆς ἀγενήτου φύσεως εἶναι καρπὸν ἀνοήτως ὑπολαμβάνοντες. ἢ γὰρ οὐκ ἠκούσατε, φασὶν, ἐν ταῖς εὐαγγελικαῖς παραβολαῖς, ὅτε τοὺς περὶ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου λόγους αὐτὸς ἐποιεῖτο Χριστὸς, ὅτι ἐγένετο δὲ ἀποθανεῖν τὸν Λάζαρον, “καὶ ἀπενεχθῆναι ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλ- ”πον τοῦ Ἁβραάμ;” δώσετε δὴ οὖν διὰ τὸ ἐν κόλπῳ τοῦ Ἁβραὰμ γενέσθαι τὸν Λάζαρον, ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ κατὰ φύσιν ὑπάρχειν αὐτὸν, ἢ τοῦτο μὲν παραιτήσεσθε λέγειν ποιοῦντες ὀρθῶς, διὰ δὲ τοῦ κόλπου τὴν ἀγάπησιν νοεῖσθαι καὶ αὐτοὶ σὺν ἡμῖν συγχωρήσετε; εἶναι τοιγαροῦν τὸν Υἱὸν ἐν κόλπῳ φαμὲν τοῦ Θεοῦ καὶ Πατρὸς, ἀντὶ τοῦ ἐν ἀγαπήσει, καθὰ καὶ αὐτός που φησίν “Ὁ Πατὴρ ἀγαπᾷ τὸν ”Υἱόν.”

Ἀλλ᾽ ὅταν τούτοις ἡμᾶς παίωσι τοῖς λόγοις οἱ φιλεπιτιμηταὶ, κἂν πρὸς μόνον τὸ διαλοιδορεῖσθαι γοργοὶ, τότε καὶ ἡμεῖς ἀντεροῦμεν, τὸν ὀρθὸν τῆς ἀληθείας ἀντεξάγοντες λόγον Ὁ κόλπος ἡμῖν, ὦ βέλτιστοι, σημαίνει καθ᾽ ὑμᾶς τὴν ἀγάπησιν· τοῦτο γὰρ ἀρτίως λεγόντων ἠκούσαμεν. ἆρ᾽ οὖν, ἐπειδήπερ “ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον” κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· “Ἀγαπᾷ δὲ Κύριος καὶ τὰς πύλας Σιὼν,” κατὰ τὸν ἅγιον ψαλμῳδὸν, ἀκινδύνως ἐροῦμεν ἐν κόλπῳ τοῦ Θεοῦ καὶ Πατρὸς τόν τε κόσμον αὐτὸν καὶ τὰς τῆς Σιὼν εἶναι πύλας; ὅταν δὲ λέγῃ καὶ πρὸς τὸν ἱεροφάντην Μωυσέα “Εἰσένεγκε τὴν χεῖρά σου εἰς τὸν κόλπον σου,” ἀγαπᾶν, εἰπέ μοι, προστάττει τὴν χεῖρα αὐτῷ, καὶ οὐχὶ μᾶλλον κατακρύψαντα ἔχειν; εἶτα πῶς οὐ μέγαν ἐπὶ τούτοις ὀφλήσομεν γέλωτα, μᾶλλον δὲ πῶς εἰς αὐτὸν οὐκ ἀσεβήσομεν τὸν Πατέρα, πάντα ἐν κόλποις εἶναι λέγοντες αὐτοῦ, καὶ τὸ μόνου τοῦ Μονογενοῦς ἐξαίρετον ἀγαθὸν κοινοποιοῦντες τοῖς ἄλλοις, ἵνα πλέον ἔχοι μηδὲν παρὰ τὴν κτίσιν ὁ Υἱός;

