Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον
Βιβλίο Ι'
Εξέταση της επαγγελίας περί της ελεύσεως του Παρακλήτου, της προετοιμασίας των μαθητών για τους διωγμούς και έναρξη της ανάλυσης της Αρχιερατικής Προσευχής του Χριστού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Ι'
Εξέταση της επαγγελίας περί της ελεύσεως του Παρακλήτου, της προετοιμασίας των μαθητών για τους διωγμούς και έναρξη της ανάλυσης της Αρχιερατικής Προσευχής του Χριστού.
ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι κατ᾽ οὐδὲν ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ἴσος δὲ μᾶλλον καὶ ὅμοιος κατὰ φύσιν αὐτῷ, προκειμένου ῥητοῦ Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν, ὅτι ἐγὼ πρὸς τὸν Πατέρα πορεύομαι, ὅτι ὁ Πατὴρ μείζων μου ἐστίν. β. Ὅτι τῷ Θεῷ καὶ Πατρὶ ὁμοούσιός ἐστιν ὁ Υἱὸς, καὶ οὐχ ἑτεροφυὴς οὐδὲ ἔκφυλος κατά τινας τῶν διεστραμμένων, προκειμένου ῥητοῦ Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστιν.
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΔΕΚΑΤΟΝ. <Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.> ΦΑΝΕΡΩΤΕΡΑΝ ἔσεσθαι τοῦ μυστηρίου τὴν ἀποκάλυψιν τότε δὴ μάλιστα λέγων ἐν ἡμῖν, ὅταν ἑαυτοὺς ἀπαθρήσωμεν ζῶντας καθ᾽ ὁμοιότητα τὴν αὐτοῦ· ζῶ γὰρ κἀγὼ, φησὶ, ζήσεσθε δὲ καὶ ὑμεῖς· πληροφορουμένης ὥσπερ τῆς ἑκάστου διανοίας, οὐκ ἐξ ὧν ἠκροάσατο καὶ πεπίστευκε μόνον, ἀλλ᾽ ἐξ ὧν ἂν ἔχοι μᾶλλον, κομισάμενος ἤδη τῆς ἐπαγγελίας τὸ πέρας. πεῖρα γὰρ λόγων εὐσθενεστέρα πρὸς τὸ ἀναπείθειν δύνασθαι καὶ πληροφορεῖν. ἵνα μὴ πᾶσιν ἁπλῶς προκεῖσθαι νομίζωμεν τὸ ἐξεῖναι τυχὸν τῆς οὕτω σεπτῆς ἀπολαῦσαι δωρεᾶς, καὶ εἰ μή τινες εἶεν ἀγαθοὶ καὶ τῷ θείῳ λελαμπρυσμένοι φόβῳ, τὸ τῶν ἀγαπώντων αὐτὸν πρόσωπον παραζεύξας εὐθὺς τῷ λόγῳ, δέδειχεν ἐναργῶς ὡς οὐχ ἑτέροις ἑλεῖν τὴν οὕτως ἀσύγκριτον ἐξέσται χάριν, εἰ μὴ τοῖς ἄριστα διαζῆν ἑλομένοις· οὗτοι γὰρ ἂν εἶεν οἱ ἀγαπῶντες αὐτόν. εἰ γὰρ καὶ τὰ πάντων τυχὸν διεγείρῃ σώματα Χριστὸς, ἀναστήσονται γὰρ πονηροὶ καὶ ἀγαθοὶ, ἀλλ᾽ οὐχ ἅπασιν ἀδιακρίτως πρὸς δόξαν ἢ τρυφὴν τὸ ἀναβιῶναι δοθήσεται.
πρόδηλον γὰρ ὅτι οἱ μὲν ἐπὶ τῷ κολάζεσθαι μόνον λαβόντες τὴν ἀνάστασιν, θανάτου παντὸς ἀπηνεστέραν ἕξουσι τὴν ζωὴν, οἱ δὲ μακροὺς ἐν μακαριότητι τρίβοντες χρόνους, ζήσουσιν ὄντως τὴν ἐν Χριστῷ πολύευκτόν τε καὶ ἁγίαν ζωήν. ὅτι γὰρ οἱ τὴν ἐπὶ τῷ κολάζεσθαι ψῆφον ἀποκομίζεσθαι μέλλοντες παρὰ Χριστοῦ κατὰ τὸν καιρὸν τῆς κρίσεως, ἄγευστοι μενοῦσι τῆς μακαρίας ζωῆς, καίτοι κοινὸν τοῖς ἁγίοις τὸ ἀναβιῶναι λαχόντες, παραδηλοῖ λέγων “Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν ”αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ᾽ “ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ᾽ αὐτόν.” σύνες γὰρ ὅπως, καίτοι πάντων πονηρῶν τε καὶ ἀγαθῶν ἀναστήσεσθαι προσδοκωμένων, τοὺς ἐνόχους τοῖς τῆς ἀπειθείας ἐγκλήμασιν οὐδὲ ὅσον ἀπαθρῆσαι μόνον φησὶ τὴν ζωὴν, ζωὴν εἶναι λέγων οὐχὶ πάντως τὸ ἀναστῆναι μόνον, ἀλλ᾽ ἐκείνην οἶμαι καὶ μάλα εἰκότως τὴν ἐν ἀναπαύσει καὶ δόξῃ καὶ τρυφαῖς, πνευματικαῖς δὲ δηλονότι καὶ οὐχ ἑτέραις. τρυφῆς δὲ τρόπος πνευματικὸς, ἡ τελεία περὶ Θεοῦ γνῶσις καὶ τῶν ἐπὶ Χριστῷ μυστηρίων ἡ ἀκριβὴς ἀποκάλυψις, οὐκ ἐν ἐσόπτρῳ πάλιν καὶ ἐν αἰνίγμασι, καθάπερ καὶ νῦν ἀμυδροὺς ἡμῖν τῶν ζητουμένων τοὺς χαρακτῆρας ἐμφαίνουσα, ἀλλ᾽ ὅλη καθαρῶς ἐν ἡμῖν διαφαινομένη τε καὶ λάμπουσα, καὶ τελειοτάτην ἐμποιοῦσα τὴν εἴδησιν· “τὸ γὰρ ἐκ μέρους ”καταργηθήσεται,” κατὰ τὴν τοῦ Παύλου φωνήν.
Διδάσκων τοιγαροῦν ἡμᾶς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ὅτι τοῖς ἀγαπᾶν ἑλομένοις αὐτὸν καὶ τοῖς τῶν θείων αὐτοῦ κηρυγμάτων ἐργάταις ἡ τῆς ἀποκαλύψεως ὑπόσχεσις, πρεπωδεστέρα τέ ἐστι καὶ οἰκείως ἔχουσα μᾶλλον, οὐ μὴν τοῖς τἀναντία πεφρονηκόσι τε καὶ δεδρακόσι, χρησιμώτατα τοῖς εἰρημένοις ἐπήνεγκε λέγων Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς, οὗτός ἐστιν ὁ ἀγαπῶν με· ἔχει δέ τις τὰς ἐντολὰς, τὴν πίστιν παραδεξάμενος καὶ διὰ μνήμης ἀγαθῆς εἰς τὸν οἰκεῖον εἰσοικισάμενος νοῦν τὴν ἀθόλωτόν τε καὶ διειδῆ τῶν εὐαγγελικῶν ἐνταλμάτων παίδευσιν· πληροῖ δὲ αὐτὰς πρακτικῶς ἐνεργῶν, καὶ τῇ τῶν δρωμένων λαμπρότητι διαπρεπὴς ὁρᾶσθαι σπουδάζων. τέλειος οὖν ἄρα καὶ ὁλοκλήρως ἀπηρτισμένος εἰς εὐσέβειαν, ὁ πίστει τε καὶ πράξει διαφανὴς, ὥσπερ ἐπὶ ὁσιότητι τῇ κατὰ Χριστὸν μαρτυρούμενος· “Ἐπὶ ”στόματος γὰρ δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν “ῥῆμα,” κατὰ τὸ γεγραμμένον. τὸν δὲ δὴ τοιοῦτον, εἰκότως ἀγαπήσει μὲν ὁ Θεὸς καὶ Πατὴρ, ἀγαπήσει δὲ οὐδὲν ἧττον καὶ ὁ Υἱός. ὥσπερ γάρ ἐστιν ὁμοούσιος, οὕτω καὶ συνεθελητὴς τῷ ἰδίῳ γεννήτορι. μιᾶς γὰρ οὐσίας, ἓν δήπου τὸ θέλημα, καὶ σκοπὸς ἐφ᾽ ἅπασιν εἷς, καὶ τὸ διαφωνοῦν οὐδὲν, ἤγουν εἰς ἑτέραν καὶ ἑτέραν κατασχίζον θέλησιν. τοῖς γεμὴν τῆς θείας ἀγάπης ἠξιωμένοις, λαμπρὸν ἐπιδώσειν τὸ γέρας ἐπαγγέλλεται, καὶ ὅτι ταῖς ὑπὲρ λόγον αὐτοὺς καταστέψει δωρεαῖς.
ἐμφανίσω γάρ φησιν αὐτῷ ἐμαυτόν. καθαροὶ γὰρ παρὰ τοῖς καθαροῖς οἱ περὶ τῆς θεοπτίας ἔσονται λόγοι· διαλάμπει δὲ ὁ Χριστὸς ἐν αὐτοῖς, διὰ τοῦ ἰδίου δηλονότι Πνεύματος εἰς ἕκαστα τῶν δεόντων φωταγωγῶν, καὶ ἀῤῥήτοις τισὶ δᾳδουχίαις ταῖς κατὰ τὸν νοῦν ἑαυτὸν ἐκκαλύπτων καὶ ἐμφανῆ καθιστάς· οἱ δὲ ἅπαξ ἑλόντες, μακάριοί τε καὶ ζηλωτοί. καί μοι δοκεῖ τοιοῦτός τις εἶναι λέγων ὁ προφήτης Δαυείδ “Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός·” καὶ μὴν καὶ αὐτὸς ἡμῖν ὁ θεῖος ἐπιστέλλων ἀπόστολος “Εἰ ”δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;” λαλεῖ γὰρ ἐν τοῖς ἁγίοις διὰ τοῦ Πνεύματος τὰ καθ᾽ ἑαυτὸν, καὶ ἕτερα δὲ πρὸς τούτοις ἀποκαλύπτων μυστήρια. διὰ γάρ τοι τοῦτο καὶ συνέντες ἀκριβῶς αὐτὰ, ποτὲ μὲν λέγουσιν, ὅτι “ἡμῖν μὲν ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος,” ποτὲ δὲ πάλιν “Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν,” νοῦν εἶναι λέγοντες τὸ Πνεῦμα αὐτοῦ. <Λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ Ἰσκαριώτης Κύριε, τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ;> Ἐξ ἀγάπης μὲν πρόεισι φιλοπευστήσων ὁ μαθητὴς, πλὴν οὐκ ἀκριβῶς ὁρᾶται συνεὶς τοῦ Σωτῆρος τὸν λόγον. ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐξαίρετόν τινα τοῖς ἁγίοις ὑπισχνεῖτο τὴν γνῶσιν, καὶ οὐχὶ τῇ τῶν ἄλλων παρεικασμένην.
ἰσχνότεροι γὰρ καὶ κατὰ πολὺ διειδέστεροι τῶν θείων μυστηρίων οἱ χαρακτῆρες ἐν τοῖς ἀνθρώποις τοῖς θείοις ἐκλάμπουσιν· ἐν δὲ τοῖς οὔπω πρὸς τοῦτο φρενῶν καθαρότητος ἀφιγμένοις, ὡς ἑλεῖν δύνασθαι λαμπρῶς τῶν ὑπὲρ λόγον τὴν εἴδησιν διὰ τῆς τοῦ Πνεύματος δωρεᾶς, ἐν ἁπλοῖς ἡ γνῶσις ὁρᾶται λογισμοῖς, καὶ κατὰ μόνον ἐστὶ τὸ εἰδέναι τυχὸν, ὅτι Θεός ἐστιν ὁ Χριστὸς καὶ Υἱὸς ἀληθῶς τοῦ κατὰ φύσιν Θεοῦ. τοσαύτης τοιγαροῦν μεταξὺ χωρούσης τῆς διαφορᾶς, καὶ κατὰ πολὺ διειργούσης τῶν ἀγελαίων τὴν γνῶσιν τῆς ἐν τοῖς ἁγίοις θεωρουμένης, ἀδιαφορήσας ὁ μαθητὴς πρόσεισιν ἐρωτῶν Ἀνθ᾽ ὅτου μὴ πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην ἀποκαλύψειν ἑαυτὸν, μόνοις δὲ τοῖς ἁγίοις ἐπαγγέλλεται.
τὸ δέ Τί γέγονεν ἀναβοῶν, ἔοικέ τι τοιοῦτον ὑπαινίττεσθαι θέλειν· σκοπός σοι, φησὶ, τῆς εἰς ἡμᾶς ἀφίξεως, ὦ Δέσποτα, τὸ μὴ τισὶ μὲν ἀνὰ μέρος γινώσκεσθαι, τισὶ δὲ οὐκέτι· ἠκούομεν γὰρ ἐν προφήταις ὅτι “ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ,” ἀλλὰ καὶ αὐτὸς ἐφώνεις βοῶν “Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιὼν, ”ὅτι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, “λέγει Κύριος, καὶ καταφεύξονται ἔθνη πολλὰ πρὸς τὸν ”Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν·” συνόντες δὲ καὶ συνδιατρίβοντες, αὐτήκοοι τῆς σῆς γεγενήμεθα φωνῆς, ὅταν πρὸς ἡμᾶς ἔφης “Ὅταν ὑψωθῶ ἐκ τῆς ”γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν·” ἀλλὰ καὶ πρὸς αὐτοὺς εἴρηκας Ἰουδαίους ὅτι “καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ”ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ γενή- “σονται μία ποίμνη, εἷς ποιμήν.” οὐκοῦν ἐπὶ πάντας ἔσεσθαι προσδοκωμένης τῆς διὰ σοῦ χάριτος, καὶ πάντας σαγηνευθήσεσθαι πρὸς θεογνωσίαν, σοῦ τε ἡμῖν ἐπαγγειλαμένου σαφῶς, καὶ τῆς τῶν ἁγίων προφητῶν διαμαρτυρουμένης φωνῆς, τί γέγονε; ποῖ δὴ μετέστη, φησὶ, καὶ μετατέθειται τῆς ἐπαγγελίας ὁ σκοπός; τί δὲ οὐχ ἅπασι τοῖς κατὰ τὸν κόσμον ἐμφανίζεις σεαυτὸν, ἀλλὰ μόνοις ἡμῖν; οὗτος μὲν οὖν καὶ οὐχ ἕτερος οἶμαι τῶν τοῦ μαθητοῦ ῥημάτων ὁ νοῦς· τί δὲ ἄρα τὸ ἀποκομίσαν αὐτὸν τῆς ἀληθοῦς διαλήψεως παραδεῖξαι καλόν.
Ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἔφασκε “Μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ ”με·” ἀλλ᾽ ἦν δήπου καὶ μάλα σαφῶς, ὅτι κόσμον ἐν τούτοις, οὐχὶ πάντως τοὺς ὄντας ἐν τῷδε τῷ βίῳ φησὶν, ἤτοι διαζῶντας ἐπὶ τῆς γῆς· πάντες γάρ εἰσιν ἐν τῷδε τῷ κόσμῳ πονηροί τε καὶ ἀγαθοί· κόσμον δὲ ὠνόμασε μᾶλλον τοὺς τὰ ἐπίγεια φρονεῖν ἀναπεπεισμένους, καὶ τῇ ματαιότητι τοῦ κόσμου τὸ οἰκεῖον ὑποζεύξαντας φρόνημα. τοῦτο τοιγαροῦν οὐ σφόδρα συνεὶς ὁ μαθητὴς, ᾠήθη λέγειν αὐτὸν, ὅτι τῶν μὲν ἄλλων ἁπάντων ἀνθρώπων, οἳ καὶ τόνδε τὸν περίγειον οἰκοῦσι χῶρον, τὸν ὀφθαλμὸν διαλήσεται, φημὶ δὲ τὸν ἔσω καὶ κεκρυμμένον, καὶ ἄποπτος ἔσται παντελῶς, οὐδενὶ τῶν ὄντων γινωσκόμενος πλὴν μόνοις τοῖς ἑαυτοῦ μαθηταῖς· τοῦτο τῆς ἀγνοίας αὐτῷ γέγονεν αἴτιον. εἰ γὰρ συνῆκεν ἐν ἀρχαῖς, οὐκ ἂν ὅλως προσῆλθεν ἐρωτῶν Τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ; ὑπηνέχθη μὲν οὖν τὸ τῇδε νοεῖν, κοινῶς τε καὶ εἰθισμένως τοῖς ἄλλοις τὴν ἐκ τοῦ ὀνόματος σημασίαν ἐκλαβών· κόσμον γὰρ ἔθος ἐστὶν ἡμῖν ὀνομάζειν, κατά γε τὸν εὐτριβῆ καὶ τοῖς ἄλλοις ἅπασι προκείμενον λόγον, τοὺς ἐν παντὶ τῷ κόσμῳ τυχὸν, ὥσπερ εἴ τις καὶ πόλιν λέγοι, τοὺς ὅλην οἰκοῦντας τὴν πόλιν. πλὴν ἀξιοζήλωτος καὶ ταῦτα λέγων ὁ μαθητής.
ἄθρει γὰρ ὅπως ἡλίου δίκην τοῖς ἀνὰ πᾶσαν τὴν γῆν τὴν τοῦ Σωτῆρος διαφαίνεσθαι δόξαν ἐπιθυμεῖ, καίτοι τῶν καθ᾽ ἑαυτὸν εἰ μόνον ἐποιεῖτο πρόνοιαν, ἐξῆν ἔχοντα τῆς γνώσεως τὴν ὑπόσχεσιν ἐπὶ μόνοις τοῖς ἰδίοις ἥδεσθαι καλοῖς. ἀλλ᾽ οὐκ ἐξήρκει πρὸς θυμηδίαν τὸ ἰδιαζόντως ὥσπερ αὐτῷ δοθησόμενον ἀγαθόν· ἐπειδὴ δὲ ἦν φιλόθεός τε ὁμοῦ καὶ φιλάδελφος, ἐκπλατύνεσθαι τοῦ Σωτῆρος τὴν δόξαν ἐπιθυμεῖ, κοινὴν δὲ τοῖς ἀδελφοῖς προκεῖσθαι τὴν χάριν. τὸ γὰρ εἰς γνῶσιν ἀκριβῆ καλεῖσθαι Θεοῦ, τί ἂν ἔχοι τὸ ἰσοστατοῦν; <Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτὸν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ᾽ αὐτῷ ποιησόμεθα.> Οὐ σφόδρα συνέντα θεωρήσας τὸν μαθητὴν, ἐπάνεισι πάλιν ἐπὶ τὸ ἐν ἀρχαῖς εἰρημένον, καὶ διδάσκει σαφῶς, ὡς οὐ κατὰ μόνην τὴν ἐν εἰδήσει νοουμένην ἐπίγνωσιν, ἑαυτὸν ἐμφανίσει τοῖς γνησίοις, ἀλλ᾽ ἐξαίρετός τις αὐτοῖς καὶ οὐχὶ τοῖς ἄλλοις ἐντριβὴς ὁ τῆς ἐλλάμψεως ὑπάρξει τρόπος.
οἱ μὲν γὰρ ἀγελαῖοι τυχὸν, καὶ ἄρτι τυχὸν τῆς τῶν εἰδώλων ἀπάτης ἀποφοιτήσαντες, κεκλημένοι τε πρὸς ἐπίγνωσιν τοῦ κατὰ φύσιν ὄντος Θεοῦ, ἐν ψιλοῖς καὶ ἀζητήτοις ἔχουσι λογισμοῖς τὴν πίστιν, αὐτὸ δὴ τοῦτο μαθόντες φρονεῖν, ὡς “οὐδὲν εἴδωλον ἐν κόσμῳ” τυχὸν, εἷς δὲ μόνος ὁ φύσει Θεός· οἱ δὲ διὰ πάσης ἀρετῆς τὸν οἰκεῖον καταλαμπρύνοντες νοῦν, ἔχοντές τε ἤδη πρὸς τὸ μανθάνειν ἐπιτηδείως τὰ θεῖά τε καὶ κεκρυμμένα μυστήρια, τὴν διὰ τοῦ Πνεύματος λήψονται δᾳδουχίαν, καὶ αὐτὸν ἐν ἑαυτοῖς ἐναυλισθέντα τὸν Κύριον τοῖς τῆς διανοίας ἐπαθρήσουσιν ὀφθαλμοῖς. οὐκοῦν οὐ κοινὴ τοῖς ἄλλοις τῶν ἁγίων ἡ γνῶσις, ἀλλ᾽ ἐξαίρετός τις καὶ διωρισμένη καὶ πολλὴν ἔχουσα τὴν διαφοράν. ὠφελεῖ τοιγαροῦν διὰ παντὸς ἡμᾶς λόγου τε καὶ τρόπου Χριστός. πρῶτον μὲν γὰρ, τίς ὁ αὐτὸν ἀγαπῶν εὖ μάλα διορίζεται, δεικνὺς ὥς γε μοι φαίνεται καὶ νοεῖν ἔπεισιν ὀρθῶς, ὡς οὐχ ἅπασιν ἐφεῖται λαβεῖν τὴν τοῦ χαρίσματος δύναμιν, ἀλλ᾽ οἷσπερ ἂν ἐνυπάρχον ὁρῷτο τὸ τῆς εἰς αὐτὸν γνησιότητος καύχημα διὰ τοῦ τηρῆσαι τὰς ἐντολάς.
Εἶτα τίνα τρόπον αὐτοῖς ἐπιλάμψει, πῶς δὲ αὐτοῖς ἐγκατοικισθήσεται, λέγει· Ἀγαπήσει γὰρ αὐτὸν ὁ Πατήρ μου, φησί. τετιμηκὼς γάρ τις δι᾽ εὐπειθείας τῆς εἰς τὸν Υἱὸν τὸν ἐξ οὗπέρ ἐστι γεννήτορα, καρπὸν ἕξει τοῦ πράγματος τὴν ἀγάπησιν. εἶτα τί τὸ ἐντεῦθεν ἀνατελεῖ, ποῖον δὲ αὐτῷ περιέσται τὸ κέρδος σαφὲς καθιστάς Ἐλευσόμεθά φησι πρὸς αὐτὸν ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ᾽ αὐτῷ ποιησόμεθα. κατοικήσαντος γὰρ ἐν ἡμῖν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ διὰ τοῦ Ἁγίου Πνεύματος, συνέσται δήπου πάντως καὶ ὁ γεννήσας αὐτόν· Πνεῦμα γὰρ καὶ αὐτοῦ τοῦ Πατρὸς τὸ Πνεῦμα Χριστοῦ· καὶ γοῦν ὁ θεσπέσιος Παῦλος πῇ μὲν ἴδιον τοῦ Πατρὸς, πῇ δὲ τοῦ Υἱοῦ τὸ Πνεῦμά φησιν, οὐ τοῖς ἰδίοις ἀντιτάττων λόγοις, ἀληθεύων δὲ μᾶλλον καθ᾽ ἑκάτερον· ἔχει γὰρ οὕτω τῇ φύσει. λέγει τοίνυν πρός τινας, ὅτι “ὁ ”ἐγείρας Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ “θνητὰ σώματα ὑμῶν, διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύ- ”ματος ἐν ὑμῖν,” εἶτα πάλιν “Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέ- ”στειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας “ὑμῶν, κράζον Ἀββᾶ ὁ πατήρ.” ὁρᾷς ὅπως τὸ αὐτὸ Πνεῦμα τοῦ τε Πατρός ἐστι καὶ τοῦ Υἱοῦ; κατοικοῦντος οὖν ἄρα τοῦ Μονογενοῦς ἐν ταῖς καρδίαις ἡμῶν, οὐκ ἄπεστιν ὁ Πατήρ· ἔχει γὰρ ὁ Υἱὸς ἐν ἑαυτῷ τὸν γεννήτορα, μιᾶς πρὸς αὐτὸν ὑπάρχων οὐσίας, ἔστι δὲ καὶ αὐτὸς ἐν Πατρὶ φυσικῶς.
Ὁ μὲν οὖν τῆς πίστεως ὅρος τε καὶ ἀνυπαίτιος οὗτος ἂν εἴη λόγος· ἐροίμην δ᾽ ἂν ἐπὶ τούτῳ καὶ λίαν ἡδέως τοὺς ἐκ πολλῆς ἀμαθίας ἑτεροδοξεῖν ἑλομένους, καὶ τῇ τοῦ Πνεύματος δόξῃ τὴν οἰκείαν ἐξοπλίζοντας γλῶτταν. τί γὰρ δὴ καὶ φαῖεν, ὅταν λέγωμεν αὐτοῖς Εἰ κτιστὸν τὸ Πνεῦμά ἐστι καὶ ἀλλότριον τῆς οὐσίας τοῦ Θεοῦ καθ᾽ ὑμᾶς, πῶς ἂν ἐν ἡμῖν δι᾽ αὐτοῦ κατοικήσαι Θεός; πῶς δὲ Θεοῦ μέτοχος ὁ τὸ Πνεῦμα λαβών; εἰ μὲν γάρ ἐστι τῶν ἐνδεχομένων διά τινος ὅλως γενητῆς οὐσίας, τῆς θείας τε καὶ ἀῤῥήτου φύσεως ἡμᾶς μεταλαχεῖν, τί ἂν ἔτι τὸ κωλύον ὁρῷτο τὸν Θεὸν καὶ Πατέρα τὸ Πνεῦμα παρωσάμενον, καὶ δι᾽ ἑτέρου τινὸς οὗπερ ἂν βούλοιτο κτίσματος ἐν ἡμῖν γίνεσθαι καὶ ἁγιάζειν ἡμᾶς; ἀλλὰ τοῦτο ἀδύνατον· οὐ γὰρ ἂν γένοιτό τις Θεοῦ δὴ τοῦ κατὰ φύσιν μέτοχος δι᾽ ἑτέρου, εἰ μὴ διὰ τοῦ Πνεύματος· Θεὸς ἄρα καὶ ἐκ Θεοῦ τὸ Πνεῦμα, καὶ οὐ τοῖς γεγονόσιν ἐναρίθμιον, καθάπερ ἔδοξέ τισιν.
Ἄλλως τε κἀκεῖνο πρὸς τούτῳ διασκεπτέον. τὸ μέτοχόν τινος, ὡς κρείττονος κατ᾽ οὐσίαν καὶ ἑτεροφυοῦς ἢ ὅπερ ἐστὶν αὐτὸ, ἕτερον εἶναι κατὰ φύσιν ἀνάγκη τοῦ μετεχομένου. εἰ τοίνυν κτιστὸν ἢ ποιητὸν τὸ Πνεῦμά ἐστι, τίνος ἔσται λοιπὸν ἡ κτίσις μέτοχος; ἆρ᾽ οὐχὶ πάντως ἑαυτῆς; κοινὸν γὰρ ὁρᾶται, ὃ ἔκτισται λοιπὸν ἐπ᾽ ἀμφοῖν· ἀλλὰ καὶ κτιστοὶ καὶ γενητοὶ κατὰ φύσιν ὄντες ἡμεῖς, ὡς ἑτέρου κατὰ φύσιν ὑπάρχοντος ἢ ὅπερ ἡμεῖς, τοῦ Πνεύματος μετεσχήκαμεν· οὐκ ἄρα κτιστὸν τὸ Πνεῦμά ἐστιν. εἰ δὲ τοῦτο ἀληθὲς, ὥσπερ οὖν ἀληθὲς, Θεὸς καὶ ἐκ Θεοῦ τὸ Πνεῦμα, καθάπερ εἰρήκαμεν. διαφεύξεται γὰρ τῶν ὄντων οὐδὲν τὴν τοῦ πεποιῆσθαι δόξαν, εἰ μὴ μόνος ὁ φύσει Θεὸς, ἐξ οὗ δηλονότι προϊὸν ἀῤῥήτως τὸ Πνεῦμα τὸ Ἅγιον, ὡς αὐτὸς ἐξ οὗπέρ ἐστιν, ἐν ἡμῖν κατοικεῖ. ἴδιον γάρ ἐστι τῆς οὐσίας αὐτοῦ, καὶ ποιότης ὥσπερ τῆς ἁγιότητος αὐτοῦ.
Καὶ ταῦτα μὲν ἤδη πρὸς τούτους· πρὸς δέ γε τοὺς Ἀνομοίους, καὶ πολεμεῖν ἐγνωκότας τῷ Υἱῷ, οἳ καὶ ἀδελφὴν καὶ γείτονα τοῖς ἀρτίως ἡμῖν εἰρημένοις νοσοῦσι μανίαν, ἐρῶ τι τῶν ἀναγκαίων. Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτὸν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ᾽ αὐτῷ ποιησόμεθα. τί οὖν, ὦ γενναῖοι, φατὲ, διαπυθέσθαι τινὸς θέλοντος καὶ μαθεῖν ἀξιοῦντος παρ᾽ ὑμῶν, πότερόν ποτε δύο θεοὺς ἕξομεν ἐνοικοῦντας, τὸν Πατέρα καὶ τὸν Υἱόν· ἢ Θεὸς εἷς ἐν ἡμῖν νοεῖταί τε καὶ ἔστιν ἀληθῶς; εἰ μὲν γὰρ ἕτερός ἐστι κατὰ φύσιν ὁ Υἱὸς παντελῶς καὶ ἐν ἰδίᾳ τινὶ φύσει νοούμενος, πῶς οὐκ ἀνάγκη δυάδα θεῶν ἐν ἡμῖν γενέσθαι πιστεύειν, ὅταν τηρῶμεν τὰς ἐντολάς; εἰ δὲ ναοὶ χρηματίζομεν, ἑνὸς δηλονότι καὶ οὐ δύο θεῶν, ὅταν ἡμῖν ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἐναυλίζωνται, ποῖος ἐν ἡμῖν ἔτι λόγος συστέλλει πρὸς ἑνότητα τοὺς δύο, τῆς κατ᾽ οὐσίας ταυτότητος οὐκ ἐχούσης τόπον, κατά γε τὴν ὑμετέραν φρενοβλάβειαν; ἢ γὰρ ἀνάγκη λέγειν, ὅτι ψευδῆ πρὸς ἡμᾶς λελάληκεν ὁ Χριστὸς, ἐνοικίζεται δὲ μόνος ἡμῖν ὁ Πατὴρ διὰ τοῦ Πνεύματος· ἤγουν ἐνοικεῖ μὲν αὐτὸς, ἄπεστι δὲ ὁ Πατήρ. ἀλλὰ τοῦτο ἄτοπον· εἷς δὲ Θεὸς ἐν ἡμῖν, ὅταν ἄμφω λάβωμεν. οὐχ ἑτεροούσιος ἄρα πρὸς τὸν ἑαυτοῦ Πατέρα φανεῖται λοιπὸν ὁ Μονογενὴς, ἀλλ᾽ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ, καθάπερ ἐν τῷ φωτὶ τὸ ἀπαύγασμα τὸ ἐξ αὐτοῦ.
εἴη γὰρ ἂν οὕτω καὶ οὐχ ἑτέρως ἡ τοῦ μυστηρίου δύναμις ἀληθής. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, οὐχὶ δύο θεῶν ὠνόμασεν ἡμᾶς ναοὺς, ἀλλ᾽ ἑνὸς δηλονότι καὶ αὐτοῦ· “Οὐκ οἴδατε, φησὶν, ”ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν “ὑμῖν;” ὁρᾷς ὅτι συνεισενεγκὼν εἰς οὐσίας ταυτότητα τὸν Πατέρα καὶ τὸν Υἱὸν, ναοὺς ἡμᾶς ἀποδεδεῖχθαί φησιν, οὐ θεῶν μᾶλλον, ἀλλὰ Θεοῦ. τί τοίνυν εἰκαίοις παρακρούεσθε λογισμοῖς τῆς ἀληθείας τὴν δύναμιν, καὶ τῆς ἑαυτῶν δυσσεβείας τὸν ἰὸν ἐπισπείρετε τοῖς ἀλογώτερον εἰωθόσι προσβάλλειν τοῖς ἱεροῖς τε καὶ θείοις γράμμασιν; <Ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ.> Προαποδείξας εὖ μάλα καὶ διορισάμενος ὀρθῶς, τίνες ἂν εἶεν οἱ ἀγαπῶντες αὐτὸν, μεθέξωσι δὲ καὶ ποίων ἀγαθῶν, μέτεισιν εὐθὺς ἐφ᾽ ἑτέρους τοὺς οὔπω φιλεῖν ἑλομένους. οὐ γὰρ ἔσονται φύλακες, φησὶ, ῥημάτων τῶν ἐμῶν· τοῦτο γάρ ἐστι τό Οὐ τηρήσει τὸν λόγον μου, ὡς καθ᾽ ἑνὸς ἢ περὶ ἑνὸς λεγόμενον, εἰ καὶ πλατεῖάν πως ἔχει καὶ γενικὴν τὴν δήλωσιν. ἀκολούθως δὲ σφόδρα καὶ τοῦτό φησιν. εἰ γὰρ τῆς εἰς αὐτὸν ἀγάπης ἀπόδειξις ἔσται σαφὴς τὸ τηρῆσαι τὰς ἐντολὰς, ἤτοι τὸν παρ᾽ αὐτοῦ λόγον, εἴη δήπου πάντως ὂν ἀληθὲς καὶ τὸ ἐναντίον. δεῖγμα γὰρ ἔσται τοῦ μὴ ἑλέσθαι φιλεῖν, τὸ δι᾽ οὐδενὸς ποιεῖσθαι λόγου τὴν ἐντολὴν, παρωθεῖσθαι δὲ τὸ κεκελευσμένον, καθάπερ τι τῶν ἀδικεῖν εἰωθότων.
ἀλλ᾽ ὥσπερ τοῖς νομοφύλαξιν ἐνοικίσειν ἑαυτὸν ὁμοῦ τῷ Θεῷ καὶ Πατρὶ κατεπηγγέλλετο· κατὰ τὸν αὐτὸν οἶμαι λόγον τῶν μὴ τοιούτων ἀπαναστήσεται καὶ ἀποφοιτήσει παντελῶς. ἀληθεύσει γὰρ λέγων ὁ Σολομών “Ὅτι ”εἰς κακότεχνον ψυχὴν σοφία οὐκ εἰσελεύσεται, οὐδὲ κα- “τοικεῖ ἐν σώματι κατάχρεῳ ἁμαρτίας.” καὶ γάρ τοι καὶ ἐφ᾽ ἡμῶν οὕτως ἔχουσαν εὑρήσεις τοῦ πράγματος τὴν φύσιν· ἢ γὰρ οὐχὶ τοῖς ὁμόφροσι καὶ ὁμοτροπεῖν ἑλομένοις τὸ συνδιαιτᾶσθαι μᾶλλον ἤγουν τοῖς ἑτέροις παντί τῳ τετίμηται; καίτοι “πᾶν ζῷον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ,” κατὰ τὸ γεγραμμένον, “καὶ τῷ ὁμοίῳ αὐτῷ προσκολληθήσεται ”ἀνήρ·” εἰ δὲ καὶ ἐν ἡμῖν αὐτοῖς ὁμοήθεσι συνεῖναι κατὰ ταὐτὸν τῶν ὅτι μάλιστα διὰ σπουδῆς εἶναι δοκεῖ, πῶς οὐχὶ μᾶλλον οὕτως ἔχειν ἐπὶ Θεοῦ λογιούμεθα; ἀγαθὸς γὰρ ὑπάρχων τῇ φύσει, καὶ ἀρετῆς ἁπάσης ἀρχὴ καὶ γένεσις, οὐχὶ τοῖς φαυλότητος ἐρασταῖς, ἀλλὰ τῆς ἀρετῆς ἐργάταις ἐναυλίζεται, παραιτεῖται δὲ τὸν ἀκάθαρτον, καὶ λίαν ὀρθῶς. καθάπερ οὖν ἀμέλει καὶ ἡμεῖς αὐτοὶ βορβόρου καὶ δυσωδίας ἀπηλλάχθαι τὰς ἑαυτῶν οἰκίας σπουδάζομεν, εἴπερ τι τῶν τοιούτων ὅλως ἔχοι, τὸ ἐν αὐταῖς αὐλίζεσθαι παραιτούμενοι· ἆρ᾽ οὖν οὐ μειζόνως ὁ καθαρός τε καὶ πανάγιος ἡμῶν Θεὸς τὴν μεμολυσμένην ψυχὴν παραιτήσεται, καὶ καταμυσάττεται καρδίαν τῷ τῆς ἁμαρτίας βορβόρῳ κατηφανισμένην; ἀλλ᾽ ἔστιν οὐκ ἀμφίβολον.
ὅτι γὰρ ἐν τούτοις ἔσται καὶ οὐχ ἑτέροις ὁ μὴ τηρήσας τὴν ἐντολήν· ἀκάθαρτος γὰρ καὶ φιλοβόρβορος· αὐτή σε πάλιν ἡ τοῦ θεωρήματος διδάξει δύναμις. ἐν γὰρ τῷ μὴ τηρῆσαι τὰς θείας ἐντολὰς ἡ τῆς ἁμαρτίας εὑρίσκεται γένεσις.
Ὅνπερ γὰρ τρόπον ἡ τοῦ φωτὸς στέρησις παρεισάγει τὸ ἐναντίον, φημὶ δὲ τὸν σκότον, οὕτω τὸ μὴ δρᾶν ἐθέλειν τὴν ἀρετὴν, τὴν τῆς φαυλότητος παρεισάγει γένεσιν· καθ᾽ ἓν γάρ τι τὸ ὑποκεῖσθαι νοούμενον, οὐκ ἂν οἶμαι κατὰ ταὐτὸν συμβαίη ποτὲ τὰ τῆς ἀλλήλων διωρισμένα ποιότητος, κατά γε τὸν λόγον τοῦ ἐναντίως ἔχειν· κακία καὶ ἀρετὴ διώρισταί τε καὶ πολὺ διέστηκε πρὸς τὸ ἐναντίον τῆς ἀλλήλων ποιότητος, ἢ ὅπως ἄν τις εἰπὼν οὐκ ἂν ἁμάρτοι τυχὸν, ἀλλ᾽ οὐκ ἄν τινι τῶν ὄντων καθ᾽ ἡμᾶς προσόντα φανείη κατὰ ταὐτὸν ἀμφότερα καὶ δι᾽ ἐνεργείας πληρούμενα. ἢ γὰρ πονηρός τις ἐστιν ἢ ἀγαθὸς, εἰ καὶ οὐκ εἰς ἄκρον πονηρίας τυχὸν, ἤτοι τῆς ἀγαθότητος. οὐκοῦν ἰσχύοντος ἐν ἡμῖν τοῦ ἑνὸς, ἀτονήσει πάντως τὸ ἕτερον, τουτέστι, τὸ ἐναντίως ἔχον. εἰ δὲ ἐν τῷ τηρῆσαι τὰς ἐντολὰς τὸ τῆς ἀρετῆς εἶδός ἐστι, πῶς οὐχὶ προδηλότατον, ὡς ἐν τῷ μὴ τηρῆσαι τῆς κακίας ἡ γένεσις; ἀπόκειται δὲ ὥσπερ τῷ τετηρηκότι τὸ ἔχειν ἐν ἑαυτῷ τὸν Πατέρα καὶ τὸν Υἱὸν, ὅπερ ἐστὶν ἁπάσης θυμηδίας τε καὶ δόξης ἀρχὴ καὶ ὑπόθεσις· οὕτω καὶ τῷ μὴ τηρήσαντι τὸ ἥκιστα μετασχεῖν τῆς θείας τε καὶ ἀῤῥήτου φύσεως, ὅπερ ἐστὶν οὐδενὸς τὸ σύμπαν ἀπόλαυσις ἀγαθοῦ.
οὐκοῦν εἴ τῳ καλὸν καὶ ἀξιέραστον εἶναι δοκεῖ τὸ τῆς θείας φύσεως μεταλαχεῖν, ἐνδιαιτώμενόν τε καὶ ἐνοικοῦντα τοῖς τῆς καρδίας ταμιείοις τὸν τῶν ὅλων ἔχειν Πατέρα καὶ Θεὸν δι᾽ Υἱοῦ ἐν Πνεύματι, διανιζέτω τὴν ἑαυτοῦ ψυχὴν, καὶ τὴν ἐκ τῆς φαυλότητος, δι᾽ ὧν ἂν δύναιτο τρόπων, μᾶλλον δὲ διὰ πάσης ἀγαθουργίας ἀποτριβέτω κηλῖδα. χρηματιεῖ γὰρ τότε ναὸς ὄντως Θεοῦ· ἀναπαύσεται δὲ ἐν αὐτῷ καὶ καταλύσει, κατὰ τὸ γεγραμμένον. οὐ γὰρ ἔσται κατ᾽ ἐκεῖνον τὸν ἐν τοῖς εὐαγγελίοις νομικὸν ὠνομασμένον, ὃς τὴν παρὰ τοῦ Σωτῆρος οὐ περιμείνας χάριν, αὐτόκλητος εἶναι πρὸς ἀκολούθησιν ἔφη, καὶ τὴν οὕτως ἀξιάγαστον ἁρπάζων τιμήν φησι “Διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ·” ἀλλὰ τί πρὸς αὐτὸν ὁ Κύριος, ὡς ἐν παραβολῇ καὶ αἰνίγματι; “Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ ”οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει “ποῦ τὴν κεφαλὴν κλίνῃ.” ἀλώπεκας δὲ καὶ οὐρανοῦ πετεινὰ, τοὺς πανούργους καὶ ἀκαθάρτους ὠνόμασε δαίμονας, καὶ τὰ ἐγκόσμια ταυτὶ καὶ ἀέρια πνεύματα, ἃ ταῖς τῶν φιληδόνων καρδίαις ἐμφιλοχωρεῖ τε καὶ ἐναυλίζεται, τὴν τῶν ἰδίων θελημάτων ἔχοντα πλήρωσιν, στενοχωροῦντά τε οὕτω τὰς ἀθλίας τῶν δεχομένων ψυχὰς, ὡς τόπον οὐδένα παντελῶς ἀναπαύσεως ἐν αὐταῖς εὑρίσκειν τὸν Θεόν· τοῦτο γάρ ἐστι τὸ κλῖναι τὴν κεφαλήν.
Καθαρίσωμεν τοίνυν ἀπὸ παντὸς μολυσμοῦ τὰς ἑαυτῶν καρδίας· οὕτω γὰρ οὕτω καὶ ἐν ἡμῖν οἰκήσει Θεὸς, καὶ ἀμείνους ἡμᾶς ἁπάσης ἐπηρείας ἀποφανεῖ διαβολικῆς, μακαρίους τε καὶ ζηλωτοὺς ἐργάσεται, καὶ κοινωνοὺς ἀποδείξει τῆς θείας αὐτοῦ καὶ ἀῤῥήτου φύσεως. <Καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμὸς, ἀλλὰ τοῦ πέμψαντός με Πατρός.> Οἰκονομεῖ τι πάλιν τῶν ἀναγκαίων, καὶ καλούντων εἰς ὀρθότητα λογισμῶν, καὶ δι᾽ ὧν ἔμελλον εὐμαθεστέραν ἔχειν διάνοιαν εἰς τὸ συνιέναι καλῶς τοῦ μυστηρίου τὸ βάθος, παρακομίζει πάλιν εἰς μέσον. στηρίζει δὲ τῶν ἀκροωμένων τὸν νοῦν, ἵνα μὴ ταῖς Ἰουδαίων ἀμαθίαις συγκαθελκόμενοι, καὶ ταῖς ἐκείνων ὑπονοίαις τὰ ἴσα νοεῖν ἀγαπήσαντες, τὴν ἁγίαν καὶ εὐαγγελικήν τινες ἀτιμάζοιεν παίδευσιν· ὃ δὲ εἰπεῖν βούλομαι, σαφῶς ἐστι τοιοῦτον. ὁ νόμος μὲν γὰρ σκιὰν ἔχων καὶ τύπον “μέχρι καιροῦ διορθώσεως” ἐπικείμενον, κατὰ τὴν τοῦ Παύλου φωνὴν, “παιδαγωγὸς ἡμῶν γέγονεν ”εἰς Χριστὸν,” καὶ προμελέτησιν ὥσπερ τινὰ τῆς κατ᾽ εὐσέβειαν ἀρετῆς εἰσεκόμιζε. προγύμνασμα τοίνυν τῆς ἀληθοῦς καὶ ἐν πνεύματι λατρείας τὰ διὰ Μωυσέως εἰπών τις, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος.
διὰ γάρ τοι τοῦτο τετελείωκεν ὁ νόμος οὐδέν· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, οὐκέτι πραγμάτων εἰκόνας, ἀλλ᾽ αὐτὴν ἡμῖν ἀναφανδὸν ὑπέδειξε τὴν ἀλήθειαν, οὐκ ἐν τύποις ἔτι καὶ σχήματι τὸ τῆς ἀρετῆς καταγράφων εἶδος, ὅπερ ἐποίει Μωυσῆς, ἀλλὰ γυμνὴν ὥσπερ καὶ ἐμφανῆ καθιστὰς, καὶ πλήρη πρὸς εὐσέβειαν τὸν ἄνθρωπον ἀποτελῶν. ἦν οὖν ἄρα τῶν τύπων εἰς ἀλήθειαν μεταχώρησις καὶ μετάπλασις, τῶν διὰ Χριστοῦ ῥημάτων ἡ παίδευσις. ἐπειδὴ δὲ τῆς ἀληθείας ἤδη διαλαμπούσης, περιττὸν ἦν ἔτι κρατύνεσθαι τὴν σκιὰν, οὐκέτι τοῖς νομικοῖς τύποις πολιτεύεσθαι ἐνομοθέτει Χριστὸς τοὺς προσιόντας αὐτῷ διὰ τῆς πίστεως. τοῦτο λίαν ἐλύπει τοὺς Ἰουδαίους, ᾤοντό τε ὅτι τὸν ἀρχαῖον καταλύσων νόμον ἐπιδεδήμηκεν ὁ Χριστὸς, καίτοι διαῤῥήδην βοῶντος ἀκούοντες “Οὐκ ”ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι· λέγω γὰρ “ὑμῖν, ὅτι ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ ”νόμου, ἕως ἂν πάντα γένηται.” πλήρωμα γὰρ ἔχει τῆς τοῦ νόμου σκιᾶς ἡ κατὰ ἀλήθειαν ἀρετὴ διὰ τῶν Χριστοῦ νόμων εἰσκεκομισμένη, καθάπερ ἀρτίως ἐλέγομεν.
ἐπειδὴ γὰρ ἀκρίτῳ θυμῷ διωλισθηκότες εἰς ἀπείθειαν, καὶ εἰς ζῆλον ἰόντες τοῦ νόμου οὐ κατ᾽ ἐπίγνωσιν, συνηγορεῖν ἐδόκουν τῷ νόμῳ τὰ διὰ Χριστοῦ παρωθούμενοι, διὰ τοῦτο χρησίμως, ἵνα μὴ δοκοίη τισὶ καινούς τινας ἢ ἰδίους παρὰ τὴν ἐνοῦσαν βούλησιν τῷ Θεῷ καὶ Πατρὶ διορίζειν νόμους, ἀναγκαίως ἐπήνεγκεν ὅτι ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με.
Μὴ γὰρ δή τις οἰέσθω φησὶ τῶν προσιόντων ἐμοὶ διὰ τῆς πίστεως, ὡς ἀπῳδόν τινα λόγον ἐποιησάμην τῷ Θεῷ καὶ Πατρί· αὐτοῦ πάλιν καὶ οὐχ ἑτέρου τὸ εὐαγγελικόν ἐστι κήρυγμα, οὐκ ἐρυθριάσαντος ὥσπερ ἐπὶ τοῖς ἀρχαιοτέροις θεσμοῖς, ἀλλ᾽ οὐδὲ ὡς νῦν ηὑρημένης τῆς ἀμείνονος ἐντολῆς, ἀλλ᾽ ὡς ἐν καιρῷ τῷ δέοντι μεταπεπλασμένου τοῦ τύπου πρὸς ἀλήθειαν. ὁ γὰρ ἐκεῖνα λαλήσας δι᾽ ἐμοῦ τοῖς ἀρχαιοτέροις τότε, καὶ ταῦτα νυνὶ πρὸς ὑμᾶς· Λόγος γάρ εἰμι ζῶν τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἀῤῥήτου θελήσεως ἑρμηνευτικὸς, διὸ καὶ κέκλημαι “Μεγάλης βουλῆς ἄγγελος.” Ἢ γὰρ κατὰ τοῦτον τὸν τρόπον ἐκδεξόμεθα τὸ εἰρημένον, φημὶ δὲ τό Ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με Πατρὸς, ἤγουν καὶ ἑτέρως νοήσομεν. τοῦ γὰρ Θεοῦ καὶ Πατρὸς τὸν ἑαυτοῦ λόγον φησὶν, ἵνα οἱ μὲν τηροῦντες εἰδεῖεν ὅτι Θεὸν τετιμήκασι, τοῖς παρ᾽ αὐτοῦ γεγονόσι καταπειθόμενοι λόγοις· οἱ δέ γε πρὸς τὸ τούτῳ πεσόντες ἐναντίον, καὶ ταῖς ἀπειθείαις τὴν δοθεῖσαν ἐντολὴν ἐξυβρίζειν οὐ παραιτούμενοι, εἰς αὐτὴν ἁμαρτάνουσι τὴν πάντων βασιλίδα φύσιν. ἦν δὲ δὴ πάλιν κατὰ δύο τρόπους τὸν τῶν ἀκροωμένων ἀσφαλίσασθαι νοῦν· ἢ γὰρ τὸ θέλειν τιμῆσαι τὸν Θεὸν προτρέψαι πάντως εἰς εὐπείθειαν, ἤγουν τὸ δεδιέναι προσκρούειν αὐτῷ τοῦτο δὴ πάλιν ἐργάσεται. εἶσι γὰρ δι᾽ ἀμφοῖν ὁ τοῦ χρησίμου τε καὶ συμφέροντος λογισμός.
λέγων δὲ ὅτι οὐκ ἔστιν ἐμὸς ὁ λόγος, οὐχὶ δὴ πάντως ἡμᾶς ἐξίστησι τοῦ ἰδίου προσώπου, καθόπερ ἐστὶ Λόγος καὶ Θεός· ἐπειδὴ δὲ τὴν οἰκετικὴν ἔχων μορφὴν ἔτι καὶ ἐν ἀνθρωπίνῳ φαινόμενος σχήματι καὶ ὑπάρχων ἀληθῶς καθ᾽ ἡμᾶς τὰ τοιαῦτά φησιν, οὐκ ἀνθρώπινον τὸν ἑαυτοῦ νοεῖσθαι βούλεται λόγον, ἀλλὰ θεῖον ὄντως καὶ βασιλικὸν, περιενεγκὼν ἀναγκαίως εἰς τὸ τοῦ Πατρὸς πρόσωπον, ἵνα μὴ διελὼν ἑαυτὸν, δύο λοιπὸν υἱοὺς νοεῖσθαι παρασκευάσῃ, εἷς ὢν Υἱὸς καὶ πρὸ τῆς σαρκώσεως καὶ μετὰ τὴν σάρκωσιν· εἷς γὰρ ὁ Χριστὸς, καὶ οὐ δύο κατά τινας. Θεὸς γὰρ ὢν ὁ Λόγος ἐκ Πατρὸς γέγονε σὰρξ, κατὰ τὴν Ἰωάννου φωνὴν, οὐκ εἰς σάρκα μεταβεβλημένος, ἀλλ᾽ ἰδίαν ποιησάμενος σάρκα τὸν ἐκ τῆς ἁγίας παρθένου ναόν.
ἵνα τοίνυν μὴ ἀνθρώπινον εἶναι νομίζωμεν τὸν λόγον αὐτοῦ, μηδὲ τῆς θείας ἐκστήσωμεν φύσεως τὸ μάθημα τὸ εὐαγγελικὸν, ἀλλὰ Θεοῦ τοῦ ἐπὶ πάντας εἶναι πιστεύωμεν, οἰκονομικῶς καὶ σφόδρα καλῶς, ἅτε δὴ καὶ ἐν ἀνθρωπίνῳ φαινόμενος σχήματι, τῇ θείᾳ φύσει ἀπονέμει πάλιν τὸν λόγον, ὡς ἐν προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς, ἐξ οὗ καὶ ἐν ᾧ κατὰ φύσιν ἐστὶν, ὡς ἀπαύγασμα καὶ Λόγος αὐτοῦ καὶ τῆς ὑποστάσεως αὐτοῦ χαρακτήρ. <Ταῦτα λελάληκα ὑμῖν παρ᾽ ὑμῖν μένων· ὁ δὲ παράκλητος, τὸ Πνεῦμα τὸ Ἅγιον, ὃ πέμψει ὑμῖν ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα, καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ἐγώ.> Ἔχει πάλιν ὁ λόγος τὸ ἀνθρώπινον, καὶ τῶν καθ᾽ ἡμᾶς οὐ λίαν ἀπήλλακται μέτρων, ὅσον ἧκεν εἰς νοῦν τοῖς προκειμένοις τὸν πρέποντα. πότε γὰρ, εὐλόγως ἐρεῖ τις, ὡς οὐ παρ᾽ ἡμῖν ἐστιν ὁ Χριστὸς κατά γε τὴν τῆς θεότητος δύναμιν, καίτοι πληροῖ μὲν τὰ πάντα, καὶ οὐδενὸς τὸ σύμπαν ἀποδημεῖ, περιέπει δὲ μᾶλλον ἀῤῥήτῳ δυνάμει γῆν τε καὶ οὐρανὸν, καὶ τῶν ἀβύσσου δὲ μυχῶν οὐκ ἀπολιμπάνεται; ποῦ γὰρ οὐκ ἔστι Θεός;
ὅταν οὖν λέγῃ Ταῦτα πρὸς ὑμᾶς εἶπον παρ᾽ ὑμῖν μένων, κατὰ τὸ ἀνθρώπινον ἐκληψόμεθα· καὶ ἐπείπερ ἔμελλεν ἐξ ὀφθαλμῶν γενέσθαι τῶν ἡμετέρων, κατά γε τὴν σάρκα φημὶ, τὴν ἐν τοῖς οὐρανοῖς ἀποδημίαν στειλάμενος τὰ τοιαῦτά φησι· τὴν δὲ τοῦ μυστηρίου τελειοτάτην καὶ ἀκριβεστάτην ἡμῖν ἀποκάλυψιν διὰ τοῦ παρακλήτου γενέσθαι λέγει, τουτέστι, τοῦ Ἁγίου Πνεύματος ἀποσταλέντος παρὰ τοῦ Πατρὸς ἐπὶ τῷ ὀνόματι αὐτοῦ, λέγω δὴ τοῦ Υἱοῦ. ὡς γὰρ Χριστὸς ἐν ἡμῖν τὸ Πνεῦμα αὐτοῦ· διὰ τοῦτό φησιν ὅτι ἐκεῖνος διδάξει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν ἐγώ. ἐπειδὴ γάρ ἐστι Πνεῦμα Χριστοῦ καὶ νοῦς αὐτοῦ, κατὰ τὸ γεγραμμένον, οὐχ ἕτερόν τι παρ᾽ αὐτὸν ὂν, κατά γε τὸν ἐν ταυτότητι φυσικῇ λόγον, καίτοι νοούμενόν τε καὶ ὑπάρχον ἰδίως, οἶδε πάντα τὰ ἐν αὐτῷ. καὶ μαρτυρήσει λέγων ὁ Παῦλος “Τίς γὰρ οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα ”τοῦ ἀνθρώπου τὸ ὂν ἐν αὐτῷ; οὕτω καὶ τὰ τοῦ Θεοῦ “οὐδεὶς ἔγνωκεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ.”
οὐκοῦν, ὡς εἰδὸς τὰ ἐν τῇ βουλήσει τοῦ Μονογενοῦς, πάντα ἡμῖν ἀναγγέλλει, οὐκ ἐκ μαθήσεως ἔχον τὴν εἴδησιν, ἵνα μὴ φαίνηται διακόνου τάξιν ἀποπληροῦν, καὶ τοὺς ἑτέρου τυχὸν διαπορθμεύων λόγους, ἀλλ᾽ ὡς Πνεῦμα αὐτοῦ, καθάπερ ἀρτίως εἰρήκαμεν, καὶ εἰδὸς ἀδιδάκτως πάντα τὰ ἐξ οὗ καὶ ἐν ᾧπέρ ἐστι, τὰ θεῖα τοῖς ἁγίοις ἀποκαλύπτει μυστήρια, καθάπερ ἀμέλει καὶ ὁ ἀνθρώπινος νοῦς πάντα γινώσκων τὰ ἐν αὐτῷ, διακονεῖ πρὸς τὸ ἔξω, λόγῳ τυχὸν τῷ προφορικῷ, τὰ θελήματα τῆς ψυχῆς, ἧς ἐστι καὶ νοῦς, ἕτερον μέν τι παρ᾽ αὐτὴν ταῖς ἐπινοίας ὁρώμενός τε καὶ ὀνομαζόμενος, ἕτερος δὲ κατὰ φύσιν οὐκ ὢν, ἀλλ᾽ ὡς μόριον τοῦ παντὸς συμπληρωτικὸν, ἐν αὐτῇ τε ὑπάρχον, καὶ ἐξ αὐτῆς ἀναφύεσθαι πιστευόμενον. ὑπὲρ δὲ τοῦτο πάλιν ἡ θεία τε καὶ ἄῤῥητος φύσις· μικρὰ γὰρ πᾶσα παραδειγμάτων ἰσχὺς, κἂν διὰ λεπτῶν ἔρχηται λόγων. οὐκοῦν ἡ τελεία μάθησις διὰ τοῦ Πνεύματος τοῖς ἁγίοις ἐντίκτεται.
καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει πρός τινας “Κἀγὼ ἀκούσας τὴν καθ᾽ ὑμᾶς πίστιν ”ἐν τῷ Κυρίῳ Ἰησοῦ καὶ τὴν εἰς πάντας τοὺς ἁγίους “ἀγάπην, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ποιού- ”μενος ἐπὶ τῶν προσευχῶν μου, ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν “Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δῴη ὑμῖν Πνεῦμα ”σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ, πεφωτισμέ- “νους τοὺς ὀφθαλμοὺς τῆς καρδίας, εἰς τὸ εἰδέναι ὑμᾶς τίς ”ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, τίς ὁ πλοῦτος τῆς δόξης “τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, καὶ τί τὸ ὑπερ- ”βάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύ- “οντας κατὰ τὴν ἐνέργειαν ἣν ἐνήργηκεν ἐν τῷ Χριστῷ, ”ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς “ἐπουρανίοις ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνά- ”μεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ “μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.” ἐν γὰρ τῇ τῶν τοιούτων ἀποκαλύψει διὰ τοῦ Πνεύματος ἐν ἡμῖν ἀποῤῥήτως ἐνεργουμένῃ, τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ βάθος καὶ τοῦ κεκρυμμένου μυστηρίου τὴν δύναμιν θεωροῦμεν.
ὅτι δὲ τὴν αὐτοῦ τοῦ Χριστοῦ παρουσίαν τε καὶ δύναμιν ἀναπληροῖ τὸ Πνεῦμα αὐτοῦ τοῖς ἁγίοις ἐνοικοῦν, καὶ πάντα διδάσκει ἅπερ αὐτὸς λελάληκε πρὸς ἡμᾶς, πάλιν ἡμῖν οὐδὲν ἧττον ὁ Παῦλος σαφηνιεῖ λέγων “Τούτου χάριν ”κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα, ἐξ οὗ πᾶσα “πατριὰ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δῴη ὑμῖν ”κατὰ τὸν πλοῦτον τῆς δόξης δυνάμει κραταιωθῆναι διὰ τοῦ “Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν ”Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν, ἐν ἀγάπῃ “ἐῤῥιζωμένοι καὶ τεθεμελιωμένοι, ἵνα ἐξισχύσητε καταλα- ”βέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ “βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώ- ”σεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ “πλήρωμα τοῦ Θεοῦ.”
Σημειωτέον δὲ πάλιν, ὅτι πάντα διὰ τοῦ Πνεύματος ἀποκαλυφθήσεσθαι τοῖς ἁγίοις εἰπὼν, οὐχ ἑτέρῳ δίδωσιν αὐτοὺς διδασκάλῳ· μὴ τοῦτο νομίσῃς· ἑαυτῷ δὲ παρίστησι διὰ τοῦ Πνεύματος, σαρκικοῖς μὲν οὐκέτι φαινόμενος ὀφθαλμοῖς, τοῖς γεμὴν νοητοῖς τῆς καρδίας ὄμμασι θεοπρεπῶς θεωρούμενος. <Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν· μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω.> Εἰς ἀνάμνησιν ἐνεγκὼν τοὺς ἁγίους ἀποστόλους τῆς εἰς οὐρανοὺς ἀναβάσεως, καὶ ὅτι περιλειφθήσονται κατὰ τοῦτο μόνοι παρασκευάσας ἐννοεῖν διὰ τοῦ φάναι “Ταῦτα λελά- ”ληκα ὑμῖν παρ᾽ ὑμῖν μένων,” συνίησιν εὖ μάλα γοργῶς, ἅτε δὴ καὶ ὑπάρχων κατὰ φύσιν Θεὸς, ὡς οὐ μετρίαν αὐτοῖς ἐντέθεικε τὴν πτοίαν ὁ λόγος, τεθορύβηκε δὲ δεινῶς, καὶ τῷ βάρει τῆς λύπης καταφορτίσας τὸν ἑκάστου κατεθόλωσε νοῦν. τί γὰρ ἂν γένοιτο τῆς λύπης τὸ δυσαχθέστερον; τί δὲ οὕτω φορτικὸν, ὡς τῶν ἡδίστων ἡ παραίρεσις, καὶ τὸ τῶν ἔτι μάλιστα φιλαιτάτων ἀδόκητον ὑπομένειν ζημίαν; καθίστησι τοίνυν αὐτοὺς λύπῃ καὶ φόβῳ τεταραγμένους. πρόφασις μὲν γὰρ καὶ ῥίζα λύπης, τὸ μέλλειν αὐτῶν ἀποφοιτᾶν καὶ ἀνακομίζεσθαι πρὸς τὸν Πατέρα, δικαιοτάτη πως ἦν, ἐποιεῖτο δὲ μητέρα τὴν ὑποψίαν τοῦ πάντα πείσεσθαι, καὶ λίαν ἑτοίμως, οὐ συμπαρόντος ἔτι, κατά γε τὴν ἐμφανῆ τοῦ σώματος ὄψιν, τοῦ διασώζειν ἰσχύοντος.
πῶς δὲ καθίστησιν, ἢ τίνα τρόπον αὐτοῖς τὸ ἐκ τῆς εὐθυμίας φαιδρὸν εἰσοικίζεται, καὶ πρὸς θείαν αὖθις γαλήνην ὁ νοῦς κατευνάζεται; δίδωμι, φησὶν, ὑμῖν εἰρήνην καὶ ἀφίημι ὑμῖν εἰρήνην τὴν ἐμήν. εἴρηκα, φησὶ, πλειστάκις, ὡς “οὐκ ἀφήσω ὑμᾶς ”ὀρφανούς·” ἀλλ᾽ οὐδὲ μόνοι τὴν γῆν οἰκήσετε τοῦ βοηθοῦντος ἔρημοι καὶ γυμνοί· συνέσομαι γὰρ πάλιν ὑμῖν, καὶ ἀπὼν τῷ σώματι ἀνατειχιῶ πάλιν ταῖς εὐμενείαις, ὡς Θεὸς, ἄνω θήσομαι θορύβου παντὸς, περιέσται δὲ τῆς ὑμετέρας εὐτολμίας οὐδείς· πᾶς γὰρ ἀτονήσει φόβος, καὶ δειλία μὲν ἐκποδὼν οἰχήσεται, θεία δέ τις ἐν ὑμῖν ἀνατελεῖ δύναμις, σχολάζοντι νῷ καὶ γαληνιώσῃ καρδίᾳ ξεναγοῦσα πρὸς ἀποκάλυψιν τῶν ὑπὲρ ἀνθρώπινον νοῦν. νῦν δὲ δίδωμι ὑμῖν εἰρήνην, οὐχ ἁπλῶς, ἀλλ᾽ εἰρήνην τὴν ἐμήν. τοῦτο δὲ ἦν ἐναργῶς οὐδὲν ἕτερον εἰπεῖν, ἢ ὅτι χορηγήσω τὸ Πνεῦμα, καὶ συνέσομαι δι᾽ ἐμαυτοῦ τοῖς δεχομένοις αὐτό.
Ὅτι γὰρ ἡ εἰρήνη Χριστοῦ τὸ Πνεῦμά ἐστιν αὐτοῦ, μακροῦ μὲν οἶμαι μὴ δεῖσθαι λόγου πρὸς πληροφορίαν καὶ ἀπόδειξιν. πλὴν ἐκεῖνο φάναι δεῖν ὑπολαμβάνω Εἰ γὰρ αὐτός ἐστιν ἡ ἐν τοῖς οὐρανοῖς εἰρήνη καὶ ἐπὶ τῆς γῆς, πῶς οὐκ ἂν εἴη λοιπὸν παντί τῳ σαφὲς ὅτι, καθάπερ εἰρήκαμεν, ἡ εἰρήνη δὴ πάντως ἐστὶ τὸ Πνεῦμα αὐτοῦ; καὶ γοῦν ὁ θεσπέσιος Παῦλος πρός τινας ἔφη “Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα ”νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν.” καίτοι πῶς οὐ δίκαιον ἐννοεῖν, ὡς οὐ περὶ ταυτησὶ τῆς εἰρήνης τῆς ἐν τῷ κοινῷ νοουμένης λόγῳ τε καὶ πράγματι τὰ τοιαῦτά φησιν; ἡ μὲν γὰρ ἀφιλόμαχος καὶ ἀφιλοπόλεμος ἕξις, ὅσον ἐν οἰκείαις ῥοπαῖς καὶ ἐν θελήσει τῇ καθ᾽ ἑαυτὴν, εἰρήνην ἔχει καὶ ἐργάζεται· καὶ οὐκ ἐνυπόστατόν τι καὶ ὑπάρχον ἰδίως οἰησόμεθά ποτε τὴν οὕτω νοουμένην εἰρήνην, ἀλλ᾽ ἐν ἕξει τῇ τῶν ἀγαπώντων αὐτὴν συμβαίνειν ὑπονοήσομεν· πῶς οὖν ἄρα νοήσαι τις ἂν πάντα νοῦν ὑπερέχειν τὴν τοιαύτην εἰρήνην; τὸ γὰρ μηδαμῆ μηδαμῶς ὂν κατ᾽ ἰδίαν ὕπαρξιν, πῶς ἂν νοοῖτο κρεῖττον τε καὶ ἄμεινον ἀνθρώπων τυχὸν, ἢ ἀγγέλων, ἢ καὶ τῶν ἔτι προσάνω νοουμένων; νοῦν γὰρ εἶναι καὶ ταῦτά φαμεν.
οὐκοῦν ἡ ὑπὲρ ἀρχὰς, ἡ ὑπὲρ ἐξουσίας, ἡ ὑπὲρ θρόνους ἢ κυριότητας καὶ ὑπὲρ πάντα νοῦν εἰρήνη, τὸ Πνεῦμα Χριστοῦ ἐστι, δι᾽ οὗ τὰ πάντα τῷ Θεῷ καὶ Πατρὶ κατήλλαξεν ὁ Υἱὸς, τῷ τὰ αὐτοῦ θέλειν, καὶ βούλεσθαι νοεῖν τε καὶ πράττειν, καὶ μὴ ἑτέρωσέ ποι χωρεῖν εἰς ἀπόστασιν διὰ τῆς εἰς τὰ φαῦλα παρατροπῆς. λυπεῖ δὲ οὐδὲν καὶ λογισμὸν ἐπὶ τούτῳ λαβεῖν οὐκ ἀσύνετον. ὅνπερ γὰρ τρόπον ἐπείπερ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς καὶ σοφία καὶ δύναμις, καλεῖται δὲ καὶ ἔστι τὸ Πνεῦμα αὐτοῦ, πνεῦμά ἐστι ζωῆς καὶ σοφίας καὶ δυνάμεως· οὕτως ἐπείπερ ἐστιν αὐτός τε καὶ οὐχ ἕτερος ἡ ἀληθῶς τε καὶ κυρίως εἰρήνη, λέγοιτ᾽ ἂν εἰκότως καὶ νοοῖτο πάλιν κατ᾽ αὐτὸν εἰρήνη τὸ Πνεῦμα αὐτοῦ. διά τοι τοῦτο καὶ ἰδικῶς ἀναθεὶς τῇ ἑαυτοῦ φύσει τὴν ἰδίαν εἰρήνην, τουτέστι, τὸ Πνεῦμα, λέγει περὶ αὐτοῦ Εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. ὅτι δὲ καὶ παρὰ τοῖς ἁγίοις προφήταις οὕτω κατωνόμασται τὸ Πνεῦμα Χριστοῦ, συνήσεις εὖ μάλα τὸ διὰ φωνῆς Ἡσαΐου μαθών “Κύριε γὰρ, φησὶν, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· ”πάντα γὰρ ἀπέδωκας ἡμῖν.”
ὡς γὰρ οὐδὲν τοῦ νόμου τετελειωκότος, οὔτε μὴν ἐξαρκούσης τῆς κατ᾽ αὐτὸν δικαιοσύνης εἰς πληρεστάτην εὐσέβειαν ἀνακομίσαι τὸν ἄνθρωπον, τὸ Πνεῦμα τὸ θεῖον δοθῆναι παρακαλεῖ, δι᾽ οὗ κατηλλαγμένοι τῷ Θεῷ καὶ Πατρὶ, πρὸς φιλίαν ἀνακεκλήμεθα, δραπέται τὸ πρὶν ἀναδεδειγμένοι διὰ τὴν ἐφ᾽ ἡμᾶς βασιλεύουσαν ἁμαρτίαν. δὸς τοιγαροῦν τὴν εἰρήνην ἡμῖν, φησὶν, ὦ δέσποτα, πάντα γὰρ ἀπέδωκας ἡμῖν. καὶ ὃ βούλεται δηλοῦν εἶναί φημι τοιοῦτον Ἐπίδος, φησὶν, ὦ Δέσποτα τὴν εἰρήνην· πάντα γὰρ ἔχειν ὁμολογήσομεν τότε, ἐλλελοιπὸς δὲ φανεῖται τῶν ἀγαθῶν οὐδὲν τῷ γε ἅπαξ κομισαμένῳ τὸ πλήρωμα Χριστοῦ· παντὸς γὰρ πλήρωσις ἀγαθοῦ, κατοικῆσαι Θεὸν ἐν ἡμῖν διὰ τοῦ Πνεύματος. ἐπειδὴ τοίνυν ἱκανώτατον σφόδρα τὸ Πνεῦμά ἐστι, πάντα τῆς διανοίας καταραΐσαι θόρυβον, καὶ πᾶσαν τὴν ἐν ἡμῖν καταργῆσαι δειλίαν, ἐφόδιον ὥσπερ εἰς ἀνδρείαν καὶ ἀταραξίαν τὸ ἐπιτήδειον ἐπιδώσειν ἐπαγγέλλεται λέγων Εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν· μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω. <Ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς.> Οὐχ ἑτέρου, φησὶ, διεπύθεσθε λέγοντος τὴν ἐμὴν ἐντεῦθεν ἀποδημίαν· αὐτήκοοι γὰρ τῶν ἐμῶν ῥημάτων γεγόνατε. τί δὲ ὑμῖν ἐπηγγειλάμην ὁ ψεύδεσθαι μὴ εἰδώς; ἐγὼ ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς.
εἰ μὲν οὖν ἀπαράκλητον ὑμῖν ὁ λόγος ἠπείλησε τὴν ἀποδημίαν καὶ διηνεκῆ τὴν ἀπόλειψιν, ἦν δήπου καὶ μάλα εἰκὸς ἐπὶ τούτῳ λίαν ἀσχάλλοντας ἀφορήτως δὴ ἔχειν καὶ εἰς ἀκράτους δυσθυμίας κατολισθεῖν· ἐπειδὴ δὲ πρὸς ὑμᾶς ἔφην, ὡς οὐκ ἀπελεύσομαι μόνον, ἀλλ᾽ ὅτι καὶ ἐπανήξω κατὰ καιρὸν, τί δὴ, φησὶ, μόνον τὸ λυποῦν ταῖς ἑαυτῶν διανοίαις εἰσοικίζοντες, τὸ πεφυκὸς εὐφραίνειν ταῖς ἀμνηστίαις ὑβρίζετε; ἀντεγειρέσθω τῷ πλήττοντι τὸ θεραπεύειν εἰδὸς, ἀντιπαλαιέτω τοῖς ἀνιᾶν πεφυκόσιν ἡ τοῦ κατευφραίνοντος δύναμις. συντέταγμαι μὲν γὰρ ὡς ἀναβησόμενος πρὸς τὸν Πατέρα καὶ Θεὸν, ἀλλ᾽ ὅτι καὶ ἐπανήξω πάλιν ἐπήγγελμαι. καταραΐζει τοίνυν ἀκμαιοτάτην ἐν τοῖς μαθηταῖς τὴν λύπην εὑρών· καὶ ὥσπερ ἂν εἴ τις φιλόπαις ὄντως ἀνὴρ καὶ ἀγαθώτατος, τῆς ἐνεγκούσης ἀπαίρειν ἐπί τισι τῶν ἀναγκαίων ἐκβιαζόμενος, εἶτα πολὺ τῶν ἰδίων τέκνων τὸ δάκρυον βλέπων, τὴν τρυφερωτάτην αὐτῶν καὶ φίλην καταβρέχον παρειὰν, διὰ παντὸς εἶσι λόγου, καὶ τὸ ἐκ τῆς ἀποδημίας ἐσόμενον ἀγαθὸν ἀεὶ παρακομίζων εἰς μέσον, ἀνθοπλίζει τρόπον τινὰ ταῖς λύπαις τὴν ἐπὶ τοῖς ἡδίστοις ἐλπίδα· οὕτω καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τῆς τῶν ἁγίων ψυχῆς περιστέλλει τὴν λύπην.
ᾔδει γὰρ ᾔδει, Θεὸς ὑπάρχων ἀληθινὸς, φορτικωτάτην αὐτοῖς ἔσεσθαι τὴν ἀπόλειψιν αὐτοῦ, καίτοι συνόντος ἀεὶ διὰ τοῦ Πνεύματος· ἀγάπης δὲ τοῦτο καὶ ὁσιότητος τῆς εἰς ἄκρον ἀπόδειξις. τὸ γὰρ συνεῖναι βούλεσθαι τῷ Χριστῷ, πῶς οὐκ ἀληθῶς τοῖς ἁγίοις πρεπωδέστατον; καὶ γοῦν ὁ θαυμάσιος Παῦλος τοῦτον ἔχων ἐν ἑαυτῷ τὸν σκοπόν Κρεῖσσον γάρ φησι, “τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι.”
ΚΕΦΑΛΗ Α. Ὅτι κατ᾽ οὐδὲν ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ἴσος δὲ μᾶλλον καὶ ὅμοιος κατὰ φύσιν αὐτῷ. <Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι πορεύομαι πρὸς τὸν Πατέρα, ὅτι ὁ Πατήρ μου μείζων μου ἐστίν.> ἈΝΤΙΠΕΡΙΤΡΕΠΕΙ τῆς λύπης τὴν ἀφορμὴν εἰς θυμηδίας ὑπόθεσιν, καὶ ὅτι μὴ χαίρουσι μᾶλλον ἐφ᾽ ᾧ νῦν ἀσχάλλουσι, καταιτιᾶται σαφῶς· ἐν ταὐτῷ δὲ πειρᾶται διδάσκειν, ὅτι τοὺς ἀκαπήλευτόν τε καὶ ἀληθῆ τὴν εἰς ἑτέρους ἀγάπην ἐπιτηδεύοντας ζητεῖν ἀναγκαῖον οὐχὶ δὴ πάντως μόνον τὸ σφίσιν αὐτοῖς ἡδύ τε καὶ φίλον, ἀλλὰ καὶ τοῖς ἀγαπωμένοις λυσιτελὲς, καιροῦ καὶ τοῦτο δρᾶν ἀναπείθοντος. διὰ τοῦτο καὶ ὁ Παῦλος ἐπιστέλλων φησίν “Ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, ”οὐ ζητεῖ τὰ ἑαυτῆς·” λέγει δὲ πρός τινας μὴ τὰ ἑαυτῶν ζητοῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων. ἀγάπης γὰρ ἔργον τῆς ἀκριβοῦς, οὐχὶ δήπου πάντως τὸ μόνον ἡμᾶς προνοεῖν τῶν ἰδίων ἀγαθῶν, ἀλλὰ καὶ τῷ πλησίον περισκέπτεσθαι τὸ χρήσιμον· τοῦτο γὰρ φρονεῖν ἀναπείθει τοὺς ἑαυτοῦ μαθητὰς διὰ τῶν προκειμένων ὁ Σωτήρ. καὶ φέρε δὴ πάλιν ἐφ᾽ ἡμῖν αὐτοῖς καθάπερ ἐπὶ πίνακι, λεπτοτέροις γραφείοις τὴν τοῦ θεωρήματος ἀνατυποῦντες δύναμιν, ἀναβαίνωμεν ἐντεῦθεν ἐπὶ τὸ Χριστοῦ μυστήριον. προξενεῖ γὰρ πολλάκις ὁ ἐν τοῖς ἐλάττοσι τύπος τὸ ἐφικέσθαι δύνασθαι καὶ τῶν ἀσυγκρίτως ἔχειν πεπιστευμένων.
οὐκοῦν ἡδὺ μὲν, φέρε εἰπεῖν, τοῖς Παύλου μαθηταῖς τὸ αὐτῷ συνεῖναι διὰ παντός· ἀλλὰ κρεῖττον τῷ Παύλῳ “τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ ”εἶναι,” καθάπερ αὐτὸς διεβεβαιώσατο γράφων. ἦν οὖν ἔργον τοῖς ἀγαπᾶν ἑλομένοις αὐτὸν, τὸ πληροῦν ἐπείγεσθαι τὴν εἰς αὐτὸν ἀγάπησιν, καὶ μὴ δύσοιστον ἀεὶ ποιεῖσθαι τὸ αὐτοῖς καὶ μόνον ἡδὺ, περιαθροῦντας δὲ μᾶλλον καὶ τὸ τῷ διδασκάλῳ χρήσιμον ἀποδημοῦντι συμφέρειν· ἠπείγετο γὰρ συνεῖναι Χριστῷ.
Ἔχεις τοῦ θεωρήματος ἐν τοῖς καθ᾽ ἡμᾶς τὴν σκιάν. φέρε δὴ τοίνυν, τῶν ἐπὶ Χριστῷ μυστηρίων τὴν δύναμιν, καθάπερ τι χρῶμα πολυειδὲς ταῖς σκιαῖς ἐπαλείφοντες, αὐτὴν ἤδη σαφῶς ἐπιδείξωμεν τὴν ἀλήθειαν. ἐν μορφῇ γὰρ ὑπάρχων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Μονογενὴς, καὶ ἐν ἰσότητι τῇ κατὰ Πνεῦμα, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, διά τε τὴν εἰς ἡμᾶς ἀγάπησιν, κεκένωκεν ἑαυτὸν μορφὴν δούλου λαβὼν, καὶ ὑπέστη γε τοῦτο παθὼν, ἵνα πάντας ἡμᾶς ἀπευθύνῃ πρὸς πᾶσαν εἴδησιν ἀρετῆς, ἵνα διὰ τῆς τῶν θαυμάτων ἀσυγκρίτου φαιδρότητος θεωροὺς γενέσθαι παρασκευάσῃ τῆς ἐνούσης τῇ θείᾳ φύσει δυνάμεώς τε καὶ δόξης καὶ ὑπερφυοῦς ἐξουσίας· οὕτω γὰρ ἦν ἀναπεῖσαι τοὺς εἰς ἐσχάτην ἀμαθίαν ὠλισθηκότας ἀνασφῆλαι πάλιν εἰς σύνεσιν, καὶ προσκυνεῖν μὲν οὐκέτι τῇ κτίσει παρὰ τὸν κτίσαντα, τὸν δὲ ἀληθῶς ἕνα καὶ φύσει Θεὸν ἐπιγράφεσθαι. ὠφέλησε δὲ καὶ καθ᾽ ἑτέρους τρόπους ἡμᾶς ὁ Μονογενὴς ἐνανθρωπήσας· κατέστρεψε γὰρ τοῦ θανάτου τὸ κράτος, κατέλυσε τῆς ἁμαρτίας τὴν δύναμιν, δέδωκεν ἡμῖν “πατεῖν ”ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν “τοῦ ἐχθροῦ.”
ἦν οὖν ἄρα καὶ λίαν εἰκότως ἡμῖν μὲν αὐτοῖς ἢ καὶ τοῖς ἁγίοις μαθηταῖς ἡδύ τε καὶ φίλον, καὶ παντὸς ἄξιον λόγου, τὸ συνεῖναι διὰ παντὸς τῷ τοσούτων ἡμῖν ἀγαθῶν δοτῆρι Χριστῷ, συμπαρόντα τε ἀεὶ καὶ συνδιαιτώμενον ἔχειν· ἀλλ᾽ οὐ σφόδρα χρήσιμον αὐτῷ διεφαίνετο, ἐν μακροῖς οὕτω χρόνοις ἐμφιλοχωρεῖν τῷ τῆς ταπεινώσεως σχήματι παραδεχθέντι χρησίμως διὰ τὴν εἰς ἡμᾶς ἀγάπησιν, καθάπερ ἤδη προείπομεν. ἔδει γὰρ μᾶλλον, τῆς καθ᾽ ἡμᾶς οἰκονομίας ἀκολούθως ἤδη πεπερασμένης, εἰς τὴν ἰδίαν ἀναφοιτῆσαι δόξαν αὐτὸν, καὶ μετὰ τῆς δι᾽ ἡμᾶς ληφθείσης σαρκὸς παλινδρομεῖν εἰς ἰσότητα τὴν πρὸς Θεὸν καὶ Πατέρα, ἣν οὐχ ἁρπαγμὸν ἡγησάμενος· ἐξῆν γὰρ ἔχειν ὡς ἴδιον ἀγαθόν· εἰς ἀνθρωπίνην καταβέβηκεν ἀδοξίαν. ἕως μὲν γὰρ ἦν ἐπὶ τῆς γῆς ἔτι, καίτοι Θεὸς ὑπάρχων ἀληθινὸς καὶ τῶν ὅλων Κύριος, οὐδενὸς ἀμείνων τῶν καθ᾽ ἡμᾶς ἐλογίζετο παρά γε τοῖς οὐκ εἰδόσι τὴν δόξαν αὐτοῦ. καὶ γοῦν ἐῤῥαπίσθη, καὶ ἐνεπτύσθη, καὶ ἐσταυρώθη, καὶ τῆς Ἰουδαίων ἀνοσιότητος ὑπέστη τὸν γέλωτα τολμησάντων εἰπεῖν “Εἰ ”υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ “πιστεύσομέν σοι.” ἐπειδὴ δὲ τὸ καθ᾽ ἡμᾶς ἀποπληρώσας μυστήριον, πρὸς τὸν ἐν τοῖς οὐρανοῖς ἀνεκομίζετο Πατέρα καὶ Θεὸν, ἅτε δὴ παρελάσαντος ἤδη τοῦ τῆς ταπεινώσεως χρόνου, καὶ πεπερασμένων τῶν καιρῶν τῆς ἑκουσίου κενώσεως, Θεὸς ἤδη ταῖς ἄνω δυνάμεσι διεφαίνετο.
οὐ γὰρ ἠγνόησεν ἀναβαίνοντα τὸν τῶν ὅλων Δεσπότην ὁ οὐρανὸς, ἀλλ᾽ ἐκελεύοντο μὲν οἱ ταῖς ἄνω πύλαις ἐφεστηκότες, ὡς τὸν τῶν δυνάμεων προσίεσθαι Κύριον, καίτοι μετὰ σαρκὸς ἀνιπτάμενον, αἴρειν τε τὰς πύλας αὐτῷ διετύπου τὸ Πνεῦμα λέγον “Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι ”αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης· Κύριος “κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ, Κύριος ”τῶν δυνάμεων, αὐτός ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης.” ἐγνώσθη γὰρ “ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἡ πολυποί- ”κιλος σοφία τοῦ Θεοῦ, ἣν ἐποίησεν ἐν τῷ Χριστῷ,” καθάπερ ὁ Παῦλός φησιν. ἀνακομισθεὶς γὰρ πρὸς τὸν Πατέρα, καίτοι μείζονα ἢ κατ᾽ αὐτὸν κατ᾽ ἐκεῖνο νοούμενον, καθόπερ ὁ μὲν ἔμεινεν ἐν οἷς ἦν ἀεὶ, ὁ δὲ τὴν ἑκούσιον ὑπομείνας κένωσιν ἐν τῇ τοῦ δούλου κατέβη μορφῇ, πρὸς τὴν οἰκείαν αὖθις ἀνεβιβάσθη δόξαν, ἀκούσας “Κάθου ἐκ ”δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν “ποδῶν σου.” ἵνα δὲ μὴ δοκοίη πλεονεκτήσας καὶ οὐχ ἑκόντα τυχὸν τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, καθῖσαι πρὸς τοῖς δεξιοῖς τὸν Υἱὸν αὐτὸς τοῦτο λέγων ὁ Πατὴρ εἰσενήνεκται, τὸ Ἐκ δεξιῶν μου κάθου, φησί. καὶ οὐ δή τις ἐρεῖ νοῦν ἔχων, ὡς τοῖς δευτέροις ὁ Πατὴρ τετίμηται τὸν Υἱὸν ἔχων ἐκ δεξιῶν, λογιεῖται δὲ μᾶλλον ἐκεῖνο καὶ διασκέψεται.
ἔδει γὰρ ὄντως ἐκ δεξιῶν νοεῖσθαι, καὶ τὸν ἀνύποπτον εἰς ἐλάττωσιν ἔχειν τόπον, οὐχὶ δήπου πάντως τὸν Πατέρα, μᾶλλον δὲ τὸν Υἱὸν, διὰ τὴν ἑκούσιον κένωσιν καὶ ὑποταγὴν, ὡς ἐπ᾽ ἐλάττοσι κατηγορούμενον παρὰ τῶν συνιέναι μὴ δυναμένων τὸ ἐπ᾽ αὐτῷ μυστήριον. διὰ τοῦτο ἐκ δεξιῶν τοῦ μηδαμόθεν κατηγορεῖσθαι δυναμένου Πατρὸς, ἵνα τὸ ἰσότιμον σώζηται τῷ Υἱῷ.
Καὶ ταυτὶ μὲν ἡμῖν εἰσεκομίσθη τὰ διηγήματα χρησίμως εἰς τὸ παρὸν, οὐκ ἀσυντελῆ τοῖς προκειμένοις ἔχοντα λόγον. ἀναλαβὼν δὲ ἐσαῦθις, καὶ ὅλον, ὡς ἔπος εἰπεῖν, ἐξ ἀρχῆς ἀναμηρυσάμενος τῆς ἐξηγήσεως τὸν σκοπὸν, ἐρῶ δὴ λοιπὸν, ὡς ἡδὺ μὲν ἡμῖν καὶ δι᾽ εὐχῆς καὶ φίλον τὸ συνεῖναι διὰ παντὸς τῷ Σωτῆρι Χριστῷ, καίτοι δι᾽ ἡμᾶς κεκενωκότι ἑαυτὸν, καθὰ γέγραπται, καὶ εἰς τὸ σχῆμα γενομένῳ τὸ οἰκετικὸν, καὶ εἰς τὴν τῆς ἀνθρωπίνης φύσεως ἀδοξίαν. τί γὰρ ἡ ἀνθρώπου φύσις, ὡς πρὸς Θεόν; ἀλλ᾽ οὐκ αὐτῷ τῷ Υἱῷ τοῦτο χρήσιμον, λυσιτελὲς δὲ μᾶλλον τὸ ἀναβῆναι πρὸς τὸν Πατέρα, καὶ τὴν οἰκείαν ἀνακομίσασθαι δόξαν τε καὶ ἐξουσίαν καὶ ἀξίωμα τὸ θεοπρεπὲς ἀναφανδὸν ἤδη, καὶ οὐκέτι κατεσκιασμένως. κεκάθικε γὰρ ἐκ δεξιῶν, ἐθέλοντος τοῦτο καὶ αὐτοῦ τοῦ Πατρός. φιλεῖ γὰρ ὡς ἴδιον γέννημα καὶ ὡς καρπὸν τῆς οὐσίας αὐτοῦ· οὐκοῦν διὰ τοῦτό φησιν Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι πορεύομαι πρὸς τὸν Πατέρα, ὅτι ὁ Πατὴρ μείζων μου ἐστίν. ὄντως τῆς εἰς αὐτὸν ἀγάπης ἀπόδειξις ἦν τὸ μὴ λυπεῖσθαι τοσοῦτον διὰ τὴν δοκοῦσαν ἀπόλειψιν καὶ ἀναγκαίως παραληφθεῖσαν ἀποδημίαν· διενθυμεῖσθαι δὲ μᾶλλον, ὅτι πρὸς τὴν αὐτῷ πρέπουσάν τε καὶ ὀφειλομένην πεφοίτηκε δόξαν, καὶ εἰς τὸ ἀρχαῖον ἀξίωμα, τουτέστι, τὸ θεοπρεπὲς ἐναργῶς.
καὶ γοῦν ὁ μελῳδὸς, καίτοι διὰ τοῦ Πνεύματος λαλῶν μυστήρια “Πάντα τὰ ἔθνη, φησὶ, ”κροτήσατε χεῖρας·” εἶτα τῆς ἑορτῆς τὴν αἰτίαν ἐκδιηγούμενος, τὴν εἰς οὐρανοὺς ἀνάληψιν τοῦ Σωτῆρος παρεκόμιζε λέγων “Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ ”σάλπιγγος,” ἀλαλαγμὸν ὀνομάζων καὶ σάλπιγγα, τὴν ὑψηλὴν καὶ ἐξάκουστον τοῦ Πνεύματος φωνήν· ὅτε ταῖς ἄνω δυνάμεσι τὰς πύλας αἴρειν διεκελεύετο, καὶ Κύριον αὐτὸν ὠνόμαζε τῶν δυνάμεων, καθάπερ ἐλέγομεν ἀρτίως. ἐπ᾽ αὐτῷ δὲ δὴ τούτῳ καὶ αὐτὸν εὑρήσομεν τὸν τῶν ἁγίων χορὸν ἐν πολλαῖς γεγονότα ταῖς θυμηδίαις. τοιγάρτοι καὶ ἔφασκε, ποτὲ μὲν ὅτι “Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ”ἡ γῆ,” ποτὲ δὲ αὖ πάλιν “Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέ- ”πειαν ἐνεδύσατο· ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώ- “σατο.” ὁ γὰρ μεθ᾽ ἡμῶν ἄνθρωπος πρὸ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ὅτε πρὸς τὸν ἐν τοῖς οὐρανοῖς ἀνέβη Πατέρα, τότε τὴν ἰδίαν εὐπρέπειαν ἐνεδύσατο, καὶ τὴν ἐξ ἀρχῆς ὑπάρχουσαν αὐτῷ περιεζώσατο δύναμιν· κεκάθικε γὰρ βασιλεύων μετὰ Πατρός. χαίρειν οὖν ἄρα δίκαιόν τε καὶ πρέπον τοὺς ἀγαπῶντας αὐτὸν, ὅτι πεπόρευται πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα τὴν ἰδίαν δόξαν ἀναληψόμενος, καὶ πάλιν αὐτῷ συμβασιλεύσων, καθάπερ ἦν ἐν ἀρχῇ. μείζονα δέ φησιν αὐτὸν, οὐχ ὅτι κεκάθικεν ἐκ δεξιῶν, ὡς Θεὸς, ἀλλ᾽ ὡς ἦν ἔτι μεθ᾽ ἡμῶν, τουτέστιν, ἐν τοῖς καθ᾽ ἡμᾶς.
ὡς γὰρ ἔτι τὸ δουλοπρεπὲς ἔχων σχῆμα, καὶ παρόντος αὐτῷ οὔπω τοῦ καιροῦ καθ᾽ ὃν ἔδει ἀναλαβεῖν, τὰ τοιαῦτά φησι. καὶ γοῦν ὅτε τὸν τίμιον ὑπὲρ ἡμῶν ὑπέστη σταυρὸν, ὄξος αὐτῷ καὶ χολὴν Ἰουδαῖοι προσήγαγον διψήσαντι, καὶ πιὼν, ἔφη Τετέλεσται. πεπλήρωτο γὰρ ἤδη ὁ τῆς ταπεινώσεως καιρὸς, καὶ ἐσταυρώθη μὲν, ὡς ἄνθρωπος· νενίκηκε δὲ τοῦ θανάτου τὸ κράτος, οὐχ ὡς ἄνθρωπος, ἔτι μᾶλλον δὲ ὡς Θεὸς, φημὶ δὴ κατὰ τὴν ἐνέργειαν καὶ τὴν ἐπὶ τῷ νικῆσαι δόξαν τε καὶ δύναμιν, οὐ κατὰ τὴν σάρκα. μείζων οὖν ὁ Πατὴρ, ὡς ἔτι δούλου καὶ ἐν τοῖς καθ᾽ ἡμᾶς ὄντος τοῦ Υἱοῦ· ἐπεὶ καὶ Θεὸν ἑαυτοῦ φησιν αὐτὸν, καὶ τοῦτο τῷ ἀνθρωπίνῳ προσνέμων σχήματι. εἰ γὰρ πιστεύομεν ὅτι κεκένωκέ τε καὶ τεταπείνωκεν ἑαυτὸν, πῶς οὐχ ἅπασιν ἔσται καταφανὲς, ὅτι καταβέβηκεν ἐξ ὑπεροχῆς τινος εἰς ἐλάττωσιν, μᾶλλον δὲ ἐξ ἰσότητος τῆς πρὸς τὸν Πατέρα πρὸς τὸ μὴ οὕτως ἔχον; οὐδὲν δὲ τούτων ὑπομεμένηκεν ὁ Πατήρ· μεμένηκε δὲ καὶ ἔστιν ἐν οἷς ἦν ἐξ ἀρχῆς. μείζων οὖν ἄρα τοῦ τὴν ἐλάττωσιν οἰκονομικῶς ἑλομένου, καὶ τέως ὄντος ἐν αὐτῇ, ἄχρις ἂν εἰς ἐκεῖνο πάλιν ἀνακομισθῇ, τὸ ἴδιον δή φημι καὶ φυσικὸν ἀγαθὸν, ἐν ᾧπερ ἦν ἐν ἀρχῇ. τόπος δὲ ὥσπερ οἰκεῖός τε καὶ φυσικὸς αὐτῷ νοηθείη ἂν εἰκότως ἡ ἰσότης ἡ πρὸς τὸν Πατέρα, ἣν ἔχειν ἐξὸν ἀδιακωλύτως, οὐχ ἁρπαγμὸν ἡγήσατο δι᾽ ἡμᾶς.
Καὶ πολλοῦ ἡμῖν γεγονότος λόγου περὶ τῆς ἰσότητος τοῦ Υἱοῦ τῆς πρὸς τὸν Θεὸν καὶ Πατέρα καὶ ἐν τοῖς ὀπίσω βιβλίοις, τάχα πως ἦν ἤδη πρέπον ἐπὶ τὴν τῶν ἑξῆς σαφήνειαν ἐλθεῖν, τὸ περὶ τούτων ἔτι μακρηγορεῖν ἀφέντας εἰς τὸ παρόν. ἐπειδὴ δέ τις τῶν ἀσυνέτων αἱρετικῶν, οὐ λίαν ἀθαύμαστον παρὰ τοῖς Ἰουδαίοις λαχὼν τῶν ἱερῶν γραμμάτων τὴν εἴδησιν, τὰ ἐν τῷ προκειμένῳ ἑρμηνεύειν ἐπιχειρῶν, γραφῇ παραδέδωκεν οὐ φορητὰς δυσφημίας κατὰ τοῦ Μονογενοῦς, ἀδρανὲς ᾠήθην καὶ λίαν ἀνάρμοστον ἐμαυτῷ πρᾶγμα θέλειν ὑφίστασθαι, τὸ σιωπῇ παραδραμεῖν τὴν οὕτω δεινὴν τοῦ μνημονευθέντος ἀπόνοιαν. οὐκοῦν οἰήσομαι δεῖν ὑπαντῆσαι μὲν κατὰ λόγον αὐτῷ, δεῖξαί τε σαφῶς ὅτι σαθρά τε καὶ γραώδη τὰ παρ᾽ αὐτοῦ μυθάρια, καὶ φρονήσεως μὲν τῆς ἀγαθῆς ἀμοιροῦντα παντελῶς, στροφὰς δὲ εἰκαίων ἔχοντα λογισμῶν.
ἐπ᾽ αὐτῆς δὲ ὑμῖν ἀναγνώσομαι λέξεως, ἃ συνθεῖναι τετόλμηκε, τὴν τοῦ προκειμένου, καθάπερ αὐτὸς ᾠήθη, θεωρίαν ἐξηγούμενος “Μείζονα δὲ ἑαυτοῦ τὸν Πατέρα “κηρύσσων σαφῶς, οὐ μόνον τὴν ἑαυτῷ πρέπουσαν παρέ- “στησεν εὐγνωμοσύνην, ἀλλὰ γὰρ καὶ τῶν ἐν ἀμφοτέροις “εἶναι νομιζόντων τὸ ψεῦδος διήλεγξε.„ καὶ τὴν Σαβελλίου διὰ τούτων περικροτήσας δόξαν, δεινὸς, ὡς οἴεται, καὶ δριμὺς ἐπιπηδᾷ τοῖς ἐν ἰσότητι πρὸς τὸν Πατέρα τιθεῖσι τὸν Υἱὸν, οὕτω πάλιν εἰπών “Εἰς τοσοῦτον πάλιν ἀπονοίας προῆλθόν “τινες, ὡς μηδὲ ὅλως ἀνέχεσθαι μείζονα εἶναι τὸν Πατέρα “τῆς τοῦ Μονογενοῦς θεότητος λέγειν, ἀλλὰ μόνον αὐτὸν “συγκρίσει τῇ περὶ τὴν σάρκα ὑπερέχειν δοκεῖν, μηδὲ κἂν “τοῦτο συνιδεῖν δυνηθέντες, ὡς τὰ ἑτερογενῆ οὐδαμῶς συγ- “κρίνεσθαι δύναται. οὐδεὶς γὰρ ἂν εἴποι ποτὲ ὅτι ἄνθρωπος “σοφώτερός ἐστι κτήνους, οὔτε μὴν ἵππος ὀξυτέρως τρέχει “χελώνης, ἀλλ᾽ ἄνθρωπον ἀνθρώπου ἐλλογιμώτερον, ἵππον “δὲ ἵππου ὀξύτερον φέρεσθαι. μόνων τοίνυν τῶν ὁμογενῶν “τὴν πρὸς ἄλληλα σύγκρισιν ἐπιδεχομένων, ἀνάγκη αὐτοὺς “ὁμολογῆσαι, ὅτι ὁ Πατὴρ μείζων αὐτῆς τῆς τοῦ Μονο- “γενοῦς θεότητος ὑπάρχει. οἱ γὰρ ἐναντίως σφαλλόμενοι “τῷ πρὸς τὴν σάρκα συγκρίνειν, ὅσον τὸ ἐπ᾽ αὐτοῖς, τὸ “πατρικὸν ἀξίωμα καθαιροῦσι.„ Ταυτὶ μὲν ἐκείνου τὰ ὑθλώδη ληρήματα· διασκεπτέον δὲ ὅπως οὐδὲ εἰδότα δείξωμεν ὅτι τοῖς ἰδίοις αὐτὸς μάχεται λόγοις.
ἀποδέχεται μὲν γὰρ τὸν Υἱὸν, ὡς τὴν αὐτῷ πρέπουσαν εὐγνωμοσύνην διατηρήσαντα, τῷ εἰπεῖν Ὁ Πατὴρ μείζων μου ἐστί· θαυμάζω δὲ ὅπως οὐδὲ ἐκεῖνο κατὰ νοῦν εἰσεδέξατο. τί γὰρ ἦν ὅλως τὸ ἀναπεῖθον αὐτὸν θεολογίας ἅψασθαι νυνὶ, καίτοι τὸ καιρὸν εἰδέναι τὸν πρέποντα καὶ λόγου καὶ πράγματος οὐκ ἐν τῷ μηδενὶ θείη τίς ἂν, εἴ γε σωφρονοίη. τί οὖν ἔδει τῆς οὕτως ἀκαίρου θεολογίας ἀνιωμένοις τοῖς μαθηταῖς, ἐπείπερ ἔμελλεν ἀποδημεῖν ἀπὸ κόσμου πρὸς τὸν Πατέρα καὶ Θεόν; ποῖον γὰρ ἂν ἐποίσειε παραμυθίας τρόπον αὐτοῖς τὸ πρᾶγμα τυχόν; ἄνθ᾽ ὅτου δ᾽ ὅλως μονονουχὶ καὶ καταιτιᾶται λέγων Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι πορεύομαι πρὸς τὸν Πατέρα, ὅτι ὁ Πατὴρ μείζων μου ἐστίν; ἆρα γὰρ, εἰπέ μοι, διακεῖσθαι τοῦτο πρὸς θυμηδίαν ἐποίει τοὺς μαθητὰς, ἢ τῆς οὕτω φιλοθέου λύπης ἀπήλλαττεν, ὅτι πρὸς τὸν μείζονα Πατέρα πορεύεται; εἶτα ποῖον κατίδοι τις ἂν τὸν τῆς παραμυθίας ἐν τούτῳ τρόπον; καίτοι Φιλίππου μὲν ἐρομένου καὶ λέγοντος “Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, ”καὶ ἀρκεῖ ἡμῖν,” τότε δὴ τότε καὶ λίαν εὐκαίρως, ἅτε δὴ καὶ τοῦ τῆς θεολογίας ἐνεστηκότος καιροῦ, τὸν Πατέρα μὲν ἐν ἑαυτῷ δεικνὺς, ἑαυτὸν δὲ αὖ πάλιν ἐν τῷ Πατρὶ, καὶ ὅτι κατ᾽ οὐδὲν ἐλάττων ἐστὶν αὐτοῦ, τῇ δὲ κατὰ πᾶν ἰσότητι διαπρεπὴς, ἔφασκε “Τοσούτῳ χρόνῳ μεθ᾽ ὑμῶν εἰμι, καὶ ”οὐκ ἔγνωκάς με, Φίλιππε;
ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν “Πατέρα· οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ”ἐν ἐμοί ἐστιν; ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.” ἀλλὰ τότε μὲν εὐκαίρως τὸν ἐπὶ τούτοις ἡμῖν ἐξυφαίνων λόγον, εἰκότως ἐθαυμάζετο· νυνὶ δὲ ποῖον ἔχει τὸ πρᾶγμα καιρὸν, ἢ ποῖον ὅλως ἐπιδέξεται λογισμὸν, ἢ βούλεσθαι μὲν τὴν ἐν τοῖς μαθηταῖς καταραΐσαι λύπην, φάρμακα δὲ ὥσπερ παραμυθίας αὐτοῖς ἐπινοεῖν, τὸ ἐπιτάξαι χαίρειν, ὅτι πορεύεται πρὸς τὸν Πατέρα; ἆρ᾽ οὖν οὐκ ἂν γένοιτο καὶ τοῖς λίαν ἀνοήτοις συμφανὲς δι᾽ αὐτοῦ τοῦ πράγματος, ὡς ἐπείπερ εἰς τὴν ἰδίαν αὖθις παλινδρομῆσαι δόξαν μετὰ Πατρὸς ἠπείγετο, χαίρειν ἐπὶ τούτῳ τοῖς αὐτὸν ἀγαπῶσι διεκελεύετο, ἀξιάγαστον αὐτὸν αὐτοῖς παρακλήσεως καὶ τοῦτον μετὰ τῶν ἄλλων ἐπινοήσας τὸν τρόπον;
Ἀλλὰ παρήσω μὲν τοῦτο νυνὶ, καὶ ταῖς ἐκείνου φρενοβλαβείαις οὐ πολὺς ἐγκείσομαι· φημὶ δὲ δεῖν ἐπ᾽ ἐκεῖνα μᾶλλον ἐλθεῖν· ᾠήθη γὰρ ἴσως τῇ τῆς θεότητος φύσει τὴν σάρκα συγκρίνοντας, ἀνόνητον κομιδῇ ποιεῖσθαι τὴν ἀντεξέτασιν, ὅτε κεκενῶσθαι λέγομεν τὸν Υἱὸν, ἐπειδὴ γέγονεν ἄνθρωπος· ἔχει δὲ οὐχ οὕτω, πόθεν; οἰκετικοῦ δὲ μέτρου καὶ δουλοπρεποῦς ἀξιώματος τὴν θείαν λέγοντες δόξαν, ἠλαττῶσθαί φαμεν τοῦ Πατρὸς τὸν Υἱὸν, καθὸ γέγονεν ἄνθρωπος, ἀποκαταστῆναι γεμὴν εἰς τὸ εἶναι πάλιν ἐν ἴσῳ τῷ φύσαντι μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν, οὐ καινὴν ἢ ἐπίκτητον οὐδὲ ἀήθη δόξαν ἠμφιεσμένον, ἀλλ᾽ ἐν ἐκείνῃ γεγονότα πάλιν, ἐν ᾗπερ ἦν ἐν ἀρχῇ μετὰ τοῦ Πατρός. καὶ γοῦν ὁ θεσπέσιος ἡμῖν μυσταγωγὸς, φημὶ δὲ τὸν Παῦλον, τὴν πρέπουσαν τοῖς ἀνθρώποις ταπείνωσιν οὐκέτι περιτιθεὶς αὐτῷ μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν καὶ τὴν ἄνοδον τὴν εἰς οὐρανοὺς, ἐπιστέλλει λέγων “Εἰ γὰρ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χρισ- ”τὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν·” περὶ δὲ ἑαυτοῦ πάλιν “Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ, οὐκ ἀπ᾽ ἀνθρώπων ”οὐδὲ δι᾽ ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ.” καίτοι τί δήποτε πάλιν αὐτὸν πρὸς ἡμᾶς ἀφίξεσθαι λέγων μετασχηματιοῦντα “τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ ”σώματι τῆς δόξης αὐτοῦ,” νῦν ἐξαρνεῖται λέγων “οὐκ ἀπ᾽ ”ἀνθρώπων, οὐδὲ δι᾽ ἀνθρώπου,” καίτοι προκεχειρισμένος εἰς ἀποστολὴν διὰ Ἰησοῦ Χριστοῦ;
τί δὲ ὅλως αὐτὸν οὐκ εἰδέναι κατὰ σάρκα φησίν; ἆρ᾽ οὖν, εἰπέ μοι, τὸν ἀγοράσαντα αὐτὸν δεσπότην ἠρνήσατο; μὴ γένοιτο, φρονεῖ γὰρ ὀρθῶς. τετελειωμένου γὰρ ἤδη καὶ εἰς πέρας ἥκοντος τοῦ καιροῦ ἐπὶ τῆς νοουμένης τῷ Μονογενεῖ κενώσεως, ἤτοι ταπεινώσεως, οὐκ ἐξ ὧν ὁρᾶται κεκενωμένος, μᾶλλον δὲ ἐξ ὧν ἐστι κατὰ φύσιν Θεὸς, διακηρύττειν τε αὐτὸν καὶ ἐπιγινώσκειν ἐπείγεται. γνωσθέντος γὰρ ἅπαξ καὶ παραδεχθέντος τοῦ ὅτι γέγονεν ἄνθρωπος, ἔδει λοιπὸν ἐκεῖνο διδάσκεσθαι τοὺς πεπιστευκότας, ὅτι καὶ Θεὸς κατὰ φύσιν ἐστὶ, διὰ τοῦτο μᾶλλον τοῖς θεοπρεπέσι περὶ αὐτοῦ λόγοις ἢ τοῖς ἑτέροις ἐφήδεται.