Οὐκοῦν ταῖς ἐκείνων ἀβουλίαις ἐῤῥῶσθαι φράσαντες, ἐπὶ τῷ εὐθεῖ τῆς ἀληθείας βαδιοῦμεν λογισμῶν, ὅταν ἐν κόλπῳ λέγηται τοῦ Πατρὸς ὁ Υἱὸς, ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ νοοῦντες αὐτόν· ἀναμαξάμενοι δὲ ἀκριβῶς τὴν τοῦ νοήματος δύναμιν, οὕτως ἔχον αὐτὸ, καὶ οὐχ ἑτέρως, εὑρήσομεν. Μονογενὴς, φησὶν, ὁ Θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο. ἐπειδὴ γὰρ ἔφη Μονογενῆ καὶ Θεὸν, τίθησιν εὐθύς Ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, ἵνα νοῆται καὶ Υἱὸς ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ φυσικῶς, ἀντὶ τῆς οὐσίας τὸν κόλπον τοῦ Πατρὸς εἰπὼν, ὡς ἐκ παραδείγματος σωματικοῦ. τύποι γάρ εἰσί πως τῶν νοητῶν τὰ ἐμφανέστερα, καὶ χειραγωγεῖ πρὸς κατάληψιν τῶν ὑπὲρ ἡμᾶς τὰ ἐν ἡμῖν· λαμβάνεται δὲ πολλάκις ὡς ἐν εἰκόνος τάξει τὰ σωματικὰ, καὶ λεπτοτέρων ἡμῖν θεωρημάτων εἰσφέρει τὴν κατάληψιν, εἰ καὶ οὕτω νοεῖται κατὰ καιρὸν οἰκεῖον, ὡς ἂν εἰρῆσθαι δοκῇ, ὁποῖον εἶναί φημι τὸ ἐπὶ Μωυσέως “Εἰσένεγκε τὴν χεῖρά σου εἰς τὸν κόλπον ”σου.” ἀδικήσει δὲ ὅλως τὸν λόγον οὐδὲν τὸ ἐν κόλπῳ τεθεῖσθαι τοῦ Ἁβραὰμ τὸν Λάζαρον εἰπεῖν, συναγορεύσει δὲ μᾶλλον αὐτῷ, καὶ τοῖς ἡμετέροις συνδραμεῖται θεωρήμασι.

μόνον γὰρ οὐχὶ τοῦτό φησιν ἡ θεία γραφή· τεθνεὼς ὁ Λάζαρος καὶ τὴν μετὰ σώματος καταλύσας ζωὴν, εἰς κόλπον Ἁβραὰμ ἀπηνέχθη, ἀντὶ τοῦ ἐν υἱοῖς Ἁβραὰμ κατατέτακται· πατέρα γὰρ πολλῶν ἐθνῶν τέθεικά σε πρὸς αὐτὸν ὁ Θεὸς, οὕτω δέ που γέγραπται περὶ αὐτοῦ “Ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε.” <Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν Σὺ τίς εἶ; καὶ ὡμολόγησε καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν ὅτι ἐγὼ οὐκ εἰμὶ ὁ Χριστός.> Μέμνηται τῶν ἑαυτοῦ λόγων ὁ Εὐαγγελιστὴς, καὶ πλατύτερον ἡμῖν ἐξηγεῖσθαι σπουδάζει, καλῶς γε σφόδρα ποιῶν, ἅπερ ἤδη φθάσας ὡς ἐν κεφαλαίῳ συνειλημμένως καταμεμήνυκεν· εἰπὼν γάρ “Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ ”Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα “μαρτυρήσῃ περὶ τοῦ φωτὸς,” ἀναγκαίως εἰσφέρει καὶ τῆς παρ᾽ αὐτοῦ γενομένης μαρτυρίας τὸν τρόπον· ὅτε γὰρ, φησὶν, οἱ τῶν Ἰουδαικῶν ταγμάτων κατὰ νόμον καθηγηταὶ πρὸς αὐτὸν ἀπεστάλκασιν ἱερεῖς καὶ Λευίτας, ἀναπυθέσθαι προστάξαντες, τί ἂν λέγοι περὶ ἑαυτοῦ, τότε δὴ καὶ μάλα σαφῶς ὡμολόγησε, πᾶσαν ἀποπτύσας αἰδὼ διὰ τὴν ἀλήθειαν· ἔφη γὰρ ὅτι ἐγὼ οὐκ εἰμὶ ὁ Χριστός. οὐκοῦν οὐδὲ ἐγὼ, φησὶν, ὁ τοῦ βιβλίου συγγραφεὺς διέψευσμαι λέγων περὶ αὐτοῦ “Οὐκ ἦν ἐκεῖνος ”τὸ φῶς, ἀλλ᾽ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.” <Καὶ ἠρώτησαν αὐτόν Τί οὖν;

Ἡλίας εἶ; καὶ λέγει Οὐκ εἰμί.