Θαυμάζω δὲ ὅπως οὐκ ἐρυθριᾷ, λέγων, ὡς ἐπείπερ μόνα τὰ ὁμογενῆ “τὴν πρὸς ἄλληλα σύγκρισιν ἐπιδέχεται, ἀνάγκη “αὐτοὺς ὁμολογῆσαι, ὅτι ὁ Πατὴρ μείζων τῆς τοῦ Μονογενοῦς “θεότητος ὑπάρχει.„ οὐκ αἰσθάνεται γὰρ, ὡς εἰκὸς, τὸν οἰκεῖον ἑαυτῷ ἐξοπλίσας λόγον· λεγέτω γὰρ ἡμῖν ἐκεῖνο χρησίμως ἐρέσθαι βουλομένοις Αἱ πρὸς ἄλληλα τῶν ὁμοειδῶν συγκρίσεις, ἀπὸ ποίων μᾶλλον ἐπιτελοῖντο πρεπωδέστερον; ἆρ᾽ ἐξ ὧν εἰσι, κατά γε τὸν κοινὸν τῆς φύσεως λόγον, ἢ ἐξ ὧν ἕκαστον ἔχει τῶν ὅσα προσγίνεταί τε καὶ ἀπογίνεται, ἐνυπάρχει τε καὶ οὐκ ἐνυπάρχει, δι᾽ αἰτίας εὐλόγους; οἷον δὲ δή τι φημί· παραθήσω γὰρ ἐκεῖνο λαβὼν ὅπερ αὐτὸς ἡμῖν εἰσκεκόμικεν εἰς παραδείγματος λόγον· Εἴ τις ἀνθρώπῳ τὸν ἄνθρωπον ἐθελήσαι συγκρίνειν, εἰς μὲν τὸν ἕνα καὶ κοινὸν τῆς οὐσίας ἀποβλέψας λόγον, οὐδεμίαν ἐπ᾽ ἀμφοῖν εὕροι διαφοράν· οὐδὲ γὰρ ἄνθρωπος ἀνθρώπου διοίσει ποτὲ, κατά γε τὸ εἶναι ζῷον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν· οὗτος γὰρ ἐν ἅπασιν, εἷς τε τῆς οὐσίας αὐτῆς ὅρος· ἀλλ᾽ οὐδ᾽ ἵππος ἵππου κατ᾽ αὐτό γε τοῦτο τὸ ἵππος εἶναί φημι, διαφέρειν δὲ ἄνθρωπον ἀνθρώπου, καθ᾽ ἥντινα οὖν ἐπιστήμην, οἷον γραμματικὴν, ἢ καὶ καθ᾽ ἑτέρους τινὰς τοιουτουσὶ τρόπους. ἀλλὰ ταῦτα μὲν οὐχ ἅψεται τῆς οὐσίας, αἰτίαν δὲ μᾶλλον ἑτέραν λαχόντα φαίνεται.
ἀλλὰ καὶ ἵππος μὲν ἵππου δρομικώτερος, ἢ κατὰ σῶμα μείων ἢ περιπληθέστερος, πλὴν τὴν ἐν τούτοις πλεονεξίαν, ἤτοι τὴν ἐλάττωσιν, οὐκ ἐν ὅρῳ κειμένην τῷ τῆς οὐσίας εὑρήσομεν. ἢ γὰρ ἂν κατ᾽ οὐδὲν ἀλλήλων διήνεγκε τὰ εἰς σύγκρισιν ἀναβαίνοντα τὴν πρὸς ἄλληλα. μείων γὰρ ἄνθρωπος ἀνθρώπου τυχὸν, ἤγουν τὸ μεῖζον ἔχων, καθόπερ εἰσὶν ἄνθρωποι, πῶς ἂν ὅλως νοοῖτο καὶ λέγοιτο; οὐκοῦν, ἐν ἴσῳ μὲν μέτρῳ πᾶσι τοῖς ὁμοειδέσι τὰ φυσικά· διάφορα δὲ τὰ ἐνόντα φαίνεται, καὶ κατὰ τὸν τοῦ συμβεβηκότος ἔξωθεν ἐγκείμενα λόγον. οὐκοῦν ἐπειδήπερ κατὰ τὴν ἐκείνου πρότασιν, ἤτοι φωνήν· ἀνθέξομαι γὰρ αὐτῆς· μόνα τὰ ὁμογενῆ τὴν πρὸς ἄλληλα σύγκρισιν οἰκειότερον ἐπιδέξεται, ὁμολογείτω πρῶτον, ὡς ὁμογενής ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, τουτέστιν, ὁμοούσιος· οὕτω γὰρ νοήσεις τὸ ὁμογενὲς, ἄνθρωπον γὰρ ἀνθρώπῳ συγκρίνεσθαι δεῖν ἐδοκίμασεν, ἀλλὰ καὶ ἵππον ἵππῳ· καὶ διδασκέτω λοιπὸν τὴν αἰτίαν δι᾽ ἣν ὁ τῷ Θεῷ καὶ Πατρὶ συγκρινόμενος Υἱὸς, ὡς ὁμογενὴς αὐτῷ, τὴν κατά τι γοῦν ἐλάττωσιν ἔχει, ποῦ δὲ τὸ μεῖον εὑρήσομεν, ὅτε τοῖς ὁμογενέσιν εἷς ἂν ἁρμόττοι τῆς οὐσίας ὅρος; ἑκάστης γὰρ οὐσίας, ὁ περὶ αὐτῆς λόγος, οὐ τέλειος μὲν ἔν τισιν, ἀτελὴς δὲ ἐν ἑτέρῳ φαίνεται, ἀλλ᾽ εἷς καὶ ἴσος ἐπὶ πάντων φαίνεται. αἰτίας γεμὴν ἑτέρας ἔχειν φαμὲν τῶν συμβεβηκότων ἕκαστον ἤτοι προσγεγονότων καθ᾽ ὁνδηποτοῦν τρόπον.
αὐτὸ δὲ δὴ πάλιν ὑπὲρ σαφηνείας τῶν εἰρημένων τὸ ἐξ ἀρχῆς παροίσω παράδειγμα. ἄνθρωπος μὲν ἀνθρώπου διοίσει μὲν ὅλως οὐδὲν, καθόπερ εἰσὶν ἄνθρωποι τυχόν· ἀλλ᾽ ὁ μέν τις ἐστὶν εὐσεβὴς, ὁ δὲ κακόνους, καὶ ὁ μὲν ἀσθενὴς καὶ λελωβημένος τὸ σῶμα, σῶος δὲ καὶ εὔρωστος ἕτερος, καὶ ὁ μέν τις βάσκανος, ὁ δὲ ἀγαθός· ἀλλ᾽ ὅταν τις τούτων τὰς αἰτίας ἀκριβῶς κατασκέπτηται, τὸν μὲν τῆς αἰτίας ὅρον οὐκ αἰτιάσεται, πάθεσι δὲ μᾶλλον σωματικοῖς ἤγουν ψυχικοῖς ἀνατίθησι τὰς αἰτίας. ἑνὸς τοιγαροῦν νοουμένου τε καὶ ὄντος ἐπί τε Πατρὸς καὶ Υἱοῦ τῆς θεότητος ὅρου, ἢ ὅπως ἄν τις εἰπὼν οὐκ ἂν τοῦ πρέποντος ἐξοίχοιτο· συγκρίνονται γὰρ ὡς ὁμογενεῖς, κεχρήσομαι δὲ διὰ τὴν ἀνάγκην τοῦ θεωρήματος καὶ τοῖς αὐτοῦ λόγοις· διδασκόντων οἱ τάλανες τί ἄρα νομίζουσι παρασκευᾶσαι τὸν Υἱὸν ἐν ἐλάττοσιν εἶναι τοῦ Θεοῦ καὶ Πατρός; ἆρα πάθος, ἢ ῥᾳθυμία καὶ ὅσα συμβαίνειν οἶδε τοῖς γενητὴν ἔχουσι τὴν φύσιν; εἶτα τίς οὕτω ληρήσει καὶ διακείσεται παραλόγως, ὡς καὶ μόνον ἀνασχέσθαι κἂν γοῦν εἰς οὖς ἑλέσθαι τὴν βλασφημίαν; ὅτε τοίνυν, ὡς ὁμογενὴς ὑπάρχων τῷ κατὰ φύσιν Θεῷ, Θεός ἐστι δηλονότι κατὰ φύσιν καὶ αὐτός· συγκρίνεται γὰρ τῷ Πατρί· διακωλύσει δὲ οὐδὲν τὸ ὡσαύτως ἔχειν τῷ φύσαντι· πῶς ἐλάττων ἐστίν;
Ἐπειδὴ δὲ καὶ ἀμαθέστατά τε καὶ ἀλογώτατα ἐν τοῖς προκειμένοις διεξιὼν, οὐ κατέδεισεν εἰπεῖν ὁ τῆς ἀληθείας ἐχθρὸς, “ὅτι μείζων ὁ Πατὴρ τῆς θεότητος τοῦ Υἱοῦ·„ φέρε τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν λόγον βραχύ τι περιστείλαντες, καὶ τῆς τῶν προκειμένων ἐννοίας ἀποδιελόντες διὰ τὸν ἔλεγχον, τὴν θεότητα τοῦ Υἱοῦ τῇ τοῦ Πατρὸς συγκρίνωμεν κατά γε τὸν ἐκείνων λόγον, ἐκεῖνο δὴ πρῶτον εἰπεῖν ἀπαιτήσαντες τὸν τοῦτο φάναι τολμήσαντα, πότερόν ποτε Θεὸν ὄντα κατὰ φύσιν ὑπάρχειν οἴεται τὸν Θεὸν, ἢ ἕτερον μέν τι παρὰ τοῦτο, τετιμῆσθαι γεμὴν τῇ τῆς θεότητος κλήσει, καθάπερ οὖν ἀμέλει πολλοὶ μὲν ἐν οὐρανῷ θεοὶ καὶ κύριοι, πολλοὶ δὲ καὶ ἐπὶ τῆς γῆς εἶναι λέγονται.
διαβεβαιουμένου μὲν γὰρ ψιλῇ δεδοξάσθαι προσηγορίᾳ τῇ τῆς θεότητός φημι τὸν Υἱὸν, μὴ μὴν καὶ ὑπάρχειν κατὰ φύσιν αὐτὸν ἀληθῶς τοῦθ᾽ ὅπερ εἶναι καὶ λέγεται, τὰ εἰκότα φρονοῦντες ὑπαντήσομεν, διαῤῥήδην ἀνακεκραγότες Ὦ τᾶν, ὡς εἰ μὴ φύσει Θεός ἐστι, κτίσματι προσκυνοῦμεν ἔτι παρὰ τὸν κτίσαντα, καὶ οὐχὶ μόνον ἡμεῖς οἱ τόνδε τὸν περίγειον ἔχοντες χῶρον, ἀλλὰ καὶ αὐτὴ τῶν ἁγίων ἀγγέλων ἡ πληθύς· κατηγορήσομεν δὲ καὶ παντὸς ἁγίου λοιπὸν, Θεὸν αὐτὸν κατὰ φύσιν εἰρηκότος καὶ ἀληθινὸν, μάλιστα δὲ πάντων αἰτιασόμεθα τὸν μακάριον Ἰωάννην εἰρηκότα περὶ αὐτοῦ “Οἴδαμεν ὅτι ὁ υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διά- ”νοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεὸν, καὶ ἐσμὲν ἐν τῷ “ἀληθινῷ αὐτοῦ Υἱῷ Ἰησοῦ Χριστῷ, οὗτός ἐστιν ὁ ἀληθινὸς ”Θεὸς καὶ ζωὴ ἡ αἰώνιος.” εἰ δὲ πᾶσαν ὁμοῦ δυσωπούμενος τὸν θεόπνευστον γραφὴν, Θεὸν ὄντως αὐτὸν προσερεῖ καὶ ὑπάρχειν οὕτω διακείσεται, πιστεύειν τε οὕτω μειονεκτεῖσθαι τοῦ Πατρὸς κατά τι γοῦν ὅλως ὑπολαμβάνει· ἆρ᾽ οὐχ ἕτερον ἡμῖν εἰσκεκόμικε Θεὸν, τῆς πρὸς τὸν Πατέρα σχέσεως φυσικῆς ὁλοκλήρως διακεκομμένον, καὶ ἐν ἰδίᾳ μέν τινι νοούμενον ὑποστάσει, μὴ μὴν ἐνυπάρχειν τῇ τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίᾳ; ἀλλ᾽ οἶμαι δῆλον ἅπασι τὸ πρᾶγμά ἐστιν.
εἰ γὰρ οὐδὲν ἑαυτοῦ μεῖζον ἢ ἔλαττον, ἀλλ᾽ ἐλάττονος μέν τινος μεῖζόν τι νοεῖται, μείζονος δέ τινος ἔλαττον, πότερόν πως οὐκ ἀνάγκη δύο δὴ πάντως ὁμολογῆσαι θεοὺς κατὰ φύσιν καὶ ἀληθινοὺς, ἵν᾽ ὁ μὲν νοῆται μείζων, ὁ δὲ ἐλάττων αὐτοῦ; οὐκοῦν οἴχεται μὲν ἤδη καὶ ἀνατέτραπται κατ᾽ ἐκείνους τῆς Ἐκκλησίας ἡ πίστις· Θεὸς δὲ οὐχ εἷς ἐφ᾽ ἡμᾶς, ἀλλὰ δύο λοιπόν. τίνος οὖν ἄρα ναοὶ κεχρηματίκαμεν, κατὰ τὰς γραφάς; ἢ δῆλον ὅτι τοῦ τὸ ἴδιον Πνεῦμα ταῖς ἡμετέραις ἐγκατοικίσαντος ψυχαῖς; ὅταν οὖν εὑρίσκωμεν ἐκ τῶν ἱερῶν γραμμάτων, οὐχὶ τοῦ Πατρὸς μόνον, ἀλλὰ καὶ τοῦ Υἱοῦ Πνεῦμα λεγόμενον, τί λογισόμεθα; τί δὲ προσῆκε φρονεῖν; τίνα τῶν δύο παρωσάμενοι, τὸν ἕτερον εἶναι Θεὸν λέγομεν; εἰ μὲν οὖν δύο θεοὺς, τὸν ἐλάττω τε καὶ τὸν μείζω, παραδεξώμεθα, ἄμφω τε ταῖς ἡμετέραις ψυχαῖς ἐναυλίζεσθαι φήσομεν διὰ τῶν ἰδίων πνευμάτων, ναοὶ θεῶν ἤδη γεγονότες ἁλωσόμεθα· δύο δὲ ἡμῖν ἐνοικεῖ πνεύματα, μεῖζόν τε καὶ ἔλαττον, ἀνολόγως τῇ φύσει τῶν δεδωκότων αὐτά. τίς οὖν ἄρα τῶν τοιούτων ἐμέτων ἀνέξεται; τίς δὲ τὸν παρ᾽ ἐκείνοις ἀμαθῆ τε καὶ γελοιότατον οὐ κατόψεται λόγον, τὴν τῶν εἰρημένων ἀρτίως ἡμῖν διασκεψάμενος ἔννοιαν;
ἀλλ᾽ ἴσως ἀναγκαζόμενος δύο κατὰ φύσιν ὁμολογῆσαι θεοὺς, εἴπερ ὁ μέν ἐστι μείζων, ὁ δὲ ἐλάττων, ἐπ᾽ ἐκεῖνο βαδιεῖται τὸ σύνηθές τε καὶ τετριμμένον αὐτῷ, φημὶ δὴ τὸ φύσιν ἰδίαν τινὰ λέγειν ἔχειν τὸν Υἱὸν, εἰ μήτε τῆς γενητῆς ἀπήλλακται παντελῶς, μήτε μὴν ὁλοκλήρως ἀποπίπτει τῆς τοῦ Θεοῦ καὶ Πατρός. οἱ γὰρ κτίσμα καὶ ποίημα λέγειν ἐναργῶς οὐ παραιτούμενοι, ἐπὶ τὰς τῶν τοιούτων ῥημάτων καταφεύγουσι κομψείας, ἀστειοτέραν ὥσπερ ἐπινοοῦντες τὴν δυσφημίαν. ὅταν τοίνυν οὕτως ἔχειν λέγωμεν τὸν Υἱὸν, ὡς μήτε Θεὸν κατὰ φύσιν ὁλοκλήρως ὑπάρχειν αὐτὸν, μήτε μὴν ἐν κτίσμασιν ὁλοκλήρως τελεῖν, εἶναι δέ τινα μέσον, ὡς καὶ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἀξίας ἀπολιμπάνεσθαι, καὶ τὴν τῶν κτισμάτων ὑπεράλλεσθαι δόξαν· πρῶτον μὲν ἐροῦμεν, ὡς οὐδεὶς αὐτοῖς ἐπέτρεψε λόγος νομοθετεῖν ἃ βούλονται καὶ λαλεῖν. ἢ γὰρ ἡμᾶς ἐκ τῶν ἱερῶν τε καὶ θείων πληροφορούντων γραμμάτων, ἢ μηδαμόθεν μεμαρτυρημένον τὸν ἴδιον ἔχοντες λόγον, αἰσχυνέσθωσαν τὰ ἀπὸ γνώμης ἰδίας ἐπὶ πίστει διοριζόμενοι.
Πλὴν ἐπείπερ αὐτοῖς καὶ τοῦτο παρέστη ἐξ ἀκρίτου λέγειν φρενοβλαβείας, ἐπὶ τὴν αὐτῶν βαδιοῦμαι πρότασιν, ἐρῶ δὲ δὴ λοιπὸν πάλιν Εἰ γὰρ μόνα τὰ ὁμοειδῆ “τὴν πρὸς ἄλληλα “σύγκρισιν„ κυρίως ἂν ἐπιδέξαιτο, συγκρίνεσθαι δὲ δεῖν ἑαυτὸν κυρίως τῷ Θεῷ καὶ Πατρὶ δεδοκίμακεν ὁ Υἱὸς, σαφέστατα λέγων Ὁ Πατὴρ μείζων μου ἐστί· πῶς οὐκ ἀνάγκη τοιοῦτον νοεῖσθαι καὶ τὸν Πατέρα, ὁποῖος ἂν λέγοιτο παρ᾽ ὑμῶν ὁ Υἱός; καὶ τί τὸ ἐντεῦθεν; ὅλον ὑμῖν εἰς τὸ μηδὲν καταστρέφει τὸ θεώρημα. ἕως μὲν γὰρ μείζων λέγεται τοῦ Υἱοῦ παρ᾽ ὑμῶν ὁ Πατὴρ, ἡ δὲ κτίσις ἐλάττων, μέση τις ἦν καθ᾽ ὑμᾶς ἡ τοῦ Μονογενοῦς φύσις. καταβιβασθείσης δὲ τῆς τοῦ Πατρὸς οὐσίας εἰς τὴν Υἱοῦ, τίνος ἔσται μέσος λοιπὸν, οὐκ ὄντος ἔτι τοῦ ὑπερκειμένου καὶ ὑπερέχοντος; εἰ δὲ καθά φησιν, ὡς ὁμογενὴς ὁμογενεῖ τῷ Πατρὶ συγκρίνεται, πῶς οὐχ εἷς ἐπ᾽ ἀμφοῖν ὁ τῆς οὐσίας ἔσται λόγος; παραιτούμενοι δὲ τὸν Υἱὸν ὁμοούσιον ὑπάρχειν ὁμολογεῖν τῷ Πατρὶ, τιθεῖν δὲ μᾶλλον αὐτὸν ἐν ἐλάττοσι, καὶ τὴν τοῦ Πατρὸς κατεσπάσατε δόξαν εἰς τὴν τοῦ καθ᾽ ὑμᾶς ἐλάττονός τε καὶ μειονεκτουμένου, ἆρ᾽ οὐχ ὁρᾶτε λοιπὸν ἀκάνθης δίκην ἀνατέλλουσαν τὴν δυσφημίαν; ἆρ᾽ οὐχὶ “ῥίζα πικρίας ἄνω φύουσα” τὴν τῶν οὕτω διακειμένων καρδίαν παρενοχλεῖ; τί τοίνυν ἀφέντες τὸν εὐθῆ τῆς ἀληθείας λόγον εἰς τοσαύτην ἀτοπίαν παρελαύνετε λογισμῶν;
δότε δὴ δότε τῷ ὁμογενεῖ καθ᾽ ὑμᾶς τὸ ἐν ἰσότητι κεῖσθαι τοῦ Θεοῦ καὶ Πατρός. οὕτω γὰρ εἷς ἔσται Θεὸς, ἐν ἁγίᾳ τε καὶ ὁμοουσίῳ Τριάδι προσκυνούμενός τε καὶ δοξολογούμενος πρός τε ἤδη ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων. <Καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε.> Ἀσφαλὲς ἐνέχυρον τῶν ἔσεσθαι προσδοκωμένων ἡ περὶ αὐτῶν ὁρᾶται πρόῤῥησις· βεβαιοῖ τοιγαροῦν τῶν μαθητῶν τὴν καρδίαν, καὶ ἀραρότως φρονεῖν ἀναπείθει Χριστὸς, ὅτι περ ἄνεισιν ἀληθῶς πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, συμβασιλεύσων τε αὐτῷ καὶ συνεδρεύσων ὡς Θεὸς, καὶ ἐξ αὐτοῦ κατὰ φύσιν ὡς Θεὸς γεγεννημένος. μὴ γὰρ δὴ, φησὶ, τὴν ἐμὴν ἀπόλειψιν, τὴν κατὰ σαρκὰ καὶ ἐμφανῆ· συνέσομαι γὰρ ὑμῖν ὡς Θεὸς διὰ παντός· ἐν ἴσῳ λογίσησθε τῆς τῶν ἁγίων προφητῶν.
οἱ μὲν γὰρ, ἅτε δὴ καὶ ἀπὸ γῆς γεγονότες καὶ τῇ ἰδίᾳ φύσει τὸ χρεὼν ἀποτίσαντες, συνεστάλησάν τε καὶ κεχωρήκασιν εἰς τὸν ἀνθρώποις πρέποντα νόμον· Θεὸς δὲ κατὰ φύσιν ὑπάρχων ἐγὼ, οὐκ ἐν ἴσῳ μέτρῳ τοῖς δι᾽ ἐμαυτοῦ γεγονόσι κείσομαι, τὸν τῆς ἀναστάσεως περιμένων καιρόν· ζῶ γὰρ ἀεὶ, ζωὴ κατὰ φύσιν ὑπάρχων· καὶ ἀποστελῶ τὸν Παράκλητον, ἐπιδώσω δὲ ὑμῖν καὶ εἰρήνην τὴν ἐμὴν, καὶ οὐ διαψεύσομαι, ἀλλ᾽ ἵνα τυχόντες τῆς ἐπαγγελίας καὶ τῇ τοῦ Ἁγίου Πνεύματος λελαμπρυσμένοι χάριτι, τοῖς ἐμοῖς λόγοις ἐπιψηφισθήσεσθε τὴν ἀλήθειαν, εἰς ἀνάμνησιν, ὡς ἔφην, μετὰ τὴν πεῖραν ἐρχόμενοι, καὶ ἵνα πιστεύσητε πεπηγότως ὅτι σύνειμι καὶ συμβασιλεύω τῷ Πατρὶ, προδιείλεγμαι ταυτὶ καὶ λελάληκα πρὸς ὑμᾶς· ἐξεγγυήσεται τὴν ἐν τοῖς εἰρημένοις ἀλήθειαν τοίνυν τῆς ἐπαγγελίας τὸ πέρας. εἰ γὰρ μὴ ζωὴ, φησὶν, εἰ μὴ συνεδρεύω τῷ Θεῷ καὶ Πατρὶ, πῶς ἂν αὐτὸς ἐπιδοίην τὰ θεῖα καὶ πνευματικὰ χαρίσματα; διανεμῶ δὲ, καθάπερ ἐπήγγελμαι, χορηγήσω δὲ καὶ τὸ Πνεῦμα καὶ τὴν εἰρήνην. εἶτα πῶς οὐκ ἀναμφίλογον, ὅτι ζωή εἰμι καὶ συμβασιλεύω μετὰ Πατρός; οὐ γὰρ τοῦ μὴ ὄντος ἢ μηδὲν ἰσχύοντος ἔργον ἐστὶ, τὸ τοῖς θείοις καταλαμπρύνειν χαρίσμασι τοὺς ἀγαπῶντας αὐτὸν, ἀλλὰ τοῦ ὄντος τε καὶ δυναμένου καὶ εἰσαεὶ βασιλεύοντος. ὅτι τοίνυν οὐκ εἰκαίαν τὴν πρόῤῥησιν τὴν ἐπὶ τοῖς ἐσομένοις ἐποιήσατο, διὰ τούτων ἐδίδαξεν ὁ Χριστός.
ἵνα γὰρ ἀσφαλεστέραν ἔχοιεν τὴν ἐπ᾽ αὐτῷ πίστιν, μετὰ τὴν τῶν χαρισμάτων πεῖραν εἰς ἔννοιάν τε καὶ μνήμην τῶν προεπηγγελμένων ἐρχόμενοι, πεποιῆσθαί φησι τὴν διάλεξιν. <Οὐκέτι πολλὰ λαλήσω μεθ᾽ ὑμῶν· ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδὲν, ἀλλ᾽ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν Πατέρα, καθὼς ἐντολήν μοι δέδωκεν ὁ Πατὴρ, οὕτω ποιῶ.> Ὡς τῶν ἀνοσίων Ἰουδαίων παρεσομένων τε ἤδη, μεθ᾽ ἧς ἐπήγοντο σπείρας καὶ τοῦ ταύτης ἄρχοντος, ὃς καὶ παραδώσειν αὐτὸν ἐπηγγείλατο, συλληψομένων τε ἤδη καὶ μελλόντων ἀποίσειν οὐκ εἰς μακρὰν εἰς τὰ ἐπὶ τῷ σταυρῷ καὶ πρὸ τοῦ σταυροῦ πάθη, καταλήξειν ἤδη τοῦ πρὸς αὐτοὺς ἔφη λόγου. συνεστάλθαι γὰρ καὶ εἰς τὸ μηδέν φησιν ἐλάσαι τὸν καιρόν· τῆς γὰρ Ἰουδαίων μιαιφονίας ἡβώσης τε λίαν ἐπ᾽ ἐμοὶ, καὶ θυρῶν εἴσω λοιπὸν ὁρωμένης, οὐ ῥημάτων ἔτι τῶν πρὸς ὑμᾶς, ἀλλ᾽ αὐτοῦ τοῦ παθεῖν ἐνέστηκεν ὁ καιρός· πλὴν ἥκει, φησὶν, ὁ τοῦ κόσμου ἄρχων καὶ ἐν ἐμοὶ ἔχει οὐδέν. τεθνήξομαι δὲ καὶ λίαν ἀσμένως καὶ τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ὑποστήσομαι θάνατον, αἰδοῖ τῇ πρὸς τὸν γεννήτορα καὶ ἀγάπῃ τῇ πρὸς αὐτὸν ἐθελοντὴς ὁμιλήσας καὶ τοῖς παρὰ γνώμην, ἵνα τὴν αὐτῆς πληρώσω βούλησιν.
ὁ μὲν οὖν τοῦ προκειμένου σκοπὸς γένοιτ᾽ ἂν εὖ μάλα ἐν τούτοις διαφανής· ἰσχνότερον δὲ τὰ ἐν αὐτῷ διαπτύσσοντες, ἐκεῖνό φαμεν Ὁ μὲν γὰρ τοῦ γένους ἡμῶν ἀρχηγέτης Ἀδὰμ τὸν ἐκ τῆς θείας ἀρᾶς ὑπέδυ θάνατον, διὰ τοῦ παραλῦσαι τὴν δοθεῖσαν ἐντολὴν, αὐτός τε ὑφ᾽ ἑαυτοῦ καὶ τοῦ διαβόλου κατηγορούμενος. φαίνεται γεμὴν ἐπ᾽ εὐλόγοις τοῦτο παθὼν αἰτίαις· ἕψεται γὰρ οὐκ ἀδίκως τοῖς ἐκ ῥᾳθυμίας ἡμαρτηκόσι τὸ κολάζεσθαι δεῖν· ὁ δὲ δεύτερος Ἀδὰμ, τουτέστιν, ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐπ᾽ οὐδενὶ τὸ σύμπαν κατηγορεῖσθαι δυνάμενος· οὐ γὰρ “ἐποί- ”ησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ·” τὸ ὑπὲρ ἡμῶν ὑπέστη πάθος, ἀνυπαίτιος μὲν ὑπάρχων δι᾽ ἑαυτὸν παντελῶς, ἀντίλυτρον δὲ τῆς ἁπάντων ζωῆς ἑαυτὸν τῷ παθεῖν προσκεκομικώς· ἐπειδήπερ ἀγαπᾷ τὸν Πατέρα τὴν τοῦ κόσμου διψήσαντα σωτηρίαν. τοῦ δὲ ἀγαπῶντος τὸν Πατέρα, πάντως δήπου καὶ ἔργον ἦν τὸ δοκοῦν αὐτῷ καὶ ἐν τοῖς ἀναγκαίοις λελογισμένον, μὴ παρ᾽ οὐδὲν ἡγεῖσθαι μᾶλλον, ἀλλ᾽ εἰς πέρας ἄγειν ἐπείγεσθαι. τί δὲ τοῦτο ἦν;
ἠθέλησε τὸν ἴδιον Υἱὸν, καίτοι σύμμορφόν τε ἔχων αὐτὸν καὶ τῇ κατὰ πᾶν ἰσότητι διαπρεπῆ, εἰς τοσαύτην καταβῆναι ταπείνωσιν, ὡς καὶ ἄνθρωπον γενέσθαι δι᾽ ἡμᾶς, καὶ τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς μὴ ἐρυθριᾶσαι θάνατον· τοῦτο πέπραχεν ὁ Υἱὸς, ἀγαπῶν τὸν γεννήτορα, τὸν ἐντετάλθαι λεγόμενον, ὡς ἰδίᾳ δυνάμει νεκρῶσαι μὲν τῷ τῆς σαρκὸς πάθει τὸν θάνατον, τὸ δὲ τῆς φθορᾶς καταλῦσαι κράτος, ζωοποιῆσαί τε τοὺς κατεφθαρμένους, καὶ τὴν ἀρχαίαν αὐτοῖς αὖθις ἀνανεῶσαι δόξαν. διὰ τοῦτό φησιν, ὅτι στενὸς μὲν ὁ τῶν λόγων καιρός· εἰσελαύνει γὰρ ἤδη τὸ πάθος, καὶ τὸ τῶν Ἰουδαίων ἐπ᾽ ἐμοὶ λογισθὲν ἀνεκαύθη τόλμημα· πείσομαι γὰρ ἐθελοντὴς, ἐπείπερ ἀφῖγμαι διὰ τοῦτο.
Πλὴν ἔρχεται ὁ τοῦ κόσμου ἄρχων καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν· τουτέστιν, οὐχ ἁλώσομαι πεπλημμεληκὼς, ἀλλ᾽ οὐδὲ πρόφασις ἔσται τοῖς Ἰουδαίοις τῆς εἰς ἐμὲ παροινίας εὔλογος· οὐδὲν ἐν ἐμοὶ τῶν ἰδίων ὁ διάβολος ἔχει· ἴδια γὰρ ὥσπερ ἐκείνου τὰ φαῦλα, καὶ τῆς ἁμαρτίας ἡ γένεσις ἐκεῖνον οἶδεν ἀρχήν. ὅτι δὲ ἀληθὴς τοῦ Σωτῆρος ὁ λόγος μάλιστα μὲν καὶ ἐξ αὐτῆς κατίδοι τις ἂν τῆς ἀκολουθίας. πῶς γὰρ ἐξήμαρτεν ὁ μὴ εἰδὼς ἁμαρτίαν, ὁ φύσει καὶ ἀληθείᾳ Θεὸς, ὁ τροπῆς τῆς ἐπί τι τῶν οὐκ ἐχόντων ὀρθῶς ἀνεπίδεκτος παντελῶς; οὐχ ἥκιστα δὲ καὶ δι᾽ αὐτῶν ὀψόμεθα τοῦτο τῶν ἀναγεγραμμένων ἐν τοῖς ἁγίοις εὐαγγελισταῖς. ὁ μὲν γὰρ σοφώτατος Ἰωάννης τὸν Πιλάτον εἰσκεκόμικε λέγοντα “Ἐγὼ ”οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ,” καὶ πάλιν μετὰ τὸ ἐπιθεῖναι στέφανον τὸν ἐξ ἀκανθῶν, προσφωνοῦντα καὶ λέγοντα “Ἴδε ἄγω αὐτὸν ὑμῖν ἔξω, ἵνα γνῶτε ὅτι οὐδεμίαν ”αἰτίαν εὑρίσκω ἐν αὐτῷ·” ὁ δέ γε Ματθαῖος εἰς τοσαύτην αὐτὸν μισοπονηρίαν ἀφῖχθαί φησιν, ὡς καὶ ἀπονίψασθαι αὐτὸν τοῖς Ἰουδαίοις τὰς χεῖρας καὶ εἰπεῖν “Ἀθῷός εἰμι ”ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου·” ἐπ᾽ αὐτῶν δὲ τῶν ἀρχιερέων εἰσκεκομισμένον ἡμῖν ἐπιδείξας, οὕτω φησίν “Οἱ ”δὲ ἀρχιερεῖς καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρ- “τυρίαν κατὰ τοῦ Χριστοῦ, ὅπως αὐτὸν θανατώσωσι, καὶ ”οὐχ εὗρον, πολλῶν προσελθόντων ψευδομαρτύρων.”
εἰ γὰρ καὶ δι᾽ ἀνθρώπων ἐζητεῖτο τὰ κατ᾽ αὐτὸν, ἀλλ᾽ ὡς ὀργάνοις καὶ ὑπουργοῖς τῆς ἐνούσης αὐτῷ δυστροπίας ἐχρῆτο ὁ διάβολος, καὶ αὐτὸς ἦν μᾶλλον ἤπερ ἕτερός τις, ὁ εὑρεῖν ἐν αὐτῷ ζητῶν πλημμέλημα. οὐκοῦν ἀληθὲς, ὅτι τῶν ἰδίων οὐδὲν εἶχεν ὁ διάβολος ἐν αὐτῷ, ὃν καὶ ἄρχοντα τοῦ κόσμου πρὸς τὸ παρὸν ὠνόμασεν, οὐχ ὡς ἀληθῶς ὄντα δεσπότην, ἀλλ᾽ ὥσπερ τινὰ τῶν ἀλιτηρίων βαρβάρων, πλεονεξίας νόμῳ κρατήσαντα τῶν κατ᾽ οὐδένα τρόπον προσηκόντων αὐτῷ. ὑφ᾽ ἑαυτῷ γὰρ ἐποιήσατο διὰ τῆς ἁμαρτίας τὸν ἄνθρωπον, καὶ ὥσπερ τινὰ ποίμνην ἀνεπιστάτητον ἀποβουκολήσας Θεοῦ τῶν ἀλλοτρίων ἐκράτει. τοιγάρτοι καὶ τῆς οὕτω πορισθείσης ἀρχῆς δικαίως ἐκβέβληται. βεβασίλευκε γὰρ ἐφ᾽ ἡμᾶς ὁ Χριστὸς, διό φησι “Νῦν ὁ ἄρχων τοῦ ”κόσμου τούτου ἐκβληθήσεται ἔξω, κἀγὼ ἐὰν ὑψωθῶ ἐκ “τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.” <Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.> Ὁ μὲν κοινὸς τοῖς πολλοῖς καὶ τετριμμένος τοῦ προκειμένου λόγος ἐκεῖνο δίδωσι νοεῖν, ὡς ἐπείπερ ὁ τῆς Ἰουδαίων ἀπονοίας εἰσελάσας ἤδη καιρὸς, μονονουχὶ πεπηγότα λοιπὸν τὸν τίμιον τοῦ Σωτῆρος ἐπιδεικνύει σταυρὸν, εἰς ἐκείνους ἀποτρέχειν τοὺς τόπους ὁμοῦ τοῖς ἁγίοις μαθηταῖς ἠπείγετο, ἐν οἷσπερ αὐτὸν ἡ τῶν ὑπηρετῶν συνελάβετο εὑροῦσα σπεῖρα. καὶ πιθανὸς μὲν ὁ νοῦς· πλὴν εἰκός τε καὶ ἕτερον ἐθέλειν ὑποδηλοῦν, πνευματικὸν δηλονότι καὶ κεκρυμμένον.
τὴν γὰρ ἐξ ἑτέρου τινὸς πρὸς ἕτερόν τι μετάστασιν καὶ τὴν ἐκ τῶν χειρόνων εἰς τὸ ἄμεινον ἀποδρομὴν, δι᾽ αὐτοῦ τε καὶ σὺν αὐτῷ πᾶσιν ἡμῖν ἐσομένην κατασημῆναι θέλων, τό Ἐγείρεσθε ἄγωμεν ἐντεῦθεν ἐπιφωνεῖ· ἵνα τι τοιοῦτον ὡς ἐν ἀληθείᾳ νοῆσαι μέλλωμεν, ἀπὸ μὲν θανάτου πρὸς ζωὴν, ἀπὸ δὲ φθορᾶς εἰς ἀφθαρσίαν, δι᾽ αὐτοῦ τε καὶ σὺν αὐτῷ, καθάπερ ἔφην ἀρτίως, ὡς ἀπό τινος τόπου μεταχωρεῖν εἰς ἕτερον. καλῶς οὖν ἄρα τό Ἐγείρεσθε ἄγωμεν ἐντεῦθέν φησιν· ἢ καὶ καθ᾽ ἕτερόν τινα τρόπον ἐφ᾽ ἡμῶν αὐτῶν ἐκλήψῃ τὸ εἰρημένον. ἐμέλλομεν ἤδη μεθίστασθαι ἐκ τοῦ φιλεῖν τὰ ἐν κόσμῳ φρονεῖν εἰς τὸ ἑλέσθαι δρᾶν ἐθέλειν τὸ δοκοῦν τῷ Θεῷ καὶ ἔτι πρὸς τούτῳ, ἐκ δουλείας ἀναφοιτᾶν εἰς τὸ τῆς υἱοθεσίας ἀξίωμα, ἀπὸ γῆς εἰς τὴν ἄνω πόλιν, ἐξ ἁμαρτίας εἰς δικαιοσύνην, τὴν διὰ πίστεως δὲ δηλονότι τῆς ἐν Χριστῷ, ἐξ ἀκαθαρσίας τῆς ἀνθρωπίνης εἰς τὸν διὰ τοῦ Πνεύματος ἁγιασμὸν, ἐξ ἀτιμίας εἰς δόξαν, ἐξ ἀμαθίας εἰς σύνεσιν, ἀπὸ δὲ δειλίας καὶ ἀνανδρίας εἰς εὐτολμίαν τὴν ἐπ᾽ ἀγαθοῖς.
Τόπον οὖν ὥσπερ τοῖς ἐπὶ γῆς ἡμῶν πλημμελήμασι τὸ ἐνθάδε τιθείς Ἐγείρεσθέ φησιν ἄγωμεν ἐντεῦθεν· εἰ γὰρ καὶ ὅσον ἧκεν εἰς τὸ τοῦ λόγου σχῆμα, καὶ ἑαυτὸν ἡμῖν συνδήσας φαίνεται, ἀλλ᾽ οὐδὲν ἡμᾶς ἀδικήσει τοῦτο παντελῶς, ἐπείπερ αὐτῷ τοῦτο σύνηθες δρᾶν. καὶ γοῦν ἐν ἑτέροις ἁλώσεται λέγων πρὸς τοὺς ἑαυτοῦ μαθητάς “Ἡμᾶς δεῖ ”ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντος ἡμᾶς ἕως ἡμέρα ἐστίν· “ἔρχεται νὺξ, ὅτε οὐδεὶς δύναται ἐργάσασθαι.” ἀκούεις ὅπως ἑαυτὸν ἡμῖν εἰς τὸ ἐργάζεσθαι πρέπειν συναναπλέκει, καίτοι τῷ ἐργάζεσθαι δεῖν καθ᾽ ἡμᾶς οὐ συνυποκείμενος; ἀλλ᾽ εὐτριβὲς ἡμῖν τοῦτο τοῦ λόγου τὸ σχῆμα καὶ παρ᾽ ἡμῖν αὐτοῖς οὐδὲν ἧττον εὑρήσομεν· καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ἐπιπλήξας Κορινθίοις τοῦτο τετόλμηκεν, ἐπιστέλλει δὲ ὡδί “Ταῦτα δὲ, ἀδελφοί μου, μετεσχημάτισα εἰς ἐμαυτὸν ”καὶ Ἀπολλῶ, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται “φρονεῖν.” ὅτι δὲ εἰ καὶ μὴ συνυπαίτιον ταῖς αὐτῶν ἀσθενείαις, ἀλλ᾽ οὖν ἡγεμόνα τῆς ὁδοῦ τῆς ἐφ᾽ ἅπασιν ἀγαθοῖς καὶ τῆς ἐκ παθῶν τῶν ἀρχαίων ἐπὶ τὸ κρεῖττον ἐπιστροφῆς, οὐ πρέσβυν, οὐκ ἄγγελον, ἀλλ᾽ αὐτὸν ἐσχήκαμεν τὸν ἁπάντων Κύριον, οὐδαμόθεν ἀμφίβολον. λελυτρώμεθα γὰρ, οὐ δι᾽ ἑαυτῶν, ἀλλ᾽ οὐδὲ δι᾽ ἑτέρου τινὸς τῶν γενητῶν, δι᾽ αὐτοῦ δὲ μᾶλλον τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ.
οὐκοῦν ὅταν ὡς σὺν ἡμῖν καὶ μεθ᾽ ἡμῶν τὴν ἐν κόσμῳ παραδραμὼν φαυλότητα λέγῃ τό Ἐγείρεσθε ἄγωμεν ἐντεῦθεν, οὐχ ὡς συνυπαίτιος, ἤγουν ἐνεχόμενος τοῖς ἀνθρωπίνοις πάθεσιν, ἀλλ᾽ ὡς ἀρχηγὸς καὶ προστάτης καὶ καθηγητὴς τῆς εἰσόδου εἰς ἀφθαρσίαν καὶ ζωὴν τὴν ἐν ἁγιασμῷ καὶ φιλοθεΐᾳ, τὸ τοιοῦτον ἐρεῖ.
ΚΕΦΑΛΗ Β. Ὅτι τῷ Θεῷ καὶ Πατρὶ ὁμοούσιός ἐστιν ὁ Υἱὸς, καὶ οὐχ ἑτεροφυὴς, οὐδὲ ἔκφυλος, κατά τινας τῶν διεστραμμένων. <Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστιν.> ὍΤΙ προσήκοι τῆς εἰς αὐτὸν ἀγάπης ἐξηρτῆσθαι φιλεῖν, καὶ πόσον ἐκ τοῦ κολλᾶσθαι αὐτῷ κερδανοῦμεν ἐπιδεῖξαι θελήσας τὸ ὠφελοῦν, ἄμπελον μὲν ἑαυτὸν εἶναί φησιν, ὡς ἐν παραδείγματος λόγῳ, κλήματα γεμὴν τοὺς ἑνωθέντας αὐτῷ καὶ ἐνηρμοσμένους τρόπον τινὰ καὶ ἐμπεπηγότας, γεγονότας τε ἤδη τῆς ἑαυτοῦ φύσεως κοινωνοὺς, διὰ τοῦ μεταλαχεῖν Ἁγίου Πνεύματος· τὸ γὰρ συνενῶσαν ἡμᾶς τῷ Σωτῆρι Χριστῷ τὸ Ἅγιον Πνεῦμα αὐτοῦ ἐστιν. προαιρετικὴ μὲν γὰρ ἡ πρὸς τὴν ἄμπελον κόλλησις τῶν προσιόντων αὐτῇ, σχετικὴ δὲ παρ᾽ αὐτῆς ἡ πρὸς ἡμᾶς. ἐκ μὲν γὰρ προαιρέσεως ἀγαθῆς προσεληλύθαμεν ἡμεῖς διὰ τῆς πίστεως, γένος δὲ γεγόναμεν αὐτοῦ τὸ τῆς υἱοθεσίας ἀξίωμα παρ᾽ αὐτοῦ κομισάμενοι. καὶ γὰρ δὴ κατὰ τὸν ἅγιον Παῦλον “Ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν.”
ὥσπερ οὖν ἐν ἑτέροις κρηπὶς καὶ θεμέλιος διὰ τῆς τοῦ προφήτου κατωνόμασται φωνῆς· ἐπ᾽ αὐτῷ γὰρ ἐποικοδομούμεθα, λίθοι καὶ ἡμεῖς χρηματίσαντες, ζῶντες καὶ πνευματικοὶ, “εἰς ἱεράτευμα ”ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι,” καθ᾽ ἕτερον δέ τινα τρόπον οἰκοδομεῖσθαι πρὸς τοῦτο μὴ δυνάμενοι, εἰ μὴ γέγονεν ἡμῖν θεμέλιος ὁ Χριστός· οὕτω κἀνθάδε κατὰ τὴν ἴσην τοῦ νοήματος ἀναλογίαν, ἄμπελον ἑαυτὸν εἶναί φησι τῶν ἐξ αὐτῆς κλημάτων ὡς μητέρα καὶ τροφόν. ἀνεγεννήθημεν γὰρ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ ἐν Πνεύματι πρὸς καρποφορίαν ζωῆς, οὐχὶ τῆς ἀρχαίας καὶ παλαιᾶς, ἀλλὰ τῆς ἐν καινότητι πίστεώς τε καὶ ἀγάπης τῆς εἰς αὐτόν. διατηρούμεθα δὲ πρὸς τὸ ἔχειν τὸ εἶναι, προσπεφυκότες ὥσπερ αὐτῷ καὶ ἀπρὶξ ἐχόμενοι τῆς παραδοθείσης ἡμῖν ἁγίας ἐντολῆς καὶ διὰ τοῦ σώζειν ἐπείγεσθαι τὸ ἐκ τῆς εὐγενείας ἀγαθὸν, τουτέστι, διὰ τοῦ μὴ ἀνέχεσθαι λυπεῖν κατά τι γοῦν ὅλως τὸ ἐνοικισθὲν ἡμῖν Ἅγιον Πνεῦμα, δι᾽ οὗ κατοικεῖν ἐν ἡμῖν νοεῖται Θεός.
κατὰ τίνα γὰρ τρόπον ἐσμὲν ἐν Χριστῷ καὶ αὐτὸς ἐν ἡμῖν, αὐτὸς ἡμῖν ὁ σοφὸς Ἰωάννης ἐπιδείξει λέγων “Ἐν τούτῳ γινώσκομεν ὅτι ἐσμὲν ”ἐν αὐτῷ καὶ αὐτὸς ἐν ἡμῖν, ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν “ἡμῖν,” καὶ πάλιν “Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ”ἐσμεν· ὁ λέγων ἐν αὐτῷ μένειν ὀφείλει καθὼς ἐκεῖνος “περιεπάτησε καὶ αὐτὸς περιπατεῖν·” ὃ καὶ τοῖς ἀκροωμένοις σαφέστερον καθιστὰς οὕτω φησὶ πάλιν “Ὁ τηρῶν ”τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ.” εἰ γὰρ ἡ τήρησις τῶν ἐντολῶν τὴν εἰς αὐτὸν ἀγάπην ἐργάζεται, κολλώμεθα δὲ διὰ τῆς ἀγάπης αὐτῷ, πῶς οὐκ ἀληθὲς ἐν τούτοις φαίνεται τὸ εἰρημένον; ὅνπερ γὰρ τρόπον τῆς ἀμπέλου τὸ πρέμνον τῆς ἰδίας καὶ ἐνούσης αὐτῷ ποιότητος φυσικῆς διακονεῖ τε καὶ διανέμει τοῖς κλήμασι τὴν ἀπόλαυσιν, οὕτως ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, τῆς τε τοῦ Θεοῦ καὶ Πατρὸς καὶ τῆς ἑαυτοῦ φύσεως τὴν οἱονεὶ συγγένειαν τοῖς ἁγίοις ἐντίθησι τὸ Πνεῦμα διδοὺς, ἅτε δὴ καὶ συνενωθεῖσιν αὐτῷ διά τε τῆς πίστεως καὶ τῆς εἰσάπαν ὁσιότητος· τρέφει δὲ πρὸς εὐσέβειαν, καὶ ἁπάσης αὐτοῖς ἀρετῆς καὶ ἀγαθουργίας εἴδησιν ἐνεργάζεται.
Γεωργὸν δέ φησι τὸν Πατέρα, διὰ ποίαν ἄρα καὶ τοῦτο αἰτίαν; οὐδὲ γὰρ ἄπρακτος ἢ ἄεργος εἰς ἡμᾶς ὁ Πατὴρ, τρέφοντός τε καὶ συνέχοντος εἰς τὸ εἶναι καλῶς τοῦ Υἱοῦ ἐν Ἁγίῳ Πνεύματι, ὅλης δὲ ὥσπερ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος ἔργον ἐστὶν ἡ τῶν καθ᾽ ἡμᾶς ἐπανόρθωσις, καὶ διὰ πάσης ἔρχεται τῆς θείας φύσεως ἡ ἐφ᾽ ἅπασι τοῖς παρ᾽ αὐτῆς δρωμένοις θέλησίς τε καὶ δύναμις. διὰ τοῦτο καὶ ὁλοκλήρως καὶ ἐν ἑνὶ προσώπῳ παρ᾽ ἡμῶν δοξάζεται. σωτῆρα γὰρ καλοῦμεν τὸν Θεὸν, οὐκ ἀνὰ μέρος μὲν τῷ Πατρὶ, ἀνὰ μέρος δὲ αὐτῷ τῷ Υἱῷ, ἤτοι τῷ Ἁγίῳ Πνεύματι τὰ ἐφ᾽ οἷς ἠλεήμεθα ἀποκομίζοντες χαριστήρια, ἀλλ᾽ ὄντως τῆς μιᾶς θεότητος κατόρθωμα λέγοντες τὴν ἑαυτῶν σωτηρίαν. κἂν γοῦν ἑκάστῳ προσώπῳ διανέμεσθαί τι δοκῇ τῶν εἰς ἡμᾶς γεγονότων, ἤτοι τῶν ἐνεργουμένων περὶ τὴν κτίσιν, ἀλλ᾽ οὐδὲν ἧττον πιστεύομεν ὅτι πάντα ἐστὶ παρὰ Πατρὸς δι᾽ Υἱοῦ ἐν Πνεύματι. νοήσεις οὖν ἄρα καὶ λίαν ὀρθῶς, ὅτι τρέφει μὲν ἡμᾶς εἰς εὐσέβειαν ὁ Πατὴρ δι᾽ Υἱοῦ ἐν Πνεύματι· γεωργεῖ δὲ αὖ πάλιν, τουτέστιν, ἐφορᾷ τε καὶ ἐπισκέπτεται καὶ φροντίδος τῆς ἐπανορθούσης ἀξιοῖ δι᾽ Υἱοῦ ἐν Πνεύματι.
λογιούμεθα γὰρ μᾶλλον οὕτως ὀρθῶς ἤπερ οὖν ἑτέρως, κατά γε τὸν ἡμέτερον νοῦν· εἰ γὰρ ἑκάστῳ δωσόμεν ἀνὰ μέρος ἐργάσασθαί τι τῶν καθ᾽ ἡμᾶς, ὃ μήτε τοῦ ἑτέρου τυχὸν εἶναί φαμεν, πῶς οὐκ ἀναμφίλογον, ὡς ἐπείπερ ἄμπελος μὲν ὁ Υἱὸς ὠνόμασται νῦν, γεωργὸς δὲ ὁ Πατὴρ, τρεφόμεθα μὲν ἰδικῶς, συνεχόμεθά τε πρὸς τὸ εὖ εἶναι παρὰ μόνου τοῦ Υἱοῦ· παρὰ δέ γε τοῦ Πατρὸς ψιλὴν ἔχομεν τὴν ἐπίσκεψιν; ἀμπέλῳ μὲν γὰρ τὸ τρέφειν οἰκεῖον τὰ ἴδια κλήματα, τῷ δὲ γηπονοῦντι τὸ ἐπισκέπτεσθαι. ἀλλ᾽ εἴ γε φρονοῦμεν ὀρθῶς, ἡγησόμεθα δὴ πάντως, ὅτι οὔτε ἐκεῖνο χωρὶς τοῦ Πατρὸς, οὔτε μὴν τὸ ἕτερον δίχα τοῦ Υἱοῦ ἤγουν τοῦ Ἁγίου Πνεύματος κατορθώσειε τὸ πᾶν· πάντα γὰρ παρὰ Πατρὸς δι᾽ Υἱοῦ ἐν Πνεύματι, καθάπερ εἰρήκαμεν. οἰκονομικῶς δὲ λίαν καὶ νῦν ὁ Σωτὴρ γεωργὸν ὠνόμασε τὸν Πατέρα, καὶ τίς ἄρα τούτου γέγονε πρόφασις, οὐδὲν ὅλως εἰπεῖν χαλεπόν· ἵνα γὰρ μήτις οἴηται μόνου τοῦ Μονογενοῦς τὴν ἐφ᾽ ἡμῖν γενέσθαι φροντίδα, συνεργάτην ὥσπερ εἰσκεκόμικε τὸν Πατέρα καὶ Θεὸν, ἑαυτὸν μὲν ἄμπελον εἰπὼν τοῖς ἰδίοις κλήμασι χορηγοῦσαν τὴν ζωὴν καὶ τὸ δύνασθαι καρποφορεῖν, γεωργὸν δὲ τὸν γεννήσαντα· καὶ διὰ τούτου πάλιν, ἕτεραν ὥσπερ τινὰ τῆς θείας οὐσίας ἐνέργειαν τὴν κατ᾽ ἐπίσκεψιν νοουμένην εἰς ἡμᾶς ἐπιτελεῖσθαι διδάσκων.
ἔδει γὰρ ἔδει μανθάνειν ἡμᾶς, ὡς οὐ μόνον κοινωνοὺς τῆς ἑαυτοῦ φύσεως ἐξειργάσατο Θεὸς, ἐν ἁγίᾳ τε καὶ ὁμοουσίῳ Τριάδι νοούμενος· ἀλλὰ καὶ τῶν καθ᾽ ἡμᾶς ἀκριβεστάτην εὖ μάλα ποιεῖται τὴν ἐπίσκεψιν, ὡς ἐν τρόπῳ γεωργίας παραληφθεῖσαν εἰς τὸ παρὸν ἀκολούθως τε καὶ σφόδρα καλῶς. προωνομασμένης γὰρ ἀμπέλου καὶ τῶν ἐξ αὐτῆς κλημάτων, πῶς οὐ λίαν ἐν τούτοις πρεπωδεστάτη τοῦ γεωργοῦντος ἡ δήλωσις, τὸν ἐπόπτην τῶν ὅλων καὶ ἐπιμελητὴν εἰσφέρουσα, τουτέστι Θεόν; εἰ δὲ πεπιστεύκαμεν, ὅτι φυσικῶς μὲν καὶ ἀληθῶς ἐστιν ὁ Υἱὸς ἐν τῷ ἰδίῳ Πατρὶ, ἔχει δὲ ἐν ἰδίᾳ φύσει τὸν γεννήσαντα, καὶ πάντα δι᾽ ἀμφοῖν ἐν Πνεύματι ὡς ἐκ μιᾶς θεότητος ἐπιτελεσθήσεται, καὶ οὔτε τοῦ τρέφειν ἡμᾶς ὁ Πατὴρ ἔξω κείσεται, καὶ τῆς ἐφ᾽ ἡμῖν γεωργίας οὐκ ἀλλότριος ὁ Υἱὸς νοοῖτο, καὶ εἰκότως· ὅπου γὰρ φύσεως ταυτότης ἐν ἀπαραλλάκτοις ὁρᾶται λόγοις, ἐκεῖ τὸ τῆς ἐνεργείας οὐ μεμερισμένον, κἂν ποικίλως τε καὶ διαφόρως ἐνεργεῖσθαι τυχὸν νοοῖτό τινι. μιᾶς δὲ οὐσίας, τουτέστι, τῆς ἀληθοῦς καὶ κατὰ φύσιν θεότητος ἐν τρισὶν ὑποστάσεσι νοουμένης, ἔν τε τῷ Πατρί φημι καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, πῶς οὐ σφόδρα τρανὲς ἀνενδοιάστως ἔχον, ὡς ὅπερ ἂν ἑνός τι τυχὸν ἐνέργημα λέγηται, τοῦτο τῆς ὅλης ἐστὶ καὶ μιᾶς θεότητος ἀποτέλεσμα, κατά γε τὸν ἐν δυνάμει τῇ φυσικῇ λόγον;
Καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, συνεργάτην ἐφ᾽ ἅπασι τὸν Πατέρα παραδεχόμενος, τοῖς ἀνοσίοις Ἰουδαίοις ποτὲ προσέμιξε λέγων “Πολλὰ καλὰ ἔργα ἔδειξα ”ὑμῖν ἐκ τοῦ Πατρός μου, διὰ ποῖον αὐτῶν ἔργον λιθάζετέ “με;” καὶ πάλιν περὶ τῆς κατὰ τὸ σάββατον ἐργασίας “Ὁ Πατήρ μου, φησὶν, ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργά- ”ζομαι.” καὶ οὐκ ἂν οἶμαί τις οἰηθείη λέγειν αὐτὸν, ὡς ἀνὰ μέρος μὲν ὁ Πατὴρ ἐργᾶταί τι τῶν περὶ τὴν κτίσιν, ἀνὰ μέρος δὲ πάλιν ὁ Υἱός· ἐπειδὴ δὲ δι᾽ Υἱοῦ τὰ πάντα ὁ Πατὴρ, καὶ οὐκ ἂν ἑτέρως ἐργάσαιτό τι τῶν πώποτε, οὗτος γάρ ἐστιν ἡ σοφία καὶ ἡ δύναμις αὐτοῦ· διὰ τοῦτο τῶν ἰδίων ἔργων ἐργάτην πάλιν ὠνόμασε τὸν Πατέρα εἰπών “Ἀπ᾽ ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλ᾽ ὁ Πατὴρ ἐν ἐμοὶ μένων ”ποιεῖ τὰ ἔργα αὐτός.” οἶμαι μὲν οὖν προσήκειν ἡμᾶς οὐχ ἑτέρως ἢ τῇδε νοεῖν, ὡς ἐν ἀμπέλου μὲν τάξει κεῖσθαι Χριστὸν, ἡμᾶς δὲ κλημάτων ἠρτῆσθαι δίκην, πιαινομένους ὥσπερ τῇ χάριτι καὶ τὴν διὰ τοῦ Πνεύματος ἐκπίνοντας δύναμιν εἰς καρποφορίαν πνευματικήν.
Ἐπειδὴ δὲ πάλιν ἡμᾶς ὀρθοποδεῖν ἑλομένους ὁ πικρὸς τῶν δι᾽ ἐναντίας περικροτεῖ λόγος, καὶ ἀναπείθειν πειρᾶται ἃ μὴ θέμις ἐννοεῖν, φανερὰ τοῖς ἀκροωμένοις καταστήσομεν συνελόντες λόγοις, ἅπερ τις ἐκείνων ἐν μακροῖς συντέθεικε στίχοις “Εὖ γὰρ δή τοι, φησὶν, ὁ Μονογενὴς διήλεγξέ τε “καὶ καταγελάστους ἀπέφηνε τοὺς οἰομένους αὐτὸν ὁμοού- “σιον εἶναι τῷ Θεῷ καὶ Πατρί. ἰδοὺ γὰρ ἄμπελον ἑαυτὸν “ὀνομάζει σαφῶς, γεωργὸν δὲ τὸν Πατέρα. ὥσπερ οὖν οὐ “ταὐτὸν εἰς οὐσίαν ἄμπελός τε, φησὶ, καὶ γεωργός· τὸ μὲν “γὰρ ξύλον, ὁ δέ ἐστιν ἄνθρωπος· ἀλλογενῆ δὲ ταῦτα καὶ “ἑτερόφυλα παντελῶς· οὕτως οὐχ ὁμοούσιος ὁ Υἱὸς τῷ “Πατρὶ, διέστηκε δὲ κατὰ πολὺ καὶ οὐσιώδης αὐτοὺς “διείργει λόγος, εἴ γε ὁ μέν ἐστι γεωργὸς, ὁ δὲ ἄμπελος. “ὅτι γὰρ οὐκ εὐλόγως τινὲς εἰς τὸν τῆς μετὰ σαρκὸς οἰκονο- “μίας λόγον τὰ τοιαῦτα περιενεγκεῖν ἐπιχειρήσουσιν, οὐκ “ἔστιν ἀμφίβολον. οὐ γὰρ τὴν σάρκα τὴν ἑαυτοῦ φησιν “εἶναι τὴν ἄμπελον, μᾶλλον δὲ τὴν θεότητα. τινὶ γὰρ οὐ “σαφὲς ἔσται, φησὶν, ὡς τὸ ἡμέτερον σῶμα οὐχὶ τῆς τοῦ “Σωτῆρος ἐκκρεμᾶται σαρκὸς, καθάπερ ἀμπέλου τὰ κλή- “ματα, οὔτε μὴν ὁ τῶν ἁγίων καρπὸς σαρκικὸς, ἀλλὰ “πνευματικός;
οὐκοῦν ἐν μέρει, φησὶ, τεθείσης εἰς τὸ παρὸν “τῆς σαρκὸς, αὐτῇ τῇ θεότητι τοῦ Υἱοῦ τὴν τοῦ λόγου “περιθήσομεν δύναμιν, καὶ αὐτὴν ἐροῦμεν εἶναι τὴν ἄμπελον, “ἧς ἐξήμμεθα διὰ τῆς πίστεως.„ Ταυτὶ μὲν ἐκείνῳ καταφλυαρῆσαι παρέστη παρωθουμένῳ ποικίλως κατά γε τὸ αὐτῷ καλῶς ἔχειν δοκοῦν, τὴν τῶν θείων δογμάτων ὀρθότητα, καὶ σὺν πολλῇ κακουργίᾳ πρὸς τὸν αὐτῷ προτεθέντα παρατρέποντι σκοπόν. ἡμεῖς δὲ τῆς ἀληθείας ἐχόμενοι, πανταχῇ διακεισόμεθα μὲν οὐχ οὕτως, πολλοῦ γε καὶ δεῖ, τὴν διὰ τῶν ἁγίων ἡμῶν πατέρων ἰχνηλατοῦντες σύνεσιν, τοῖς τῆς ἀληθείας ἑψόμεθα δόγμασιν. ὅπως μὲν ἂν νοῆσαι προσήκοι τοῦ προκειμένου τὴν δύναμιν, οὐκ ἀκόμψως ἤδη διερευνήσαιμεν, κατά γε τὸ ἐν ἡμῖν ἐφικτόν· σκεπτέον δὲ πάλιν ὅπως τε ἡμᾶς καὶ τίνα δὴ τρόπον ἐξοπλίζεσθαι χρὴ, καὶ τοῖς παρ᾽ ἐκείνων ἀνταποδύσασθαι λόγοις. εἰ μὲν γὰρ σιωπῇ παρελάσαντες, οὐδὲν ἦν ἐντεῦθεν ἰδεῖν τὸ βλάβος ταῖς τῶν ἁπλουστέρων διανοίαις εἰστρέχον, εἰκότως τὸ ματαίοις ἐντρίβεσθαι λόγοις παρ᾽ οὐδὲν ἡγησάμενοι ταῖς τῶν ἐφεξῆς κειμένων θεωρίαις ἐπενηχόμεθα· ἐπειδὴ δὲ οὐ μικρὰν τὴν ζημίαν ἐποίσειεν ἂν εἰ παραδεχθεῖεν ὑπό του τὰ οὕτω δογματιζόμενα, πῶς οὐκ ἀκόλουθον ζήλῳ τῷ φιλοθέῳ κεκινημένους καθεῖναι τὴν μάχην τὴν ἐν λογισμοῖς τε καὶ λόγοις; εἴη γὰρ ἂν οὕτως εὐκάτοπτός τε κομιδῇ τῶν δι᾽ ἐναντίας ἡ πανουργία.
καὶ φέρε δὴ πρῶτον ἐκεῖνο λέγωμεν, ὅτι τὸ ἐν παραδείγματος τάξει ληφθὲν καὶ εἰς ὁμοίωσιν τὴν τοῦ πράγματος εἰσκεκομισμένον, εἰς φυσιολογίας τρόπον, ἤτοι οὐσίας δήλωσιν, ἐκλαβεῖν οὐκ εὐκαίρως ἀνόητον παντελῶς· οἶμαι γὰρ ἔγωγε τοὺς εἰς ἕκαστα τῶν λεγομένων συνιέναι θέλοντας ὀρθῶς εἰς τὸν τοῦ θεωρήματος ἀποβλέπειν σκοπὸν, καὶ τί μετὰ χεῖρας ἔχων ὁ τοῦ λόγου δημιουργὸς ποιεῖται τὴν διάλεξιν σὺν πολλῇ τῇ φρονήσει κατασκέπτεσθαι δεῖν. σκόπει δὲ δὴ πάλιν ἐξ αὐτῶν ἡμῖν τῶν προκειμένων, εἰ μή σοι δοκοῦμεν ἄριστα λέγειν. οὐκ ἦν μετὰ χεῖρας τῷ Σωτῆρι Χριστῷ διδάξαι τοὺς μαθητὰς, ὡς εἴη μὲν αὐτὸς κατὰ φύσιν ἕτερος, ἑτεροῖος δὲ ὁ Πατὴρ, οὐδὲ διὰ τοῦτο γεωργὸν μὲν τὸν φύσαντα καλεῖν ᾤετο δεῖν, ἄμπελον δὲ ἑαυτόν. εἰ γὰρ οὗτος ἦν ὁ σκοπὸς ἐν αὐτῷ, τί μὴ μέχρι τούτων ἵστη τὸν λόγον, οὐδὲν ὅλως ἕτερον προσεπενεγκών; ἀσύγχυτον γὰρ ἂν ἐποιήσατο τὴν δήλωσιν τοῦ οἰκείου σκοποῦ, κατά γε τὸ ὑμῖν δοκοῦν, εἰ μόνον ὠνόμασεν ἑαυτόν τε καὶ τὸν Πατέρα.
νυνὶ δὲ προκαταθεὶς ἄμπελον μὲν ἑαυτὸν, κλημάτων δὲ δίκην ἠρτῆσθαι λέγων ἡμᾶς, εἶτα τῆς γεωργίας τὸ ἐπιτήδευμα περιθεὶς τῷ Πατρὶ, δῆλος ἂν εἴη καὶ πᾶσιν οἶμαι καταφανὴς, ὡς οὐδὲν μὲν τοιοῦτον ὁποῖον ὑμεῖς ὑπειλήφατε δηλοῖ, διὰ παχέων δὲ ὥσπερ καὶ τοῖς τοῦ σώματος ὀφθαλμοῖς ὑποπιπτόντων παραδειγμάτων ἀναπεῖσαι βούλεται τοὺς ἀκροωμένους, ὅτι πάσης ἡμῖν καρποφορίας πνευματικῆς ἡ δύναμις παρ᾽ αὐτοῦ, καθάπερ οὖν ἀμέλει καὶ τοῖς τῆς ῥίζης προσπεφυκόσι κλήμασι ποιότης παρ᾽ αὐτῆς. δοτὸν μὲν γὰρ ἐν ἡμῖν πᾶν ὅπερ ἔχομεν ἀγαθὸν, Θεῷ δὲ οὐκέτι· ἔστι γὰρ αὐτὸς ἐν ἑαυτῷ τῶν ἰδίων πλεονεκτημάτων, δόξης τε καὶ ἐξουσίας τῆς αὐτῷ καὶ μόνῳ πρεπούσης ἔναρχος ἀρχή· διὰ τοῦτο μὲν ῥίζα ὥσπερ ἄμπελος ὁ Χριστὸς, κλήματα δὲ ἡμεῖς. εἰ δὲ γεωργὸν ὠνόμασε τὸν Πατέρα, μὴ εἴπῃς ὡς ἑτεροούσιον. οὐ γὰρ τοῦτο σημῆναι βούλεται, καθάπερ εἰρήκαμεν, ἀλλ᾽ ἐπιδεῖξαι θελήσας, ὅτι καὶ ῥίζα καὶ ἀρχὴ τῆς ἐν ἡμῖν καρποφορίας πνευματικῆς καὶ ζωῆς ἡ θεία γέγονε φύσις, πρὸς τοῖς εἰρημένοις ἀγαθοῖς, ὡς ἐν γεωργοῦ τινος τάξει χαριζομένη, καὶ ἐπιφέρουσα τοῖς διὰ πίστεως κεκλημένοις εἰς κοινωνίαν αὐτῆς τὴν ἐπίσκεψιν τῆς ἀγάπης. οὐδὲν οὖν ἄρα παντελῶς ἡ τῶν παραδειγμάτων ἀνομοιότης πρὸς τὸν τῆς οὐσίας ἕξει λόγον· οὐ γὰρ πρόκειται νυνὶ τῷ Σωτῆρι Χριστῷ περὶ τούτου τι λέγειν, ἀλλ᾽ ἕτερον ἔχει σκοπὸν τῆς διδασκαλίας ὁ τρόπος.
Ἐπειδὴ δὲ λέγειν ὁ παράφρων ἐκ τῆς ἐνούσης αὐτῷ δυσβουλίας τὰ οὐκ ὀρθῶς ἔχοντα βούλεται, καί φησιν, ὅτι λόγος οὐδεὶς ἐπιτρέψει τῆς εὐθείας ὥσπερ ἐξέλκοντας τὸν τοῦ προκειμένου σκοπὸν περιτρέπειν εἰς τὴν ἐνανθρώπησιν τοῦ Χριστοῦ· οὐ γὰρ συνήφθημεν αὐτῷ κατὰ τὸ σῶμα, ἀλλ᾽ οὐδὲ ἔμενον οἱ ἀπόστολοι ὡς κλήματα τυχὸν ἐν τῷ σώματι τοῦ Χριστοῦ, οὔτε μὴν αὐτῷ κατὰ τοῦτον συνήπτοντο τὸν λόγον, ἀλλὰ διαθέσει καὶ πίστει εἰλικρινεῖ, φέρε τι βραχὺ καὶ πρὸς ταῦτα λέγωμεν, πανταχῆ δεικνύντες ἀφραίνοντα καὶ τῶν ἱερῶν γραμμάτων οὐκ ἰόντα κατ᾽ εὐθύ. ὅτι μὲν γὰρ διαθέσει τῇ νοουμένῃ κατὰ τὴν τελείαν ἀγάπην, ὀρθῇ τε καὶ ἀδιαστρόφῳ πίστει, φιλαρέτῳ τε καὶ εἰλικρινεῖ λογισμῷ συνενούμεθα πνευματικῶς τῷ Χριστῷ, οὐδαμῶς ἐξαρνήσεται τῶν παρ᾽ ἡμῖν δογμάτων ὁ λόγος· συνεροῦμεν γὰρ ὅτι δὴ μάλα τοῦτό φασιν ὀρθῶς· τὸ δέ γε καταθαρσῆσαι λέγειν ὡς οὐδεὶς ἡμῖν συναφείας τῆς κατὰ σάρκα πρὸς αὐτὸν ὁ λόγος, ὁλοκλήρως ἀπᾷδον ταῖς θεοπνεύστοις γραφαῖς ἐπιδείξομεν. πῶς γὰρ ἂν ἀμφίλογον, ἢ τίς ἂν ὅλως ἐνδοιάσαι ποτὲ τῶν εὖ φρονεῖν εἰωθότων, ὡς ἄμπελος μέν ἐστι κατὰ τοῦτο Χριστός· ἡμεῖς δὲ κλημάτων ἀποτελοῦντες σχῆμα τὴν ἐξ αὐτοῦ καὶ παρ᾽ αὐτοῦ ζωὴν εἰς αὐτοὺς κομιζόμεθα, καίτοι τοῦ Παύλου λέγοντος Οἱ γὰρ πάντες “ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, ὅτι εἷς ἄρτος οἱ πολλοί ”ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.”
λεγέτω γάρ τις ἡμῖν τὴν αἰτίαν, καὶ διδασκέτω παρελθὼν τῆς μυστικῆς εὐλογίας τὴν δύναμιν. γίνεται γὰρ ἐν ἡμῖν διατί; ἆρ᾽ οὐχὶ καὶ σωματικῶς ἡμῖν ἐνοικίζουσα τὸν Χριστὸν τῇ μεθέξει καὶ κοινωνίᾳ τῆς ἁγίας αὐτοῦ σαρκός; ἀλλ᾽ οἶμαι λέγειν ὀρθῶς· γράφει γὰρ ὁ Παῦλος γεγενῆσθαι “τὰ ἔθνη ”σύσσωμα καὶ συμμέτοχα καὶ συγκληρονόμα” Χριστοῦ. σύσσωμα τοιγαροῦν κατὰ ποῖον ἀπεφάνθη τρόπον; ἀξιωθέντα γὰρ μετασχεῖν τῆς εὐλογίας τῆς μυστικῆς, ἓν πρὸς αὐτὸν γέγονε σῶμα, καθάπερ ἀμέλει καὶ τῶν ἁγίων ἕκαστος ἀποστόλων. ἐπεὶ διὰ ποίαν αἰτίαν μέλη τοῦ Χριστοῦ τὰ οἰκεῖα, μᾶλλον δὲ τὰ πάντων, ὡς αὐτοῦ κατωνόμασε μέλη; γράφει γὰρ οὕτως “Οὐκ οἴδατε ὅτι τὰ μέλη ὑμῶν μέλη ”Χριστοῦ ἐστιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω “πόρνης μέλη; μὴ γένοιτο·” ἀλλὰ καὶ αὐτὸς ὁ Σωτήρ “Ὁ ”τρώγων μου τὴν σάρκα, φησὶ, καὶ πίνων μου τὸ αἷμα ἐν “ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ.” ἐν γὰρ δὴ τούτῳ μάλιστα κατιδεῖν ἄξιον, ὡς οὐ κατὰ σχέσιν τινὰ μόνην, τὴν ἐν διαθέσει νοουμένην, ἐν ἡμῖν ἔσεσθαί φησιν ὁ Χριστὸς, ἀλλὰ καὶ κατὰ μέθεξιν [φυσικὴν] ἤτοι φυσικήν. ὥσπερ γὰρ εἴ τις κηρὸν ἑτέρῳ συναναπλέξας κηρῷ, καὶ πυρὶ συγκατατήξας, ἕν τι τὸ ἐξ ἀμφοῖν ἐργάζεται, οὕτω διὰ τῆς μεταλήψεως τοῦ σώματος τοῦ Χριστοῦ καὶ τοῦ τιμίου αἵματος, αὐτὸς μὲν ἐν ἡμῖν, ἡμεῖς δὲ αὖ πάλιν ἐν αὐτῷ συνενούμεθα.
οὐ γὰρ ἦν ἑτέρως ζωοποιηθῆναι δύνασθαι τὸ φθείρεσθαι πεφυκὸς, εἰ μὴ συνεπλάκη σωματικῶς τῷ σώματι τῆς κατὰ φύσιν ζωῆς, τουτέστι, τοῦ Μονογενοῦς. καὶ εἰ μὴ τοῖς ἐμοῖς καταπείθῃ λόγοις, ἐπίδος τὴν πίστιν αὐτῷ βοῶντι Χριστῷ “Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ ”υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε “ζωὴν ἐν ἑαυτοῖς. ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου ”τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ “ἐσχάτῃ ἡμέρᾳ.” ἀκούεις ἤδη λοιπὸν ἐναργῶς διειπόντος αὐτοῦ, ὡς ἂν μὴ φάγωμεν τὴν σάρκα αὐτοῦ καὶ πίωμεν τὸ αἷμα, οὐκ ἔχομεν ἐν ἑαυτοῖς, τουτέστιν, ἐν τῇ ἰδίᾳ σαρκὶ, ζωὴν αἰώνιον; νοηθείη δ᾽ ἂν ἡ αἰώνιος ζωὴ, καὶ μάλα δικαίως, ἡ σὰρξ τῆς ζωῆς, τουτέστι τοῦ Μονογενοῦς. αὕτη δὲ ἡμᾶς ἀνίστησιν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ, πῶς ἢ τίνα τρόπον, ἀκούσῃ μὲν δήπου πάντως, ἐγὼ δὲ εἰπεῖν οὐκ ὀκνήσω. ἐπειδὴ γὰρ σὰρξ ἐγένετο τῆς ζωῆς, τουτέστι, τοῦ ἐκ Θεοῦ καὶ Πατρὸς ἀναλάμψαντος Λόγου, πρὸς τὴν τῆς ζωῆς μετεχώρησε δύναμιν, καὶ ἔστι τῶν ἀμηχάνων, θανάτῳ νικᾶσθαι τὴν ζωήν. οὐκοῦν ἐπείπερ ἐν ἡμῖν γέγονεν ἡ ζωὴ, τῶν τοῦ θανάτου δεσμῶν οὐκ ἀνέξεται, νικήσει δὲ πάντως τὴν φθορὰν, ἐπείπερ οὐκ οἶδε τὰ ἐξ αὐτῆς ὑπομένειν. οὐ γὰρ “ἡ ”φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ,” κατὰ τὴν τοῦ Παύλου φωνήν.
εἰ γὰρ καὶ ὅτι μάλιστα Χριστός Ἐγὼ, φησὶν, ἀναστήσω αὐτὸν, οὐχὶ μόνῃ τῇ ἰδίᾳ περιτέθεικε σαρκὶ τὸ δύνασθαι διανιστᾶν τοὺς κεκοιμημένους, ἀλλ᾽ ἓν ὑπάρχων μετὰ τῆς ἰδίας σαρκὸς ὁ ἐν αὐτῇ Θεὸς Λόγος, τό Ἐγώ φησι, καὶ λίαν ὀρθῶς. οὐ γὰρ εἰς υἱῶν δυάδα τέμνεται Χριστὸς, οὔτε μὴν ἀλλότριον τοῦ Μονογενοῦς ὑπονοήσαι τις ἂν τὸ σῶμα αὐτοῦ, ὥσπερ οὖν ἀμέλει καὶ τῆς ἡμετέρας ψυχῆς οὐκ ἂν οἶμαί τις ἀλλότριον προσερεῖ τὸ σῶμα αὐτῆς.
Ὅτε τοίνυν καὶ διὰ τούτων ἡμῖν ἀναπέφανται τῶν θεωρημάτων, ἄμπελος μὲν ὑπάρχων κατὰ τοῦτο Χριστὸς, κλήματα δὲ ἡμεῖς, ἅτε δὴ καὶ τῆς πρὸς αὐτὸν ἐχόμενοι κοινωνίας, οὐχὶ μόνον πνευματικῆς, ἀλλὰ καὶ σωματικῆς· τί μάτην ἡμῶν καταφλυαρεῖ, λέγων ὡς ἐπείπερ οὐ σωματικῶς τῆς πρὸς αὐτὸν κοινωνίας ἐξήμμεθα, πίστει δὲ μᾶλλον καὶ διαθέσει τῆς κατὰ τὸν νόμον ἀγάπης, οὐ τὴν σάρκα, φησὶ, τὴν ἰδίαν ἄμπελον ὠνόμασε, μᾶλλον δὲ τὴν θεότητα. καίτοι τί δή ποτε, φαίη τίς ἂν, τὸν πρεπωδέστερόν τε καὶ οἰκειότερον τοῖς θεωρήμασι τρόπον ἀφεὶς, ἐπὶ τὸ πολὺ διωρισμένον ἐπείγῃ; ἢ γὰρ οὐχὶ πρεπωδέστερον καὶ κατὰ τὴν τῆς σαρκὸς κοινωνίαν, ἄμπελον μὲν εἶναι δώσομεν τὸν Ἰησοῦν, ἑαυτοὺς δὲ κλήματα διὰ τὸ ὁμοφυές; ὁμοφυῆ γὰρ τῇ ἀμπέλῳ τὰ ἐξ αὐτῆς. καὶ ταῦτά φαμεν, οὐκ ἐπιχειροῦντες ἀναιρεῖν τὸ συνενοῦσθαι δύνασθαι τῷ Χριστῷ, διά τε πίστεως ὀρθῆς καὶ ἀγάπης εἰλικρινοῦς, ἀποδεικνύντες δὲ μᾶλλον ὅτι καὶ πνευματικῶς καὶ σωματικῶς, ἄμπελος μὲν ὁ Χριστὸς, κλήματα δὲ ἡμεῖς.
Ἀλλὰ γὰρ ὁ μὲν τῆς ἀληθείας λόγος ἁπλοῦς καὶ διαφανὴς, πανούργως δὲ ὁ δι᾽ ἐναντίας παραιτεῖται μὲν ὁμολογεῖν, ὅτι καὶ σωματικῶς ἄμπελος ἦν ὁ Χριστὸς, ἅτε δὴ καὶ τὴν ἰδίαν τοῖς κλήμασι, τουτέστιν ἡμῖν, χαριζόμενος ζωήν· καθάπερ οὖν τοῖς ἐμπεφυκόσιν αὐτῇ κλήμασιν ἡ αἰσθητή τε καὶ ἐπὶ γῆς ἄμπελος, περιτρέπει δὲ καὶ βιάζεται τὴν τοῦ νοήματος δύναμιν ἐπὶ μόνην αὐτοῦ τὴν θεότητα. δύνασθαι γὰρ οὕτω συκοφαντεῖν αὐτὴν ᾠήθη δὴ πάλιν, ἐκεῖνο προτείνων ἀμαθῶς Εἰ γὰρ ἄμπελος μέν ἐστιν ὁ Υἱὸς, φησὶ, γεωργὸς δὲ ὁ Πατὴρ, ἑτεροφυὴς δὲ πάλιν ὁ Υἱὸς ὡς πρὸς τὴν ἄμπελον, οὐχ ὁμοούσιος ἔσται τῷ Πατρὶ ὁ Υἱὸς, φησί.
Καὶ βαθὺ μέν τι καὶ πικρὸν καὶ θεώρημα δυσανάτρεπτον ἐπιτειχῖσαι νομίζει τοῖς τῆς Ἐκκλησίας δόγμασιν, ἁλώσεται δὲ οὐδὲν ἧττον κἀντεῦθεν ληρῶν. πρῶτον μὲν γὰρ ἀλλογενῆ κατὰ φύσιν διαβεβαιούμενος εἶναι τὸν Υἱὸν, καὶ τῆς τοῦ τεκόντος οὐσίας ἔξω τιθεὶς, πῶς ἂν ἔτι πατέρα καλοίη τὸν Θεὸν, υἱὸν δὲ ὅλως τὸν Υἱόν; εἰ γὰρ μὴ γεγεννῆσθαί φησιν αὐτὸν, τουτέστι, προελθεῖν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, καθάπερ καὶ ἐξ ἀνθρώπων τὰ ἐξ αὐτῶν γεννήματα, πῶς ἂν εἴη κατὰ ἀλήθειαν Υἱός; εἶτα πῶς τὸν μακάριον Ἰωάννην ἀποστήσει λέγοντα “Ὁ ἀρνούμενος τὸν Υἱὸν καὶ τὸν ”Πατέρα ἀρνήσεται· ὁ ὁμολογῶν τὸν Υἱὸν ὁμολογεῖ καὶ “τὸν Πατέρα;” καὶ ἀληθὴς ὁ λόγος· ἐν γὰρ τῷ ἑτέρῳ συναναιρεῖται πάντως καὶ συνυφίσταται τὸ ἕτερον. οὐ γὰρ ἂν εἴη πατὴρ οὐκ ὄντος υἱοῦ, οὐδ᾽ ἂν υἱὸς νοοῖτό ποτε μὴ οὐχὶ πάντως αὐτῷ συνεπινοουμένου τοῦ φύσαντος. εἰ τοίνυν ἀρνεῖται τὸν Υἱόν· ἑτερογενῆ γὰρ εἶναί φησι· καὶ αὐτὸν ἠρνήσατο τὸν Πατέρα. τί οὖν ὦ βέλτιστε πρὸς ταῦτα ἐρεῖς; εἰς τίνα λοιπὸν ἡ πίστις; ποῦ τῆς ἁγίας Τριάδος ἡ δόξα; λέλυται γὰρ καὶ φρούδη λοιπὸν ἡ τῶν ὅλων κρατοῦσα φύσις, ἐν ψιλαῖς ἡμῖν σημανθεῖσα λέξεσι παρὰ τῆς ἁγίας γραφῆς· ἀναγκάζει γὰρ ἡμᾶς καὶ διὰ τῶν οὕτως ἀπηχεστάτων ἰέναι λόγων ἡ ἐκείνων ἀποπληξία καὶ ψευδομυθία.
ἀλλ᾽ ἴσως τὸ τῆς δυσφημίας καταδείσας μέγεθος, ἀλλογενῆ μὲν εἶναί φησι, γεγεννῆσθαι γεμὴν παρὰ τοῦ Θεοῦ καὶ Πατρός. ἡμεῖς δὲ αὖ πάλιν εἰπεῖν ἀπαιτήσομεν Πῶς ἄρα γεγεννῆσθαι δίδωσί τε καὶ ὁμολογεῖ; εἰ μὲν γὰρ ὡς ἓν τῶν κτισμάτων, κατὰ σχέσιν τὴν ὡς ἐν ἀγάπῃ καὶ κατὰ θέλησιν· πάντα γὰρ ἐκ Θεοῦ λέγεται· διὰ τῶν αὐτῶν οὐδὲν ἧττον ἥξει βλασφημιῶν. ἀληθῆ δὲ τὸν τόκον εἰπὼν, ἔκφυλόν τε εἶναι διαβεβαιούμενος, καὶ ἀλλογενῆ λέγων ἔτι καὶ μετὰ τοῦτο, δυσσεβήσει πάντως εἰς αὐτὸν τὸν γεννήσαντα· ὃ γὰρ καὶ αὐτὴ παρῃτήσατο παθεῖν τῶν γενητῶν ἡ φύσις, τοῦτο δὴ πάντως ὑποδείξειεν ὑπομείναντα τὸν Θεόν. ἢ γὰρ οὐχὶ τὸ ἔκ τινος κατὰ φύσιν γεγεννημένον ἀληθῶς, ὁμοούσιον τῷ τεκόντι φαίνεται; καὶ πῶς οὐχ ἅπασι συμφανές; οὐκοῦν ἡ μὲν κτίσις κατὰ λόγον πρόεισι τὸν πρέποντα· τίκτει γὰρ οὐκ ἀλλογενῆ· μόνον δὲ παθόντα τὸν Θεὸν τὸ ἐναντίον εὑρήσομεν, εἴπερ ἀλλογενῆ γεγέννηκε καὶ οὐκ ἐξ ἰδίας φύσεως τὸν Υἱόν.
Ἦν μὲν οὖν εἰκὸς οὐδὲν ἔτι πρὸς ταῦτα θέλειν εἰπεῖν τὸν δι᾽ ἐναντίας, οὐκ ἐξισταμένῳ δὲ τῆς ἐνούσης αὐτῷ δυσβουλίας, οἰομένῳ τε ἀλλογενῆ τὸν ἐκ Θεοῦ καὶ Πατρὸς ὑπάρχειν Υἱὸν, οὐκ ἐνδώσομεν τοῖς τῆς ἀληθείας συνηγοροῦντες δόγμασιν· ἐπιδείξομεν γὰρ ὁμογενῆ λέγοντα τῇ κτίσει τὸν Θεὸν καὶ Πατέρα· καὶ πῶς ἢ πόθεν, ἀκούοιτ᾽ ἂν ἤδη πάλιν. ἄμπελον ἐναργῶς διατείνεται καί φησιν, οὐ τὴν σάρκα μᾶλλον, ἀλλ᾽ αὐτὴν ὠνομάσθαι τὴν θεότητα τοῦ Μονογενοῦς. ἐχέτω τῇδε τυχόν· οὐκοῦν, ἐρήσομαι γὰρ, ἀπολογείσθω δὲ πάλιν, πότερόν ποτε Θεὸν ἀληθινὸν ὑπάρχειν οἴεται τὸν Υἱὸν, ἢ οὐχὶ, προσερεῖ δὲ νόθον καὶ ἐν ψιλαῖς ἔχοντα φωναῖς τὸ ἀξίωμα. εἰ μὲν γὰρ οὐκ εἶναι κατὰ φύσιν Θεὸν, αὐτὸν ἐφ᾽ ἑαυτῷ δεχέσθω μάρτυρα τὸν Μονογενῆ λέγοντα “Ἐγώ εἰμι ἡ ἀλήθεια.” ἀλήθεια γὰρ καθ᾽ ἕνα τρόπον, οὐ τὸ νόθον ἔχει καὶ ψευδώνυμον. παραδεχέσθω δὲ καὶ αὐτὸν ἐπὶ τούτῳ τὸν σοφώτατον Ἰωάννην, ἀνακεκραγότα σαφῶς καὶ λέγοντα “Καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ Θεῷ Ἰησοῦ ”Χριστῷ· οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώ- “νιος.” ἀλλ᾽ εἰ καὶ πρὸς τοῦτο τυχὸν ὑπερυθρίασας, καὶ τὸ διατείνεσθαι μεθεὶς ἀληθινὸν ὁμολογήσει Θεὸν τὸν Υἱὸν, οὐχ ἑτέρωσέ ποι χωρήσομεν, λόγοις δὲ τοῖς παρ᾽ αὐτοῦ χρησόμεθα πρὸς ἀνατροπὴν τῶν παρ᾽ αὐτοῦ λεγομένων Ἆρ᾽ οὐχ ὥσπερ γεωργὸς ἀλλογενής ἐστι τῇ ἀμπέλῳ;
ὁ μὲν γὰρ ἄνθρωπος, ἡ δὲ ξύλον· οὕτως ἡ ἄμπελος ὀρθῶς τε καὶ ἀληθῶς ὁμοφυὴς ἂν νοοῖτο πρὸς τὰ ἴδια κλήματα; ἀλλ᾽ οἶμαι γεμὴν μηδένα πρὸς τοῦτο μωρίας ἐθελῆσαι κατελθεῖν, ὡς ἀρνεῖσθαι τολμᾶν τὸ οὕτω καταφανές. ὅτε τοίνυν Θεὸς ὑπάρχων ἀληθινὸς, ὁμοούσιός ἐστι τῷ κατὰ φύσιν ἀληθινῷ Θεῷ, τουτέστι, τῷ Πατρὶ, καὶ ἄμπελος μέν ἐστι, κλήματα δὲ ἡμεῖς, ὁμοφυῆ δηλονότι διὰ τοῦτο τῇ ἀμπέλῳ, πῶς οὐχὶ θεοὶ κατὰ φύσιν ἐσόμεθα καὶ ἡμεῖς, τὴν ἰδίαν ὥσπερ ἀφέντες φύσιν; ἀλλ᾽ ἔστι τὸ οὕτω φρονεῖν τῶν εἰς ἄκρον δυσσεβείας ἡκόντων κακῶν· πεποιήμεθα γὰρ ἡμεῖς, Θεὸς δὲ κατὰ φύσιν ἐστὶν ὁ Υἱός. εἶτα πῶς ἔσται τοῦτο; πῶς δὲ ἀληθὲς ἐπ᾽ αὐτῷ τὸ λεγόμενον, εἴπερ εἰσὶν ὁμοφυῆ τῇ ἀμπέλῳ τὰ κλήματα; ἀνάγκη γὰρ, ἢ καὶ ἡμᾶς αὐτοὺς εἰς τὴν τῆς θεότητος τῆς ἀληθοῦς ἀνακομίζεσθαι φύσιν, ἤγουν ἐκείνην καταβιβάζεσθαι πρὸς ἡμᾶς· ὁμοφυῆ γὰρ τῇ ἀμπέλῳ τὰ κλήματα. καὶ ἐπείπερ φαίνεται λέγων ὁ Υἱός “Ἐγὼ καὶ ὁ ”Πατὴρ ἕν ἐσμεν,” καὶ ἡμεῖς αὐτῷ συναναβησόμεθα πρὸς ὁμοιότητα τὴν κατὰ πᾶν ὁτιοῦν πρὸς τὸν Πατέρα, ἢ καὶ αὐτὸς ὁ Πατὴρ εἰς ἡμετέραν ὁμοίωσιν συγκαθελκυσθήσεται τῷ Υἱῷ, τῷ πρὸς ἡμᾶς ὁμοφυεῖ.
ὁρᾶτε δὴ οὖν ὅσος ἡμῖν ἐντεῦθεν δυσφημιῶν ἀνατέλλει θόρυβος· διὰ δὴ τοῦτο, τοῖς ἐξ ἀληθείας μᾶλλον ἑψόμεθα λογισμοῖς, ἐν ὑποδείγματος τρόπῳ πιστεύοντες τὸν Υἱὸν εἰπεῖν Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα, ὁ Πατήρ μου ὁ γεωργός ἐστιν. <Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει αὐτό· καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ ἵνα καρπὸν πλείονα φέρῃ.> Ἑκτικὴ μέν ἐστιν ἡμῶν ἡ κόλλησις πρὸς Χριστὸν καὶ προαιρετικὴν ἔχουσα τῆς συναφείας τὴν δύναμιν, τελειοῦσα δὲ ἀγάπῃ καὶ πίστει. καὶ ἡ μὲν πίστις ταῖς ἡμετέραις εἰσοικίζεται ψυχαῖς, ἀκραιφνῆ τῆς θεογνωσίας παρέχουσα τὴν δήλωσιν· ὁ δὲ τῆς ἀγάπης τρόπος, τῆς παρ᾽ αὐτοῦ διορισθείσης ἡμῖν ἐντολῆς ἀπαιτεῖ τὴν τήρησιν· οὕτω γάρ που καὶ αὐτὸς τὸν ἀγαπῶντα δεικνὺς ἔφασκεν Ὁ ἀγαπῶν με τὰς ἐντολάς μου τηρήσει. ἰστέον οὖν ὅτι συνενούμενοι μὲν διὰ πίστεως αὐτῷ, καὶ ἐν ψιλαῖς καὶ μόναις ὁμολογίαις τὸ τῆς κολλήσεως εἶδος ἐπιτηδεύοντες, οὐ μὴν καὶ τοῖς ἐξ ἀγάπης ἀνδραγαθήμασι τὸν τῆς συναφείας δεσμὸν ἐπισφίγγοντες, κλήματα μὲν ἐσόμεθα, νεκρὰ δὲ ὅμως καὶ ἄκαρπα. δίχα γὰρ ἔργων ἡ πίστις νεκρά ἐστι, κατὰ τὴν τοῦ ἁγίου φωνήν. εἰ τοίνυν ἄρα κατὰ τοῦτον τὸν τρόπον ὁρῷτό τε καὶ ὑπάρχοι κλῆμα, μάτην, ὡς ἔπος εἰπεῖν, τῶν τῆς ἀμπέλου στελέχων ἐκκεκρεμασμένον, ἴστω δὴ πάντως τῇ τοῦ γεωργοῦ δρεπάνῃ περιτευξόμενος.
ἀποτεμεῖ γὰρ πάντως αὐτὸ, καὶ καθάπερ εἰκαῖον συρφετὸν πυρὶ νέμεσθαι δώσει· τοῦτο γὰρ τῶν ἀκάρπων τὸ κρῖμα· καθάπερ οἶμαι καὶ ἐπὶ τῆς ὡς ἐν εἴδει παραβολῆς παραληφθείσης συκῆς, τῷ γηπονοῦντί φησιν ὁ τοῦ χωρίου δεσπότης “Ἔκκοψον αὐτὴν, ἱνατί καὶ τὴν γῆν ”καταργεῖ;” οὕτω κἀνθάδε νομίζω τὸν ἁπάντων Θεὸν καὶ Πατέρα, τὸν στεγνόν τε καὶ ἄγονον τῶν κλημάτων ἀποθερίζειν ὄχλον, ἐπ᾽ οὐδενὶ τῶν χρησίμων τῆς νοητῆς ἀμπέλου παρηρτημένον. οἶμαι δὲ ἐγὼ, τὸν τῶν ἡμετέρων ψυχῶν ἐπιμελητὴν, τουτέστι Θεὸν, ἐπιδεῖξαι θέλειν διὰ τῆς ἐν τούτοις παραβολῆς, ὁποῖόν τε καὶ ὅσον ὑπομένει τὸ βλάβος ἡ τῆς πρὸς αὐτὸν κοινωνίας ἀποτμηθεῖσα ψυχή. πρὸς τὸ μηδὲν γὰρ οἰχήσεται καὶ ἄχρηστος ἔσται πρὸς πᾶσαν ἀγαθουργίαν, ἀναμφιβόλως γεμὴν κολάσει παραδοθήσεται, καὶ πυρὸς ἔσται τοῦ παμφάγου τροφή. καὶ γοῦν διὰ τοῦ προφήτου πάλιν Ἱεζεκιὴλ αὐτὸ δὴ τοῦτο καὶ μάλα σαφῶς διερμηνεύων ἔλεγεν “Υἱὲ ἀνθρώπου, τί ἂν γένοιτο τὸ ξύλον τῆς ἀμπέλου ”ἐκ πάντων τῶν ξύλων τῶν ὄντων ἐν τοῖς ξύλοις τοῦ “δρυμοῦ; μὴ λήψονται ἐξ αὐτοῦ ξύλον τοῦ ποιῆσαι εἰς ”ἐργασίαν; ἢ τοῦ κρεμάσαι ἐν αὐτῷ πᾶν σκεῦος, τὴν κατ᾽ “ἐνιαυτὸν κάθαρσιν αὐτῆς ἀναλίσκει τὸ πῦρ, καὶ ἐκλείπει ”εἰς τέλος, μὴ χρήσιμον ἔσται εἰς ἐργασίαν;”
σύνες δὴ οὖν τὸ ἅπαξ ἀποτμηθὲν, καὶ ὁλοκλήρως ἀπεσπασμένον, ἄχρηστον μὲν παντελῶς καὶ εἰς οὐδὲν ἔτι τῶν ἀναγκαίων παραληφθῆναι δυνάμενον, μόνῳ δὲ τάχα χρησιμεῦον πυρί. ἆρ᾽ οὖν οὐ πρόδηλον, ὡς εἰ καὶ κλῆμα γενοίμεθα, τῆς μὲν πολυθέου πλάνης ἐξεσπασμένοι, ὁμολογήσαντες δὲ τὴν πίστιν τὴν εἰς Χριστὸν, ἔρημοι δὲ διὰ τῆς τῶν ἔργων κολλήσεως γενοίμεθα, πάντως δήπου τὰ τῶν εἰκαίων κλημάτων ὑποστησόμεθα; καὶ τί τὸ λοιπόν; ἀποτεμνόμεθα γὰρ ὁλοκλήρως, δοθησόμεθα γὰρ καὶ πυρὶ, καὶ ἣν ἔσχομέν ποτε παρὰ τῆς ἀμπέλου ζωοποιὸν ἰκμάδα, τουτέστι τὸ Πνεῦμα, προσαποβαλόντες· ὃ γὰρ ἔφη Χριστὸς ἐπὶ τοῦ τὸ τάλαντον καταχώσαντος, τοῦτο δὴ θεωρήσαι τις ἂν πληρούμενον καὶ ἐπὶ τοῖς ὁλοκλήρως ὑπομείνασι τὴν ἀποτομήν. ἀφαιρεῖται γὰρ ὥσπερ ἐκείνου τὸ τάλαντον ἅμα, οὕτως οἶμαι καὶ ἐκ τοῦ κλήματος, ὡς ἐν ἰκμάδος τινὸς ἤτοι ποιότητος λόγῳ, τὸ Πνεῦμα. ἀφαιρεῖται δὲ διὰ ποίαν αἰτίαν; ἵνα μὴ τοῖς εἰς τὸ πῦρ κατοιχήσεσθαι μέλλουσι παρὰ τοῦ Κριτοῦ συγκαταδικάζεσθαι τὸ Πνεῦμα δοκῇ τὸ δεσποτικόν.
εἰ γὰρ οἱ τῶν ἐπιγείων κρατοῦντες πραγμάτων τῶν ἅπαξ τετιμημένων καὶ βασιλικοῖς δεδοξασμένων νεύμασιν, οὐ καθορίζουσί τι προχείρως, ἀλλὰ καὶ εἴ τις ἁλοίη τυχὸν, ἐφ᾽ οἷς ἂν εὐλόγως ἀποτιννύοι δίκας, οὐκ ἂν τοῦτο πάθοι πρὸ τῆς τῶν ἀξιωμάτων ἀποβολῆς· πῶς οὐκ ἀναγκαῖον, τὴν ἐπὶ τῷ χρῆναι κολάζεσθαι καταδικασθεῖσαν ψυχὴν διὰ ψήφου τῆς ἄνωθεν, προαποθέσθαι τρόπον τινὰ καὶ προαποδύσασθαι τῆς τῶν κακῶν πείρας τὴν τοῦ Πνεύματος χάριν; πείσεσθαι μὲν οὖν φησι τὰ τοιαῦτα τὸ ἄκαρπον κλῆμα, καλῶς γε δὴ σφόδρα τὰς ἡμετέρας διανοίας ἀσφαλιζόμενος εἰς τὸ ἔχεσθαι φιλεῖν τῆς εἰς αὐτὸν ἀγάπης, διά τε τῆς κατ᾽ ἐνέργειαν ἀρετῆς καὶ τῆς ἀσινοῦς δηλονότι πίστεως· τῆς δὲ τοῦ γηπονοῦντος φροντίδος οὐκ ἀπείρατον ἔσεσθαι παντελῶς τὸ καρποφόρον κλῆμά φησι, διακαθαρθήσεσθαι γὰρ πρὸς τὸ καὶ μειζόνως δύνασθαι καρποφορεῖν. τοῖς γὰρ ὅλως ἄριστα μὲν καὶ ὡς ἂν ἔχοι καλῶς διαζῆν ἑλομένοις, ἀγαθουργεῖν δὲ ὅτι μάλιστα καὶ διὰ πάσης ἰέναι πολιτείας θεοφιλοῦς ᾑρημένοις, συνεργάζεται Θεὸς, καθάπερ τινὶ δρεπάνῃ τῇ τοῦ Πνεύματος ἐνεργείᾳ χρώμενος, καὶ περιτέμνων ἐν αὐτοῖς, ποτὲ μὲν τὰς ἡδονὰς, αἳ ἀεὶ καλοῦσιν εἰς φιλοσαρκίαν καὶ πάθη σωματικὰ, ποτὲ δὲ αὖ πάλιν τὰ ὅσα περ οἶδε ταῖς τῶν ἀνθρώπων συμβαίνειν ψυχαῖς, διὰ ποικίλης κακῶν ἰδέας κατασπιλοῦντα τὸν νοῦν.
ταύτην γὰρ εἶναί φαμεν τὴν ἀχειροποίητόν τε καὶ ἐν Πνεύματι νοουμένην περιτομὴν, περὶ ἧς ὁ Παῦλός φησί ποτε μέν “Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ”ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ᾽ ὁ ἐν τῷ κρυπτῷ “Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι· ”οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ᾽ ἐκ τοῦ Θεοῦ·” ποτὲ δὲ πάλιν “Ἐν ᾧ καὶ πιστεύσαντες περιετμήθητε περιτομῇ ”ἀχειροποιήτῳ.” φάσκουσί τε πρὸς ταῦτά τισιν, ὡς εἴπερ τις γένοιτο διακάθαρσις τοῖς τῆς νοητῆς ἀμπέλου κλήμασιν, οὐκ ἂν οἶμαι δίχα πόνου συμβήσεται, ἀλγεῖ γὰρ τοσοῦτον, ὅσον τε καὶ ὅπως οἶδεν ἀλγεῖν τὸ ξύλον· ἀναλόγως οὖν ἄρα καὶ ἐπὶ τῶν ἁγίων ἡμᾶς νοῆσαι προσήκοι, συναινέσομέν τε καὶ συνεροῦμεν εὖ μάλα διεσκεμμένοι. παιδεύει γὰρ ἡμᾶς διὰ πόνου καὶ θλίψεως ὁ φιλάρετος ἡμῶν Θεός.
καὶ γοῦν ὁ προφήτης ἡμῖν Ἡσαΐας φησίν “Ὅτι ἐκπλυνεῖ Κύριος τὸν ”ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν, καὶ τὸ αἷμα “ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν ἐν πνεύματι κρίσεως καὶ πνεύ- ”ματι καύσεως·” καὶ αὐτὸς δὲ πρὸς τούτῳ ὁ θεσπέσιος Παῦλος “Εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ”ὁ Θεός· τίς γάρ ἐστιν υἱὸς, ὃν οὐ παιδεύει πατήρ·” καὶ μὴν καὶ αὐτὸς ὁ παντὸς ἐπέκεινα θαύματος τῶν ἁγίων χορὸς, τὴν διὰ τῶν ἁγίων πεφυκότων οὐκ ἀποσείεται παίδευσιν, ἀσμενέστατα δὲ μᾶλλον προσίεται λέγων “Παίδευσον ἡμᾶς ”Κύριε, πλὴν ἐν κρίσει καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλίγους “ἡμᾶς ποιήσῃς.” ἐν θυμῷ μὲν γὰρ ἡ ὁλόκληρος ἔσται τῶν ἀκάρπων κλημάτων ἀπότμησις, πέμπει γὰρ εἰς κόλασιν· ἐν κρίσει δὲ μᾶλλον, τουτέστιν ἐν διασκέψει καὶ μέτρῳ, τῶν καρποφόρων ἡ διακάθαρσις, ὀλίγον ἔχουσα κομιδῇ τὸν πόνον εἰς καρποφορίας παροξυσμὸν καὶ εὐανθεστέρας ἀναδρομῆς τὴν ἐντεῦθεν πρόφασιν. καὶ γοῦν ἀποδεχόμενοι τοῦτο βοῶσί τινες “Κύριε, ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν.” σμικροτάτη μὲν γὰρ ἡ τοῦ διακαθαίρεσθαι θλίψις, ἀλλὰ παιδείαν ἡμῖν παρέχουσα τὴν ἄνωθεν, μακαρίους ἀποφαίνει. καὶ παραληφθήσεται μάρτυς ὁ μακάριος Δαυεὶδ οὕτω βοῶν “Μακάριος ἄνθρωπος, ὃν ἂν παιδεύσῃς Κύριε, καὶ ἐκ τοῦ ”νόμου σου διδάξῃς αὐτὸν, τοῦ πραῧναι αὐτὸν ἀφ᾽ ἡμερῶν “πονηρῶν.”