Ὃ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη Οὔ.> Ὡς ἐν ἐξηγήσει πάλιν εἰπών “ὡμολόγησεν ὅτι ἐγὼ οὐκ ”εἰμὶ ὁ Χριστός·” δεικνύειν πειρᾶται πῶς ἢ κατὰ τίνα τρόπον ὁ τῆς ὁμολογίας γέγονε λόγος· καί μοι δοκεῖ διὰ τούτων τὴν τῶν Ἰουδαίων ἀπαιδευσίαν βούλεσθαι γυμνοῦν. “φάσκοντες γὰρ εἶναι σοφοὶ ἐμωράνθησαν·” καὶ ἐπὶ τῇ τοῦ νόμου γνώσει κατωφρυωμένοι, ἄνω τε καὶ κάτω τὰς διὰ Μωυσέως προτείνοντες ἐντολὰς, καὶ πρὸς τοὺς τῶν ἁγίων προφητῶν ἀπηκριβῶσθαι λόγους διισχυριζόμενοι, δι᾽ ὧν ἐρωτῶσιν ἀπαιδεύτως, διὰ τούτων πολὺ λίαν ὄντες ἀμαθεῖς ἐξελέγχονται· ὁ μὲν γὰρ ἱεροφάντης Μωυσῆς ὡς ἐν προφήτου τάξει τὸν Κύριον ἀναδειχθήσεσθαι λέγων, προεκήρυττε τοῖς υἱοῖς Ἰσραὴλ, ὅτι “Προφήτην ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμὲ ”ἀναστήσει σοι Κύριος ὁ Θεός σου, αὐτοῦ ἀκούσεσθε· “κατὰ πάντα ὅσα ᾐτήσω παρὰ Κυρίου τοῦ Θεοῦ σου ἐν ”Χωρήβ.” ὁ δὲ μακάριος Ἡσαίας, τὸν πρόδρομον ἡμῖν καὶ προάγγελον εἰσφέρων “Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, φησίν ”Ἑτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου, εὐθείας ποιεῖτε τὰς “τρίβους αὐτοῦ·” καὶ τρίτος ἐπὶ τούτοις ὁ προφήτης Ἰωὴλ περὶ τοῦ Θεσβίτου φησίν· Ἡλίας δὲ οὗτος· “Καὶ ἰδοὺ ἐγὼ ”ἀποστέλλω ὑμῖν Ἡλίαν τὸν Θεσβίτην, ὃς ἀποκαταστήσει “καρδίαν πατρὸς πρὸς υἱὸν, καὶ ἀπειθεῖς ἐν φρονήσει δι- ”καίων, ἵνα μὴ ἔλθω καὶ πατάξω τὴν γῆν ἄρδην.”

Τριῶν ὄντων τοίνυν, οἵπερ ἥξειν ἠγγέλλοντο, Χριστοῦ δηλονότι καὶ Ἰωάννου καὶ Ἡλίου, πλείους ἀφίξεσθαι προσδοκῶσιν Ἰουδαῖοι, ἵνα καὶ δικαίως ἀκούσωσι “Πλανᾶσθε μὴ ”εἰδότες τὰς γραφάς.” διερωτήσαντες γὰρ τὸν μακάριον βαπτιστὴν, καὶ μαθόντες ὅτι περ αὐτὸς οὐκ εἴη ὁ Χριστὸς, ἀποκρίνονται Τί οὖν; Ἡλίας εἶ; καὶ λέγοντος Οὐκ εἰμὶ, δέον αὐτοὺς περὶ τοῦ προδρόμου λοιπὸν ἀναπυνθάνεσθαι· τοῦτο γὰρ ἦν ἔτι τὸ λεῖπον· ἀπαιδεύτως ἐπ᾽ αὐτὸν ἀνατρέχουσι τὸν Χριστὸν, τὸν ὡς προφήτην διὰ τοῦ νόμου καταδηλούμενον. ὅρα γὰρ τί φασιν οὐκ εἰδότες τὰ διὰ Μωυσέως Ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη Οὔ· οὐ γὰρ ἦν αὐτὸς ὁ Χριστὸς, καθὰ καὶ φθάσας ἤδη διισχυρίσατο. <Τί σὺ λέγεις περὶ σεαυτοῦ; ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ.> Ὡς οὐδὲν εἰδότας ἐλέγχει γοργῶς, καὶ προφητικῇ πιστοῦται μαρτυρίᾳ τὴν ἐγχειρισθεῖσαν ὑπόθεσιν, ἤτοι διάνοιαν αὐτῷ· ἥκω γὰρ, φησὶν, οὐδὲν ἕτερον ἐρῶν, ἢ ὅτι λοιπὸν ἐπὶ θύραις ὁ προσδοκώμενος, μᾶλλον δὲ εἴσω θυρῶν ὁ Δεσπότης. ἑτοιμάσθητε πρὸς ἥνπερ ἂν ἐπιτάττοι βαδίζειν ὁδὸν, ἐβαδίσατε τὴν διὰ Μωυσέως, ἀναλάβετε τὴν διὰ Χριστοῦ· ταύτην ὑμῖν ὁ τῶν ἁγίων προφητῶν προεκήρυττε χορός. <Παράθεσις ῥήτων περὶ ὁδοῦ τῆς κατὰ Χριστόν.> Ἡσαΐας. “Δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου ”καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν “ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.” Ὁ αὐτός. “