ἡμέραι γὰρ ὄντως ἀποφράδες καὶ πονηραὶ τοῖς ἀποτμηθεῖσιν ὁλοτελῶς καὶ εἰς κόλασιν τὴν διὰ πυρὸς κατοιχήσεσθαι μέλλουσιν, αἱ τῆς ἀδεκάστου κρίσεως, ἀλλὰ τότε τοῖς παιδευομένοις καταπραΰνει Θεός. τελοίη γὰρ ἂν ὁ τοιοῦτος οὐδαμῶς ἐν τοῖς ὑπὸ κρίσιν καὶ κόλασιν, ἐπείπερ οὐκ ἄκαρπον γέγονε κλῆμα. συμπαραζευγνύσθω τοιγαροῦν τῇ τῆς πίστεως ὁμολογίᾳ καὶ ἡ διὰ τῶν ἔργων θερμότης, καὶ συνθείτω τοῖς περὶ Θεοῦ λόγοις τὰ πράγματα. τότε γὰρ τότε συνεσόμεθα τῷ Χριστῷ, καὶ τῆς πρὸς αὐτὸν κοινωνίας τὴν δύναμιν ἀσφαλῆ τε καὶ βεβαίαν εὕροιμεν, τὸν ἐκ τῆς ἀποτομῆς διαφεύγοντες κίνδυνον.
Εἴρηται δὲ ταῦτα νυνὶ παρ᾽ ἡμῶν, ἐπείπερ ἐδόκει πνευματικῶς τῇ τῶν προκειμένων θεωρίᾳ προσβάλλειν· εἰκὸς δὲ δή τι καὶ ἕτερον ἐθέλειν ὑποδηλοῦν τὸν Κύριον διὰ τοῦ φάναι σαφῶς Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν αἴρει αὐτὸ, καὶ πᾶν τὸ καρποφοροῦν καθαίρει αὐτὸ, ἵνα καρπὸν πλείονα φέρῃ. κλῆμα γὰρ οἶμαι τὸ τῇ τοῦ Πατρὸς ἀποτομίᾳ τῆς εἰς Χριστὸν κοινωνίας ἀπεσπασμένον, τὸν εἰς εὐκαρπίαν οὐκ ἐπιτήδειον τῶν Ἰουδαίων σημαίνει λαὸν, οἷς καὶ ἀξίνην ἐπενεχθήσεσθαί φησιν ὁ τρισμακάριος Ἰωάννης, πυρὶ παραδοθήσεσθαι λέγων τὸ ἀποτεμνόμενον δένδρον· τὰ δὲ τελείας μὲν οὐ δεδεημένα τομῆς, ἀπομένοντα δὲ ἐν τῇ ἀμπέλῳ, καὶ τῇ θείᾳ φροντίδι διακαθαίρεσθαι μέλλοντα, τούς τε ἐξ αὐτῶν πεπιστευκότας τῶν Ἰουδαίων, καὶ τοὺς ἐπ᾽ ἐκείνοις ἐπιστρέφοντας ἐξ ἐθνῶν, οἷς μία μὲν ἡ κάθαρσις· ἐν Πνεύματι γὰρ τελεῖται τῷ Ἁγίῳ, κατὰ τὰς γραφάς· ἑτεροῖος γεμὴν καὶ παρηλλαγμένος ὁ τοῦ καθαίρεσθαι τρόπος. ἀποτέμνεται γὰρ τῶν ἐξ Ἰσραὴλ τὸ κατὰ νόμον ἔτι τὸν Μωυσαϊκὸν διαζῆν ἐθέλειν καὶ πολιτεύεσθαι, τῆς δὲ τῶν εἰδωλολατρούντων καρδίας παραιρεῖται τῆς ἀρχαίας ἀπάτης ὁ σκοπὸς, καὶ τῆς τῶν ἀσυνέτων ἐθῶν ἀκαθαρσίας ὁ συρφετὸς, ἵνα δύνωνται φέρειν τῆς θείας τε καὶ εὐαγγελικῆς παιδεύσεως τὸν ἐδώδιμον ὥσπερ τῷ Θεῷ καὶ φίλον ὄντως καρπόν.
ὅτι δὲ πάλιν ἡμῖν ἀληθὲς φαίνεται τὸ εἰρημένον, χαλεπὸν οὐδὲν πληροφορῆσαι ἐξ αὐτῶν τῶν θείων γραμμάτων. ἐπιστέλλει γὰρ ὁ θεσπέσιος Παῦλος τοῖς μὲν ἐξ Ἰουδαίων πεπιστευκόσιν, ὅτε τῶν εὐαγγελικῶν δογμάτων ὀλιγωρήσαντες, ὀπίσω πάλιν ᾤχοντο τὰς τοῦ νόμου τετιμηκότες σκιάς “Ἀπηλλοτριώθητε ἀπὸ Χριστοῦ οἵ τινες ἐν νόμῳ ”δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε,” καὶ πάλιν “Λέγω ”γὰρ ὑμῖν ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν “ὠφελήσει.” εἰ δὲ τὸ βούλεσθαι δικαιοῦσθαι κατὰ τὸν νόμον ἀλλοτρίους αὐτοὺς ἀποφαίνει τοῦ Χριστοῦ, πῶς οὐχὶ πάντως ἀναμφίλογον, ὅτι τῆς κατὰ νόμον πολιτείας ἡ ἀπόθεσις τῆς εἰς Χριστὸν συναφείας προξενεῖ τὴν δύναμιν; περιτέμνεται τοίνυν οὕτω μὲν ὁ Ἰσραὴλ, διακαθαίρεται δὲ μᾶλλον καὶ ὁ ποτὲ τῇ κτίσει λατρεύσας παρὰ τὸν κτίσαντα, τὴν ἀρχαίαν νόσον ἀποβαλών. τί γὰρ πρὸς αὐτοὺς ὁ Παῦλός φησιν; “Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ ”Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον “καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ·” αἰτιᾶται δὲ καί φησιν ἐν ἑτέροις “Νυνὶ δὲ γνόντες Θεὸν, μᾶλλον δὲ ”γνωσθέντες ὑπὸ Θεοῦ, πῶς πάλιν ἐπιστρέφετε ἐπὶ τὰ “ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα τοῦ κόσμου, οἷς πάλιν ἄνωθεν ”δουλεύειν θέλετε;”
ὅτε τοίνυν οἱ τοῖς ἀσθενέσι στοιχείοις δουλεύειν θέλοντες ἀλλοτριοῦνται Χριστοῦ, συνενοῦνται γεμὴν οἱ δουλεύειν οὐκ ἀνεχόμενοι τῇ κτίσει παρὰ τὸν κτίσαντα, πῶς οὐκ ἔσται τῶν ὁμολογουμένων ὅτι τρόπος τοῖς ἐξ ἐθνῶν ὁ τῆς διακαθάρσεως ἔσται τῆς ἀρχαίας ἀπάτης διὰ τοῦ Πνεύματος ἐπωφελεστάτη τομὴ πᾶν εἶδος ἡμῖν ἀγαθῶν πολυτρόπως ἀντεισκομίζουσα. ἐν γὰρ τῇ τῶν φαύλων ἀποθέσει καὶ ἀποβολῇ τὸ τῆς ἀρετῆς ἀντεισκρίνεται κάλλος. ὅπου γὰρ αἰσχρότης ἐκποδὼν, ἐκεῖ τὸ σεμνὸν ἀνίσχει καὶ φαίνεται.
Σημειωτέον δὲ, ὅτι διὰ μὲν τοῦ Πνεύματος ἡ περιτομὴ, τὴν τῆς διακαθάρσεως ἀποπληροῦσα χρείαν ἐν ἡμῖν, χορηγὸς δὲ τοῦ Πνεύματος ὁ Υἱός “Ἀπὸ γὰρ τοῦ πληρώματος ”αὐτοῦ πάντες ἡμεῖς ἐλάβομεν,” κατὰ τὴν Ἰωάννου φωνὴν, καὶ αὐτός ἐστιν ὁ πρὸς ἡμᾶς εἰπών “Λάβετε Πνεῦμα ”Ἅγιον.” ἐνεργεῖ τοιγαροῦν τὴν εἰς ἡμᾶς ἀνακάθαρσιν, ὡς ἐν τρόπῳ τῆς διὰ τοῦ Πνεύματος νοουμένης περιτομῆς, ὁ Πατὴρ δι᾽ Υἱοῦ. κεκένωται τοίνυν τὸ πικρὸν καὶ ἀνόσιον τῶν δι᾽ ἐναντίας τόλμημα, μὴ καταδεισάντων εἰπεῖν, ὡς ἐπείπερ ἄμπελον μὲν ἑαυτὸν εἴρηκεν ὁ Υἱὸς, γεωργὸν δὲ τὸν Πατέρα καὶ Θεὸν, ὁ αὐτὸς οὐκ ἔσται κατὰ φύσιν αὐτῷ. λόγος γὰρ οὐδεὶς ἐπιτρέψει, φησὶ, ταὐτὸν εἰς οὐσίαν γεωργόν τε καὶ ἄμπελον νοεῖσθαί ποτε. ὅταν οὖν εὑρίσκηται γεωργὸς ὁ Υἱὸς διὰ τῆς ἐν Πνεύματι περιτομῆς, διακείσθωσαν ἤδη λοιπὸν, ὡς ἐπείπερ ἀλλήλοις ὁμοειδεῖς οἱ γεωργοὶ, καθὸ πεφύκασιν ἄνθρωποι, πρόδηλον ὅτι τῆς πρὸς τὸν Πατέρα καὶ Θεὸν ὁμοουσιότητος οὐκ ἀλλότριος ὁ Υἱός. <Ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν.> Ἀπόδειξιν ὥσπερ διαφανῆ τε καὶ ἀναμφίλογον τῆς τοῦ διακαθαίροντος αὐτοὺς τέχνης ποιεῖται τοὺς μαθητάς. ἤδη γὰρ αὐτοὺς διακεκαθάρθαι φησὶν, οὐχ ἑτέρου τινὸς ἀπολαύσαντας, μόνον δὲ διὰ τὸν πρὸς αὐτοὺς λαληθέντα λόγον, τουτέστι, τὴν θείαν τε καὶ εὐαγγελικὴν ὑφήγησιν. λόγος δὲ οὗτός ἐστι παρὰ Χριστοῦ.
εἶτα τίς ἄρα ἐστὶ τῶν εὖ φρονούντων, ὃς ἐνδοιάσει λοιπὸν, ὅτι δρεπάνη τις ὥσπερ καὶ χεὶρ τοῦ Πατρὸς, ὁ δι᾽ οὗ τὰ πάντα ἐστὶ, τουτέστιν ὁ Υἱὸς, τὴν τῆς εἰς ἡμᾶς γεωργίας ἐνέργειαν ἀποπληρῶν, ἣν τῷ τοῦ Πατρὸς προσάπτει προσώπῳ, διδάσκων ὅτι πάντα μὲν παρὰ Πατρὸς, πλὴν ὡς διὰ δυνάμεως τοῦ Υἱοῦ; καὶ γὰρ ὁ τοῦ Σωτῆρος ἡμᾶς διακαθαίρει λόγος, καίτοι τῆς καθ᾽ ἡμᾶς γεωργίας ἀνατεθειμένης τῷ Θεῷ καὶ Πατρί. αὐτὸς γάρ ἐστιν ὁ ζῶν καὶ τομώτατος αὐτοῦ λόγος, ὁ “διικνούμενος ἄχρι ”μερισμοῦ ψυχῆς καὶ πνεύματος ἁρμῶν τε καὶ μυελῶν, καὶ “κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας.” καθικνούμενος γὰρ εἰς τὰ βάθη τῆς ἑκάστου ψυχῆς, καὶ τὸν ἐν ἑκάστῳ κεκρυμμένον σκοπὸν ἀκατακάλυπτον ἔχων ὡς Θεὸς, τοῖς μὲν εἰκαίοις ἡμῶν σπουδάσμασι τὴν ὀξεῖαν ἐπάγει τομὴν διὰ τῆς τοῦ Πνεύματος ἐνεργείας· τοῦτο γὰρ οἶμαι νομιοῦμεν τὴν ἀποκάθαρσιν· τὰ δὲ ὅσα πέφυκεν ὠφελεῖν ἡμᾶς εἰς ἔφεσιν ἀρετῆς, ταῦτα πολυπλασιάζεσθαι ποιεῖ πρὸς καρποφορίαν, ἣ νοεῖται κατ᾽ εὐσέβειαν.
Ὅτε τοίνυν δι᾽ Υἱοῦ παρὰ Πατρὸς ἐνεργεῖται καλῶς τῆς εἰς ἡμᾶς γεωργίας ὁ τρόπος, μεματαίωται· πῶς γὰρ οὐχί; τὸ περιττὸν καὶ κακουργότατον τῶν δι᾽ ἐναντίας ἐπιχείρημα, ἑτεροφυᾶ τὸν Υἱὸν διὰ τοῦτο λεγόντων ὑπάρχειν, ὡς πρὸς Πατέρα καὶ Θεὸν, ἐπειδήπερ ἄμπελος μὲν αὐτὸς, κατωνόμασται δὲ γεωργὸς ὁ Πατήρ. διασκεπτέσθω δὲ πάλιν, καὶ περιαθρείτω σαφῶς, ὅτι καθαροὺς εἶναι διορίζεται τοὺς αὐτοῦ μαθητὰς, οὐχὶ ἰδικῶς τε καὶ ἀφωρισμένως, τουτέστι, δίχα τοῦ Μονογενοῦς, ἐνεργήσαντός τι περὶ αὐτοὺς τοῦ Θεοῦ καὶ Πατρός· ἀλλ᾽ ἐπείπερ ἐπείθοντο τῷ παρ᾽ αὐτοῦ λόγῳ. ὥσπερ οὖν ζωοποιός ἐστι δι᾽ Υἱοῦ καὶ ἐν Υἱῷ, τὸν αὐτὸν οἶμαι τρόπον καὶ γεωργὸς, ἤτοι τῶν ἡμετέρων ψυχῶν ἐπιμελητὴς, εἰκότως ἂν νοοῖτο πάλιν οὐχ ἑτέρως ἢ δι᾽ Υἱοῦ. εἰ δὲ τοῖς ἅπαξ οὐκ ὀρθῶς εἰρημένοις οἴονται δεῖν ἐπιμένειν οἱ τὸν ἐναντίον ἡμῖν πρεσβεύοντες λόγον, καὶ ἐπείπερ ἄμπελον ἑαυτὸν ἔφη Χριστὸς, διὰ τοῦτο, καθάπερ ἐξ ἀνάγκης, εἰς ἔκφυλον ἑτερότητα παρωθεῖν ἐκβιάζονται, τί τὸ κωλύον ἔτι καὶ ἡμᾶς αὐτοὺς διὰ τῆς ἴσης ἀναισχυντίας ἰέναι λοιπὸν, καὶ περιτρέπειν ἔτι καὶ οὐχ ἑκόντας αὐτοὺς διὰ τῆς ἰσοτρόπου φλυαρίας, τῆς μειρακιώδους ταυτησὶ καὶ ἀνοήτου παντελῶς διαλήψεως ἀπανίστασθαι φιλεῖν;
εἰ γὰρ ἐπείπερ ἄμπελος εἴρηται, διὰ ταύτην αὐτὸν οἴονται τὴν αἰτίαν τῆς πρὸς Θεὸν καὶ Πατέρα διαπίπτειν οἰκειότητος φυσικῆς, καὶ ἑτεροούσιον εἶναι παντελῶς, ἐπείπερ οὐ ταὐτὸν εἰς ταυτότητα φύσεως ἄμπελός τε καὶ γεωργὸς, τί μὴ καὶ ἡμεῖς, τὸν αὐτὸν ἐκείνοις ἀνθυποφέροντες ἀμαθῆ τε καὶ ἀκομψότατον λογισμὸν, ἐκεῖνό φαμεν Ἆρα μόνοις τοῖς κλήμασιν ἡ τῶν γηπονεῖν εἰωθότων ἐπιείκεια λυσιτελὴς ἂν γένοιτο, καὶ περὶ μόνα τυχὸν τὰ ἐκ τῶν στελέχων ἐξηρτημένα τὸ ἐκ τῆς τέχνης προβήσεται χρήσιμον, ἢ δεήσεταί τινος ἐπιμελείας καὶ αὐτὴ τῶν κλημάτων ἡ τροφὸς, τουτέστιν ἡ ἄμπελος, ᾗ προσπέφυκέ τε τὰ ἐξ αὐτῆς καὶ ἐνήρμοσται φυσικῶς; ἀλλ᾽ οὐδὲν οἶμαι δεήσει πρὸς ἀπόδειξιν πόνου· συνερεῖ γὰρ εὐθὺς ἡμῖν καὶ αὐτὸς ὁ δι᾽ ἐναντίας, ὡς εἰ μή τις γένοιτο τῶν στελέχων ἡ φροντὶς, οὐδ᾽ ἂν αὐτοῖς ἐνυπάρξαι τοῖς κλήμασι τὸ εἶναι καλῶς. ἐπειδὴ τοίνυν ἄμπελον μὲν ἑαυτὸν κατωνόμακεν ὁ Χριστὸς, δεῖται γεμὴν καὶ αὐτὸ τῆς ἀμπέλου τὸ στέλεχος τῆς τοῦ γηπονοῦντος ἐπιεικείας, ἢ πάντη τε καὶ πάντως ἀδικηθήσεται· λογισόμεθα λοιπὸν ἐν τάξει μὲν εἶναι τῇ καθ᾽ ἡμᾶς τὸν Υἱὸν, δεῖσθαι δὲ μεθ᾽ ἡμῶν τῆς παρὰ Πατρὸς ἐπιμελείας, ἵνα μὴ καὶ αὐτὸς εἰς ἑτερόν τι παρ᾽ ὅπερ ἐστὶ περιτρέπηται, καὶ διαπίπτῃ τῆς οἰκείας τάξεως, ἤτοι τῆς ἐνούσης ἑδραιότητος αὐτῷ. συνάγει γὰρ εἰς τοῦτο λοιπὸν τῶν θεομαχεῖν εἰωθότων ἡ μειρακιώδης ἔνστασις.
Ἀλλ᾽ οἰχέσθω μὲν ταῦτα, πολλὴν νοσοῦντα τὴν ἀβουλίαν, εἰσίτω γεμὴν περὶ τῶν ἁγίων ἀποστόλων ἡμῖν ὁ λόγος. ἤδη γάρ φησιν ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν. ὅμοιον ὡσεὶ λέγοι Πέπρακται παρὰ Πατρὸς διὰ τὸν ἐμὸν λόγον ἐπὶ πρώτους ὑμᾶς ὁ τῆς νοητῆς καὶ διὰ Πνεύματος καὶ ἐν Πνεύματι νοουμένης διακαθάρσεως τρόπος· ἰδοὺ τῶν εἰκαίων ἐθῶν καὶ νεκρότητος κοσμικῆς ἀποβαλόντες τὴν ὄχλησιν, ἕτοιμοι πρὸς καρποφορίαν ἐστὲ τὴν θεοφιλῆ· ἰδοὺ νομικῆς ἀπηλλάχθητε καὶ ἀνονήτου καὶ εἰκαιοτάτης τῶν Ἰουδαίων ἐπιτηρήσεως. ἐξεκάθαρε λόγος ὑμᾶς ὁ ἐμός· οὐ γὰρ ἔτι πολιτεύεσθε Μωυσαϊκῶς, ἤτοι κατὰ τὸν τοῦ νομικοῦ γράμματος τρόπον· οὔτε γὰρ ἐν βρώμασι καὶ πόμασιν, οὔτε μὴν ἐν διδαχαῖς βαπτισμῶν, ἀλλ᾽ οὐδὲ ταῖς δι᾽ αἱμάτων προσαγωγαῖς ἐκζητήσετε τὸν ἁγιασμὸν, ἀλλ᾽ ἐν πίστει βεβαίᾳ πληροῦσθαι πιστεύετε, καὶ διὰ πάσης ἀγαθουργίας εὐαρεστεῖν τῷ Θεῷ σπουδάζετε. θεωρεῖται γὰρ ἐν τούτοις τῆς πνευματικῆς λατρείας ἡ δύναμις.
οἱ τοίνυν ἀποκαθαρθήσεσθαι μέλλοντες ἔσονται, φησὶ, καθ᾽ ὑμᾶς· παιδευθήσονται γὰρ οἱ μὲν ἄρτι τῆς τοῦ διαβόλου σαγήνης ἐκδιδράσκοντες, καὶ τοὺς τῆς εἰδωλολατρείας διαδράντες βρόχους, οὐκέτι μὲν τοῖς ἐκείνου πολιτεύεσθαι νόμοις, ἀποτιναξάμενοι δὲ καθάπερ εἰκαῖον συρφετὸν, τὴν τῶν ἀρχαίων ἐθῶν ἀκαθαρσίαν, οὕτω τε λοιπὸν ἐπιτήδειοι πρὸς τὸ δύνασθαι καρποφορεῖν τὰ τῆς θεοφιλοῦς ἀρετῆς ἔργα διὰ τῆς θείας ἀποδειχθέντες χάριτος, κλημάτων δίκην ἐμοὶ προσαφθήσονται, καὶ ἀγάπης τῆς εἰς ἐμὲ ἐξηρτημένοι πιανθήσονται τὴν καρδίαν ταῖς τοῦ Πνεύματος ἐπιῤῥοίαις, καὶ τὴν τῆς ἐμῆς ἀγαθότητος ἐκπίνοντες χάριν διαζήσονται, καὶ τραφήσονται πρὸς εὐσέβειαν· οἱ δὲ μὴν ἐξ Ἰσραὴλ, ὅταν τῇ πίστει προσηλωθεῖεν ἐμοὶ, κλημάτων δὲ καὶ αὐτοὶ παραρτηθεῖεν δίκην, τότε δὴ τότε τὴν διὰ τὸν ἐμὸν λόγον διακάθαρσιν εἰς νοῦν δεξάμενοι, οὐκέτι μὲν τῇ τοῦ γράμματος προσεδρείᾳ σχολάζουσιν, οὐδὲ τοῖς ἐν σκιᾷ προσπήξαντες τύποις, καθάπερ νυνὶ, τὴν καρδίαν, τὴν ἀληθῆ καὶ ἐν πνεύματι λατρείαν καρποφοροῦσι τῷ Θεῷ· “Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς ”προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσ- “κυνεῖν.”
ὁμοῦ τοιγαροῦν καὶ τῶν μελλόντων διακαθαρθήσεσθαι σαφῶς δεικνύει τὸ ἐσόμενον κάλλος ὡς ἐν ὑποδείγματι τοῖς ἑαυτοῦ μαθηταῖς, καὶ αὐτοὺς δὲ μειζόνως παραθαρσύνει πρὸς ἀνάληψιν τῆς ἔτι πλουσιωτέρας ἀρετῆς, οὐκ εἰκαίαν αὐτοῖς γεγενῆσθαι τὴν προσεδρείαν καὶ τὴν ἐκ τῆς γεγενημένης διδασκαλίας ἀποδείξας παίδευσιν, εὐαγγελικῆς δὲ δηλονότι φαμὲν, δι᾽ ἧς ἔμελλον αὐτοὶ τοὺς κατὰ πᾶσαν ὄντας ὀνήσειν τὴν οἰκουμένην, ἑαυτοὺς εἰς ὑποτύπωσιν τοῖς εἰς Χριστὸν πιστεύουσι παρεχόμενοι. γέγραπται γὰρ περὶ τῶν ἁγίων, ὡς προσήκει μὲν αὐτῶν ἀναθεωρεῖν “τὴν ”ἔκβασιν τῆς ἀναστροφῆς,” καὶ αὐτὴν δὲ μιμεῖσθαι τὴν πίστιν. ἑαυτοῦ δὲ γίνεσθαι μιμητὰς τοὺς τῷ Θεῷ λατρεύοντας προτρέπει καὶ ὁ Παῦλος. <Μείνατε ἐν ἐμοὶ, κἀγὼ ἐν ὑμῖν. καθὼς τὸ κλῆμα οὐ δύναται φέρειν καρπὸν ἀφ᾽ ἑαυτοῦ, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ μείνητε.> Εἰσόμεθα πάλιν καὶ διὰ τῆς ἐν τοῖς προκειμένοις ἀκριβοῦς θεωρίας, ὡς ἄρα ἐστὶ πρῶτον μὲν ἔργον σπουδῆς ἀναγκαίας καὶ θεοφιλοῦς, τὸ εἰσδεχθῆναι διὰ τῆς πίστεως τῆς εἰλικρινοῦς τε καὶ ἀληθοῦς παρὰ Χριστοῦ. τουτὶ γὰρ ἂν εἴη τὸ ἀριθμεῖσθαι λοιπὸν ἐν κλήμασι τοῖς τῇ ἀμπέλῳ προσπεφυκόσι τῇ ἀληθινῇ, φημὶ δὴ Χριστῷ.
δευτέρας δὲ οἶμαι φροντίδος καρπὸς, κατ᾽ οὐδένα τρόπον τῆς πρώτης μειονεκτούμενος, μᾶλλον δὲ καὶ συντονωτέραν ἔχων ἐφ᾽ ἑαυτῷ τὴν μέριμναν, τὸ ἐνηρμόσθαι φιλεῖν καὶ ἀπρὶξ ἔχεσθαι τοῦ Θεοῦ, διὰ τῆς ἐν ἔργοις νοουμένης ἀγάπης, ἣ καὶ τῆς ἁγίας τε καὶ θείας ἐντολῆς τὴν πλήρωσιν ἔχει. τοῦτο γὰρ ἡμᾶς ἀδιασπάστως ἐνυπάρχειν αὐτῷ καὶ ἐμπεπῆχθαι ποιεῖ, κατὰ τὸν λέγοντα ψαλμῳδόν “Ἐκολλήθη ἡ ”ψυχή μου ὀπίσω σου.” οὐκ ἀρκέσει τοιγαροῦν πρὸς ὁλόκληρον ἡμῖν θυμηδίαν, ἤτοι πρὸς ἁγιασμὸν, τὸν ὡς ἐπὶ ἐκθέσει τοῦ ἁγιάζοντος ἡμᾶς Χριστοῦ, τὸ εἰσδεχθῆναι μὲν ὡς ἐν τάξει κλημάτων· χρῆναι δὲ πρὸς τούτῳ φημὶ, καὶ τὸ διὰ τῆς τελείας τε καὶ ἀνελλιποῦς ἀγάπης γνησίως ἀκολουθεῖν. ἐν γὰρ δὴ τούτῳ μάλιστα καλῶς ἂν ἔχοι καὶ σώζοιτο τῆς ἐν Πνεύματι κολλήσεως νοουμένης ἤτοι συναφείας ἡ δύναμις. ἐπειδὴ τοίνυν ἔφη Χριστὸς τοῖς ἑαυτοῦ μαθηταῖς “Ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ”ὑμῖν·” ἵνα μή τις οἰηθείη ποτὲ τῶν ἅπαξ κεκαθαρμένων ἀδιαπτώτως ἔχειν δύνασθαι, καὶ εἰ μή τινα τυχὸν εἰς τὸ εὖ εἶναι ποιοῖτο σπουδὴν, προσεπιτάττει χρησίμως, ὅτι προσήκοι μένειν ἐν αὐτῷ. καὶ τί τοῦτο ἔσται;
ἕτερον οὐδὲν, ὥς γε μοι φαίνεται, μᾶλλον δὲ ἐναργῶς τὸ διὰ τοῦ Παύλου καλῶς εἰρημένον “Ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ ”πέσῃ·” μυρία γὰρ ἂν καὶ τοῖς ἤδη βεβαίως δοκοῦσιν ἑστάναι συναντήσαι τὰ ὀλισθήματα, μὴ οὐχὶ διεδράσθαι καλῶς ἐν οἷσπερ ἂν εἶεν διὰ πολλῆς ἄγαν ποιουμένοις σπουδῆς. δεῖ δὲ οἶμαι καὶ πάσης ἡμᾶς ἀξιοῦν ἐπιεικείας καὶ νήψεως τὰ καθ᾽ ἑαυτοὺς, κἂν ἐρηρεῖσθαί πως δοκῇ τις, δι᾽ ἐπίδοσιν τὴν ἤδη προηνυσμένην εἰς κατόρθωσιν ἀγαθῶν. ὁποίαν γάρ τις καὶ ὅσην ὑπομένει τὴν ζημίαν, τῆς πρὸς Θεὸν συμφυΐας ἀποκεκομμένος ὥσπερ διὰ τοῦ ἐφ᾽ ἃ μὴ προσῆκεν ἐκ ῥᾳθυμίας παρολισθεῖν, παρέδειξεν ἀναγκαίως ἐπειπών Καθὼς τὸ κλῆμα οὐ δύναται φέρειν καρπὸν ἀφ᾽ ἑαυτοῦ, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ μείνητε· εἰ γὰρ μὴ ἔχοι τὸ κλῆμα καθάπερ ἀπὸ μητρὸς τῆς ἀμπέλου τὴν ζωοποιὸν αὐτῷ χορηγουμένην ἰκμάδα, πῶς ἂν ἀποτέκοι τὸν βότρυν, ἢ τίνα καὶ πόθεν ἐξοίσει καρπόν; ἀναλόγως οὖν ἄρα καὶ ἐφ᾽ ἡμῶν αὐτῶν νοήσεις τὸ εἰρημένον. καρπὸς γὰρ οὐδεὶς ἐν ἡμῖν ἀρετῆς ἀναβλαστήσει ποτὲ τῆς εἰς Χριστὸν συναφείας ἐκπεπτωκόσιν. ἐξηρτημένοις γεμὴν τοῦ καταπιαίνειν ἰσχύοντος καὶ ἀποτρέφοντος εἰς εὐσέβειαν, καθάπερ ὕδατι ζωοποιῷ, τῇ τοῦ Πνεύματος χορηγίᾳ καὶ χάριτι, καὶ τὸ δύνασθαι καρποφορεῖν προσέσται ῥᾳδίως.
καὶ τοῦτο εἰδὼς ὁ Μονογενὴς, ἐν εὐαγγελίοις ἔλεγεν “Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω·” ὃ καὶ σφόδρα καλῶς διερμηνεύων ἡμῖν ὁ πνευματοφόρος Εὐαγγελιστὴς, διεμαρτύρατο λέγων “Τοῦτο δὲ εἶπε, φησὶ, περὶ τοῦ Πνεύ- ”ματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν.” καὶ αὐτὸς δὲ πρὸς τούτῳ προσηύχετο λέγων ὁ μακάριος Δαυεὶδ ὡς πρὸς Θεὸν καὶ Πατέρα “Ὅτι παρὰ σοὶ πηγὴ ”ζωῆς, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς ποτιεῖς αὐτούς.” πηγὴ γὰρ ζωῆς θείας καὶ πνευματικῆς, χείμαῤῥός τε τρυφῆς, τίς ἂν ἕτερος νοοῖτο παρὰ τὸν Υἱὸν, ὃς καταπιαίνει τε καὶ καταρδεύει τῇ ζωοποιῷ καὶ ἱλαρᾷ τοῦ Πνεύματος χάριτι, καθάπερ ἐν τάξει κλημάτων προσπεφυκότων αὐτῷ δι᾽ ἀγάπης καὶ πίστεως, τὰς ἡμετέρας ψυχάς. <Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα· ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν· ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.
ἐὰν μή τις μείνῃ ἐν ἐμοὶ, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς πῦρ βάλλουσι, καὶ καίεται.> Ἀναφανδὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ταύτης τοι καὶ μόνης ἕνεκα τῆς αἰτίας, ἄμπελον μὲν ἑαυτὸν κατωνομάσθαι φησὶν, ὑπὲρ τοῦ συνιέναι σαφῶς, μόνον δὲ οὐχὶ καὶ τοῖς τοῦ σώματος ὀφθαλμοῖς κατιδεῖν, ὡς ἐν παχεῖ τε καὶ αἰσθητῷ καὶ φανοτάτῳ λίαν παραδείγματι, ὡς τοῖς μὲν αὐτῷ προσηλῶσθαι σπουδάζουσι καὶ ἀπρὶξ ἑλομένοις προσπεφυκέναι, περιέσται καλῶς τὸ δύνασθαί τε καὶ ἐπιτηδείως ἔχειν πρὸς τὴν τῆς ἀρετῆς ἀποκύησιν καὶ καρποφορίας πνευματικῆς, χορηγουμένους δηλονότι, καθάπερ ἐκ μητρὸς τῆς ἀμπέλου, τὴν ἐξ αὐτῆς δύναμιν εἰς τὸ δύνασθαι καὶ ἐνεργεῖν· τοῖς γεμὴν ἀποσπωμένοις ὥσπερ, ἤτοι διακεκομμένοις, τῆς εἰς αὐτὸν σχέσεως διὰ τοῦ .... τραπῆναι .... πρὸς ἃ μὴ δεῖν καὶ εἰς ἀπῳδὸν τῷ Θεῷ πολιτείαν, οὐδεμία μὲν δύναμις ἐποφθήσεται τῆς εἰς ἀρετὴν ἐπιτηδειότητος, ἀλλ᾽ οὐδὲ τοῦ δύνασθαι τοῖς ἐκ τῆς ἀγαθουργίας διαπρέπειν καρποῖς, ἔσται δὲ μᾶλλον, ὡς ἐξ ἀνάγκης ἀπαραιτήτου λοιπὸν, τὸ χρῆναι παμφάγῳ δαπανᾶσθαι πυρί. τὸ γὰρ ἄχρηστον εἰς εὐσέβειαν, ἐπιτήδειόν πως εἰς τὸ δίκας ἀποτιννύειν δοκεῖ, ὥσπερ οὖν ἀμέλει καὶ τὸ αὐανθὲν ἐν κλήμασι μόνῳ χρήσιμον ἔσται πυρί.
Λάβοις δ᾽ ἂν τῶν εἰρημένων ἀναμφίλογόν τε καὶ ἀληθῆ τὴν ἀπόδειξιν, οὐ τὰς τῶν ἀρχαίων ἁγίων περισκοπούμενος κεφαλὰς, ἀλλ᾽ αὐτοῖς ἐπαφεὶς τὴν διάνοιαν τοῖς ἁγίοις ἀποστόλοις. οἱ μὲν γὰρ τῆς εἰς Χριστὸν ἀγάπης κατ᾽ οὐδένα τρόπον ὀλιγωρήσαντες, διαμεμενηκότες δὲ ἐν αὐτῷ, καὶ μηδὲν ὅλως προτάττεσθαι τῆς εἰς αὐτὸν εὐσεβείας οἰόμενοι δεῖν, γεγόνασι παναοίδιμοι· καρπὸν δὲ τῆς ἑαυτῶν ἀρετῆς ἔδειξαν τὴν οἰκουμένην, καὶ φιλοθέου πολιτείας ὑπογραμμὸν τὰ καθ᾽ ἑαυτοὺς ἀναθέντες, καθάπερ εἰκόνα τῇ ὑφηλίῳ λαμπρὰν, τὸν ἀμάραντον τῆς παρὰ Θεῷ δόξης ἀνεδήσαντο στέφανον· ὁ δὲ μικροῖς ἀργυρίοις σαγηνευθεὶς εἰς ἀπώλειαν, φημὶ δὲ τὸν εὐχερῆ τε καὶ εὐωνότατον Ἰούδαν, ἀποτμηθεὶς τῆς ἀμπέλου τῆς νοητῆς, τουτέστι Χριστοῦ, κατεξηράνθη τρόπον τινὰ, τῷ τῆς μαθητείας ἀξιώματι καὶ τὴν ζωοποιὸν τοῦ Πνεύματος ποιότητα συναποβαλών. βέβληται γὰρ ἔξω, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· ἀπηλλοτρίωται γὰρ καὶ πυρὶ τῷ κολάζοντι συρφετοῦ παρεδόθη δίκην.
χρησίμως οὖν ἄρα τοῖς ἀκροωμένοις ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, τήν τε ἐκ τοῦ προσηλῶσθαι σπουδάζειν αὐτῷ παρέδειξεν εὐθυμίαν καὶ τὴν ἐκ τοῦ παρακοπῆναι ζημίαν ἀντιπαρίστησι, διπλοῦν ἐπινοήσας τῆς σωτηρίας τὸν τρόπον· ἢ γὰρ ἐφέσει τῇ πρὸς δόξαν ὁρώσῃ καὶ ζωὴν, ἤγουν τὸ πυρὶ κολάζεσθαι παραιτούμενοι, τῆς πρὸς αὐτὸν συναφείας ὁλοκλήρῳ τῷ τῆς διανοίας τόνῳ σπουδαιότερον ἀνεξόμεθα.
Γεωργὸν δέ φησι τὸν Πατέρα, τῇ θείᾳ φύσει διδοὺς τῶν καθ᾽ ἡμᾶς τὴν ἐπίσκεψιν, καθὰ καὶ ἐν τοῖς ἀνωτέρω διὰ πολλῶν ἡμῖν ἀπεδείχθη λόγων. εὑρεθήσεται γὰρ ὑπάρχων αὐτὸς τοῦ γεωργοῦντος ἡ χεὶρ οὐχ ἑτέρα παρ᾽ αὐτὸν νοουμένη, κατά γε τὸ ὁμοούσιον καὶ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ, καθάπερ οὖν ἐστι καὶ ἐφ᾽ ἡμῶν οὕτως ἔχον ἰδεῖν. ὅτι γὰρ δι᾽ Υἱοῦ τὰ πάντα, καθάπερ διὰ χειρὸς τοῦ Πατρὸς, αὐτοῦ λέγοντος ἄκουσον περὶ τῶν κτισμάτων “Ἡ χείρ μου ἐποίησε ”ταῦτα πάντα,” καίτοι τῶν πάντων γεγονότων δι᾽ Υἱοῦ, κατὰ τὰς ἁγίας γραφάς.
Σημειωτέον δὲ, ὅτι καὶ ὁ θεσπέσιος Παῦλος τὴν ἐνθάδε νοουμένην ἡμῖν ὑπαινίττεται τομὴν, εἰ καὶ μὴ ὡς ἀμπέλου τυχὸν, οὕτω λέγων “Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν ”Θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομὴν, ἐπὶ δὲ σὲ χρηστό- “τητα, ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκο- ”πήσῃ.” <Ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε αἰτήσεσθε, καὶ γενήσεται ὑμῖν.> Ῥίζαν ἔσεσθαί φησιν εὐμενείας αὐτοῖς τῆς ἀνωτάτω, τὸ προσκολλᾶσθαι φιλεῖν ἀδιατμήτως αὐτῷ, καὶ φυλάττειν ἐν νῷ, καθάπερ τινὰ παρακαταθήκην θείαν τε καὶ πνευματικὴν, τὴν ἀκραιφνεστάτην τῶν εὐαγγελικῶν παιδευμάτων, καὶ τῶν ἐπὶ τῇ πίστει δογμάτων τὴν ἀληθῆ τε ὄντως παίδευσιν, καὶ εἰλικρινέσιν ἐννοίαις κατωχυρωμένην. ἐν γὰρ δὴ τούτοις ἡμῖν σύμπας ἂν εἴη τοῦ Σωτῆρος ὁ λόγος, εἰ τὸν ἐν τοῖς εὐαγγελίοις περιαθρῆσαι σκοπὸν θελήσομεν. τὸ γὰρ τοῖς αἰτοῦσιν ἀμελλητὶ διανέμειν τὰ ἀγαθὰ κατεπαγγέλλεσθαι τὸν Χριστὸν, πῶς οὐχὶ τοῦτο καὶ μάλα σαφῶς ἐγγυᾶσθαι φήσομεν; τί δὲ δὴ βούλεται πρὸς τούτοις ἡμῖν καὶ τοῦ λόγου τὸ ἀκριβὲς, ἐρευνῆσαι δεῖν ὑπολαμβάνω. ἐὰν μείνητέ φησιν ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλετε αἰτήσετε καὶ γενήσεται ὑμῖν. ἐφικτὸν γὰρ ὅλως δοίη τις ἂν τὸ μένειν ἐν Χριστῷ δύνασθαι, μὴ μὴν ἔχειν ἐν ἑαυτῷ καὶ τοὺς αὐτοῦ λόγους; ναὶ δὴ, φαῖεν γὰρ ἂν εἰκότως οἱ φρονήσει διαπρεπέστεροι.
διαμεμνήσθω γὰρ ὁ φιλήκοος, ὅτι τὸν τῆς εἰς Χριστὸν ἀγάπης διερευνώμενοι τρόπον, τίς τε εἴη καὶ ὅπως ἂν γένοιτο καλῶς δοκιμάζοντες, διττὴν ἐλέγομεν ἔχειν ὁδὸν, φημὶ δὲ τὴν διὰ πίστεως, τῆς κατά τι γοῦν ἀνυπαιτίου παντελῶς, καὶ τῆς κατ᾽ ἐνέργειαν πρακτικῆς, ἣ καὶ διὰ τῆς εἰλικρινοῦς ἀγάπης παρεισκρίνεται. ἔχειν δὲ οὕτως ἡμῖν πεπιστευμένων τῶν λόγων, οἱ μὲν οὐ λίαν ἀσφαλῆ καὶ εὐκάθεκτον τὸν τῆς συναφείας ἤτοι τῆς οἰκειότητος ἐπιτηδεύοντες τρόπον, ψιλὴν τὴν ἐν λόγοις ὁμολογήσαντες πίστιν, τὴν γεμὴν διὰ τῶν κατορθωμάτων εἰς τελειότητα μορφουμένην ἀγάπην οὐκ ἐπιδεξάμενοι, μένουσι μὲν ἐν Χριστῷ, κατά γε τὴν ἐκ τοῦ πιστεῦσαι τυχὸν οἰκειότητα, καὶ διὰ τοῦ μὴ πρὸς ἑτέραν ἐξοίχεσθαι λατρείαν· οὐκέτι δὲ καὶ τοὺς λόγους ἔχοντες ἐν ἑαυτοῖς καταληφθήσονται τοῦ Χριστοῦ. καὶ οὐχὶ δὴ τοῦτο πάντως φαμὲν, ὅτι λήθῃ καταχώσαντες τῶν εὐαγγελίων τὸ κήρυγμα, παντελῶς εἰσι τῶν τοῦ Σωτῆρος λόγων ἀμνήμονες, ἀλλ᾽ ὅτι μηδενὸς ἀξιοῦσι λόγου τὴν ἐν Χριστῷ πολιτείαν, ταῖς ἰδίαις τὸ πᾶν ἐπιτρέποντες ἡδοναῖς, καὶ πρὸς τὸ μόνα φρονεῖν τὰ ἐπὶ τῆς γῆς ἀχάλινον ἔχοντες τὴν ῥοπὴν, διά τε τοῦτο τῆς νοητῆς καὶ ἁγίας ἀμπέλου κατασπώμενοι, καὶ αὐτοὶ ταῖς σφῶν αὐτῶν φιλοπαθείαις τὴν τῆς οἰκειότητος ἀπολακτίζοντες χάριν.
παντὸς δὲ τοιούτου πέρι καὶ αὐτὸς ἔφη Χριστός “Οὐ πᾶς ὁ λέγων ”μοι Κύριε κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν “οὐρανῶν, ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν ”τοῖς οὐρανοῖς·” ὅτι δὲ μόνη καὶ καθ᾽ ἑαυτὴν ἡ πίστις τῆς ἐκ τῶν ἔργων φαιδρότητος οὐ λαχοῦσα τὴν συνδρομὴν, ἀποχρώντως οὐχ ἕξει εἰς τὸ δύνασθαι προξενεῖν τὴν εἰς Θεὸν οἰκειότητα, σημαίνει λέγων καὶ ὁ Χριστοῦ μαθητής “Σὺ ”πιστεύεις ὅτι εἷς ὁ Θεός· καὶ τὰ δαιμόνια πιστεύουσι, καὶ “φρίττουσιν.” εἶτα προσερεῖ τις ἤδη τοῖς ἀρκέσειν αὐτοῖς γυμνήν τε καὶ μόνην οἰομένοις τὴν πίστιν εἰς τὸ δύνασθαι τὴν ἄνωθεν οἰκειότητα περιποιεῖν Ἆρα καὶ αὐτὸ τῶν δαιμόνων τὸ στῖφος ἀναδραμεῖται πρὸς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν, ἐπείπερ οἶδεν ἕνα τε καὶ ὄντα πεπίστευκε; καὶ πῶς ἂν εἴη τοῦτό γε; τὸ γὰρ εἰδέναι μόνον ἀχρεῖον, ὅτι Θεός ἐστιν εἷς ὁ πάντων ποιητής τε καὶ γενεσιουργός· δεῖν δὲ οἶμαι τῇ πίστει συμπαρομαρτεῖν καὶ τῆς εἰς αὐτὸν εὐλαβείας τὸ καύχημα. ὁ γὰρ τοιοῦτος καὶ ἐν Χριστῷ μένει, καὶ ἔχων ὀφθήσεται τοὺς λόγους αὐτοῦ, κατὰ τὸ ἐν βίβλῳ ψαλμῶν εἰρημένον ὡς πρὸς Θεόν “Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ ”λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι.”
ὥσπερ γὰρ εἴ τις ἐν ἄγγει χαλκῷ πυρὸς ἀπόθοιτο σπέρμα, πάντως δήπου καὶ τῆς παρ᾽ αὐτοῦ θερμότητος ἀποτελέσει μέτοχον, οὕτως ὁ ἐν ψυχῇ τε καὶ καρδίᾳ τὸν θεῖόν τε καὶ οὐράνιον λόγον διακατέχων νοῦς, δι᾽ ἐφέσεως τῆς εἰς ἅπασαν ἀρετὴν, ἀεὶ πρὸς τοῦτο δι᾽ αὐτοῦ θερμαίνεται. γέγραπται γάρ “Πεπυρωμένον ”τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν “αὐτό.” Ὁ τοίνυν, φησὶ, καταστήσας ἐν τούτοις τὰ καθ᾽ ἑαυτὸν, καὶ εἰς τοῦτο λοιπὸν καυχήματος ἀναβεβηκὼς, ὡς ἐν ἐμοί τε μένειν αὐτὸν, ἔχειν τε παρ᾽ ἑαυτῷ τοὺς ἐμοὺς λόγους, ἀνυποστόλως προσίτω, καὶ ὅπερ ἂν ἔχῃ πρὸς ἡδονὴν ἐξαιτείτω τότε σὺν παῤῥησίᾳ πολλῇ, καὶ μελλησμοῦ δίχα δοθήσεται αὐτῷ· κατανεύσω γάρ φησιν. ἆρ᾽ οὖν εἴ τις κἄν τι τῶν φαύλων αἰτῇ, προαλέστερον λήψεται, καὶ τούτων ἔσται διανομεὺς ὁ φιλάρετος; ἄπαγε τῆς δυσβουλίας ἄνθρωπε. ἀπηχὲς γὰρ οὐδὲν ἢ τῶν ὅλως κατηγορουμένων ἐπ᾽ αἰσχρότητι χορηγήσει Θεός· ἐκεῖνο δὲ μᾶλλον ἐννοῆσαι πρεπωδέστερον· ἢ γὰρ οὐκ ἔσται δίκαιόν τε καὶ ὀρθῶς ἔχον; ὡς ὁ μένων ἐν Χριστῷ, καὶ ἔχων ἐν ἑαυτῷ τοὺς λόγους αὐτοῦ, πρόδηλον ὅτι ἅτε καὶ ἀγαθὸς ὢν καὶ ἐπιεικὴς μόνα φρονεῖν ἔγνωκε τὰ Θεῷ θυμηρέστατα.
τοῖς γὰρ ἐν καρδίᾳ τὸν θεῖον ἔχουσι λόγον, ἅπερ ἂν βούλοιντο καθηκόντως ἐπέτρεψεν αἰτεῖν, οὐκ ἀγνοήσας πνευματικῶν δηλονότι καὶ θείων ἀγαθῶν ὀρεκτιᾶν τῆς μεθέξεως· ὁρισαμένου δὲ διὰ τούτων εὖ μάλα τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, τίς τε εἴη καὶ ποδαπὸς τὸν τρόπον ὁ προσευχόμενος καὶ λαμβάνειν ἀξιῶν ἅπερ ἂν βούληται παρὰ Θεοῦ, τὴν ἑαυτῶν εἰς τοῦτο διαπλάττωμεν πολιτείαν, εἰ τυχεῖν εὐχόμεθα τῆς ἄνωθεν εὐμενείας. εἰ δὲ μὴ σαυτὸν οἶσθα γεγονότα τοιοῦτον, ὁποῖον ἡμῖν ἀρτίως ὑπέδειξεν ὁ Χριστὸς, μὴ δυσφόρει παρακρουόμενος. εἰ δέ σοι δοκεῖ τὸ πρᾶγμα φορτικὸν, συμπαραζεύξας τῇ πίστει τὰ ἐκ τῆς ἀγαθουργίας καυχήματα· τοῦτο γάρ ἐστι τὸ μένειν ἐν Χριστῷ καὶ ἔχειν ἐν ἑαυτῷ τοὺς λόγους αὐτοῦ· πρόσιθι πεποιθὼς, καὶ λήψῃ καὶ αὐτὸς μελλησμοῦ δίχα παντὸς, ὅπερ ἂν αἰτήσῃς παρὰ Θεοῦ. <Ἐν τούτῳ ἐδοξάσθη ὁ Πατήρ μου, ἵνα καρπὸν πολὺν φέρητε, καὶ γενήσεσθε ἐμοὶ μαθηταί.> Δεδοξάσθαι φησὶ τὸν ἑαυτοῦ Πατέρα καὶ Θεὸν, ἐπ᾽ ἀσυγκρίτῳ δικαίως θαυμαζόμενον ἀγαθότητι, καὶ τῆς εἰς ἄκρον ἰούσης ἡμερότητος καθάπερ τινὰ στέφανον ἀναδησάμενον τὴν ἀπόδειξιν· “Ἠγάπησε γὰρ οὕτω τὸν κόσμον,” κατὰ τὸ γεγραμμένον, “ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν Μονογενῆ ἔδωκεν, ”ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ᾽ ἔχῃ ζωὴν “αἰώνιον.” καρπὸς οὖν ἄρα τῆς ἡμερότητος τοῦ Θεοῦ καὶ Πατρὸς, ἡ πάντων ζωὴ, πληρουμένη δηλονότι διὰ Χριστοῦ.
διὰ τοῦτο καὶ αὐτὸς ἔφη που, διαλεγόμενος ὡς πρὸς Θεὸν καὶ Πατέρα “Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς τὸ ἔργον τελει- ”ώσας ὃ δέδωκάς μοι ἵνα πληρώσω αὐτό.” ἐγχειρισάμενος γὰρ παρὰ τοῦ Πατρὸς ὥσπερ τὴν ἁπάντων ἡμῶν σωτηρίαν ὁ Μονογενὴς, εὖ μάλα κατώρθωκεν, οὐκ ἐν ὑπουργίας τάξει παραληφθεὶς, ἀλλ᾽ αὐτοσοφία καὶ δύναμις τοῦ φύσαντος ὑπάρχων, ἧς καὶ δίχα γένοιτο τὸ παράπαν οὐδέν. πάντα γὰρ δι᾽ αὐτοῦ, κατὰ τὸν ἅγιον Εὐαγγελιστὴν, ἐξαιρέτως δὲ τὰ καθ᾽ ἡμᾶς. καὶ γοῦν ὁ μακάριος Δαυεὶδ τῶν καθ᾽ ἡμᾶς πραγμάτων τὴν οἰκονομίαν, καὶ τῆς ἁπάντων ζωῆς τὴν κατόρθωσιν ἐπιτρέπεσθαι τῷ Υἱῷ παρὰ Πατρὸς, ἅτε δὴ καὶ ὑπάρχοντι δυνάμει καὶ σοφίᾳ αὐτοῦ, παρακαλεῖ λέγων, ποτὲ μέν “Ἔντειλαι ὁ Θεὸς τῇ δυνάμει σου, δυνάμωσον ὁ Θεὸς ”τοῦτο ὃ κατηρτίσω ἡμῖν,” ποτὲ δὲ πάλιν “Ὁ Θεὸς τὸ ”κρῖμα σου τῷ βασιλεῖ δός.” ἔργον γὰρ ἦν μόνου τοῦ συμβασιλεύοντος τῷ Θεῷ καὶ Πατρὶ, τὸ πᾶσαν κατεφθαρμένην ἐπανορθῶσαι τὴν γῆν, καὶ ἀναμορφῶσαι δύνασθαι πρὸς ὅπερ ἦν ἐν ἀρχαῖς. ἐδοξάσθη τοιγαροῦν ὁ Πατήρ μου ἐπιδοὺς ἀντίλυτρον τῆς τοῦ κόσμου ζωῆς τὸν ἴδιον ἑαυτοῦ Υἱὸν, εὐδοκήσας ἰδεῖν ἐν τοῖς καθ᾽ ἡμᾶς τὸν ὑπὲρ πᾶσαν τὴν κτίσιν, οὐχ ἵνα τι τῶν ἀγαθῶν τῇ ἰδίᾳ κατορθώσῃ φύσει· παντέλειος γὰρ καὶ ἀπροσδεὴς, ἁπάντων ἔχων τὸ κράτος· ἀλλ᾽ ἵνα ὑμεῖς πλείονα καρπὸν φέρητε, καὶ γένησθε ἐμοὶ μαθηταί.
εἰ μὴ γὰρ γέγονεν ἄνθρωπος, οὐδ᾽ ἂν ὅλως ἡμεῖς, τῆς πρὸς αὐτὸν συμφυΐας ἠξιωμένοι καὶ κλημάτων δίκην ἐμπεφυκότες καὶ δύναμιν εἰς καρποφορίαν ποριζόμενοι παρ᾽ αὐτοῦ διὰ μετουσίας τοῦ Πνεύματος, ἀπετέκομεν ἂν τὸν τῆς θεοφιλοῦς πολιτείας καρπὸν, ὃν καὶ πολὺν ὀνομάζει, τὸν ἐκ τῆς νομικῆς λατρείας ὀπίσω τιθεὶς καὶ ἐν ἐλάττοσιν εἶναι δηλῶν. “τετελείωκε γὰρ ὁ νόμος οὐδὲν,” κατὰ τὴν τοῦ Παύλου φωνήν· διὰ τοῦτο πρὸς τοὺς ἁγίους ἔφασκε μαθητὰς, μᾶλλον δὲ πρὸς ἅπαντας ἡμᾶς, οἳ διὰ πίστεως καὶ τῆς εἰσάπαν ἀγάπης αὐτῷ κεκολλήμεθα “Ἀμὴν ἀμὴν λέγω ὑμῖν ἐὰν μὴ ”περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων “καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν ”οὐρανῶν,” καὶ πάλιν “Πᾶς γραμματεὺς μαθητευθεὶς τῇ ”βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ πλουσίῳ, “ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά·” καθάπερ ἐκ θησαυροῦ τῆς καρδίας τὰ Μωυσαϊκὰ διηγήματα, καὶ τῶν ἀρχαίων συγγραμμάτων τὴν μνήμην. ὁ γεμὴν κατήκοός τε καὶ εὐμαθὴς καὶ τῆς εὐαγγελικῆς δᾳδουχίας ἀνάπλεως, πολὺς καὶ διπλοῦς εἰς πλοῦτον, τὸν ἐν Πνεύματι δὲ δηλονότι φημί. νέα γὰρ ἐκβάλλει καὶ παλαιὰ, τὴν τοῦ νόμου σκιὰν καὶ τῆς ἐν νόμῳ λατρείας τὴν δύναμιν μεταπλάττων εἰς σχῆμα πολιτείας εὐαγγελικῆς. ὃ γὰρ ἐδήλου διὰ τῶν τύπων ὁ νόμος, τοῦτο Χριστὸς ἀπημφιεσμένως ἐν ἀληθείᾳ.
διὸ καὶ ἔλεγεν “Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ”ἀλλὰ πληρῶσαι,” καὶ πάλιν “Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ”ἰώτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως “ἂν πάντα γένηται.” καρπὸς οὖν ἄρα πολὺς ὁ ἐν πνεύματι καὶ ἀληθείᾳ, τῆς εὐαγγελικῆς λατρείας ἡ δύναμις, ἐπείπερ εἰς δόξαν τοῦ Θεοῦ καὶ Πατρὸς ἄνθρωπος γέγονεν ὁ Μονογενής. συμβέβηκε δὲ διὰ τοῦτο καὶ αὐτοῦ γενέσθαι μαθητὰς τοὺς ὄντας ἐπὶ τῆς γῆς· προσελάλει γὰρ τοῖς ἀρχαιοτέροις καὶ πάλαι διὰ τῶν προφητῶν ὡς Θεὸς, ἀλλ᾽ εἰς ἡμᾶς καὶ περὶ ἡμῶν ἐλέγετο “Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ.” ἡμῖν γὰρ τοῖς εἰς αὐτὸν πιστεύσασιν, οὐχ ἕτερός τις μεσολαβήσας τὸν παρ᾽ αὐτοῦ διεπόρθμευσε λόγον, ἀλλ᾽ οὐδὲ μεσίτης γέγονε τῶν θελημάτων αὐτοῦ πρὸς ἡμᾶς, καθάπερ ἀμέλει Μωυσῆς τοῖς ἐξ Ἰσραὴλ ἐν τῷ ὄρει Σινᾶ, ἤγουν οἱ μετὰ Μωυσέα προφῆται τοῖς κατ᾽ αὐτοὺς, ἀλλ᾽ αὐτὸς ἡμᾶς ἐδίδαξεν ὁ Χριστός. διδακτοὶ δὲ Θεοῦ διὰ τοῦτο πάντες ἡμεῖς. οὐκ ἂν οὖν ὅλως αὐτοῦ γεγόναμεν μαθηταὶ, οὐκ ἂν ἐτεκομεν τὸν τῆς φιλοθεΐας καρπὸν καὶ τοῦτον πολὺν, εἰ μὴ ἐδοξάσθη δι᾽ ἡμερότητος ὁ Πατὴρ, εὐδοκήσας ἐν ἡμῖν, ὡς καὶ ἄνθρωπον γενέσθαι τὸν ἐκ τῆς οὐσίας αὐτοῦ προελθόντα Λόγον. νοήσομεν γὰρ οὕτως, ὅτε λεγούσης ἀκούομεν τῆς θείας γραφῆς ὅτι δέδωκε τὸν ἴδιον Υἱόν.
συνευδόκησε γὰρ τοῦτο τῷ παθεῖν ὑπὲρ ἡμῶν ἑλομένῳ, καὶ διὰ τοῦτο καὶ δεδωκέναι λέγεται, καὶ μάλα εἰκότως. <Καθὼς ἠγάπησέ με ὁ Πατὴρ, κἀγὼ ἠγάπησα ὑμᾶς· μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ. ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μένετε ἐν τῇ ἀγάπῃ μου· καθὼς κἀγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.> Ἰσχνοτέρῳ πάλιν τῷ τῆς διανοίας ὀφθαλμῷ τὰ ἐν τοῖς προκειμένοις ἀθρητέον μυστήρια. βαθὺς γὰρ ὁ λόγος, καὶ ὅλην ἡμῖν, ὡς ἔπος εἰπεῖν, τῆς μετὰ σαρκὸς οἰκονομίας παραθεὶς τὴν δήλωσιν. ἠγαπῆσθαι μὲν γὰρ ἑαυτὸν διισχυρίζεται παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἀνταγαπῆσαι δὲ οὕτως ἡμᾶς, κατὰ τὸν αὐτὸν δηλονότι τρόπον, καθ᾽ ὅνπερ ἂν ἠγαπῆσθαι νοοῖτο καὶ αὐτὸς παρὰ τοῦ ἰδίου γεννήτορος. εἶτα τί τούτοις ἐπήνεγκεν; ὅτι προσήκει μένειν ἡμᾶς ἐν τῇ ἀγάπῃ αὐτοῦ. ἀλλὰ καὶ πρόφασιν ὥσπερ τινὰ καὶ ἀναγκαιοτάτην αἰτίαν ἀποδίδωσι, τοῦ καὶ σφόδρα δικαίως ἠγαπῆσθαι παρὰ τοῦ Πατρὸς, τὸ τηρῆσαι τὰς ἐντολὰς αὐτοῦ, καὶ ἡμῖν δὲ αὐτοῖς πληροῦν ἐπείγεσθαι τοῦτο διακελεύεται, διαμένειν τε οὕτω φησὶν ἐν τῇ ἀγάπῃ αὐτοῦ. συλλήβδην ὅσον μὲν οὖν ἔστιν εἰπεῖν καὶ τὰ ἐν τῷ προκειμένῳ συνενεγκεῖν ἀθρόως, ἐν τούτοις εὖ μάλα δεδηλώκαμεν.
ἐπειδὴ δὲ οἶμαι δεῖν τὸ δοκοῦν ἔσθ᾽ ὅτε θορυβήσειν οὐ μικρῶς τῶν ἀκεραίων τὸν νοῦν κατεξευμαρῖσαι, πάλιν φέρε δὴ λέγωμεν, ὅπως τε καὶ τίνα τρόπον τὸν ἐν τοῖς προκειμένοις ἐκληψόμεθα νοῦν. φαίνεται τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, τύπον ὥσπερ τινὰ καὶ τῆς εὐαγοῦς πολιτείας ὑπογραμμὸν ἑαυτὸν ἡμῖν παραθεὶς, ἅτε δὴ καὶ διὰ τοῦτο γεγονὼς ὑπὸ νόμον, καὶ τῆς ἡμετέρας πτωχείας οὐκ ἀπαξιώσας τὸ μέτρον ἑλεῖν, ἵνα τοῖς ἡμετέροις ἔθεσιν οἰκονομικῶς συναναπλαττόμενος, ὁδηγὸς εὑρεθῇ, καθάπερ ἐν παραδείγμασι τοῖς καθ᾽ ἑαυτὸν, πρὸς ἀνάληψιν πολιτείας καὶ ζωῆς τῆς ἀήθους ἡμῖν καὶ ἀστιβοῦς παντελῶς.
Ποῦ τοιγαροῦν, ἢ ποίαν τοῦ Πατρὸς τετήρηκεν ἐντολὴν, ἢ καὶ τίνα τρόπον ἠγαπῆσθαι λέγεσθαι παρ᾽ αὐτοῦ, ζητητέον. παρέστω τοιγαροῦν Παῦλος ὁ σοφώτατος, καὶ μυσταγωγείτω λέγων περὶ αὐτοῦ, ὡς ἐν μορφῇ μὲν ὑπῆρχε Θεοῦ, “ἀλλ᾽ ”ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀν- “θρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ”τεταπείνωκεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, “θανάτου δὲ σταυροῦ· διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε ”καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα.” ἀκήκοας, ὅπως καίτοι Θεὸς ὑπάρχων ἀληθινὸς, ἅτε δὴ καὶ σύμμορφος τῷ τεκόντι Πατρὶ, τεταπείνωκεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου; ἐπειδὴ γὰρ διασῶσαι τὸ κατεφθαρμένον ἐπὶ γῆς γένος ἐβουλεύσατο ὁ Θεὸς καὶ Πατὴρ, οὐκ ἦν δὲ τοῦτο διανῦσαι θέμις τῶν ἐν γενέσει τινὶ, πᾶσαν ὥσπερ τὴν ἐνοῦσαν τῇ κτίσει δύναμιν ἀναπηδῶντος τοῦ κατορθώματος, αὐτὸς ὑπέδυ τὴν οἰκονομίαν, ὁ γινώσκων τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς Θεὸς Μονογενής. κατέβη δὲ οὕτως εἰς ἑκούσιον ὑποταγὴν, ὡς καὶ μέχρι θανάτου καθικέσθαι καὶ τούτου ἀτιμοτάτου. τὸ γὰρ ἐξηρτῆσθαι σταυροῦ, πῶς ἂν εἴη τίμιον, μᾶλλον δὲ πῶς οὐχ ἁπάσης ἀδοξίας ἐπέκεινα; ἐπειδὴ δὴ δὲ ταῦτα ὑπέστη, φησὶν, ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν· οὐκοῦν ἔχεις, ἐν μὲν τῇ κατὰ θέλησιν ὑπακοῇ τῶν τοῦ Πατρὸς βουλευμάτων τὴν πλήρωσιν· ἃ καὶ ἐν τάξει ἐντολῶν φησι γενέσθαι πρὸς αὐτὸν ὁ Υἱός.
συνεὶς γὰρ ὡς Λόγος τὰ ἐν Πατρὶ σκέμματα, καὶ τοῦ τεκόντος αὐτὸν τὰ βάθη διερευνώμενος, μᾶλλον δὲ αὐτὸς ὑπάρχων ἡ σοφία καὶ ἡ δύναμις τοῦ Πατρὸς, εἰς ἔργον ἄγει τὸ δόξαν, εἰς τόπον αὐτὸ τιθεὶς ἐντολῆς, καὶ ὀνομάζων οὕτως ἀνθρωπινώτερον· βλέπε δὲ κἀν τούτῳ τῆς ἀγάπης τὸ μέτρον. ὑπερύψωσε γὰρ αὐτὸν ὁ Θεὸς, φησί· τὸν ὑψηλὸν ἤδη καὶ δεδοξασμένον ὑπερυψοῖ καὶ δοξάζει, καίτοι Θεὸς κατὰ φύσιν ἐστὶ καὶ ἀληθινὸς, ἅτε δὴ καὶ ὑπάρχων οὐχ εἷς τῶν κτισμάτων, κατά γε τὴν ταυτότητα τὴν ἐκ τῆς οὐσίας αὐτοῦ, διὰ τοῦτο νοούμενός τε καὶ ὢν ἀληθῶς παντὸς ὑψώματος ἐπέκεινα νοητοῦ, ἀλλὰ καὶ τῆς δόξης Κύριος κατὰ τὰς ἁγίας γραφάς. ἀλλὰ ναὶ, φησὶν, ὑψοῦται καὶ δοξάζεται, πῶς δὲ ἢ πότε καὶ τίνα τρόπον; ὅτε δηλονότι γέγονεν ἐν τῇ τοῦ δούλου μορφῇ, καὶ ἐν τῷ τῆς ταπεινώσεως σχήματι, τουτέστιν, ἄνθρωπος καθ᾽ ἡμᾶς. ἀνατρέχει γὰρ καὶ μετὰ σαρκὸς εἰς τὸ συνυψοῦσθαι πάλιν καὶ συνδοξάζεσθαι τῷ Πατρί· ἠγαπήθη τε παρ᾽ αὐτοῦ, καὶ οὐχὶ τότε πρῶτον, ὅτε τὴν ἑκούσιον ὑποταγὴν πεπλήρωκε, νοήσεις δὲ μᾶλλον ἐκείνως. ὅνπερ γὰρ τρόπον ὑψηλὸς ὑπάρχων ἀεὶ καὶ δεδοξασμένος, ὅσον εἰς ἰδίαν φύσιν, δεδοξάσθαι τε καὶ ὑψῶσθαι λέγεται, ὅτε γέγονεν ἄνθρωπος, ὁ τῆς θεοπρεποῦς δόξης ἔρημος ὢν, ὅσον εἰς ἀνθρωπότητος λόγον· οὕτω καὶ ἐξ ἀρχῆς, ἀεί τε καὶ διὰ παντὸς ἀγαπώμενος, ἠγαπῆσθαι λέγεται καὶ μετὰ σαρκός.
πέφηνε γὰρ διὰ τοῦτο καθ᾽ ἡμᾶς, τουτέστι, κεχρημάτικε καὶ γέγονεν ἄνθρωπος, ἵνα τὸν πάλαι μεμισημένον διὰ τὴν ἐν ἀρχῇ παράβασιν καὶ τὴν ἐν τῷ μεταξὺ παρεισφρήσασαν ἁμαρτίαν, ἀγαπητὸν ἀποτελέσῃ τῷ Θεῷ. θύρα γὰρ διὰ τοῦτο καὶ ἀρχὴ καὶ ὁδὸς ἁπάντων ἡμῖν τῶν ἀγαθῶν πεφηνέναι λέγεται Χριστός. ἆρα δή σοι λοιπὸν ἀνεγκλήτως ἑαυτὸν ἠγαπῆσθαί φησι διὰ τὸ τετηρῆσθαι παρ᾽ αὐτοῦ τὰς τοῦ Πατρὸς ἐντολάς; ἄρα μή σοι τραχὺς ὁ τοῦ μυστηρίου κατεφάνη λόγος, καὶ τῆς δι᾽ ἡμᾶς τετελεσμένης οἰκονομίας τὸ βάθος μὴ δυσέφικτόν πως τῷ σῷ γέγονε νῷ; ἀλλ᾽ ἔστιν “ἐνώπια τοῖς συνιοῦσι καὶ ὀρθὰ ”πάντα τοῖς ἔχουσι γνῶσιν,” κατὰ τὸ γεγραμμένον.
Μείνατε τοίνυν φησὶν ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ, τουτέστι, διὰ σπουδῆς ἁπάσης καὶ προθυμίας ἐρχόμενοι, διαπραγματεύσασθέ τε καὶ ἐπιτηδεύσασθε τὸ τοιαύτης ἀξιοῦσθαι παρ᾽ ἐμοῦ τῆς ἀγάπης, ὁποίαν ἔχω κἀγὼ παρὰ τῷ Θεῷ καὶ Πατρί. γέγονα μὲν γὰρ ὑπήκοος ἐγὼ καὶ τῶν τοῦ Πατρὸς θελημάτων ἀποτελεστὴς, μένω τε διὰ τοῦτο καὶ ἀραρότως ἠγαπημένος. ἀλλ᾽ ὅταν γένησθε καὶ αὐτοὶ τῶν ἐμῶν φύλακες ἐντολῶν, κατὰ τὸν ἴσον τρόπον μενεῖτε πάντως ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ. ἀπροφάσιστον δὲ τὴν εἰς τοῦτο, φησὶν, ἕξετε ῥᾳθυμίαν· οὐ γὰρ ἀμισθὶ τὸν ἐπὶ τούτοις ἱδρῶτα διατλήσετε. φανήσομαι γὰρ τοσαύτην ὑμῖν ἐπιδοὺς τὴν ἀγάπην, ὅσην αὐτὸς ἔχω παρὰ Πατρὸς, καὶ μονονουχὶ ταῖς ἰσοῤῥόποις τιμαῖς τὸν τῶν ἐμῶν λόγων φύλακα στεφανῶν. ἐμὲ γὰρ ὑπερύψωσεν ὁ Πατὴρ, ἐχαρίσατό τε “τὸ ὄνομα τὸ ὑπὲρ ”πᾶν ὄνομα.” ἀναδέδειγμαι γὰρ τῶν ὅλων Θεὸς, ἀλλ᾽ οὐχ ἁλώσομαι βάσκανος οὐδὲ τῶν τοιούτων ὑμῖν διαφθονήσας ἀγαθῶν· ἀνθρώπους γὰρ ὄντας, δούλην τε διὰ τοῦτο λαχόντας τὴν φύσιν, θεοὺς καὶ υἱοὺς ἀπέδειξα Θεοῦ, τοῖς ὑπὲρ φύσιν ἀξιώμασι καταφαιδρύνας διὰ τῆς χάριτος, κοινωνοὺς τῆς ἐμῆς βασιλείας εἰσεδεξάμην, συμμόρφους ἀπέδειξα “τῷ ”σώματι τῆς δόξης” τῆς ἐμῆς, ἀφθαρσίᾳ τετίμηκα καὶ ζωῇ. ἀλλὰ ταῦτα μὲν ἐν ἐλπίσι, καὶ εἰς αἰῶνα τηρεῖται τὸν μέλλοντα. τί δὲ δὴ καὶ εἰς τὸ παρόν;
ἆρ᾽ οὐχὶ λαμπροὺς καὶ δεδοξασμένους ἀπέφηνα, σεπτοὺς δὲ οὐχὶ παρὰ πᾶσι τοῖς φιλοθέοις κατέστησα; καίτοι τοῖς ἀνοσίοις ἐπετιμήσατε δαίμοσι, “πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν” ἐπέτρεψα θεραπεύειν, ἐπηγγειλάμην λέγων “Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ”ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, “καὶ μείζονα τούτων ποιήσει.” ταῦτά πως τοῖς ἁγίοις μαθηταῖς οἰησόμεθα λέγειν αὐτὸν τὸν τῶν προκειμένων ἀναματτόμενοι νοῦν. πανταχοῦ δὲ τοῖς τῆς ἀληθείας δόγμασι τὴν διάνοιαν ὑποζεύξαντες, καὶ τὰ παρεμπίπτοντα τῶν θεωρημάτων, ὡς ἔνι, καλῶς ταῖς εἰς εὐσέβειαν τέχναις εἰς τὸ τοῖς ἀκροωμένοις λυσιτελὲς περιτρέποντες, τὸ γοῦν σκανδάλῳ τινὶ περιπεσεῖν ἀνοήτως διαφευξόμεθα. γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν “Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον ”σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον.” <Ταῦτα λελάληκα ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ, καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ.> Τὸν περὶ τῆς ἀμπέλου λόγον ἡμῖν εἰσκεκομικὼς, εἶτα τὸ ἀποσπώμενον κλῆμα, καὶ οἱονεὶ τῆς τρεφούσης αὐτὸ μητρὸς διακεκομμένον, ἀχρεῖον μὲν ἔσεσθαι παντελῶς, πυρὶ δὲ χρῆναι δαπανᾶσθαι διδάξας, οὐ μικρὰν ἐνεποίησε τοῖς μαθηταῖς τὴν ἐπὶ τούτῳ πτοίαν. αἱ γὰρ τῶν ἀπευκτῶν ἀκροάσεις, καὶ εἰ μήπω φαίνοιντο παρόντα τυχὸν, οὐ μετρίως εἰσὶν ἐκταράττειν ἱκαναὶ, μάλισθ᾽ ὅταν ἐντίκτοι τισὶ τοῦ συμβαίνειν αὐτὰ δύνασθαι τὴν ὑποψίαν τῶν ἐσομένων τὸ ἄδηλον.
καθάπερ ἀμέλει καὶ ὁ τήνδε μέλλων διαπλεῖν τὴν θάλασσαν, ὡς ἐνδεχομένου καὶ χειμῶνος εἰς πεῖραν ἐλθεῖν, καὶ μὴν καὶ ἀγρίου κύματος καὶ ἀτιθάσων κυμάτων καταδρομῆς, καὶ εἰ μήπω παρόντα καταθεῷτο τυχὸν, ἐν μόναις φροντίσιν ἔτι καὶ τοῦτο ἀδήλοις, ὡς ἤδη παρόντα δέδιεν. ὑποφρίττοντας τοίνυν τοὺς ἀποστόλους, καὶ τῇ τῶν δεινῶν ἀκοῇ τάχα πως καὶ γεγονότας περιδεεῖς, καὶ πρὸς τὴν τῶν ἐσομένων ἀποναρκήσαντας πεῖραν, ἀνανεοῖ χρησίμως εἰς εὔτονον φρόνημα, καὶ στυγνῶν ἀφέμενος λόγων, περὶ τῆς κατὰ Θεὸν αὐτοῖς διαλέγεται θυμηδίας. οὐ γάρ τοι, φησὶν, ὦ ἡμέτεροι μαθηταὶ, τούτου γε ἕνεκα νυνὶ τὸν πρὸς ὑμᾶς πεποίημαι λόγον, ὡς ἄνανδρον μὲν ὑμῖν ἐμποιῆσαι φρόνημα, ἤγουν ἐπ᾽ ἀδήλῳ δείματι, καὶ οὐχὶ πάντως ἐσομένῳ κακῷ προκατακλωμένους ὑμᾶς, καὶ ἀτολμοτάτους ὁρᾶσθαι πρὸς κατόρθωσιν ἀγαθῶν, ἀλλ᾽ ἵνα τούτοις συμβαίνῃ τὰ ἐναντία, καὶ θυμηδίαν ἔχητε τὴν ἐμὴν, ἤτοι ἡ ἐμὴ χαρὰ ἐν ὑμῖν μείνῃ.
Καὶ τί τοῦτό ἐστι, τί δὲ διὰ τούτου νοεῖν ἡμᾶς ἐθέλει Χριστὸς, πικρότερον οἶμαι διασκέψασθαι δεῖν. διχῶς τοιγαροῦν νοητέον. ἢ γὰρ ὥσπερ ἐν λογισμῷ μηδὲν ἔχοντι παντελῶς περιεργότερον ἐρεῖ τις τυχὸν, ἵνα τὴν περὶ ἐμὲ χαρὰν ἔχητε, ἤτοι τὴν εἰς ἐμέ· οὕτω γὰρ ἂν καὶ αὐτοὶ τὴν ἰδίαν ἀναπληρώσητε δύναμιν, τῶν ὑπερκοσμίων ἀγαθῶν ἐννοοῦντες τὴν ἀμοιβὴν, καὶ τὴν ἐσομένην τοῖς παρ᾽ ὑμῶν ἱδρῶσιν ἀντίδοσιν, καὶ τῆς παρὰ Θεῷ δόξης τὸ μέγεθος· ἤγουν ἕτερόν τι σκοποῦντες καὶ λογιζόμενοι, πρὸς βαθυτέραν ἰέναι θεωρίαν οὐκ ἀποκνήσομεν. χρῆναι γὰρ οἶμαι καὶ λίαν εὖ μάλα φιλοθηρεῖν εὐσεβῶς ἁπάσης θεωρίας τὸν σκοπόν. τί οὖν ἄρα δηλοῖ τό Ἵνα ἡ χαρὰ ἡ ἐμὴ ᾖ ἐκ ὑμῖν; ἢ τὸ ὅτι γέγονε καθ᾽ ἡμᾶς ὁ Μονογενὴς, τουτέστιν, ἄνθρωπος δίχα μόνης ἁμαρτίας, πάντα κεκρικὼς ὑπομεῖναι καὶ παθεῖν ὅσων ἤγαγεν εἰς πεῖραν αὐτὸν ἡ ἐπάρατος τῶν Ἰουδαίων ἀπόνοια; εὑρήσομεν γὰρ ὑβρισθέντα τε καὶ διωκόμενον καὶ πικροῖς ὀνείδεσι διακεκρουσμένον, ἐμπτυσθέντα τε καὶ ῥαπισθέντα καὶ τῆς διὰ μαστίγων αἰκίας οὐκ ἀμοιρήσαντα, καὶ τελευταῖον ἐπὶ τούτοις τῷ δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν προσηλωθέντα σταυρῷ.
ἐπὶ δὲ τούτοις ἅπασι τοῖς οὕτω δεινοῖς, οὐ κατεσπάσθη πρὸς λύπην, πλὴν ὅσον τοῦ παθεῖν οἰκονομικῶς οὐκ ἀπέφριξε τὴν ἀδοξίαν, ἀλλὰ τῆς πρεπούσης θυμηδίας αὐτῷ καὶ χαρᾶς ἀνάπλεως ἦν, ἐπείπερ ἐθεάσατο τὴν τῶν σωζομένων πληθὺν, πληρούμενόν τε τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρός. διὰ τοῦτο χαρὰν ἐποιεῖτο τὴν ἀτιμίαν, τρυφὴν ἐλογίζετο τοὺς πόνους. καίτοι γὰρ πολλῶν καὶ ἀπηχεστάτων κατ᾽ αὐτοῦ τολμωμένων, γεγραμμένον εὑρήσομεν ὅτι τότε ὁ Ἰησοῦς “ἠγαλλιάσατο τῷ πνεύματι καὶ εἶπεν Ἐξο- ”μολογοῦμαί σοι Πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι “ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυ- ”ψας αὐτὰ νηπίοις· ναὶ ὁ Πατὴρ, ὅτι οὕτως εὐδοκία ἐγένετο “ἔμπροσθέν σου.” ἀκούεις, ὅτι ἐπείπερ ἐθεᾶτο σοφουμένους τοὺς νηπίους τε ὄντας καὶ ἀνοήτους ποτὲ, χαίρει μὲν καὶ ἀγαλλιᾶται διὰ τοῦ Πνεύματος, χάριν δὲ ὥσπερ ὑπὲρ ἡμῶν ἀνατιθεῖ τῷ διασώζοντι Πατρί· ἀλλὰ καὶ ὅτε τὴν τῶν Σαμαρειτῶν διέθει χώραν, κέκμηκε δὲ “ἐκ τῆς ὁδοιπορίας,” καθὰ γέγραπται, “ἐκαθέζετο ἐπὶ τῇ πηγῇ” τοῦ Ἰακώβ; ἐπειδὴ δὲ τὸ γύναιον αὐτῷ προσεκόμιζε τὴν τοῦ ἀρύσασθαι χρείαν, προσελάλησέ τε αὐτῷ τὰ εἰκότα καὶ Σαμαρειτῶν ὄχλον ἥξοντα προσεδόκησε, καὶ τροφῆς ἀναγκαίας ἀλογήσας φαίνεται. τί γὰρ ἔφη πρὸς τοὺς μαθητὰς, ἐδεσμάτων αὐτῷ μεταλαβεῖν συμβουλεύοντας; “
ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω ”τὸ θέλημα τοῦ Πατρός μου καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.” ἆρ᾽ οὖν κἀντεῦθεν οὐκ ἂν γένοιτο συμφανὲς, ὅτι τρυφὴν ἐποιεῖτο καὶ χαρὰν τῶν πατρῴων θελημάτων τὴν πλήρωσιν, τουτέστι, τὴν εἰς σωτηρίαν ἀναδρομὴν τῶν εἰς ἀπώλειαν διωλισθηκότων; ἀλλ᾽ ἔστιν οὐκ ἀμφίλογον.
Ταῦτα τοίνυν πάντα, φησὶ, διείλεγμαι πρὸς ὑμᾶς ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν ᾖ, τουτέστιν, ἵν᾽ ἐπ᾽ ἐκείνοις ἐθέλητε διευθυμεῖσθαι μόνοις ἐφ᾽ οἷσπερ κἀγὼ, ἵνα πρὸς ἀγῶνας ἀνδρίσησθε, καὶ τὴν ἐπὶ τοῖς σωζομένοις ἐλπίδα περιζωσάμενοι, κἄν τι διὰ τοῦτο συμβαίνῃ παθεῖν, μὴ πρὸς ἀκηδίας ἀδρανεῖς καταφέρησθε μᾶλλον, χαίρητε δὲ τότε πλουσιώτερον, ἐπείπερ καὶ δι᾽ ὑμῶν ἀναπληροῦται τὸ θέλημα τοῦ “πάντας ἀνθρώπους θέλοντος σώζεσθαι καὶ εἰς ἐπίγνωσιν ”ἀληθείας ἐλθεῖν.” ἔχαιρον γὰρ ἐπὶ τούτοις κἀγὼ καὶ λίαν ἡδίστους ἐλογιζόμην τοὺς πόνους. ὅταν τοίνυν, φησὶ, τοιαύτην ἕλησθε ἔχειν χαρὰν, ἣν ἐμαυτῷ πρέπειν ἐλογισάμην, τότε τελείαν αὐτὴν ἕξετε καὶ ὁλόκληρον.
Πληρεστάτην γὰρ ὄντως καὶ τελείαν εἶναι χαρὰν λογιζόμεθα, τὴν ἐν Θεῷ καὶ διὰ Θεὸν καὶ ἐπ᾽ ἔργοις ἀγαθοῖς, διὰ τὸ πεπηγὸς καὶ ἀκλόνητον τῆς ἐλπίδος· καὶ ὅτι γέγονεν, ἐφ᾽ οἷς ἦν εἰκὸς, οὐχὶ μόνους ἡμᾶς, ἀλλὰ καὶ αὐτὸν ἡσθῆναι τὸν Ἰησοῦν· ἀτελῆ δὲ χαρὰν τὴν ἐν κόσμῳ φαμὲν, διά τε τὸ εὐπαράφορον καὶ τὸ ἐφ᾽ οἷς ἥκιστα χρῆν τελουμένην ὁρᾶσθαι, τουτέστι, πράγμασι κοσμικοῖς, ἃ φαντασμάτων καὶ σκιᾶς ἐξίπταται δίκην.
ὥσπερ τέλειον μῖσος εἶναί φαμεν, τὸ δικαίως τε καὶ ὀρθῶς ἐπί τισι παρ᾽ ἡμῶν γινόμενον· ὥσπερ οὖν ἀμέλει καὶ ὁ μακάριος Δαυεὶδ περὶ τῶν ἀνθεστηκότων τῇ δόξῃ τοῦ Θεοῦ φησι “Τέλειον μῖσος ἐμίσουν ”αὐτούς·” τελείαν δὲ ἀγάπην, τὴν ὁλοκλήρως ἀνακεῖσθαι Θεῷ παρασκευάζουσαν τοὺς ἑλόντας αὐτὴν ἐν Θεῷ καὶ διὰ Θεὸν, οὐ τὴν ἐπί τισιν ἐπιγείοις καὶ λόγου μηδενὸς ἀξίοις πράγμασιν. <Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς κἀγὼ ἠγάπησα ὑμᾶς· μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.> Ἐμφανεστέραν ἤδη καθίστησι διὰ τῆς τούτων ἐπαγωγῆς, τῶν ἤδη προειρημένων τὴν δύναμιν, τουτέστι, τὸ χρῆναι τοὺς μαθητὰς τὴν αὐτοῦ χαρὰν ἔχειν ἐν ἑαυτοῖς· ἀναφανδὸν δέ φησιν, ὅτι τοῦτο ἐντέλλομαι, καὶ τοῦτο διδάσκω δρᾶν τε καὶ φρονεῖν τοῦς ἕπεσθαι δεῖν οἰομένους ἐμοὶ, τοιουτότροπον εἰς ἀλλήλους ἐκμελετᾶν τὴν ἀγάπην, ὁποίαν ἐγὼ φθάσας ἐπεδειξάμην καὶ πεπλήρωκα. ποῖον οὖν ἄρα τὸ μέτρον θεωρήσαι τις ἂν τῆς ἀγάπης τοῦ Χριστοῦ, πάλιν αὐτὸς ὑπέφηνεν, εἰπὼν, τὸ μεῖζον εἶναι μηδὲν τῆς τοιαύτης ἀγάπης, ἣ καὶ αὐτὴν προέσθαι τὴν ψυχὴν ὑπὲρ τῶν ἀγαπωμένων διακελεύεται.
ἐκ δὴ τούτων ἁπάντων μονονουχὶ τοῖς ἰδίοις διακελεύεται μαθηταῖς, ὅτι προσήκει τοσοῦτον ἀφεστάναι τοῦ δεδιέναι φιλεῖν τοὺς ὑπὲρ τῶν σωζομένων ἀγῶνας, καὶ αὐτὸν ἀοκνότατα καὶ λίαν ἑτοίμως ἔχειν ὑποστῆναι τὸν τῆς σαρκὸς θάνατον· καθίκετο γὰρ καὶ μέχρι τοῦδε τοῦ μέτρου, τῆς τοῦ Σωτῆρος ἡμῶν ἀγάπης ἡ δύναμις. τὸ δὲ ταῦτα λέγειν ἕτερον ἦν δρῶντος οὐδὲν, ἢ παραθήγοντος μὲν εἰς ὑπερφυᾶ τε καὶ ἐξαίρετον ἀνδρείαν τοὺς μαθητὰς, διανιστάνοντος δὲ λίαν εἰς ἀκμαιοτάτην φιλαδελφίαν, καὶ φρόνημα τὸ νεανικὸν καὶ φιλόθεον ἐγχαλκεύοντος, καὶ εἰς ἄμαχόν τινα καὶ ἀκαταγώνιστον ἐγείροντος προθυμίαν εἰς τὸ πάντα κατορθοῦν ἐπείγεσθαι γοργῶς τὰ αὐτῷ θυμηρέστατα. τοιοῦτον ἡμῖν ἑαυτὸν ἐπεδείκνυ λέγων ὁ Παῦλος “Ἐμοὶ γὰρ τὸ ”ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος,” καὶ πάλιν “Ἡ ”γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς κρίναντας τοῦτο, “ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον,” καὶ πρὸς τούτοις ἔτι “Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ ”Χριστοῦ; θλίψις ἢ στενοχωρία ἢ λιμὸς ἢ γυμνότης ἢ “κίνδυνος ἢ μάχαιρα;” ἀκούεις, ὅπως οὐδὲν ὅλως ἕξειν τὸ ἀντιστατοῦν ἐπαγγέλλεται, ἤγουν διακόπτειν ἰσχύον τῆς εἰς Χριστὸν ἀγάπης αὐτούς;
εἰ δὲ τὸ ποιμαίνειν τὰ ποίμνια καὶ τὸ βόσκειν τὰ ἀρνία τοῦ Χριστοῦ, τοῦτο ἂν εἴη τὸ ἀγαπᾶν αὐτόν· πῶς οὐκ ἔσται προδηλότατον, ὅτι καὶ θανάτου κρείττων ἔσεται, φησὶ, διωγμῶν τε καὶ μαχαίρας ἀμείνων, ἀλογήσει δὲ παντελῶς καὶ στενοχωρίας ὁ τὸν σωτήριον τοῖς οὐκ εἰδόσι Θεὸν διακηρύττων λόγον; εἰ δὲ δὴ προσήκοι διὰ τὴν τοῦ νοήματος συστροφὴν τὸν τοῦ Σωτῆρος συνενεγκόντας λόγον, κεφαλαιωδέστερον εἰπεῖν ὃ βούλεται δρᾶν τοὺς ἑαυτοῦ μαθητάς· ἀοκνότατόν τε καὶ παντὸς ἔξω δείματος τὸν οἰκεῖον διασώζοντας νοῦν, τὸν τῆς εἰς αὐτὸν πίστεως ἱερουργῆσαι κελεύει λόγον, καὶ τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐμφανὲς καταστῆσαι τὸ εὐαγγέλιον. αὐτὸ δὲ τοῦτο καὶ διὰ φωνῆς Ἡσαΐου φησίν· “Ἐπ᾽ ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζό- ”μενος Σιὼν, ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου ὁ εὐαγγελι- “ζόμενος Ἱερουσαλήμ· ἰσχύσατε, μὴ φοβεῖσθε.” ὃ καὶ δύνασθαι ἐξαιτοῦντας παρὰ Θεοῦ κατορθοῦν δι᾽ ἐκτενεστάτης προσευχῆς καὶ αὐτοὺς εὑρήσομεν τοὺς ἁγίους μαθητὰς, ὅτε τῆς Ἰουδαίων κατηγοροῦντες ἀπονοίας ἔφασκον “Καὶ ”τὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς “δούλοις σου μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου.”
ὁμολογουμένως μὲν γὰρ τοῖς ἱερουργοῦσι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, πολλοὶ λίαν οἱ ἀνθιστάμενοι καὶ δυσσεβῶς ἐπιτρίζοντες· ἀλλ᾽ εἰ καὶ δριμὺς ὁ φόβος, καὶ δεινότατα τὰ ἐκ τῆς ἐπιβουλῆς διανίσταται κύματα, λόγος τοῦ παθεῖν οὐδεὶς παρά γε τοῖς ἀληθῶς μαθηταῖς, ἔστ᾽ ἂν ἴοι πρὸς ἔργον αὐτοῖς τὰ ἐκ τῆς ἀγάπης κατορθώματα, ἀγάπης δέ φημι τῆς τοιαύτης, ὁποίαν πρὸς ἡμᾶς ὑπέδειξεν ὁ Σωτὴρ, “ὃς ἀντὶ ”τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης “καταφρονήσας,” ἵνα τοῖς ἡμαρτηκόσι κατορθώσῃ τὴν σωτηρίαν. εἰ δὲ μὴ παθεῖν ἠθέλησεν ὑπὲρ ἡμῶν, ἦμεν ἂν ἔτι νεκροὶ, οἰκέται διαβόλου, “μωροὶ καὶ τυφλοὶ” καὶ παντὸς μένοντες ἐπιδεεῖς ἀγαθοῦ, ἡδονῆς δὲ δοῦλοι καὶ ἁμαρτίας, “Ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ.” νυνὶ δὲ καὶ αὐτὴν ὑπὲρ ἡμῶν τέθεικε τὴν ψυχὴν ἐξ ἀγάπης τῆς εἰς ἡμᾶς ὁ Σωτὴρ, καὶ ἀσύγκριτόν τινα τὴν φιλανθρωπίαν ἐπιδειξάμενος, ζηλωτοὺς ἀπέφηνε καὶ τρισμακαρίους, οὐδενὸς τὸ παράπαν τῶν ἀγαθῶν ἐπιδεεῖς.
Ἁρμόσει μὲν οὖν τῶν προκειμένων ἡ δύναμις κατὰ τοῦτον οἶμαι τὸν σκοπὸν ταῖς θεοπνεύστοις τῶν μαθητῶν κεφαλαῖς· εἰ δὲ δὴ καὶ εἰς ἅπαντας ἐξίοι τὸ εἰρήμενον, τουτέστιν Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς· πολύ τι τοῖς ὅλοις λυσιτελὲς διὰ τῆς ἐρεύνης εἰσβήσεται. εἰ γὰρ ἁπάσης τῆς τοῦ Σωτῆρος ἡμῶν ἐντολῆς τὴν πλήρωσιν ἡ εἰς ἀδελφοὺς ἀγάπη τηρεῖ καὶ ἐργάζεται, πῶς οὐ λίαν ἀξιοθαύμαστος ὁ ταύτην ὅτι μάλιστα κατορθοῦν ἐπιχειρῶν ἀλοιδορήτως τε καὶ ἀνυπαιτίως, ὅτε πασῶν, ὡς ἔπος εἰπεῖν, τῶν ἀρετῶν ἐναπόκειται τὸ κεφάλαιον; δευτέρα γὰρ τῆς εἰς Θεὸν ἀγάπης ἡ εἰς ἀλλήλους ἐστὶ, καὶ πᾶσα τῆς εἰς Θεὸν εὐσεβείας ἡ δύναμις ὡς ἐν ἑνὶ τούτῳ συμπεραιοῦται “λόγῳ, ἐν τῷ Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν.” <Ὑμεῖς φίλοι μου ἐστὲ, ἐὰν ποιῆτε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν. οὐκέτι λέγω ὑμᾶς δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ αὐτοῦ ὁ κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου ἐγνώρισα ὑμῖν.> Ἀντέταξε πάλιν τοῖς ἐκ τῆς ὑπακοῆς καὶ φιλαρέτου γνώμης ἐσομένοις ἔσθ᾽ ὅτε δείμασι, τῆς εἰς αὐτὸν φιλίας τὸ κέρδος, ἵνα ταῖς ἐντεῦθεν εὐθυμίαις καὶ τῇ πρὸς τὸ μεῖζον ἐφέσει τὸ ἐν ἐκείνοις ἀφανίζηται φορτικὸν, καὶ τὸ λυπεῖν ἔσθ᾽ ὅτε δοκοῦν οἰχήσεται πρὸς τὸ μηδέν. γλυκὺς γὰρ τότε τοῖς φιλοθέοις ὁ πόνος, ὅτε γείτων ἄρα καὶ πλούσιος ὁ μισθός.
εἶτα τίς ἂν οἰηθείη τι μεῖζον, τί δὲ εἶναι λαμπρότερον ἐρεῖ τοῦ φίλον εἶναι καὶ λέγεσθαι Χριστοῦ; θέα γὰρ ὅπως καὶ ὑπὲρ αὐτοὺς τοὺς τῆς ἀνθρωπείας φύσεως ὅρους ἐστὶ τὸ ἀξίωμα. δοῦλα μὲν γὰρ πάντα τοῦ πεποιηκότος αὐτὰ, κατὰ τὴν τοῦ ψάλλοντος φωνὴν, καὶ οὐδὲν οἶμαι τῶν γεγονότων ἐστὶν, ὃ μὴ τῷ τῆς δουλείας ὑπηνέχθη ζυγῷ, κατά γε τὸν πρέποντα λόγον καὶ δημιουργῷ καὶ ποιήματι. οὐ γὰρ ἐν ἴσῳ τὸ ποιηθὲν τῷ τεκτηναμένῳ, πόθεν; κατάρξει δὲ μᾶλλον καὶ καθηγήσεται τῶν ἰδίων ἔργων ὁ ἐπὶ πάντας Θεός. ὑπεζευγμένων οὖν ἄρα τῶν ὅλων, καὶ δοῦλον ὑπεστρωκότων τῷ Θεῷ τὸν αὐχένα, πρὸς τὴν ὑπὲρ φύσιν ἀνακομίζει δόξαν τοὺς ἁγίους ὁ Κύριος, εἰ δρᾶν ἐθέλοντες φαίνοιντο τὰ δοκοῦντα αὐτῷ, καὶ καθάπερ ἐν τάξει δωροφορίας, ἀκατηγόρητον αὐτῷ προσκομίζει τὴν ὑποταγήν· λαμπρὸς οὖν ἄρα καὶ ἀξιοζήλωτος ὁ μισθός.
Πλὴν ἐκεῖνο κατασκεπτέον ἐν τούτοις εὖ μάλα· λυσιτελήσει γὰρ οὐ μικρῶς· εἰ γὰρ ἐξαρκέσει τισὶν εἰς ἐλεύθερον ἀξίωμα καὶ πρὸς τὸ μηκέτι καλεῖσθαι δούλους ἡ πρὸς τὸν Υἱὸν φιλία, πῶς ἂν εἴη δοῦλος ἢ ὡς ποίημα καὶ γενητὸς, κατὰ τὴν τινῶν ἀβουλίαν; οὐ γὰρ δὴ τοῖς ἑτέροις τὴν μὲν τῆς ἐλευθερίας τιμὴν διανέμειν ἐστὶν ἱκανὸς, ἔρημον δὲ ταύτης τὴν ἰδίαν ἕξει φύσιν· χρῆναι γὰρ οἶμαι πρὸ τῶν ἄλλων αὐτὸν τοιοῦτον εἶναι φαίνεσθαι, δώσει γὰρ τότε πρεπωδέστερον τοῖς οὐκ ἔχουσι τὸ ἴδιον ἀγαθόν. ἀλλὰ τοῖς ἁγίοις ἀποστόλοις ἢ καὶ τοῖς ἄλλοις ἅπασι τυχὸν τοῖς διὰ πίστεως εἰς φιλίαν ἀναβαίνουσι τὴν πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἐπακτὸν ἂν εἴη καὶ δοτὸν, ὡς ἐν τάξει τιμῆς τὸ ἀξίωμα, ἔχον δὲ οὐκέτι κατὰ τὸν ἴσον τρόπον· οἱ γὰρ τῇ πρὸς αὐτὸν ὁμοιώσει πρὸς τὴν τῆς ἐλευθερίας ἀνατρέχοντες δόξαν, αὐτῷ δὴ τούτῳ καὶ μόνῳ προσὸν φυσικῶς ἀποδείξειαν. τῷ γὰρ κατὰ φύσιν ἀεὶ τὸ κατὰ θέσιν παρεικάζεται.
Σημειωτέον γεμήν· δεῖν γὰρ οἶμαι διὰ παντὸς ἰέναι θεωρήματος χρησίμου τε καὶ λίαν ἀναγκαίαν ἔχοντος τὴν ἐξήγησιν· ὅτι τῆς κατὰ νόμον δικαιοσύνης ἡ ἐκ πίστεως τῆς εἰς Χριστὸν ἀρχαιοτέραν ἔχει τὴν ἀνάδειξιν, καὶ πρὸς τούτοις, ὅτι τοῖς πιστεύουσι καὶ ὑπακούουσι τῷ Χριστῷ, ἡ τῶν θείων μυστηρίων ἀποκαλύπτεται γνῶσις, καὶ ἡ τοῦ Θεοῦ καὶ Πατρὸς ἑρμηνεύεται βουλὴ παρὰ τοῦ ταύτην εἰδότος Υἱοῦ· τοῖς δὲ ἀπειθήσασιν οὐκέτι.
Καὶ φέρε πάλιν αὐτὸ διὰ τῆς θεοπνεύστου δεικνύωμεν γραφῆς, ὀλίγα χρησίμως ἀδολεσχήσαντες. γέγραπται τοίνυν ἐν βίβλῳ Μωυσέως, ὅτι πεπίστευκε μὲν “Ἁβραὰμ τῷ ”Θεῷ,” πλὴν ἡ πίστις αὐτῷ λελόγισται “εἰς δικαιοσύνην, ”καὶ φίλος Θεοῦ ἐκλήθη.” καὶ τίς ὁ τῆς πίστεως τρόπος, ἢ πῶς ἄρα φίλος ἐκλήθη Θεοῦ; ἤκουσεν “Ἔξελθε ἐκ τῆς ”γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς τὴν γῆν “ἣν ἄν σοι δείξω.” ἀλλὰ καὶ ὅτε τὸν μονογενῆ προσετάττετο θύειν εἰς τύπον Χριστοῦ, τὸν ἐν τῷ Θεῷ κεκρυμμένον ἐδιδάσκετο σκοπόν· καὶ γοῦν ὁ Σωτὴρ ἔφη περὶ αὐτοῦ τοῖς ἀνοσίοις Ἰουδαίοις προσλαλῶν “Ἁβραὰμ ὁ πατὴρ ὑμῶν ”ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ εἶδε καὶ “ἐχάρη.” οὐκοῦν δι᾽ ὑπακοῆς καὶ θυσίας ὁ θεσπέσιος Ἁβραὰμ φίλος ἐκλήθη Θεοῦ, καὶ τὸ τῆς δικαιοσύνης ἀνεδύσατο καύχημα· καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ καὶ θείων ἠξιώθη λόγων, καὶ βουλὴν ἔγνω Θεοῦ, τὴν ἐπ᾽ ἐσχάτοις γενομένην καιροῖς. ἐπὶ συντελείᾳ γὰρ τῶν αἰώνων ὑπὲρ ἡμῶν ἀπέθανεν ὁ Χριστὸς, τὸ ἱερὸν ὄντως καὶ ἅγιον θῦμα τὸ αἶρον τὴν ἁμαρτίαν τοῦ κόσμου.
Ἀλλ᾽ ὅρα μοι πάλιν τὰ ἴσα πληρούμενα καὶ ἐπὶ τῶν διὰ πίστεως εἰς φιλίαν ἀναβαινόντων τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ· ἤκουσαν καὶ αὐτοί “Ἔξελθε ἐκ τῆς γῆς σου.” καὶ ὅτι δεδράκασι προθύμως, ἄκουε τί φασιν “Οὐ γὰρ ἔχομεν ”ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν· “ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.” μέτοικοι γάρ εἰσι καὶ παρεπίδημοι ἐπὶ τῆς γῆς, τοῖς ἄνω πολιτευόμενοι, καὶ τὴν μὲν ἐνεγκοῦσαν ἀφέντες, ὅσον ἧκεν εἰπεῖν εἰς φρόνημα τὸ φιλόθεον, γλιχόμενοι δὲ τῆς ἄνω μονῆς. ταύτην γὰρ αὐτοῖς ὁ Σωτὴρ ὑπέδειξε λέγων “Πορεύομαι καὶ ἑτοιμάσω τόπον ”ὑμῖν· ὅτε δὲ ἔλθω, παραλήψομαι ὑμᾶς μετ᾽ ἐμαυτοῦ, ἵνα “ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε.” ἤκουσαν ἐξελθεῖν ἀπὸ τῆς συγγενείας αὐτῶν. καὶ πῶς τοῦτο δείξομεν; αὐτόν σοι παροίσομεν λέγοντα τὸν Χριστόν “Ὁ φιλῶν πατέρα ἢ ”μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος.” ὅτι δὲ συγγενείας τῆς ἐπιγείου καὶ σαρκικῆς προτετίμηται τὰ παρὰ Θεοῦ, καὶ πολὺ δὴ κρείττων ἡ εἰς Χριστὸν ἀγάπη τέθειται, παρά γε τοῖς σεβομένοις αὐτὸν ἀληθῶς οὐκ ἀμφίλογον.
καὶ ὁ μὲν μακάριος Ἁβραὰμ τὸν ἴδιον υἱὸν εἰς ὀσμὴν εὐωδίας προσαγαγεῖν τῷ Θεῷ διεκελεύετο· οἱ δὲ τὴν ἐν πίστει δικαιοσύνην περιζωσάμενοι, οὐχ ἑτέρους προσαγαγεῖν, ἀλλ᾽ ἑαυτοὺς ἐκελεύσθησαν· παραστήσατε γάρ φησι “τὰ σώματα ὑμῶν ”θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν “λατρείαν ὑμῶν·” ὅτε καὶ γέγραπται περὶ αὐτῶν “Οἱ γὰρ ”τοῦ Χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς πα- “θήμασι καὶ ταῖς ἐπιθυμίαις.” ἔγνωσαν δὲ καὶ αὐτοὶ τὸ ἐν Χριστῷ μυστήριον. ἴσασι γὰρ “δυνάμεις μέλλοντος ”αἰῶνος,” καὶ τὰ ἐν ἐσχάτοις ἐσόμενα καιροῖς, ὅτι τῶν ἰδίων ἀπολήψονται πόνων τοὺς μισθοὺς, καὶ τῆς εἰς Χριστὸν εὐσεβείας ἀντικομιοῦνται τὴν ἀμοιβήν. οὐκοῦν δίκαιοί τε καὶ φίλοι Θεοῦ χρηματιοῦμεν, καθάπερ Ἁβραάμ. ἀρχαιοτέρα δὲ σφόδρα τῆς νομικῆς πολιτείας ἡ εὐαγγελικὴ, τουτέστιν, ἡ διὰ πίστεως καὶ φιλίας Θεοῦ, ἐν πρώτῳ μὲν τότε διαπεπλασμένη τῷ Ἁβραὰμ, ὡς ἐν ἀρχῇ τοῦ κατὰ σάρκα γένους, τουτέστι τοῦ Ἰσραήλ· ἐρχομένη δὲ νυνὶ, καθάπερ ἐκ τύπου πρὸς ἀλήθειαν, πληρουμένη τε καλῶς ἐν αὐτοῖς τοῖς ἁγίοις μαθηταῖς, ὡς ἐν ἀπαρχῇ τοῦ κατὰ πνεῦμα γένους, τοῦ καὶ περιποιουμένου εἰς περιποίησιν λαοῦ, ὃς καὶ ἔθνος ἅγιον καὶ βασίλειον ἱεράτευμα προσαγορεύεται· διὸ καὶ πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, φημὶ δὴ τὴν Συναγωγὴν, διὰ τῆς τοῦ ψάλλοντος εἴρηται φωνῆς “Ἀντὶ τῶν πατέρων ”σου ἐγενήθησαν οἱ υἱοί σου.”