Ἔσται ἐκεῖ ὅλως καθαρὰ ὁδὸς, καὶ ὁδὸς ἁγία ”κληθήσεται, καὶ οὐκ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν θηρίων τῶν “πονηρῶν οὐδὲν οὐ μὴ ἀναβῇ ἐκεῖ, οἱ δὲ διεσπαρμένοι ”πορεύσονται ἐν αὐτῇ.” Ὁ αὐτός. “Ἀρχὴν Σιὼν δώσω, καὶ Ἱερουσαλὴμ παρακα- ”λέσω εἰς ὁδόν.” Ὁ αὐτός. Καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ ᾗ οὐκ ἔγνωσαν, καὶ τρίβους οὓς οὐκ ᾔδεσαν πατῆσαι ποιήσω αὐτούς. Ἱερεμίας. “Στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἐρωτήσατε τρίβους ”Κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ “βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ”ὑμῶν.” Τίς οὖν ἐστιν ἡ ὁδὸς ἡ ἀγαθὴ καὶ ἁγνίζουσα τοὺς βαδίζοντας ἐν αὐτῇ, αὐτὸς λεγέτω Χριστός “Ἐγώ εἰμι ἡ ὁδός.” <Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων.> Οἱ παρὰ τῶν Ἰουδαίων ἀποστελλόμενοι· Λευῖται δὲ ἦσαν, καὶ τῶν ἐν ἱερωσύνῃ τινές· ἀπαιδεύτως ἐρωτῶντες ἠλέγχοντο· ἕτερον γὰρ εἶναι τὸν Χριστὸν, ἕτερον δὲ τὸν διὰ τοῦ νόμου προφήτην ὑποτοπάσαντες ἔφασκον μετὰ τὸ φάναι τὸν ἅγιον βαπτιστήν “Ἐγὼ οὐκ εἰμὶ ὁ Χριστὸς,” “Ὁ προφήτης εἶ σύ;” ἀλλ᾽ ἰδοὺ καὶ ἡ τῶν Φαρισαίων πληθὺς δοκησισοφοῦσα μᾶλλον ἤπερ ὄντως ἀκριβῆ τῶν θείων λογίων τὴν γνῶσιν ἔχουσα φωρᾶται· τί γὰρ ὅλως βαπτίζεις, φησὶν, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὐδὲ Ἡλίας οὐδὲ ὁ προφήτης; φαίνονται δὲ πάλιν, οὐ μικρὰν ὠδίνοντες κατὰ τοῦ βαπτιστοῦ τὴν ἀπόνοιαν.