καίτοι γὰρ ὄντες υἱοὶ τῆς Ἰουδαίων συναγωγῆς οἱ θεσπέσιοι μαθηταί· ἔθεσι γὰρ ἀνετράφησαν τοῖς Μωυσαϊκοῖς· γεγόνασιν εἰς πατέρας, τὴν τοῦ Ἁβραὰμ ἐπέχοντες τάξιν, καὶ γένους ἀρχὴ κατέστησαν τοῦ πνευματικοῦ, ἄρχοντές τε διὰ τοῦτο κεχειροτόνηνται κατὰ πᾶσαν τὴν οἰκουμένην ἱερουργοῦντες τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καθάπερ ἐκεῖνος ἐν τύπῳ Χριστοῦ τὸν Ἰσαάκ. ταῦτά φαμεν, οὐχὶ τῆς ὀφειλομένης αὐτῷ καὶ πρεπούσης δόξης ἔξω τιθέντες τὸν μακάριον Ἁβραὰμ, ἀλλ᾽ ὡς ἐν τύπῳ δεικνύοντες ἐν αὐτῷ τὰ ἐν ἐσχάτοις καιροῖς οἰκονομηθέντα διὰ Χριστοῦ. παρέπεται τοίνυν καὶ συνέζευκταί πως τῇ διὰ πίστεως ἐλευθερίᾳ, τὸ τῆς πρὸς Θεὸν φιλίας ἀξίωμα, ὅπερ ὤφθη μὲν ἐν πρώτῳ τότε τῷ Ἁβραάμ· νυνὶ δὲ πάλιν, ὡς ἐν ἀπαρχῇ τοῖς ἁγίοις μαθηταῖς. παρακομίσαι δέ πως ἐπὶ τὸ ταῦτα χρῆναι λέγειν ἡμᾶς ὁ θεσπέσιος Παῦλος, οὐ μετρίως τοῖς Ἰουδαίοις φιλονεικῶν, ὅτι· τῆς κατὰ νόμον δικαιοσύνης πρεσβυτέρα λίαν ἐστὶν ἡ ἐκ πίστεως. ὅτε γὰρ τὸν τῆς κατὰ σάρκα περιτομῆς ἐποιεῖτο λόγον, οὐχ ἑτέρου τινὸς χάριν δεδόσθαι ταύτην διισχυρίσατο τῇ τοῦ γένους ἀπαρχῇ, τουτέστι τῷ Ἁβραὰμ, ἢ τοῦ γενέσθαι “σημεῖον καὶ ”σφραγῖδα τῆς ἐν ἀκροβυστίᾳ πίστεως.”
εἰ δὲ πρὸ νόμου ἡ ἀκροβυστία μεθ᾽ ἧς καὶ ἡ πίστις, μετὰ δὲ τὸν νόμον ἡ περιτομὴ τὸ ἐκ πίστεως οὐκ ἔχουσα καύχημα, πεπίστευκε δὲ Ἁβραὰμ ἐν ἀκροβυστίᾳ· πῶς οὐ πρεσβυτέρα τῆς ἐν νόμῳ πολιτείας ἡ διὰ πίστεως ἔσται δικαιοσύνη, δικαιουμένων τε καὶ ἐλευθερουμένων διὰ τῆς εἰς Θεὸν φιλίας, καθάπερ Ἁβραάμ; οὕτω γὰρ ἔσται καὶ “πατὴρ πολλῶν ἐθνῶν,” ἐξ ἐπαγγελίας, οὐ κατὰ σάρκα. καὶ ταῦτα νυνὶ χρησίμως εἰρήκαμεν, διὰ τὸ φάναι τὸν Κύριον Οὐκέτι λέγω ὑμᾶς δούλους· ὑμεῖς φίλοι μου ἐστὲ, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ Πατρὸς ἀνήγγειλα ὑμῖν. <Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς, καὶ τέθεικα ὑμᾶς ἵνα ὑπάγητε καὶ καρπὸν φέρητε καὶ ὁ καρπὸς ὑμῶν μένῃ· ἵνα ὅ τι ἂν αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου δώσει ὑμῖν.> Οὔτε τοῖς ἄγαν δυσαχθεστέροις καταφορτίζεσθαι λόγοις τοὺς ἁγίους ἐφίησι μαθητὰς, τὸ πολὺ νενευκὸς εἰς ἀσθένειαν τῶν ἀνθρωπίνων λογισμῶν οὐκ ἀγνοήσας, ὡς Θεὸς, οὔτε μὴν ταῖς ὑπερμέτροις θυμηδίαις ἐᾷ διακεῖσθαι πρὸς τὸ εὐόλισθον· νόσημα γάρ πως καὶ τοῦτο πικρόν· μίαν δὲ ὥσπερ ἐξ ἀμφοῖν διακεράσας μεσότητα, ποδηγεῖ καθηκόντως εἰς ἀσφαλῆ τρίβον, καὶ πολιτείας αὐτοῖς τῆς ἑδραιοτέρας, καὶ σφαλερότητος ἁπάσης ἀπηλλαγμένης ἐνεργάζεται γνῶσιν.
διαρκέστατα τοίνυν αὐτοὺς τοῖς εἰς παράκλησιν ἐπαλείψας λόγοις, καὶ ἐφ᾽ οἷς ἦν εἰκὸς καταστυγνάσαι πρέπειν, χαίρειν ἀναπείσας ἐξ ἀντιστροφῆς, ταῖς εἰς φιλεργίαν ἐντολαῖς παραθήγει πάλιν εἰς εὔτολμον φρόνημα, καὶ διὰ πάσης ἰόντας σπουδῆς καὶ τὸν ἐξαίρετον εἰς φιλαλληλίαν ἐπιτηδεύοντας τρόπον, ὠφελεῖν κελεύει τοὺς ἀπίστους ἔτι, καὶ τοῖς εἰς εὐσέβειαν λόγοις τε καὶ πράγμασι σαγηνεύειν ἐπείγεσθαι τοὺς πεπλανημένους, εἰς τὸ θέλειν διὰ πίστεως κολλᾶσθαι Θεῷ.
Ἑαυτὸν τοιγαροῦν εἰκόνα καὶ τύπον τοῦ πράγματος παραθεὶς, καὶ παρενεγκὼν εἰς μέσον τὸ εἰς αὐτοὺς ἤδη τετελεσμένον αὐτῷ, μιμεῖσθαί τε πείθει τὸν διδάσκαλον, καὶ τοῖς ἴσοις διαλάμπειν αὐτοὺς κατορθώμασι, λέγων Οὐχ ὑμεῖς με ἐξελέξασθε ἀλλ᾽ ἐγὼ ὑμᾶς ἐξελεξάμην, καὶ τὰ τούτοις ἐφεξῆς. ἐννόει γὰρ λέγοντα τυχόν Περιζώσασθε τὴν εἰς ἀλλήλους ἀγάπην, ὦ μαθηταί· ταῦτα γὰρ δήτοι φρονεῖν τε καὶ δρᾶν εἰς ἑτέρους ὀφείλετε καὶ ὑμεῖς αὐτοὶ, καὶ διὰ συντόνου σπουδῆς ἐργάζεσθαι φιλεῖν, ἅπερ εἰς ὑμᾶς ἐγὼ τετέλεκα φθάσας. ἐγὼ γὰρ ἐξελεξάμην ὑμᾶς· οὐκ ἐμὲ μᾶλλον ὑμεῖς. ἐγὼ προσηγαγόμην καὶ γνώριμον μὲν οὐκ εἰδόσι κατέστησα δι᾽ ὑπερφυᾶ γαληνότητα, εἰς ἑδραίαν δὲ οὕτως ἀνεκόμισα γνώμην, ὥστε ὑμᾶς ἀνάγειν, τουτέστιν, ἀεὶ πρὸς τὸ μεῖζον ἐκτείνεσθαι καὶ καρποφορεῖν δύνασθαι τῷ Θεῷ. διά τε τούτου πρὸς τοσαύτην ἴοιτε παῤῥησίαν, ὥστε καὶ ὅ τι ἂν αἰτῆτε λοιπὸν ἐπὶ τῷ ὀνόματί μου, τοῦτο καὶ λαβεῖν.
οὐκοῦν ἐπείπερ τῶν ἐμῶν κατ᾽ ἴχνος βαίνετε λόγων τε καὶ διοικήσεων, καὶ τὴν τοῖς γνησίοις πρέπουσαν μαθηταῖς περιζώσασθαι γνώμην, οὐκ ἀνακόπτειν ἀκόλουθον περιμένοντας ἁπλῶς τὸν εἰς πίστιν αὐτόμολον, καὶ αὐτόκλητον εἰς εὐσέβειαν· ἑαυτοὺς δὲ μᾶλλον τοῖς ἀγνοοῦσιν ἔτι καὶ πλανωμένοις προσάγειν χειραγωγοὺς, καὶ προσκομίζειν καὶ τοῖς οὔπω μαθεῖν ἑλομένοις τὸ σωτήριον κήρυγμα, παρακαλεῖν τε προθύμως πρὸς τὴν τῆς ἀληθοῦς θεογνωσίας ἰέναι κατάληψιν, κἂν ἀποτραχύνηταί πως εἰς ἀπείθειαν τῶν ἀκουόντων ὁ νοῦς. εἶεν γὰρ ἂν οὕτω καὶ αὐτοὶ καθ᾽ ὑμᾶς, τουτέστι, προκόψουσι καὶ ἀπελεύσονται ταῖς εἰς τὸ ἄμεινον ἐπιδόσεσιν εἰς καρποφορίαν τὴν ἐν Θεῷ, ὡς καρπὸν μὲν ἔχειν τὸν ἀεὶ μένοντα καὶ σωζόμενον, προσευχὴν δὲ οὕτω δεκτὴν, ὡς ὅπερ ἂν βούλωνται λαβεῖν, εἰ μόνον αἰτοῖεν ἐπὶ τῷ ὀνοματί μου.
Οὐκοῦν· χρῆναι γὰρ πάλιν, ὡς ἐν ὀλίγοις συνελόντα τὸν τοῦ προκειμένου σκοπὸν, σαφῆ καταστῆσαι τοῖς ἀκροωμένοις· τοιαύτην ἔχειν εἰς ἑτέρους ἀναπείθει τοὺς μαθητὰς τὴν ἀγάπην, καὶ τοιαύτην αὐτοὺς ἐπιτηδεύειν θέλει τὴν προθυμίαν εἰς τὸ μηδαμόθεν κατοκνεῖν τὰς τῶν οὔπω πεπιστευκότων ψυχὰς φιλοθηρεῖν εἰς εὐσέβειαν, ὁποίαν περ φθάσας αὐτὸς εἰς ἡμᾶς ἤτοι πρὸς αὐτοὺς ἐνεδείξατο. ὅτι γὰρ αὐτὸς ἐπελέξατο τοὺς μαθητὰς οὐκ ἀμφίβολον, καὶ περιττὸν οἶμαι λέγειν, ὅπως τε καὶ τίνα τρόπον ἡ ἑκάστου γέγονε κλῆσις· πλὴν ὅτι τοιοῦτον ὠδίνει τὸν σκοπὸν τοῦ Σωτῆρος ὁ λόγος, ὁποῖον ἔφην ἀρτίως, οὐδὲν ἧττον ἡμᾶς ἀναπείσει τὰ ἐφεξῆς· ταῦτα γάρ φησι λελάληκα ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους. ἢ γὰρ οὐχὶ τῆς ἀνωτάτω πασῶν ἀγάπης ἔργον εἶναι δώσομεν τὸ ἐπιλέξασθαί τε καὶ καλέσαι πρὸς ὑπακοὴν τῷ Θεῷ τοὺς ἀπίστους ἔτι καὶ πλανωμένους; ἀλλ᾽ ἔστιν οὐκ ἀμφίβολον. ὃ καὶ δρᾶν ἠπείγετο λέγων ὁ Παῦλος “Ὑπὲρ ”Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος “δι᾽ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ·” καὶ μὴν ὁ Πέτρος τοῖς Ἰουδαίοις δήμοις ἐν παῤῥησίᾳ λαλῶν “Καὶ νῦν, ἀδελφοὶ, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ ”καὶ οἱ ἄρχοντες ὑμῶν· μετανοήσατε οὖν καὶ βαπτισθήτω “ἕκαστος ὑμῶν ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι- ”στοῦ.”
ὁρᾷς ὅπως μὲν καὶ τοῖς οὔπω πεπιστευκόσιν ὑπαντῶσι μὲν προθυμότατα, τὸν δὲ οὔπω ζητηθέντα προκομίζουσι λόγον, οὐ τοῖς ἀγνοοῦσιν αὐτοῖς ἐπιτρέποντες τὸ χρῆναι πρώτους αὐτοὺς ἐπιλέγεσθαι διδασκάλους, ἀλλὰ φθάνοντες εἰς τοῦτο καὶ τὸν οὔπω μαθεῖν τι τῶν ἀναγκαίων ἐθέλοντα.
Ἐπειδὴ δὲ τοῖς τοῦ Σωτῆρος ἡμῶν πρόσκειται λόγοις τό Ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε καὶ ὁ καρπὸς ὑμῶν μένῃ· τί ποτε ἄρα καὶ τοῦτο δηλοῖ ζητῆσαι προσήκει. τί γὰρ ἂν νοοῖτο καὶ πῶς τὸ λέγειν, ὅτι μένει τῶν μαθητῶν ὁ καρπός; οἶμαι τοίνυν, ὅτι καρπὸν μένοντά φησιν ὁ Σωτὴρ, τὸν διὰ τῆς εὐαγγελικῆς παιδεύσεως, καὶ οὐχὶ τῆς ἐν νόμῳ δικαιοσύνης. πεπαλαίωται γὰρ ἐκείνη διὰ τὸ μηδὲν δύνασθαι πληροῦν. τετελείωκε γὰρ ὁ νόμος οὐδὲν, κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἀντανέθαλε δὲ ὥσπερ καὶ ἀντανέκυψεν ἡ καινὴ, παλαιοῦσά τε τὴν πρώτην καὶ ἀφανίζουσα, καὶ τὸν ἀληθῶς μένοντά τε καὶ σωζόμενον εἰσφέρουσα καρπόν. τοιγάρτοι καὶ Παῦλος ἡμῖν ὁ θεσπέσιος προσλαλῶν, ἥδιστά τε καὶ εὐμενῶς τὴν ἐν νόμῳ δικαιοσύνην ἐζημιῶσθαί φησιν, ἵνα κερδάνῃ Χριστὸν, τουτέστι, διὰ πίστεως τῆς εἰς αὐτὸν, δικαιοσύνην καὶ καρποφορίαν εὐαγγελικήν· διαμενεῖ γὰρ ὁ τοιοῦτος καὶ διηνεκὴς ἔσται καρπὸς, πληρεστάτην εἰς εὐσέβειαν τὴν τοῦ ἀνθρώπου ψυχὴν ἀποτελεῖν δυνάμενος.
οὐ γὰρ τοῖς εὐαγγελικοῖς κηρύγμασι καινή τις ἑτέρα παρεισδραμεῖται παίδευσις παλαιοῦσα τὴν πρώτην· καθάπερ ἀμέλει γέγονεν ἐπὶ τῆς διὰ Μωυσέως ἐντολῆς, ἀλλ᾽ εἰς αἰῶνα στήσεται τοῦ Σωτῆρος ὁ λόγος, καθά που καὶ αὐτός φησιν “Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ ”μὴ παρέλθωσιν.” <Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκε.> Τῆς τῶν ἰατρῶν ἐμπειρίας καὶ ἐξαιρέτου τέχνης, οὐδὲν οἶμαι παντελῶς ἀποδέουσαν τὴν τοῦ Σωτῆρος εὑρήσομεν μέθοδον, ἣν ἐφ᾽ ἑκάστῳ ποιεῖται πράγματι, πανταχόθεν τὸ λυσιτελὲς τοῖς ἀκροωμένοις ἀεὶ μηχανώμενος. οἱ μὲν γὰρ τὴν ἐσομένην ἔσθ᾽ ὅτε ἐν τοῖς σώμασι τῶν παθῶν δυστροπίαν ἀνασειράζουσι ταῖς ἀπὸ τῆς τέχνης ἐπαγωγαῖς· ὁ δὲ τὴν εἰς τὸ πρόσω πάροδον ἀποφράττει τοῖς κακοῖς, προφυλακτικαῖς ὥσπερ τισὶ προανατειχίζων ἐντολαῖς τὴν ἑκάστου ψυχήν.
ἐπειδὴ τοίνυν ἔμελλον οὐκ ἐφ᾽ ἑνὸς ἔθνους τυχὸν, ἀλλ᾽ οὐδὲ ἐπὶ χώρας μιᾶς προεδρεύειν οἱ μαθηταὶ, καθηγήσασθαι δὲ μᾶλλον ἁπάσης τῆς ὑφ᾽ ἡλίῳ, καὶ τοῖς κατὰ πᾶσαν τὴν οἰκουμένην τὸν εὐαγγελικὸν καὶ θεῖον διακηρῦξαι λόγον, παρατρέπειν τε τοὺς ἀκροωμένους ἐπὶ τὸ μόνῳ τῷ Θεῷ δοκοῦν, καὶ μεταθήσειν ἐξ ἁμαρτίας ἐπὶ τὸ βούλεσθαι δρᾶν τὰ αὐτοῖς πρέποντα, καὶ κανόνα τῆς ἑαυτῶν ζωῆς ποιεῖσθαι τὸν νόμον, φημὶ δὲ τὸν εὐαγγελικὸν, ἀναγκαίως αὐτοῖς παρ᾽ οὐδὲν ποιεῖσθαι κελεύει τὸ παρὰ τοῦ κόσμου μισεῖσθαι, τουτέστι, παρὰ τῶν φρονούντων τὰ ἐν κόσμῳ, καὶ φιληδόνως τε καὶ ἀσεβῶς ζῆν ἑλομένων. καὶ τίς ἂν εἴη πάλιν ὁ τούτου λόγος; ἆρα γὰρ, εἰπέ μοι, φήσειεν ἄν τις τυχὸν, τὰ τοιαῦτα τοῖς ἑαυτοῦ μαθηταῖς διακελεύεσθαι δεῖν ἐδοκίμασεν ὁ Χριστὸς, ἐπωφελές τι χρῆμα τὸ μισεῖσθαι δεικνὺς, ἀδιακρίτως τε καὶ ἐπ᾽ οὐδενὶ τυχὸν τῶν ἀναγκαίων εἰς ὄνησιν; ἄπαγε τῆς ἀμαθίας· οὐ γὰρ ἂν εἰς τοῦτο διώλισθεν ὁ λόγος αὐτῷ· τὸ μισεῖσθαι δὲ οὐχ ἁπλῶς οὐ σφόδρα φυλάττεσθαι παρὰ παντὸς συμβουλεύει, διωρισμένως φησὶν ἄριστά τε καὶ διακεκριμένως Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, τουτέστιν, εἰ καὶ μέλλοιεν ὑμᾶς διὰ μίσους ἔχειν οἱ τὰ ἐν κόσμῳ τετιμηκότες, καὶ μόνα φρονοῦντες τὰ ἐπὶ τῆς γῆς, ἴστε δὴ τότε, φησὶ, προπεπονθότα τοῦτο τὸν Διδάσκαλον.
ὅτι δὲ τοῖς τῶν καλλίστων εἰσηγηταῖς οὐ μετρίαν οἴσει τὴν ὄνησιν τοῦ Σωτῆρος ἡ ἐντολὴ, κατίδοι τις ἂν εὖ μάλα ῥᾳδίως, εἰ τῇ τῶν πραγμάτων ἐνορῴη φύσει. φίλον μὲν γάρ πως ἀεὶ, μᾶλλον δὲ ὡς ἐπίπαν ἐσπουδασμένον τοῖς τῶν αἰσχίστων ἐρασταῖς, καὶ τοῖς εἰς ἄκρον ἥκουσι βδελυρίας κοσμικῆς, παρακρούεσθαι μὲν ὡς δυσαχθῆ καὶ ἀλλόκοτον τὸν σωφρονίζοντα λόγον, ἐπιφύεσθαι δὲ τοῖς εἰσηγεῖσθαι σπουδάζουσι τὰ τῶν μαθημάτων ἄριστα καὶ τὰ δι᾽ ὧν ἀμείνους ἔσονται ἢ πρότερον ἦσαν, μόναις ταῖς ἰδίαις ἡδοναῖς τὸ κρατεῖν ἐπιτρέψαντες. ἀλλὰ γὰρ μικροῦ μέ τι τῶν ἀναγκαίων παρελάσαν ᾤχετο, καίτοι ταῖς τῶν προκειμένων θεωρίαις ὅτι μάλιστα πρέπον τε καὶ χρεωστούμενον.
Ἰουδαῖοι μὲν γὰρ μόνῳ τῷ Μωυσαϊκῷ προσεδρεύοντες γράμματι, καὶ τοῖς ἐν τύπῳ τετελεσμένοις “μέχρι καιροῦ ”διορθώσεως” τὸν οἰκεῖον ἐνιδρύσαντες νοῦν, τῆς εὐαγγελικῆς παιδεύσεως οὐδένα μὲν τὸ παράπαν ἐποιοῦντο λόγον, τοὺς δέ γε πρεσβευτὰς, φορτικοὺς ἡγεῖσθαι μᾶλλον τῶν σφόδρα πολεμιωτάτων ᾤοντο δεῖν· οἱ δὲ τὴν ἑτέραν μετιόντες πλάνησιν, καὶ τὴν ἄῤῥητον τοῦ Θεοῦ δόξαν περιτιθέντες τῇ κτίσει, φημὶ δὲ τοὺς ἐξ ἐθνῶν, οὐ λίαν ἀσμένως τὸν καταλαμπρύνειν αὐτοὺς εἰδότα παρεδέχοντο λόγον. ἐντετηκότες γὰρ ὥσπερ τοῖς ἀρχαίοις κακοῖς, φιλαιτάτην ἐποιοῦντο τὴν ἀμαθίαν, καὶ συντρόφου νοσήματος ἀποφοιτᾶν ἦσαν ὅτι μάλιστα δυσοκνότατοι. οὕτω τοιγαροῦν τῆς τῶν πραγμάτων ἐχούσης φύσεως, τίς ἂν ἐνδοιάσαι λοιπὸν ὡς ἔμελλον ἔσεσθαι τοῦ Σωτῆρος οἱ μαθηταὶ, στυγητοὶ μὲν τοῖς Ἰουδαίοις, διεπτυσμένοι δὲ παρὰ τοῖς τὴν Ἑλλήνων νοσοῦσι πλάνησιν· ἥκιστα δὲ ἡδεῖς, μᾶλλον δὲ δυσαχθέστατοι τοῖς φιληδονεῖν ἑλομένοις, καὶ τὸν ἐξίτηλον ἐν τρυφαῖς τετιμηκόσι βίον;
ἀλλ᾽ εἴπερ ἔμελλον τοῦ Σωτῆρος οἱ μαθηταὶ, τὸ μὲν ὑπό του μισεῖσθαι τυχὸν τῶν ἤδη κατειλεγμένων ποιεῖσθαι φορτικὸν, ζηλοῦν δὲ μᾶλλον ἐπείγεσθαι καὶ φιλοθηρεῖν ἐκτόπως καὶ τὴν παρὰ τῶν τὰ τοιαῦτα νοσούντων ἀγάπησιν, πῶς οὐ πᾶσι προδηλότατον, ὡς οὐκ ἂν ἐγένοντο περιφανεῖς, οὐδενὶ τὸ παράπαν τὸν ὠφελεῖν ἰσχύοντα προϊσχόμενοι λόγον, κομψείαις δὲ μᾶλλον ἐπιδιδόντες τὰ φρονήματα, καὶ τὸν μὲν ἐκ παῤῥησίας τῆς κατὰ Θεὸν συστείλαντες ἔλεγχον, τὸ γεμὴν ἑκάστῳ μᾶλλον ἡδὺ λαλοῦντές τε καὶ εἰσηγούμενοι;
Ἀναγκαία τοιγαροῦν ἡ παραίνεσις τοῦ μὴ σφόδρα φιλεῖσθαι ζητεῖν, ποιεῖσθαι δὲ παρ᾽ οὐδὲν τὸ καὶ διὰ μίσους ἰέναι τισὶν, ἔστ᾽ ἂν αὐτοῖς τὸ ἐκ τῆς νουθεσίας ὑπάρχοι χρήσιμον. τοῦτό τοι καὶ Παῦλον δεδρακότα θεωρήσομεν καὶ εἰρηκότα σαφῶς “Ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν Θεόν; ἢ ζητῶ ”ἀνθρώποις ἀρέσκειν; εἰ ἔτι ἀρέσκειν ἀνθρώποις ἤθελον, “Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.” ἐπιτιμήσας δὲ πάλιν τῶν ἐν Κορίνθῳ τινὶ, ἀφορήτως τε λίαν ἀπηλγηκότα τοῦτον μαθὼν, φησίν “Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ἐστιν ὁ ”εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; ἡ γὰρ κατὰ “Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατερ- ”γάζεται.” ἔσται τοιγαροῦν οὐδαμόθεν ἀμφίλογον, ὡς κολακεύσει μὲν τὸν κόσμον ἤπερ ὀνήσει μᾶλλον ὁ καθ᾽ ἡδονὴν τοῖς ἀκροωμένοις ἐσόμενος λόγος, καὶ οὐχὶ τὴν τοῦ συμφέροντος γνώμην παρατιθείς· ὁ δὲ τοῖς τοῦ Σωτῆρος πειθόμενος λόγοις, οὐχὶ τοῦτο πρεσβεύσει· πόθεν; προελεῖται γὰρ μᾶλλον τὸ ἀρέσκειν αὐτῷ, καὶ πνευματικὸν ἡγήσεται πλοῦτον καὶ τὸ μισεῖσθαι λοιπὸν παρὰ τῶν ἡγεῖσθαι πολεμιωτάτην τὴν ἀρετὴν ἑλομένων.
Ὅταν τοίνυν, φησὶ, ταῖς ὑμετέραις εὐδοκιμήσεσιν ἀντιπράττειν ἔσθ᾽ ὅτε ὁρῷτο κεκινημένον τὸ μισεῖσθαι παρὰ τοῦ κόσμου· νικάσθω, καὶ τοῦτο διαῤῥίπτεσθαι τὸ παραπόδισμα, διὰ τοῦ μὴ λίαν ἐφήδεσθαι ταῖς τῶν ἀγαπώντων αὐτὸν τιμαῖς, εἰ μὴ τοῦ πεφυκότος ὠφελεῖν ἀνέχοιντο λόγου· ὁράσθω δὲ μηδαμῶς τὸ μισεῖσθαι φορτικὸν, ἐμοῦ τοῦτο προπεπονθότος. εἰμὶ δὲ δηλονότι Κύριος καὶ διδάσκαλος. ὅτι δὲ ἐπ᾽ ὀλέθρῳ τῆς ἑαυτῶν κεφαλῆς καὶ αὐτὸν μεμισήκασι τὸν Χριστὸν, οἱ τὰ ἐν κόσμῳ φρονεῖν ᾑρημένοι, καὶ τῶν οὐρανίων ὑπερφρονήσαντες ἀγαθῶν, οὐκ ἔργον οἶμαι δεικνύειν. ἔφη γὰρ αὐτὸς ἐν τοῖς εὐαγγελίοις πρός τινας “Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ ”μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστι.”
τύπον οὖν ἄρα τοῖς ἁγίοις ἀποστόλοις τὰ καθ᾽ ἑαυτὸν κἀν τούτῳ δὴ πάλιν παραθεὶς, ἰχνηλατεῖν κελεύει καὶ τὴν ἐπὶ τούτοις ὁδὸν, ὅτε καὶ διαῤῥήδην ἔλεγεν ἑτέρωθί ποι πάλιν “Μακάριοί ἐστε ὅταν διώξωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ”εἴπωσι πᾶν πονηρὸν καθ᾽ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ· “χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν ”τοῖς οὐρανοῖς· οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς “πρὸ ὑμῶν.” <Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστὲ, ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.> Ἐλαφρὸν ἐκ τέχνης καὶ τὸ πάντων ὅτι μάλιστα δυσαχθέστατον, καὶ ἐφ᾽ ᾧπερ ἦν εἰκὸς οὐ μετρίως δυσχεραίνειν, παραδόξως ἥδεσθαι ποιεῖ. φορτικὸν μὲν γὰρ ὄντως τὸ μισεῖσθαι πρός τινων, διὰ τὰ ἐντεῦθεν ἔσθ᾽ ὅτε διεκκύπτοντα βλάβη καὶ ἀδοκήτους ἐπιβουλὰς, ἀλλ᾽ ἡδὺ καὶ τοῦτο διὰ Θεὸν, καὶ ὅταν συμβαίνῃ δι᾽ εὐσέβειαν, ἀπόδειξιν ἐναργεστάτην εἰσφέρει τοῦ μὴ εἶναι κοσμικὸν, τὸν ἐφ᾽ ᾧπερ ἂν πράττοιτο παρά τινων.
ὥσπερ γὰρ σωμάτων, οὕτως οἶμαι καὶ τρόπων συγγενείας εὑρήσομεν, καὶ τῶν ἐθῶν ἡ ταυτότης, καὶ ἡ κατὰ πᾶν ὁτιοῦν ὁμοιότης, τὴν ἐξ αἵματος ἀγχιστείαν ὑποδραμεῖν ἱκανή· “Πᾶν γὰρ ζῷον ἀγαπῶν τὸ ὅμοιον αὐτῷ,” κατὰ τὸ γεγραμμένον, “καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθή- ”σεται ἀνήρ·” τῆς δὲ ὁμοηθείας δηλονότι τὸν τῆς εἰς ἀλλήλους ἀγάπης ἀνανεούσης νόμον, ἅγιος μὲν ἁγίῳ συνδιαιτήσεται, καὶ λίαν ἡδέως ἔσεται κατὰ ταὐτὸν καὶ συνέσται φιλοφρόνως· βεβήλῳ δὲ πάλιν ὁ τοιοῦτος τὸν τρόπον. ταύτῃτοι καὶ νόμος ὁ διὰ Μωυσέως διαστολὴν ἐποιεῖτο τὴν ἀνὰ μέσον ἁγίου τε καὶ βεβήλου φημὶ, ἄμικτά πως ἀλλήλοις καὶ ἀσύγχυτα τὰ τοιαῦτα τηρῶν, κατά γε τὸν ἐν ἀγάπῃ λόγον· “Φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαὶ,” καὶ πολεμεῖ πως ἀλλήλοις τὰ ἑτεροτροπεῖν ᾑρημένα, καὶ τὰ τοῖς εἰς τὸ ἐναντίον βλέπουσι διῳκισμένα θελήμασι μονονουχὶ καὶ ἀλλήλων κατηγορεῖ, ἑκατέρου τὸ οἰκεῖον θαυμάζοντος ἐπιτήδευμα. οὐκοῦν ἀνάγκη μισεῖσθαι τὸν φιλάρετον, δι᾽ ὧν αὐτὸς θαυμάζοιτο τὴν φαυλότητα διελέγχοντα, καὶ τὸ ἐν τοῖς πονηροῖς αἶσχος ἀπολευκαίνοντα, τῇ τῶν οἰκείων ἀντιπαραθέσει τρόπων· παραδειχθέντος γὰρ τοῦ ἀγαθοῦ, πολλή πως ἀνάγκη τὸ φαῦλον ἀσχημονεῖν. διὰ ταύτην οἶμαι τὴν αἰτίαν τοῖς φιλαρέτοις ἐπιμεμήνασιν οἱ μὴ τὸν ἴσον αὐτοῖς ἐζηλωκότες τρόπον.
οὐκ ἐᾷ τοιγαροῦν λυπεῖσθαι τοὺς μαθητὰς, κἂν ἀπηχθημένους ἑαυτοὺς ὁρῶσι τῷ κόσμῳ διὰ τὸ φιλάρετον καὶ τὴν εἰς αὐτὸν εὐσέβειαν, χαίρειν δὲ μᾶλλον ἐκ τῶν ἐναντίων εἰσηγεῖται δεῖν, δεχομένους εἰς ἀπόδειξιν τοῦ παρὰ Θεῷ λαμπροὺς ἔσεσθαι καὶ λόγου παντὸς ἀξίους, τὸ μισεῖσθαι παρὰ τοῦ κόσμου. βλέπε γὰρ ὅπως σφαλερὸν ἀπέδειξεν, ὅπερ ἦν εἰκὸς ἑλέσθαι τυχὸν, τληπαθεῖν οὐκ ἀνεχομένους. τὸ μὲν γὰρ μισεῖσθαι παρά τινων, ἦν δήπου πάντως οὐχ ὁλοκλήρως ἀζήμιον· ἀλλ᾽ οὐκ ἔχει τὴν παραίτησιν ἐλευθέραν παρὰ Θεῷ, πολὺ δὲ δή τι τὸ κέρδος ἐν τῷ μᾶλλον ἐθελῆσαι παθεῖν αὐτό. εἰ γὰρ ὁ μισούμενος παρὰ τῶν τὰ ἐν κόσμῳ πεφρονηκότων, ὡς ἔξω κόσμου λελόγισται, τὸν ἄρα μὴ μισηθέντα, τοῖς τοῦ κόσμου κακοῖς συνδεῖσθαι λοιπὸν ἀνάγκη νοεῖν.
Τί οὖν ἄρα διὰ τούτων ᾠκονόμησεν ὁ Χριστός; τὸ ἐν παῤῥησίᾳ ποιεῖσθαι τὸν λόγον αὐτοὺς, καὶ μὴ αἰδοῖ τῇ περί τινας τῶν ἡμαρτηκότων, ἤγουν ἀπειθεῖν ἑλομένων τῷ θείῳ κηρύγματι, τὸν σωφρονεῖν ἀναπείθοντα διακωλύοντας λόγον, ἀνωφελήτους ἐᾶν τοὺς ἀκροωμένους, παριππεύοντας δὲ καὶ τὰ ἐκ τοῦ μισεῖσθαι πολλάκις ἐσόμενα βλάβη γοργῇ καὶ ἀνυποστόλῳ κεχρῆσθαι τῇ συμβουλῇ, μηδὲν τὸ παράπαν ὑφορωμένους, ἤγουν προὐργιαίτερόν τι λογιζομένους τοῦ δεῖν ἀρέσαι Θεῷ. ὃ δὴ καὶ Παῦλος ἄριστα κατορθῶν, οὕτω γράφει “Ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν Θεόν; ἢ ζητῶ ”ἀνθρώποις ἀρέσκειν; εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ “δοῦλος οὐκ ἂν ἤμην.” οὐ γάρ ἐστιν οὐκ ἔστι πονηροῖς ἀρέσκειν καὶ Θεῷ· πῶς γὰρ ἂν ἴοι κατὰ ταὐτὸν ἀμφότερα, πολύ τι εἰς ἀνομοιότητα διῳκισμένης τῆς ἐν ἑκατέρῳ θελήσεως; ἡ μὲν γὰρ εἰς ἀρετὴν, ἡ δὲ εἰς φαυλότητα βλέπει. τὸν ἄρα μονοτρόπως ἐθέλοντα δουλεύειν τῷ Θεῷ, καὶ τῆς εἰς αὐτὸν εὐσεβείας οὐδὲν τιθέντα τὸ ἄμεινον, προσκρούειν ἀνάγκη τοῖς ἀγαπῶσι τὸν κόσμον, ὅταν ἀναπείθῃ φρονεῖν τὰ τῆς τοῦ κόσμου βδελυρίας ἐκφέροντα.
δυσφορώτατοι γὰρ τοῖς φιληδόνοις αἱ πρὸς ἕτερόν τι καλοῦσαι συμβουλαὶ, καθάπερ ἀμέλει καὶ τοῖς ὑπὸ τούτων τῶν παθῶν τὸ σῶμα διεφθαρμένοις τὰ ἐπωφελῆ καὶ δάκνοντα τῶν βοηθημάτων. <Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ· εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσι.> Προαποδείξας εὖ μάλα καὶ τὸ μισεῖσθαι καλὸν, εἴπερ εἴη καὶ τούτου καιρός· φορητὸν γὰρ ἄγαν, μᾶλλον δὲ τριπόθητον, ὅπερ ἂν συμβαίνῃ διὰ Θεὸν, παραποδισμάτων ἀμείνους ἐργάζεσθαι δυνάμενον· προσαναιρεῖ δὴ χρησίμως ὅπερ οἶδεν ὡς Θεὸς κατοκνήσειν ἀναπεῖθον αὐτοὺς πρὸς τὸ σφόδρα συντείνεσθαι θέλειν περὶ τὸ χρῆναι κηρύττειν τὸν οὐράνιον λόγον. ἑπόμενον γὰρ ἐπὶ πολὺ τοῖς εἰς τὸ διδάσκειν προκεχειρισμένοις τὸ ἀτιμάζεσθαι καὶ κινδυνεύειν, ὅταν οὐχ ἡδεῖς τοῖς νουθετουμένοις οἱ παρ᾽ αὐτοῖς εὑρίσκωνται λόγοι, συμβαίνοντός τε πρὸς τούτῳ καὶ τοῦ διώκεσθαι, μὴ παραδεχθέντος ἔσθ᾽ ὅτε τοῦ λόγου, εὐτρεπεῖς εἶναι καὶ πρὸς ταῦτα λίαν εὐχερεῖς καὶ προθύμως καὶ νεανικῶς διακελεύεται. προμηνύει δὲ ὥσπερ πάντη τε καὶ πάντως ἐσομένων διὰ τὴν τῶν μελλόντων παιδαγωγηθήσεσθαι μοχθηρίαν. τοῦτο δὲ καὶ ἐν ἑτέροις ἐδήλου λέγων “Οὐαὶ ”τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γὰρ ἐλθεῖν τὰ “σκάνδαλα.”
οἰκονομεῖ δὲ πανταχῆ, τὰ καθ᾽ ἑαυτὸν ἐν τούτῳ παραδεικνὺς, ἵνα μὴ μειζόνων ἐφιέμενοι, καθ᾽ ἕτερον τρόπον ἀσχημονοῦντες ἁλίσκωνται, ἀλλ᾽ ὥσπερ ἐξ ἀνάγκης κατόπιν τῆς τοῦ Κυρίου βαίνοντες δόξης τὸ μὴ ὑπὲρ αὐτὸν γενέσθαι σπουδάζωσι· τὸ μὲν οὖν ἀτιμασθήσεσθαι πάντως αὐτοὺς ὑποσημαίνει λέγων Οὐκ ἔστι δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ. ἐμὲ γὰρ, φησὶν, ἀχαλίνῳ μὲν κατεκρότησαν γλώττῃ, λοιδορίας τρόπον ἀνεπιτήδευτον οὐκ ἀφέντες οἱ δείλαιοι, δαιμονῶντα καὶ μέθυσον καὶ πορνείας ἐκάλουν καρπόν. ἀλλ᾽ οὐκ ἐζήτουν παραχρῆμα τὰς δίκας, ἀλλ᾽ οὐδὲ ταῖς παρ᾽ αὐτῶν λοιδορίαις καταδηχθεὶς, τὸν τοῖς ἀκροωμένοις σωτήριον ἀνέκαμψα λόγον. οὐκοῦν μὴ ζητείσθω παρ᾽ ὑμῶν τὸ μεῖζον ἀκαίρως, μηδὲ τῶν τοῦ Κυρίου κατασοβαρεύεσθε μέτρων, πρὸς τοσαύτην ἑαυτὸν δι᾽ ἡμᾶς καταβιβάσαντος τὴν ταπείνωσιν, διὰ τὸ πᾶσι λυσιτελές. οὐκοῦν ἀμείνους ἐργάζεται καὶ τῆς ἐν λόγοις σκληρότητος καὶ τῆς τῶν φιλοψογεῖν εἰωθότων ἀνοσιότητος, καθάπερ ἀμέλει καὶ ὁ μακάριος προφήτης Ἱερεμίας πρὸς αὐτὸ δὴ τοῦτο γεγυμνασμένος ἔλεγεν “Ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με.” μειζόνως γεμὴν ὁ θεσπέσιος Παῦλος διαλάμψας ἐν αὐτῷ, καὶ πολὺ καταθλήσας τῆς τῶν ὑβριζόντων ἀνοσιότητος “Λοιδορούμενοι, φησὶν, εὐλογοῦμεν, δυσφημούμενοι παρα- ”καλοῦμεν.”
τὸ μὲν γὰρ τῶν τοιούτων κατανεανιεύεσθαι φιλεῖν, ἔργον ἂν γένοιτο διανοίας πτωχευούσης τῷ πνεύματι, κατὰ τὸ γεγραμμένον, καὶ μετρίῳ κομιδῇ κεκοσμημένης φρονήματι. φύεται γάρ πως καὶ καθάπερ ἐκ ῥίζης ἀνίσχει καλῆς, ἐν τούτῳ δὴ μάλιστα, τὸ μακρόθυμόν τε καὶ ἀνεξίκακον. τὸ δὲ ἀφορήτως ἔχειν εἰς λόγους τοὺς παροτρύνοντας, εἰς πᾶν ἢ καὶ ὁτιοῦν ἀτιμίας εἶδος τῆς παρά τινων, ἔνδειξιν ἂν ἔχοι σαφῆ λογισμοῦ φιλοκόμπου, καὶ τῆς ἐν κόσμῳ φιλοδοξίας οὐ λίαν ἀπηλλαγμένου φρονήματος. τί γὰρ ἂν δράσῃ τυχὸν, ἢ τί ὕβρις ἀδικήσῃ τὸν τῆς ἀτυφίας ἐραστήν; τῷ δὲ μὴ δόξης ἐφιεμένῳ κοσμικῆς, πῶς ἀνιαρὸν ἔσται τὸ λοιδορεῖσθαι πρός τινος;
Δόξης οὖν ἄρα ταυτησὶ τῆς εἰκαιοτάτης φημὶ καὶ τῆς ἐν κόσμῳ τετιμημένης ἄνω βεβηκότα τὸν νοῦν, καὶ τῶν τοιούτων ὑπεριπτάμενον ἔχειν, εἰκότως διακελεύεται· προεπινοεῖ δὲ ὥσπερ ἀναγκαίαν ἀσφάλειαν πρὸς τὸ δεῖν ἐθέλειν ἐν τούτοις ὁρᾶσθαι, καὶ καθάπερ αἰκίαν τὴν εἰς τοῦτο κατωθοῦντα τίθησι λογισμὸν, ὅπερ ἐλέγομεν ἐξ ἀρχῆς, τὸ κατόπιν ἰέναι τῆς τοῦ Κυρίου τιμῆς, ἥδιστα δὲ λίαν προσίεσθαι πᾶν ὅπερ ἂν ἴοι κατὰ καιρὸν, ἔστ᾽ ἂν αὐτοῖς τὸ εὐδοκιμεῖν ὑπάρχῃ διὰ Θεὸν, οὐ ταῖς ἀτιμίαις ὑπτιουμένους ὡς ὄκνον ἀνωφελῆ, οὐδὲ ὑπό του τυχὸν ἐπείπερ διαλελοιδόρηνται πικρῶς, τὴν ἐν τῷ διδάσκειν παῤῥησίαν ἀνασειράζοντας, καὶ τῶν θείων ἐνταλμάτων ὀλιγωρήσαντας, ἀντέχεσθαι δὲ μᾶλλον τῆς εἰς ἀδελφοὺς ἀγάπης, καὶ διὰ παντὸς ἐπείγεσθαι τρόπου τοὺς πλανωμένους ὠφελεῖν.
Ἀναπείσας τοίνυν ὑπὸ πόδας τῆς προσκαίρου δόξης φείδεσθαι τῆς κοσμικῆς, ἕτερόν τι προσεπαγωνίζεται, χρήσιμόν τε καὶ ἀναγκαῖον. εἰ γὰρ ἐμέ φησιν ἐδίωξαν, καὶ ὑμᾶς διώξουσι. καὶ συγγενῆ μὲν τοῖς πρώτοις ἔχει καὶ τοῦτο τὴν θεωρίαν. τληπαθεῖν δ᾽ οὖν ὅμως ἀναπείθει, καὶ τῶν ἔσεσθαι ἐν ἡμῖν προσδοκηθέντων διαλογισμῶν προαναιρεῖ τὴν ἀσθένειαν. ἦν μὲν γὰρ οὐκ ἀμφίβολον, ὅτι ταῖς τῶν διωκόντων τὴν ἀλήθειαν περιπταίοντες ὀργαῖς τοῦ Σωτῆρος οἱ μαθηταὶ, τοῖς ἐκ τοῦ διώκεσθαι περιπεσοῦνται δεινοῖς· ἀλλ᾽ ἦν δή που καὶ μάλα εἰκὸς λογίζεσθαι, ὅτι τὸν ὑπὲρ τῆς δόξης Χριστοῦ ποιούμενοι λόγον, πάντως που πλουσίας τῆς παρ᾽ αὐτῆς μεθέξουσι φειδοῦς, ὡς μηδὲν ὅλως τὸ παραποδίζον ὁρᾶσθαι πρὸς τὴν οὕτως ἀξιάγαστον προθυμίαν αὐτῶν, θορύβου δὲ παντὸς καὶ κινδύνου ὁρᾶσθαι κρείττονας, ὑπομένοντας δὲ τὸ παράπαν οὐδὲν τῶν ὅσα πέφυκε λυπεῖν, ἐντρυφῶντας δὲ μᾶλλον ταῖς παρὰ πάντων τιμαῖς, ἅτε δὴ καὶ τὸν σωτήριον αὐτοῖς πρεσβεύοντας λόγον. καὶ ἦν μὲν οὐκ ἀπὸ σκοποῦ τοῦ πρέποντος, τὸ τὰ τοιαῦτα προσδοκᾶν καὶ ἐν τούτοις εἶναι ζητεῖν τοὺς οἵ γε καλεῖν σπουδάζουσιν εἰς αἰώνιον ζωὴν, πρόξενοί τε τῶν παρὰ Θεοῦ χαρισμάτων τοῖς ἀκροωμένοις ηὑρίσκοντο.
ἀλλ᾽ ἑκάστου τῆς ἰδίας προαιρέσεως τὴν ῥοπὴν ἐφ᾽ ὅπερ ἂν βούλοιτο διιθύνοντος, παρατρέποντός τε πρὸς τὸ αὐτῷ θελητὸν καὶ ἡδέως πως ἔχον, ἀναδειχθήσεσθαι μᾶλλον ἔδει, καὶ τοὺς τῇ ἀληθείᾳ φρονοῦντας τὰ ἐναντία, καὶ νενικημένους ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς, μάχεσθαι δεῖν ἐγνωκότας τοῖς οἵ γε καλοῦσιν ἔξω τῶν ἡδίστων αὐτούς. οὐ γὰρ θυμήρη τοῖς φιληδόνοις τὰ πρὸς τοῦτο βλέποντα μαθήματα. ἦν οὖν ἄρα λοιπὸν καθάπερ ἐξ ἀνάγκης ἀναδειχθήσεσθαι προσδοκᾶν, τοὺς οἵ γε ἐν τάξει πολεμίων γεγονότες, διώξουσί τε καὶ καταικίσονται καὶ πᾶν εἶδος ἐπινοήσουσι πειρασμῶν.
Ἀνδρείως οὖν ἄρα καὶ πρὸς τοῦτο ἔχειν αὐτοὺς διακελεύεται Χριστὸς, οὐκ ἀποφήσας ὅτι συμβήσεται· διὰ δὲ τοῦ χρῆναι μᾶλλον ὁρᾶσθαι νεανικοὺς ἐπιτάττειν, προκηρύττων ὅτι παρέσονται. εἰ γὰρ ἐμέ φησιν ἐδίωξαν καὶ ὑμᾶς διώξουσιν. ἴσον ὡς εἰ ἔλεγεν Ἐγὼ τῶν ὅλων ὁ ποιητὴς, ὁ πάντα ὑπὸ χεῖρα ἔχων, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, οὐ χαλινὸν ἐπέθηκα τοῖς θυμοῖς, οὐδὲ καθεῖρξα καθάπερ αἰκίαις τὸ ἑκάστου κίνημα τῶν ἀκροωμένων· ἐφῆκα δὲ μᾶλλον τῇ ἑκάστου προαιρέσει τὸ ἑλέσθαι τὸ δοκοῦν, δρᾶσαι δὲ ὅτι περ ἂν βούλοιντο· καὶ γοῦν διωκόμενος ἐκαρτέρουν, καίτοι τοῦ διακωλῦσαι ἔχων τὴν ἐξουσίαν. ὅταν οὖν ἄρα διώκησθε καὶ αὐτοὶ, διακαρτεροῦντες παραχρῆμα τὴν τῶν μισούντων ἀποτροπὴν, μηδὲ δυσφοροῦντες ἄγαν ἐπὶ ταῖς ἀχαριστίαις τῶν ὠφελουμένων, κατόπιν τῆς ἐμῆς ἰόντες οἰκονομίας, διὰ τῶν αὐτῶν ἔρχεσθε θελημάτων, ἵνα καὶ τῆς ὁμοίας μετάσχητε δόξης. οἱ γὰρ συμπάσχοντες καὶ συμβασιλεύσουσι.
Προσθεὶς δὲ καὶ τρίτον Εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν, ἀθύμως ἔχειν οὐκ ἐᾷ μὴ παραδεχθείσης αὐτῶν τῆς διδασκαλίας ἔσθ᾽ ὅτε. ποιεῖ δὲ σφόδρα καὶ τοῦτο καλῶς. οἴεται μὲν γὰρ ὁ πρὸς τοῦτο προκεχειρισμένος, ὅτι πόνων ὑπέστη ζημίαν εἰ μὴ βούλοιντό τινες τοῖς παρ᾽ αὐτοῦ πείθεσθαι λόγοις· τὸ δὲ οὐχ οὕτως ἔχει· μὴ γὰρ δή τις οἰέσθω, πόθεν; εἰρηκὼς γὰρ ἅπαξ καὶ τὴν τοῦ συμφέροντος γνώσιν ὁ σύμβουλος παραθεὶς, ὅπερ ἦν ἐν αὐτῷ τοῦτο καὶ δέδρακε· κείσεται τὸ λοιπὸν ἐν ταῖς τῶν ἀκροωμένων γνώμαις· τραπέσθαι γὰρ αὐτοὺς ἐφ᾽ ὅπερ ἕκαστος ἐθέλει ῥᾴδιον, ἢ πρὸς εὐπείθειαν ἢ τὸ ἐναντίον. οὐκ ἀποκνητέον οὖν ἄρα τοῖς τῶν ἀρίστων εἰσηγηταῖς, τὸ καὶ τοῖς ἀπεγνωκόσι τὸν ὠφελεῖν δυνάμενον ἐνσπείρειν λόγον τῇ θείᾳ δυνάμει, καὶ τὰ ἡμῖν οὐκ ἐφικτὰ δύνασθαι κατορθοῦν μετὰ πίστεως ἀπονέμουσιν, ὃ δὴ καὶ γεγονὸς ἤτοι καλῶς ἐσχηματισμένον καὶ ἐν ταῖς τῶν ταλάντων διανομαῖς εὑρήσομεν. ὁ μὲν γὰρ εὑρίσκεται δέκα λαβὼν, ὁ δὲ πέντε, ὁ δὲ δύο, καὶ πρὸς τούτοις ἔτι τὸ ἓν, ὃς δὴ καὶ ἐμπορεύσασθαι παραιτούμενος, κατέχωσε μὲν τὸ τάλαντον εἰς τὴν γῆν· ἤκουσε δὲ διὰ τοῦτο “Πονηρὲ δοῦλε καὶ ὀκνηρὲ, ἔδει σε ”βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, κἀγὼ ἐλθὼν “ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ.”
ὅνπερ γὰρ τρόπον οἱ πρὸς τὰ τῆς γηπονίας ἔργα γεγυμνασμένοι, καὶ τοῦτον ἔχοντες τὸν σκοπὸν, ἀνατέμνοντες τοῖς ἀρότροις τὴν γῆν, εἶτα τῷ βώλῳ τὸν σπόρον ἐγχώσαντες, οὐκέτι ταῖς ἑαυτῶν ἐμπειρίαις ἀπονέμουσι τὰ λοιπὰ, τῇ δὲ θείᾳ μᾶλλον ἐπιτρέπουσι δυνάμει καὶ χάριτι, τὸ ῥιζῶσαί φημι τὸ καταβληθὲν καὶ εἰς καρπὸν ἀναθρέψαι τὸν τέλειον· οὕτως οἶμαι δεῖν τὸν τῶν βελτίστων εἰσηγητὴν διανέμειν μόνως τὸν λόγον, ἐφεῖναι γεμὴν τὰ λοιπὰ τῷ Θεῷ.
Φάρμακον οὖν ἄρα μικροψυχίας τε καὶ ἀκηδίας λυτικὸν ἐπάγει τοῖς ἑαυτοῦ μαθηταῖς ὁ Σωτὴρ, καὶ τὴν ἐπὶ τούτῳ παραίνεσιν. μὴ γὰρ δὴ κατοκνεῖν, φησὶν, ἕλεσθέ ποτε διδάσκειν ἔτι, καὶ εἰ τῶν ἅπαξ νενουθετημένων τινὲς οὐδένα ποιοῖντο τῆς δοθείσης αὐτοῖς διδασκαλίας τὸν λόγον· ἀπαραδέκτους δὲ παρὰ πολλοῖς καὶ τὰς ἐμὰς ἔσθ᾽ ὅτε φωνὰς εὑρίσκοντες, μὴ τῆς ἐμῆς ὑπερτείνεσθε δόξης, κἀν τούτῳ δὲ πάλιν κατόπιν μένοντες, τὸ δυσθυμεῖν ἀποπέμπεσθε. ἀναγκαιοτάτη δὲ τούτων ἡ μάθησις ἦν τοῖς ἁγίοις ἀποστόλοις, ἐπείπερ ἔμελλον διακηρύξειν τοῖς ἁπανταχῆ τὸν θεῖόν τε καὶ σωτήριον λόγον. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, ἅτε δὴ πρὸς ἀποστολὴν διὰ Χριστοῦ προκεχειρισμένος, τοιοῦτός τις ἡμῖν γεγονὼς κατεφαίνετο, καὶ διὰ τῆς ἐν τούτοις ἀνδρείας ἐρχόμενος ὁρᾶται πολλάκις· ὅτι γὰρ καὶ φιλοδοξίας καταφρονεῖν ᾤετο δεῖν, ἀλογεῖν δὲ σφόδρα καὶ διωγμῶν, ἐποιεῖτο δὲ περὶ πολλοῦ καὶ τὸ μὴ λίαν ἐκκακεῖν καὶ, εἴ που τινὲς ὅλως τὸν ἅπαξ αὐτοῖς ἐγκατεσπαρμένον οὐ παρεδέξαντο λόγον, ῥᾴδιον ἐπιδεῖξαι. γράφει γὰρ πρός τινας “Ὑμεῖς φρόνιμοι ἐν Χριστῷ, ἡμεῖς δὲ μωροὶ διὰ Χριστόν· ”ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροὶ, ἡμεῖς ἄτιμοι, ὑμεῖς δὲ “ἔνδοξοι· ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν,” καὶ ἔτι πάλιν ἐπὶ τούτοις “Ὡς περικαθάρματα, φησὶν, ”ἐγενήθημεν τοῦ κόσμου, πάντων περίψημα ἕως ἄρτι.”