οὐ γὰρ ἀξιοῦσι, κατὰ τὸ εἰκὸς, ἐν τῷ καταλόγῳ τῶν προσδοκωμένων κατατάττειν αὐτὸν, τὴν δὲ ἑαυτοῖς συντεθραμμένην νοσοῦντες ἀλαζονείαν, οὐδὲν εἶναι νομίζουσι, κἂν διὰ τῆς τοῦ προφήτου προαγγέλληται φωνῆς. ἀκούσαντες γὰρ ὅτι “Ἐγώ εἰμι ”φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου,” τὸν λόγον οὐ παραδεξάμενοι, μονονουχὶ καὶ ἀνέδην ἐπιτιμῶσι λέγοντες Οὐδὲν, ὦ οὗτος, ἐν σοὶ τὸ ἀξιόπιστον, ἀλλ᾽ οὐδὲ θαυμαστὸν ἢ μέγα· τί καὶ ὅλως βαπτίζεις; τί καὶ πράγματι τηλικούτῳ τὸ μηδὲν ὅλως ἐπιχειρεῖς; ἔθος δὲ τοῦτο ποιεῖν τοῖς ἀνοσίοις Φαρισαίοις, τὸν μὲν ἤδη παρόντα κατασμικρύνειν, προσποιεῖσθαι δὲ μᾶλλον τιμᾶν τὸν ἀφιξόμενον· ἵνα γὰρ ἀεὶ τὰς παρὰ τῶν Ἰουδαίων πραγματεύωνται τιμὰς, καὶ χρημάτων ἑαυτοῖς προξενῶσι πορισμοὺς, οὐδένα τῶν ἄλλων ὁρᾶσθαι βούλονται διαπρεπῆ. οὕτω γὰρ καὶ αὐτὸν ἀπέκτειναν τὸν κληρονόμον λέγοντες “Δεῦτε ἀποκτείνωμεν ”αὐτὸν καὶ σχῶμεν τὴν κληρονομίαν αὐτοῦ.” <Ἐγὼ βαπτίζω ἐν ὕδατι.> Ἀνεξικάκως ὁ μακάριος βαπτιστὴς ἐπιτιμώντων ἀνέχεται· εὐαφόρμως δὲ λίαν, τὴν ἐν τοῖς καθ᾽ ἑαυτὸν ἐξήγησιν ὑπόθεσιν ἐποιεῖτο τοῦ σωτηρίου κηρύγματος· διδάσκει δὲ ἤδη καὶ οὐχ ἑκόντας τοὺς παρὰ τῶν Φαρισαίων ἀποστελλομένους, ὅτι περ εἴσω θυρῶν ὁ Χριστός.

ἐγὼ μὲν γὰρ, φησὶ, παιδαγωγικὸν εἰσφέρω τὸ βάπτισμα, τοὺς ἐξ ἁμαρτίας μεμολυσμένους ἀπολούων ὕδατι πρὸς μετανοίας ἀρχὴν, καὶ ἐκ τῶν ὑποβεβηκότων ἀνακομίζεσθαι διδάσκων ἐπὶ τὰ τελειότερα· τοῦτο γὰρ ἦν ἔργῳ πληροῦν, ὃ κηρύττειν ἀπεστάλην Ἑτοιμάσατε δηλονότι τὴν ὁδὸν Κυρίου. ὁ δὲ τῶν μειζόνων τε καὶ ἀξιολογωτάτων δοτὴρ, καὶ ἁπάσης τελειότητος τῆς ἐπ᾽ ἀγαθοῖς χορηγὸς, μέσος ὑμῶν στήκει, ἀγνοούμενος ἔτι διὰ τὴν ἐκ τῆς σαρκὸς περιβολὴν, τοσοῦτον ἐμὲ τὸν βαπτιστὴν ὑπερτρέχων, ὡς οἴεσθαι δεῖν ἐμαυτὸν οὐδὲ ἐν οἰκέτου τάξει μετρεῖσθαι παρ᾽ ἐκείνῳ· τοῦτο γὰρ οἶμαι δηλοῦν τό Οὐκ εἰμὶ ἱκανὸς λύσαι αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. πρᾶγμα δὲ λέγων ἀληθὲς, ἕτερόν τι χρήσιμον ἐργάζεται· ταπεινοφρονεῖν δὲ ἀναπείθει τὸν ἀλαζόνα Φαρισαῖον, ἑαυτὸν δὲ τύπον εἰσφέρει τοῦ πράγματος.

Ταῦτα δέ φησιν ἐν Βηθαβαρὰ γεγενῆσθαι πέραν τοῦ Ἰορδάνου. σημεῖον ὥσπερ καὶ τοῦτο τιθεὶς μνήμης ἀκριβοῦς καὶ λεπτῆς. πεφύκαμεν γάρ πως καὶ εἰθίσμεθα πάντες, ὡς ἔπος εἰπεῖν, ἐν τοῖς περὶ τῶν ἀναγκαίων διηγήμασι μεμνῆσθαι καὶ τόπων, ἐν οἷς αὐτὰ γενέσθαι συμβέβηκεν.