ὁρᾷς ὅπως ἦν εὐκλείας ἀμείνων κοσμικῆς, διὰ τὴν τοῦ Σωτῆρος ἐντολήν; τὸ δὲ γενναῖον ἐν διωγμοῖς ἐμφανίζων ἔλεγε “Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; ”θλίψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ “κίνδυνος ἢ μάχαιρα;” γράφει δὲ καὶ ἑτέροις ὅτι “τὰ αὐτὰ ”λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές·” ἀλλὰ καὶ Γαλάταις ἔτι “Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορ- ”φωθῇ Χριστὸς ἐν ὑμῖν.” ἀκούεις ὅπως ἀοκνότατα μὲν τὸν αὐτὸν ἀνακυκλεῖ λόγον, οὐ παραδεχθέντος ἄρα τοῦ πρώτου καὶ ἐν ἀρχαῖς γεγονότος, καὶ αὖ ὠδῖναί τινας εὖ μάλα φησὶν, ἄχρις ἂν ἐν αὐτοῖς ἡ μόρφωσις ἀναλάμψῃ Χριστοῦ. λόγος δὲ πάντως ὁ τούτου δημιουργὸς, ἀναπλάττων εἰς φιλοθεΐαν καὶ εἰς εἰκόνα Χριστοῦ διὰ τῆς πίστεως τοὺς ἀκροωμένους. <Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν εἰς ὑμᾶς διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με.> Οὐχ ἑτέραν ἔσεσθαι τοῖς δυσσεβεῖν ἑλομένοις κατὰ τῶν ἁγίων ἀποστόλων διισχυρίζεται πρόφασιν, ἢ τὸ οἰκεῖον ὄνομα μόνον. ἔγκλημα γὰρ τοῦτο τοῖς σεβομένοις Θεὸν, καὶ τοῦ πολεμεῖσθαι πρόφασις παρὰ τῶν οὐκ εἰδότων αὐτόν. προδήλου δὲ ὄντος ἅπασιν, ὡς οὐκ ἄν τις ἀμισθὶ πάθοι τι διὰ Θεόν· λαμπρὸς γὰρ ἐπὶ τούτοις προκείσεται στέφανος· ἐπιτρέπει πάλιν εἰς εὐτολμίαν, καὶ καρτερικὸν ἐργάζεται φρόνημα, τῇ τῆς ἀμοιβῆς ἐλπίδι τὴν ἐκ τῶν ἔσεσθαι προσδοκωμένων μοχθηρίαν ἀποκρουόμενος.
κέρδος οὖν ἔδειξε καὶ τέλος εὐχῆς καὶ αὐτὸ τὸ δεινὸν, καὶ ὅπερ ἦν ἴσως καταναρκῆσαί τινας καὶ μόνον ἥξειν προσδοκηθὲν, τοῦτο δείματος μὲν ἀπαλλάττει παντὸς, προσίεσθαί τε καὶ λίαν ἀσμένως ἀναπείθει τοὺς μαθητάς. καὶ γοῦν εἰσκεκλημένοι ποτὲ πρὸς τὸ τῶν Ἰουδαίων ἀνόσιον βουλευτήριον, καὶ πληγαῖς τὸ σῶμα κατῃκισμένοι διὰ Χριστὸν, ἐξῄεσαν “ἀπὸ ”προσώπου τοῦ συνεδρίου χαίροντες, κατὰ τὸ γεγραμμένον, “ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἀτιμα- ”σθῆναι.” καὶ μὴν καὶ ἡμῖν αὐτοῖς τληπαθεῖν ἐπὶ τούτῳ διακελεύονται σφόδρα, καταστυγνάζειν δὲ μηδαμῶς, κἂν εἴπερ ὅλως τῶν ἀνιαρῶν τι προσίοι διὰ Χριστόν “Μὴ γάρ ”τις ὑμῶν πασχέτω, φησὶν, ὡς φονεὺς ἢ κλέπτης ἢ κακο- “ποιός· εἰ δὲ ὡς Χριστιανὸς, μὴ αἰσχυνέσθω, δοξαζέτω ”δὲ τὸν Θεὸν ἐπὶ τῷ ὀνόματι τούτῳ.” ἥδιστον οὖν ἄρα τὸ πάσχειν διὰ Χριστὸν, καὶ γλυκὺς ὁ κίνδυνος, ὅταν ἔχῃ τῆς ἐφόδου τὴν πρόφασιν ἐξ ἀγάπης τῆς εἰς Θεόν.
Ἄθρει δὲ ὅπως κἀν τούτῳ δὴ πάλιν ἀναδεικνὺς ἑαυτὸν ἓν πρὸς τὸν ἑαυτοῦ Πατέρα, μὴ εἰδέναι φησὶ τοὺς Ἰουδαίους, ἤτοι τοὺς διώξειν μέλλοντας τοὺς οἵπερ ἂν εἶεν τὸ Χριστοῦ πρεσβεύοντες ὄνομα, μήτε τὸν Πατέρα, μήτε τὸν Υἱόν. μισοπάτωρ γὰρ ὁμολογουμένως ὁ χρῆναι δεῖν ἀτιμάζειν οἰόμενος τὸν Υἱὸν, οὐχ ὡς εἰς ἕτεραν δὲ δηλονότι πλημμελήσας φύσιν, ἀλλ᾽ εἰς αὐτὸ τὸ τῆς κατὰ φύσιν θεότητος ἐμπαροινῶν ἀξίωμα. οὐδὲ γὰρ ἂν ἥλω τις ἐξυβρίζων εἰς τὸν Υἱὸν, εἰ τὴν τοῦ Πατρὸς ἐδυσωπήθη φύσιν· ἐγνωκὼς δὲ ὅλως τί κατ᾽ ἐνέργειάν ἐστιν ὁ Πατὴρ, πῶς ἠγνόησεν ὅτι γεγέννηκεν ἐξ ἑαυτοῦ; εἶτα τίς οὐχ ὑβρίσει τὸ φυτὸν, τὸν ἐξ αὐτοῦ γεννηθέντα κακύνων καρπόν; ἀγνοίας οὖν ἄρα τῆς εἰς τὸν Πατέρα καὶ Θεὸν ἀπόδειξις οὐκ ἀμφίλογος ἡ εἰς τὸν Υἱὸν ἁμαρτία.
Ἐπειδὴ δὲ οὐκ ἔφη νυνί Ὅτι οὐκ οἴδασι τὸν Πατέρα μου, ἀλλὰ τὸν πέμψαντά με, δοκῶ τι τοιοῦτον αὐτὸν ὑπαινίττεσθαι θέλειν· σκοπὸς, ὡς ἔοικεν, αὐτῷ, τοὺς τὸ διώκειν ἐπιτηδεύοντας τοὺς ἀνακειμένους αὐτῷ, διπλοῦν ὥσπερ ἐντεῦθεν τὸ παρανόμημα ταῖς ἑαυτῶν ἐπαρτῶντας κεφαλαῖς ἐμπλέξαι σαφῶς· μόνον γὰρ οὐχὶ, φησὶν, ἀγνοοῦντες ἁλώσονται τὸν ἐξ οὗπέρ εἰμι, οὐδὲ μόνην τὴν ἐπ᾽ ἀθεότητι ψῆφον ἀποκομιοῦνται δικαίως, ἀλλὰ γὰρ καὶ αὐτῇ λοιπὸν ἐπιτιμῶντες εὑρεθήσονται τῇ σοφίᾳ τοῦ Θεοῦ καὶ Πατρός. εἰ γὰρ ἔπεμψε μὲν τὸν ἴδιον Υἱὸν ἐγεροῦντα τὸ ὠλισθηκὸς, ἀνακαινοῦντα τὸ συντετριμμένον, κατορθώσοντά τε τοῖς ἐν κόσμῳ τὴν ζωὴν, ἀντεξάγουσι μὲν ἐκεῖνοι καὶ ἀντιπράττουσι δυσσεβῶς τοῖς διακηρύττειν ἐθέλουσι τὸν τούτου κατορθωτὴν, πῶς οὐ λίαν ἐναργῶς ἠγνοηκότες ἁλώσονται καὶ αὐτῷ μαχόμενοι τῷ πέμψαντί με; διὰ γὰρ τοῦ πέμπεσθαι λέγειν, ὅλην ἡμῖν τῆς μετὰ σαρκὸς οἰκονομίας εἰσκομίζει τὴν δήλωσιν· ὁ δὲ ἠγνοηκὼς τὸν πέμψαντα, καὶ Θεὸν ἠγνόηκεν ἐν ταὐτῷ καὶ τὸ τῆς ἀποστολῆς ἀτιμάζει μυστήριον. <Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν.> Διχῇ νοητέον τὸ ἐκ τῶν προκειμένων ὑποδηλούμενον.
εἰ γὰρ οἴοιτό τις τυχὸν πρὸς Ἕλληνάς τε καὶ Ἰουδαίους τὸν ἐπὶ τούτῳ γενέσθαι λόγον, ἐκεῖνό φαμεν, ὡς εἰ μὴ ἐγεγόνει πρὸς ἅπαντας τοὺς ὄντας ἐπὶ τῆς γῆς τὸ θεῖόν τε καὶ οὐράνιον κήρυγμα, φημὶ δὴ τὸ εὐαγγελικὸν, παραδεικνύον ἑκάστῳ τῆς σωτηρίας τὴν ὁδὸν, καὶ τὰ τῆς δικαιοσύνης ἔργα καταλευκαῖνον, ἦν ἂν ἴσως ἑκάστῳ λόγος οὐκ ἀσθενὴς εἰς παραίτησιν τῶν οὐ σφόδρα φιλεργούντων εἰς ἀρετὴν, ἡ τῶν ἀρεσκόντων Θεῷ παντελὴς ἀμαθία· ταύτη τοι συγγνώμης ἀξιοῦσθαι παρακαλεῖν. ἐπειδὴ δὲ πρὸς ἅπαντας ὁ τῆς εἰσηγήσεως λόγος πεποίηται, τίς ἂν εἴη λοιπὸν ὁ τῆς παραιτήσεως λόγος, ἢ ποίοις ἂν χρήσαιτό τις πρὸς τὸν Κρίνοντα λόγοις, ἐπὶ τοῖς αἰσχίστοις μετὰ τὴν γνώσιν κατηγορούμενος; εἰ δὲ περὶ μόνων λέγοι τουτὶ τῶν Ἰουδαίων ὁ Κύριος, ἅτε δὴ καὶ πολλάκις ἀκροασαμένων διδάσκοντος, καὶ οὐδὲν ἠγνοηκότων τῶν ὅσα διεκελεύσατο φρονεῖν τε καὶ δρᾶν, ἐκδέξῃ τοιῶσδε Τῆς μὲν ὑμετέρας οὐκ ἀνέξονται διδασκαλίας, φησὶν, ἐποίσουσι δὲ πειρασμούς τε καὶ διωγμοὺς, καὶ πᾶν εἶδος ὑμῖν ἐννοήσουσι θορύβων, καὶ εἰς μῖσος ἄδικον ἐκ πικρίας ἀνακαυθήσονται, πλημμέλημα μὲν οὐδὲν ἔχοντες εἰπεῖν, ἐγκαλοῦντες δὲ μόνην ἀγάπην τὴν εἰς ἐμέ.
κατασοφιζόμενοι δὲ ὥσπερ τῆς ἑαυτῶν ἀπονοίας τὴν ὠμότητα, καὶ τὸ ἐκ τῆς ἡδυπαθείας αἶσχος ἀποτριβόμενοι, Μωυσέα δὴ πάντως προβαλοῦνται καὶ τὰ Μωυσέως, συνασπίζειν δὲ ὥσπερ τοῖς πατρῴοις ὑποκρινοῦνται νόμοις· ἀλλ᾽ εἰ μὲν μὴ ἐλθὼν τῆς διὰ Μωυσέως ἐντολῆς οὐ παρέδειξα τὰ βελτίονα, εἰ μὴ διὰ πολλῶν πεπληροφόρηκα λόγων, ὡς εἴη μὲν ἤδη καιρὸς τὰ ἐν τύπῳ παρελάσαι λοιπὸν, καὶ ὅτι σχημάτων μὲν ἅλις καὶ σκιᾶς, ὥρα δὲ αὐτὴν ἀναλάμψαι τὴν ἀλήθειαν· εἰ μὴ τοῦτο καὶ ἐξ αὐτοῦ δέδειχα νόμου, σαφέστατα λέγων “Εἰ ἐπιστεύετε Μωυσεῖ, ἐπιστεύετε ἂν ἐμοί· ”περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔργαψεν·” εἰ μὴ ταῖς τῶν προφητῶν μαρτυρίαις συνῳδὸν ἔδειξα τὸν ἐμαυτοῦ λόγον, καὶ τῆς ἐμῆς παρουσίας τὴν δύναμιν προῤῥηθεῖσάν τε ἤδη καὶ κεκηρυγμένην, ἔσχον ἂν ἀφορμὰς εὐλόγους τῆς κατ᾽ ἐμοῦ καὶ ὑμῶν ἀπονοίας. ἐπειδὴ δὲ παραλέλειπται μὲν οὐδὲν, εἴρηται δὲ ἅπαν, ὅσον ἧκεν εἰπεῖν ἀναγκαῖον, εἰκαῖος, ὃς αὐτοῖς εἰς πρόφασιν ἐπινοηθήσεται λόγος τῆς οὕτω γυμνῆς ἁμαρτίας.
Ταύτην οἶμαι δεῖν τοῖς τοῦ Σωτῆρος λόγοις ἐφαρμόσαι νυνὶ τὴν διάνοιαν, ἀσύγγνωστα δὲ τοῖς εἰς αὐτοὺς πλημμελοῦσιν ἐπιδεικνὺς τὰ ἐγκλήματα, καὶ κολασθήσεσθαί ποτε τοὺς τὰ τοιαῦτα τολμῶντας εἰπὼν, παραιρεῖται τῆς λύπης τὸ πλέον καὶ ὑποκλέπτει σοφῶς, ὅπερ ἦν εἰκὸς ἀνιάσειν οὐ μετρίως αὐτούς. φορητὴν γὰρ ἔσθ᾽ ὅτε τοῖς ἀδικουμένοις τὴν πλεονεξίαν ἐργάζεται, τὸ ἀραρότως οἴεσθαι δίκας τῶν πλημμεληθέντων ἀποτίσειν τοὺς τῆς πλεονεξίας ἐργάτας. καὶ τοῦτο εἰδὼς καὶ αὐτὸς ὁ πάντων Δεσπότης “Ἐμοὶ,” φησὶν, “ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος,” ἀλλὰ καὶ αὐτὸς ἡμῖν ὁ μακάριος Παῦλος, ὑπό τινος τῶν ἀρχιερέων τυπτόμενος, τῆς ἐπὶ τῷ πάσχειν πικρίας οὐχ ἑτέραν ἔσχε παραψυχὴν, ἢ ταύτην αὐτήν· τί γὰρ ἔφη; “Τύπτειν σε ”μέλλει ὁ Θεὸς, τοῖχε κεκονιαμένε.” ἀσθενείας οὖν ἄρα φάρμακον ἀνθρωπίνης καὶ τοῦτο, τὸ κολάζεσθαί φημι προσδοκᾶν τοὺς ἀδικεῖν ἑλομένους. κρείττων γεμὴν καὶ ἐν πλείονι μέτρῳ τῆς ἀνθρωπίνης μικροψυχίας ὁ Κύριος· “λοι- ”δορούμενος γὰρ οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει,” κατὰ τὸ γεγραμμένον· ῥαπιζόμενος δὲ, φορτικὸν εἶπεν οὐδὲν, οὔτε μὴν ἠπείλησε τῷ παῖσαι τετολμηκότι, πραότατα δὲ καὶ ἀνεξικάκως κομιδῇ “Εἰ κακῶς, φησὶν, ἐλάλησα, μαρτύρησον ”περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;”
ἀληθὴς οὖν ἄρα τοῖς προφήταις ὁ λόγος “Ὅτι τίς ἐν νεφέλαις ἰσωθή- ”σεται τῷ Κυρίῳ, ἢ τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς “Θεοῦ;” <Ὁ ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου μισεῖ.> Ἀθεότητος ἔγκλημα καθορίζει σαφῶς τῶν ἐξ ἀνοσίου γνώμης καὶ φρενὸς ἐκκεκρουσμένης μισεῖν αὐτὸν ἑλομένων. καὶ γάρ ἐστιν ἀληθές· οὐ γὰρ ἀφέξονται τῆς εἰς τὸν Πατέρα πλημμελείας οἱ τὸν Υἱὸν ἀτιμάζοντες, ἤγουν ὅτι πρέπει μισεῖν ἐγνωκότες. ὅνπερ γὰρ τρόπον οἱ τὴν τοῦ ἡλίου μαρμαρυγὴν, ὡς ἐπ᾽ οὐδενὶ τῶν ἀναγκαίων φαίνοι τε καὶ ὑπάρχοι, διασύροντες, τὰς τῆς ἀχρειότητος αἰτίας καὶ τὴν ἐπ᾽ αὐτῇ ψῆφον εἰς αὐτὸν ἀνατείνουσι τὸν ἐξ οὗπέρ ἐστι· καὶ ὅτῳπερ ἂν κακῦναι δοκῇ τὴν ἐξ ἀνθέων τυχὸν εὐωδίαν, ἐπ᾽ ἐκεῖνο δὴ πάντως ἀνοίσει τὸ ἔγκλημα τὸ ἐξ οὗπερ ἂν τίκτοιτο· τὸν αὐτὸν οἶμαι τρόπον ἐπί τε τοῦ Μονογενοῦς καὶ τοῦ τεκόντος αὐτὸν συμβήσεται. οὐ γὰρ ἔστιν οὐκ ἔστι καταψέγοντάς τινας τὸ τινὸς ἐκπεφυκὸς, ἐπαινέσαι τὸ ἐξ οὗπέρ ἐστι. διά τοι τοῦτο τοῖς Ἰουδαίοις ἔφη Χριστός “Οὐ δύναται δένδρον ἀγα- ”θὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς “ἀγαθοὺς ποιεῖν·” ὅτε καὶ τὴν ἐπὶ τούτῳ διάκρισιν ἀκριβῆ τε καὶ ἀνεπίληπτον διεκελεύετο ποιεῖσθαι “Ἢ ποιήσατε τὸ ”δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν.” ὅπερ γὰρ ἂν καθ᾽ ἑνὸς τῶν τοιούτων ἀληθεύοιτο τυχὸν, τοῦτο δὴ πάντως διήκειν ἐπ᾽ ἀμφοῖν ἀναγκαῖός τις οἶμαι παρατρέψει.
μιᾶς γὰρ φύσεως, πῶς οὐχὶ δὴ πάντως κοινὰ ἔσται τὰ ἡττώμενα, ἤγουν καὶ ἑτέρως καταλαμπρύνειν εἰδότα; καὶ ὅπερ ἂν δράσειέ τις εἰς τὸ ἔκ τινος πηγῆς, τοῦτο δὴ πάντως δεδρακὼς ἂν εἴη καὶ εἰς αὐτὴν τὴν πηγήν. διὰ τοῦτό φησιν ὁ Χριστὸς ὅτι ὁ ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου μισεῖ. φέρει δὲ χρησίμως καὶ εἰς τὸ τοῦ Πατρὸς πρόσωπον, ἅπερ ἂν εἰς αὐτὸν ἐπιχειροῖτο παρά τινων. πληροφορήσει μὲν γὰρ οὐδὲν ἧττον ἡμᾶς διὰ τούτων τῶν λόγων, ὡς οὐχ ἕτερός τις ἐστὶν ὡς πρὸς αὐτὸν, κατά γε τὸν ἐν ταυτότητι τῇ κατὰ πᾶν νοουμένῃ λόγον. καταπτοεῖ δὲ πρὸς τούτῳ τοὺς ἀκροωμένους, σφαλερὸν ἔτι δεικνὺς τὸ ἐπὶ τῷ μισεῖν αὐτὸν ἑλέσθαι πλημμέλημα, εὐσύλητόν τε καὶ ἀνεπικούρητον ἔσεσθαι παντελῶς τὸν αὐτῷ μὴ προσκυνεῖν ἐπιχειροῦντα διισχυρίζεται, ἅτε δὴ καὶ εἰς αὐτὸ τὸ τοῦ Πατρὸς ἐμπαροινοῦντα πρόσωπον. συναγανακτήσει γὰρ πάντως, ὡς συνυβριζόμενος, τῷ ἰδίῳ γεννήματι.
Ὅτι δὲ τοὺς ἁγίους ἀποστόλους εὐτολμοτάτους ἐτίθει καὶ τοῦτο παραδεχθὲν εἰς πίστιν, πῶς οὐ σφόδρα διαφανές; ὁμοῦ δὲ πρὸς τούτοις ἕτερον ἀναγκαῖον οἶμαι καὶ σοφὸν ἀπετέλει Χριστός· καὶ τοῦτο πάλιν ἐρῶ· ἐξ ἀσυγκρίτου φρενοβλαβείας καὶ μανίας ὑπερφυοῦς ᾤοντό τινες, ὅτι πλημμελοῦντες εἰς τὸν Υἱὸν καὶ τοῖς τοῦ Σωτῆρος ἀντιπράττοντες λόγοις, τὸν τοῦ νόμου δοτῆρα Θεὸν εὐφραίνουσι, καὶ τοῖς διὰ Μωυσέως τεθεσπισμένοις τὸ χρῆναι νικᾶν ἀεὶ χαριζόμενοι, γνήσιοί τινες τῆς εἰς Θεὸν ἀγάπης εὑρίσκονται φύλακες. ἔδει τοιγαροῦν τὸ μὲν ἐν ἐκείνοις εἰκαῖον ἀποφαίνεσθαι φύσημα, μαθεῖν δὲ τὴν οἰκουμένην, ὅτι τοῖς τοῦ Σωτῆρος ἀντεξάγοντες νόμοις, πρὸς ὁλόκληρον ὥσπερ τὴν θείαν ἔχουσι φύσιν ὑβρισμένην ἐν Υἱῷ, διὰ τῆς παρακοῆς καὶ τῆς οὕτω μακρᾶς καὶ ἀπροφασίστου λοιπὸν ἀπειθείας, ἣν οὐ μόνον ἰδικῶς εἰς τὸ οἰκεῖον ἐπιτελεῖσθαι πρόσωπον εὖ μάλα διισχυρίζεται, ἀλλὰ καὶ ἐν τοῖς τὸν ὑπὲρ αὐτοῦ καὶ δι᾽ αὐτὸν πρεσβεύουσι λόγον. θεομάχος οὖν ἄρα καὶ ὑβριστὴς, καὶ πρὸς ὅλην ἔχων τὴν ἄῤῥητόν τε καὶ ἄφραστον φύσιν, ὁ καὶ αὐτοῖς τοῖς ἁγίοις ἀποστόλοις ἀντιπράττειν ἐπιχειρῶν.
κηρύττουσι γὰρ οὐχ ἑαυτοὺς, ἀλλὰ τὸν τῶν ὅλων Θεὸν καὶ Κύριον, τουτέστι Χριστόν. <Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ μηδεὶς ἄλλος ἐποίησεν, ἁμαρτίαν οὐκ εἴχοσαν· νυνὶ δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν Πατέρα μου.> Οὐδένα τοῖς Ἰουδαίοις περιλελεῖφθαι λόγον εἰς τὸ μὴ χρῆναι κολάζεσθαι καὶ τοῖς ἀνηκέστοις περιπεσεῖν, καὶ διὰ τούτων οὐδὲν ἧττον ἀπέφηνεν ὁ Χριστός. φαίνεται γὰρ τῶν εἰς ὠφέλειαν τελούντων ἐλλελοιπὼς οὐδὲν, λόγου μὲν αὐτοῖς παρατεθέντος μακροῦ, δι᾽ οὗπερ ἦν καὶ μάλα ῥᾳδίως ἰέναι πρὸς σωτηρίαν, παραδειχθέντων δὲ καὶ θαυμάτων, ἃ μήπως τις τῶν ἐν κόσμῳ τεθέαται. τίς γὰρ τῶν ἁγίων τοῖς τοῦ Σωτῆρος ἡμιλλήθη θαύμασιν; εἶτα τοσοῦτον ἀφεστηκότων τοῦ θαυμάζειν αὐτὸν ἐθελῆσαι τῶν Ἰουδαίων ὡς καὶ μισεῖν ἑλέσθαι μᾶλλον ἐξ ἀνοσίου γνώμης, πῶς οὐ δυσαχθὲς τὸ τῶν ἐγκλημάτων φορτίον αὐτοῖς ἐπικείσεται; ἦν γὰρ δήπου τὸ πολύ τι κρεῖττον καὶ ἄμεινον, μήτε λόγων αὐτοὺς ἐπακροᾶσθαι σοφῶν, μήτε μὴν τῆς οὕτως ἀῤῥήτου τερατουργίας εἰς ὄψιν ἐλθεῖν· ἴσως γὰρ ἂν ἐξεμηχανήσαντο τὸν ἐπὶ τῷ συγγινώσκεσθαι δεῖν οὐκ ἄκομψον λόγον Οὐκ ἀκηκόαμέν τι τῶν ἀναγκαίων οὔτε μὴν τεθεάμεθά τι, λέγοντες, τῶν εἰς πίστιν ἐπαγωγῶν.
ἐπειδὴ δὲ οὐχ ἑνὸς τῶν ἁγίων προφητῶν, ἀλλ᾽ αὐτοῦ τοῦ ἄνωθεν ἥκοντός τε καὶ ὡς ἡμᾶς ἐσταλμένου διεπυνθάνοντο Χριστοῦ, ἀλλὰ καὶ ξένων θαυμάτων γεγόνασι θεωροί· τυφλοῦ γὰρ ὀφθαλμοὺς ἀνέῳξεν ὁ Χριστὸς, καίτοι μηδενὸς ἑτέρου πώποτε δυνηθέντος τοιοῦτόν τι ἐργάσασθαι· τί τὴν τῶν Ἰουδαίων ἀπόνοιαν ἐξαιρήσεται; ἢ ποῖος ἐξοίσει τοῦ κολάζεσθαι λόγος; ἀκούσαντες γὰρ καὶ τεθεαμένοι, μεμισήκασι καὶ τὸν Υἱὸν καὶ τὸν Πατέρα. μεμισήκασι δὲ πῶς; οὔτε γὰρ τὸν παρὰ Πατρὸς δι᾽ Υἱοῦ τετιμήκασι λόγον, οὔτε μὴν τοῖς τῆς θείας φύσεως ἔργοις, τὸ αὐτοῖς πρέπον ἀτιμάσαντες θαῦμα, δυσσεβοῦντες ἐναργῶς εἰς ὅλην ἁλώσονται τὴν τούτων ἐργάτην τοῦ Θεοῦ φύσιν. θαυματουργοῦντι γὰρ τῷ Υἱῷ, συνῆν δήπου πάντως καὶ αὐτὸς ὁ Πατὴρ, οὐχ ὡς ἕτερος δι᾽ ἑτέρου τυχὸν ἐνεργῶν τὰ θαύματος ἄξια, ἀλλ᾽ ὡς ὢν ἐν Υἱῷ διὰ τὴν ταυτότητα τῆς φύσεως καὶ τῆς οὐσίας τὸ ἀπαράλλακτον.
ἀχάριστοι τοιγαροῦν οἱ τάλανες Ἰουδαῖοι, καὶ ἐπὶ πολλῇ τῇ ἀγνωμοσύνῃ λίαν κατηγορούμενοι, δι᾽ οὐδενὸς μὲν ἔχοντες λόγου τὴν ἀσύγκριτον τοῦ Σωτῆρος διδασκαλίαν, ἀτιμάζοντες δὲ πρὸς τούτῳ δι᾽ Υἱοῦ καὶ ἐν Υἱῷ τὴν τοῦ Πατρὸς φύσιν, καίτοι τῶν ὑπὲρ λόγον αὐτοῖς θαυμάτων ἀναδειχθεῖσαν δημιουργὸν, ἐφ᾽ οἷς ἦν εἰκὸς καὶ τὸν σφόδρα σκληρὸν καὶ δυσήνιον ἄγεσθαί τε καὶ καλεῖσθαι λοιπὸν εἰς τὸ φρονεῖν δύνασθαι τὰ εἰκότα καὶ τὰ δι᾽ ὧν ἔδει τιμᾶσθαι Θεόν. <Ἀλλ᾽ ἵνα πληρωθῇ ὁ λόγος ὁ ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος, ὅτι ἐμίσησάν με δωρεάν.> Οὐδὲ τοῦτο μὲν ἀγνοηθὲν τῷ τὰ πάντα προανακηρύξαντι νόμῳ δείκνυσιν ἐναργῶς· πλὴν οὐ διὰ τοῦτό φαμεν προειπεῖν ἐκεῖνα τὸν νόμον, ἵνα τὸ τῶν Ἰουδαίων ἐξάπτοιτο μῖσος ἀδίκως κατά τε τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς, ἀλλ᾽ ἐπείπερ ἔμελλεν ἔσεσθαι παρ᾽ αὐτῶν, προαναπεφώνηκεν ὁ θεῖος καὶ ἱερὸς νόμος, οὐδὲν τῶν ἐσομένων ἠγνοηκὸς τὸ Πνεῦμα δεικνύς. γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν ἐκ προσώπου Χριστοῦ τὴν τῶν Ἰουδαίων ἀπόνοιαν ἐπαιτιωμένου καὶ λέγοντος, ὅτι “μῖσος ἄδικον ἐμίσησάν με.” πῶς γὰρ οὐκ ἄδικον μῖσος; πῶς δὲ οὐκ ἐξεπικράνθησαν δωρεὰν, οἵ γε τοσοῦτον ἀφεστηκότες τοῦ χρῆναι μισεῖν, ὅσον ἧκεν εἰπεῖν εἰς τὴν τῶν εἰς αὐτοὺς γεγονότων φύσιν, ὡς φιλεῖν μᾶλλον τὴν ἁπασῶν ἀνωτάτω σπουδὴν, καὶ ἀγαπᾶν εἰς τὸ βούλεσθαι κατακολουθεῖν αὐτῷ.
ποίαν γὰρ ἄν τις ἔχοι τοῦ μίσους τὴν ἀφορμὴν, λεγέτω παρελθὼν ὁ ταῖς Ἰουδαϊκαῖς ἀπειθείαις συνηγορῶν· τί τῶν γεγονότων διὰ Χριστοῦ, μίσους ἤγουν ἀπεχθείας ἄξιον; ὅτι θανάτου καὶ φθορᾶς ἐξείλετο; ὅτι πλεονεξίας ἀπήλλαξε διαβολικῆς, καὶ τὴν τῆς ἁμαρτίας κατέλυσε τυραννίδα, καὶ τὸ δοῦλον ὡς πρὸς υἱότητα τὴν ὡς πρὸς Θεὸν ἀνεκόμισεν; ὅτι ἐκ φιλανθρωπίας καὶ ἀμνησικακίας δικαίους ἀπέφηνε τοὺς ταῖς ἁμαρτίαις νενεκρωμένους; ὅτι Πνεύματος Ἁγίου καὶ θείας φύσεως ἀπέδειξε κοινωνοὺς, καὶ αὐτὸ δὲ ἡμῖν τὸ τῶν ἁγίων ἀγγέλων προὐξένησεν οἰκητήριον, καὶ βάσιμον ἀνθρώποις ἔδειξε τὸν οὐρανόν; πῶς οὖν ἔτι δίκαιον μισεῖσθαι τὸν τούτων ἡμῖν γεγονότα χορηγὸν καὶ πρύτανιν, καὶ οὐχὶ μᾶλλον ἀσιγήτοις εὐφημεῖσθαι δοξολογίαις καὶ ἀκαταλήκτοις εὐχαριστίαις ἀντιγεραίρεσθαι παρ᾽ ἡμῶν; ἀλλ᾽ οὐδὲν οἶμαι τὸν ἄτεγκτον μεθίστησιν Ἰουδαῖον εἰς τὸ βούλεσθαι φρονεῖν ἅπερ ἔδει φρονεῖν. μεμίσηκε γὰρ δωρεὰν, ὃν ἐξ ὅλης διανοίας ἀγαπᾶν ἔδει μᾶλλον καὶ ταῖς ἐκ τῆς εὐπειθείας καταστέφειν τιμαῖς. πλὴν κἀν τούτῳ χρησίμως ὁ Κύριος ἑαυτὸν οὐκ ἠγνοηκέναι δέδειχε τὴν τῶν Ἰουδαίων κακόνοιαν, προειρηκότα δὲ μᾶλλον καὶ ὅτι μὲν ἔσται προεγνωκότα, κεχρημένον γεμὴν ἡμερότητί τε καὶ ἀμνησικακίᾳ θεοπρεπεῖ.
παρατέθεικε γὰρ καὶ ἀκαθηκόντως οὕτως διακειμένοις τὸν εἰς σωτηρίαν καλοῦντα λόγον, πρὸς τὸ καὶ θαύμασι βεβαιοῦν τῆς εἰς αὐτὸν πίστεως τὴν ὁμολογίαν, εἴπερ τινὲς ἦσαν ἀγαθοὶ καὶ εὐγνώμονες. ὠφελεῖ δὲ σφόδρα κἀν τούτῳ τοὺς μαθητὰς, ἵν᾽ ἀμνησικάκως καὶ τοῖς ὑβρίζειν αὐτοὺς ἐπιχειροῦσι τὸν τῆς σωτηρίας προτείνωσι λόγον, καὶ κατ᾽ αὐτὸ δὴ τοῦτο κατ᾽ ἴχνος ἰόντες φαίνοιντο τῆς ἐν αὐτῷ καὶ πρώτῳ διαλαμψάσης ἀρετῆς. εἴ τι γὰρ ἀγαθὸν, ἐν πρώτῳ Χριστῷ καὶ ἐφ᾽ ἡμᾶς, καὶ ἐξ αὐτοῦ διέρπει πάντα τὰ κάλλιστα. <Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρὸς, τὸ πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾽ ἀρχῆς μετ᾽ ἐμοῦ ἐστε.> Μεμισῆσθαι λέγων ἑαυτόν τε καὶ τὸν Πατέρα παρὰ τῶν ἀσυνέτων Ἰουδαίων, καὶ τοῦτο δωρεὰν καὶ ἐπ᾽ οὐδενὶ τῶν εἰκότων, συμπαρεισάγει τὸ Πνεῦμα χρησίμως, ὁμοῦ καὶ τῆς ἁγίας Τριάδος τὴν ἀναπλήρωσιν ἐμποιῶν τῷ Λόγῳ, καὶ αὐτὸ δὲ δεικνὺς συνητιμασμένον, ἵνα ὁλοκλήρως ἐν Υἱῷ πεπαρῳνηκότες ἐλέγχωνται τῶν παραδόξων οἱ θεωροὶ καὶ τῆς ἀνωτάτω πασῶν οὐσίας τὴν οὕτως ὑπερφυᾶ καθυβρίσαντες δύναμιν, δι᾽ ὧν οὐχ ὅπως παραδέχεσθαι δεῖν ᾤοντο τὸν Χριστὸν, καίτοι τερατουργοῦντα ξένως εἰς πληροφορίαν αὐτῶν, ἀλλ᾽ ὧν ἤδη δεδράκασι· δεδυσσεβήκασι γὰρ εἰς αὐτὸν, ἃ καὶ μόνον ἐστὶν ἐννοῆσαι φρικτόν.
καίτοι, φαίη γὰρ ἄν τις τυχὸν, ὦ παράφρον Ἰουδαῖε, θαυμάτων σοι γέγονε δημιουργὸς ὁ Χριστὸς, ἃ καὶ τὴν Μωυσέως ὑπεραίρει δόξαν καὶ παντὸς ἁγίου λαμπρότητα· τὸ γὰρ φάναι τὸν Κύριον “Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ μηδεὶς ἄλλος ”ἐποίησε,” τοιαύτην ἡμῖν τὴν διάνοιαν εἰσφέρει. εἶτα τὸν τῶν ἐλαττόνων ὑπηρέτην καὶ διάκονον, φημὶ δὲ Μωυσέα, ταῖς οὕτω λαμπραῖς καταστέφεις τιμαῖς, τὸν δὲ ἀσυγκρίτως ὑπερφερῆ καὶ πολὺ τῶν ἀμεινόνων ἐργάτην, ἀσυνέτως οὕτω παρωθούμενος οὐκ ἐρυθριᾷς, καίτοι τοῖς διὰ Μωυσέως χρησμῳδήμασι τὸ πάλαι διηγγελμένον ἐπάγοντα πέρας, καὶ κατακλείοντα λοιπὸν εἰς ἀλήθειαν τὴν σκιάν. ὁμοῦ τοιγαροῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς συνεισκεκόμικε μὲν ἀναγκαίως ἑαυτῷ τε καὶ τῷ Πατρὶ τὴν τοῦ Πνεύματος μνήμην· ἀπελέγχει δὲ ἅμα τὸ εἰρημένον ἀληθὲς, τουτέστιν, ὡς εἴπερ τις ἕλοιτο διὰ μίσους ἔχειν τὸν Υἱὸν, συναποστυγήσει δὴ πάντως καὶ τὸν ἐξ οὗπέρ ἐστι Πατέρα· καὶ πῶς ἢ τίνα δὴ τρόπον, θέα πάλιν.
Ἰδοὺ γὰρ ἰδοὺ πνεύμα τῆς ἀληθείας, τουτέστιν ἑαυτοῦ, τὸν Παράκλητον εἰπὼν, παρὰ τοῦ Πατρὸς αὐτὸν ἐκπορεύεσθαί φησιν. ὥσπερ γάρ ἐστιν ἴδιον Πνεῦμα τοῦ Υἱοῦ φυσικῶς, ἐν αὐτῷ τε ὑπάρχον καὶ δι᾽ αὐτοῦ προϊὸν, οὕτω καὶ τοῦ Πατρός· οἷς δὲ τὸ Πνεῦμα κοινὸν, τούτοις εἴη δήπου πάντως ἂν καὶ τὰ τῆς οὐσίας οὐ διωρισμένα. μὴ γὰρ δή τινες ἡμᾶς τῶν δυσσεβεῖν εἰωθότων τοῖς ἐκ ἀμαθίας ἀποκομιζόντων λόγοις εἰς ἃ μὴ θέμις ἐννοεῖν, ὡς ὑπουργικήν τινα χρείαν ἀποπληρῶν ὁ Υἱὸς τὸ παρὰ τοῦ Πατρὸς Πνεῦμα τῇ κτίσει διακονεῖ· καὶ τοῦτο γὰρ ἀσυνέτως τινὲς οὐ κατέδεισαν εἰπεῖν. πιστεύειν δὲ μᾶλλον ἀκόλουθον, ὡς ἐπείπερ ἴδιόν ἐστιν αὐτοῦ, καθάπερ ἀμέλει καὶ τοῦ Θεοῦ καὶ Πατρὸς, ἀποστέλλει τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς πρὸς ἁγιασμόν. εἰ δὲ δὴ νομίζουσι τρόπον τινὰ καὶ δριμὺ νοεῖν τε καὶ λέγειν, διάκονον ἡμῖν καὶ ὑπουργὸν κἀν τούτῳ δὴ πάλιν τὸν Υἱὸν εἰσκομίζοντες, πῶς οὐκ ἀκόλουθον εἰπεῖν “Μωροὶ καὶ ”τυφλοὶ,” πῆ δὴ πάλιν ἰόντες ὑμεῖς οὐκ αἰσθάνεσθε, καὶ τῆς τοῦ Μονογενοῦς κατεπαίρεσθε δόξης, ἐκ τῆς ἐνούσης ὑμῖν ἀμαθίας ἀθλίους συνείροντες λογισμούς; εἰ γὰρ ὅλως χορηγεῖ τὸ Πνεῦμα παρὰ τοῦ Πατρὸς ὁ Υἱὸς, ἐν ὑπηρέτου τινὸς τάξει λελογισμένος, πῶς οὐκ ἀναγκαῖον ὁμολογεῖν, ὡς ἀλλότριον μέν ἐστι παντελῶς τῆς οὐσίας αὐτοῦ, τάχα δὲ καὶ ἄμεινον αὐτοῦ καὶ κατὰ πολὺ κρεῖττον, ἄνπερ οὕτως ἔχῃ κατά γε τὴν παρ᾽ ὑμῖν ἀμαθίαν;
εἰ γὰρ οὐκ ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, τουτέστιν, ἐκ τῆς οὐσίας αὐτοῦ, ὁ Υἱὸς καθ᾽ ὑμᾶς, πῶς οὐκ ἐν ἀμείνοσι νοοῖτ᾽ ἂν τὸ Πνεῦμα παρὰ τὸν Υἱόν; εἶτα τί φαμεν, ὅταν ἀκούσωμεν λέγοντος περὶ αὐτοῦ ὅτι “Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ”ἀναγγελεῖ ὑμῖν.” Πρὸς δὲ τοῖς εἰρημένοις κἀκεῖνο λοιπὸν ὡς ἐξ ἀνάγκης εἰσβήσεται. εἰ γὰρ ὑπουργίαν διακονικὴν ἀποπληροῦν οἴεσθε τὸν Υἱὸν, τὸ ἀλλότριον ἡμῖν, τουτέστι, τὸ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς κεχορηγηκότα Ἅγιον ὂν κατὰ φύσιν Πνεῦμα, οὐ κατὰ φύσιν ἅγιος ὁ Υἱὸς, κατὰ μέθεξιν δὲ ὥσπερ ἡμεῖς. λέγεται γὰρ κατὰ τὴν τῶν δυσσεβῶν ἀμαθίαν, ἀλλότριος εἶναι τῆς οὐσίας τοῦ Πατρὸς, ἐξ ἧς καὶ πρόεισι τὸ Πνεῦμα τὸ δι᾽ αὐτοῦ χορηγούμενον. ἔσται τοίνυν τῶν ἐνδεχομένων, εἴπερ οὐκ ἴδιον τοῦ Υἱοῦ τὸ Πνεῦμά ἐστιν, ἀλλ᾽ εἰσποιητὸν ἔχει καὶ αὐτὸς τὸν ἁγιασμὸν, καθάπερ ἡ κτίσις, καὶ ἀποπεσεῖν δύνασθαί ποτε τῆς ἐνούσης ἁγιότητος αὐτῷ. τὸ γὰρ ὡς ἐν τάξει προσθήκης ἐπικτηθὲν, πῶς οὐκ ἂν ἀπογένοιτο, κατά γε τὸν τοῦ ἐγχωροῦντος λόγον; εἶτα τίς τῶν τοιούτων οὐκ ἀποδραμεῖται δογμάτων; πρεπωδέστερον δὲ οἶμαι τὸ οὕτως εἰπεῖν.
Φίλη τοιγαροῦν ἡμῖν ἡ ἀλήθεια, καὶ τὰ ἐκ τῆς ἀληθείας δόγματα, καὶ αὐτοῖς ἐκείνοις ἡμεῖς οὐχ ἑψόμεθα, τὴν δὲ τῶν ἁγίων πατέρων ἰχνηλατοῦντες πίστιν, ἴδιον εἶναί φαμεν τοῦ Υἱοῦ τὸν Παράκλητον, τουτέστι, τὸ Πνεύμα τὸ Ἅγιον, καὶ οὐκ ἐπεισκρινόμενον ἔξωθεν, οὐδὲ ἐπίκτητον ἐν αὐτῷ, καθάπερ ἐστὶν ἐν τοῖς ἁγιότητος δεκτικοῖς, οἷς καὶ ἐκ μὴ ὄντων ἡ γένεσις, ἀλλ᾽ ὁμοούσιον αὐτοῦ, καθάπερ ἀμέλει καὶ τοῦ Πατρός. οὕτω γὰρ ἂν οὐκ εἰς πολύθεον ἡμῖν μυθολογίαν ἡ τῶν ἐκκλησιαστικῶν δογμάτων οἰχήσεται δύναμις, ἀλλ᾽ εἰς ἕνα θεότητος λόγον ἡ ἁγία Τριὰς ἀνασφίγγεται. ἐν ταὐτῷ τοιγαροῦν καὶ τῆς οὐσίας τὴν ἑνότητα παραδεικνὺς, ἑαυτοῦ τέ φημι καὶ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς, πνεῦμα τῆς ἀληθείας τὸν Παράκλητον εἶναι λέγων, παρὰ τοῦ Πατρὸς ἐκπορεύεσθαί φησιν, ἀπελέγχει τε σαφῶς καὶ ἀναμφιλόγως θεομάχον ὁλοκλήρως τὸν χριστομάχον. ὁ γὰρ ὅλως ἐμπαροινεῖν ἐθελήσας τῷ Υἱῷ, πεπλημμεληκὼς ἂν εἰκότως καὶ εἰς αὐτὸν νοοῖτο τὸν ἐξ οὗπέρ ἐστιν.
Ὅταν τοίνυν ἔλθῃ ὁ Παράκλητός φησι τὸ πνεῦμα τῆς ἀληθείας, τουτέστι τὸ ἐμὸν, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. μαρτυρήσει δὲ πῶς; ἐνεργῆσαν γὰρ ἐν ὑμῖν τε καὶ δι᾽ ὑμῶν τὰ παράδοξα, μάρτυς ἔσεται δίκαιός τε καὶ ἀληθὴς τῆς ἐμῆς θεοπρεποῦς ἐξουσίας, καὶ τῆς ἐν δυνάμει μεγαλειότητος. ἐμὸν γὰρ Πνεῦμα, τὸ ἐνεργοῦν ἐν ὑμῖν· ὥσπερ δὲ ἐμὸν, οὕτω καὶ τοῦ Θεοῦ καὶ Πατρός. συγκαθυβρίσθαι τοιγαροῦν ἀνάγκη νοεῖν τοὺς δι᾽ ἑνὸς τοῦ ἀγαθοῦ Πνεύματος τὰ παράδοξα πρὸς πληροφορίαν τῆς πίστεως ἐνεργήσαντας ὡς ἐν προσώπῳ Χριστοῦ, ἐν ᾧ κατῴκησε κατὰ τὸν Παῦλον, οὐχὶ μέρος τι τῆς ἀφράστου θεότητος, ἀλλ᾽ “ὅλον τὸ πλήρωμα σωματικῶς.” Μαρτυροῦντος δὲ τοῦ Πνεύματος, συνεπιμαρτυρήσετέ φησι καὶ ὑμεῖς αὐτοί.
γεγόνατε γὰρ αὐτόπται καὶ θεωροὶ τῶν παρὰ τοῖς ἰδίοις τετελεσμένων, ἀεὶ συνόντες ὡς μαθηταί. <Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε.> Τὴν τῶν Ἰουδαίων ἀπόνοιαν φανοτάτην τοῖς ἑαυτοῦ μαθηταῖς καθιστὰς ὁ Σωτὴρ, τάχα καὶ ἐπενεγκεῖν τοῖς περὶ τούτων ἔμελλε λόγοις, ὅτι δὴ πρὸς τοσαύτην ἥξουσι δυσηκοΐαν οἱ τάλανες, ἀποφράξουσι δὲ οὕτω τὴν ἀκοὴν, καὶ εἰς τοῦτο βαδιοῦνται μισοθεΐας οἱ δείλαιοι, καθυβρίσουσι δὲ οὕτω τοὺς ὑπὲρ τῆς ἀληθείας λόγους, ὡς εἴπερ καὶ δύο γένοιντο τυχὸν τῆς αὐτοῦ δόξης οἱ μάρτυρες, μηδὲ οὕτω παραδέξασθαι θέλειν αὐτὴν, καίτοι διαῤῥήδην ἀνακεκραγότος τοῦ νόμου, πιστεύεσθαι δεῖν, καὶ ἀνενδοιάστως εἶναι παραδεκτὸν, πᾶν ὅπερ ἂν διὰ τῆς δύο τυχὸν ἢ τριῶν ἐπιμαρτυροῖτο φωνῆς. ἀλλὰ τοῦτο μὲν οὔ φησι χρησίμως εἰς τὸ παρόν. καὶ γὰρ ἂν οὐ μετρίαν αὐτοῖς ἐνεποίησε τὴν ἀκηδίαν, καὶ διακλάσας ὥσπερ εἰς ἀπόγνωσιν τοὺς μαθητὰς, ὄκνου καὶ δειλίας ἀπαραπόδιστον ἐν αὐτοῖς ἐτίθει τὴν πάροδον. εἰκὸς γὰρ δήπου καθ᾽ ἑαυτοὺς ἐννοεῖν, ὡς εἰ μηδενὶ πεισθήσονται παντελῶς τῶν Ἰουδαίων οἱ δῆμοι, ἀλλὰ καὶ αὐτὸν ἡγήσονται παρ᾽ οὐδὲν τὸν Παράκλητον, καίτοι τοῖς ὑπὲρ λόγον τερατουργήμασι καταπλήττοντα, οὐδὲν δὲ ἧττον ἁλώσονται καὶ μετὰ τοῦτο μισοῦντες Χριστὸν, καὶ σὺν αὐτῷ τὸν Πατέρα, τί καὶ πόνον ἀνατλῆσαι δεήσει κενόν;
τί μὴ καὶ πραγμάτων ἀπαλλάττεσθαι δεῖ, τὴν εἰς ἀνηκόους σιωπὴν τοῦ διδάσκειν προτιμήσαντας; ταῦτά τοι κατὰ τὸ εἰκὸς οὐκ ἀγνοήσας λογιεῖσθαι τοὺς μαθητὰς, περιστέλλει μὲν ἐντέχνως τὰ ὅσαπερ ἦν μοχθηρότερα πρὸς ἐξήγησιν καὶ δειλίας καὶ ὄκνου τοῦ πρὸς τὸ χρῆναι διδάσκειν ἐμποιητικά· παρατρέπει δὲ χρησίμως τοῦ λόγου τὴν δύναμιν ἐπὶ τὸ προευτρεπίζεσθαι δεῖν, καὶ προεσκευάσθαι νεανικῶς πρὸς τὰ ἐξ ἐκείνων ἐσόμενα, ἤτοι προσδοκώμενα. τὸ γὰρ αἰφνιδίως καὶ ἀδοκήτως τισὶν ἐπελθὸν, ἱκανὸν ταράξαι καὶ τὴν λίαν ἔχουσαν ἑδραίως ψυχήν· τὸ δὲ ὡς ἥξοι καὶ ἔσται προϋποπτευθὲν, λειοτέραν ἔχει τὴν πρόοδον, καὶ τὸ ἄχθος εὐφορητότερον, ὡς προεγνωσμένον ἤδη καὶ προτετριμμένον ταῖς τοῦ παθεῖν ἀνενδοιάστως ἐλπίσιν. οἶμαι δέ τι καὶ τοιοῦτον ὑποσημῆναι βούλεσθαι τὸν Χριστόν.
εἰ γὰρ ἐγὼ, φησὶ, τοσαῦτα μὲν ἤδη τεθαυματούργηκα, καὶ τοῦτο ἐπὶ μάρτυσιν ὑμῖν, θαυματουργήσει δὲ καὶ ἐφ᾽ ὑμῶν ὁ Παράκλητος· καὶ τῆς Ἰουδαίων ἀπονοίας οὐκ ἀτονήσει τὸ θράσος, ἀλλ᾽ ἔσονται πάλιν ἐν τούτοις, καὶ ἐν τοῖς ἔτι χείροσι, μὴ σκανδαλισθῆτε, φησὶν, ὅταν καὶ αὐτοὶ τοῦτο παθόντες εὑρίσκησθε, διαμέμνησθε δὲ πανταχοῦ τῶν ἐμῶν λόγων· “Οὐ γάρ ἐστι ”μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν “κύριον αὐτοῦ.” <Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾽ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.> Ἀνεκόμισε πρὸς αὐτὸ τὸ πάντων, ὡς ἔπος εἰπεῖν, ἀκρότατον τῶν δεινῶν, τοῦ κινδύνου τὴν πρόῤῥησιν, οὐχ ἵνα τὴν ἄνανδρον τοῖς ἑαυτοῦ μαθηταῖς ἐνεργάσηται πτοίαν· οὐ γὰρ ἂν ἥρμοσε δρᾶν τῷ γε ὅλως παροτρύνειν ἐθέλοντι πρὸς τὸ εὐτολμότατα λίαν τὸν εὐαγγελικὸν κηρῦξαι λόγον· ἀλλ᾽ ἵνα τὸν ἀνωτάτω φόβον, ὡς ἤδη προεγνωσμένον, εὐτριβῆ ὄντα διὰ τοῦτο παρωθούμενοι, παντὸς μὲν ἤδη κατανεανιεύωνται κακοῦ, μηδένα δὲ ὅλως ποιοῖντο λόγον, μηδὲ εἴπερ τι προσίοι τῶν ἀφορητοτέρων κακῶν εἶναι δοκούντων. τοῖς γὰρ τὸ μεῖζον οὐ δεδοικόσι, ποίαν ἂν ζημίαν ἐποίσει τὸ ἔλαττον; οἱ δὲ καὶ τῶν εἰς ἄκρον ἡκόντων δειμάτων κατευμεγεθεῖν ἐγνωκότες, διὰ τίνος ἔτι τῶν ἄλλων ταραχθεῖεν ἄν;
ἵνα τοίνυν εὐτρεπῆ τὴν διάνοιαν ἔχοιεν εἰς τὸ πάντα λίαν ἀσμένως ὑπενεγκεῖν, καὶ πρὸς τὸ χρῆναι τοσοῦτον τῆς ἐκ τῶν Ἰουδαίων κατεξανίστασθαι βλάβης, ὡς μηδὲ αὐτὸν εἰ τύχοι παρόντα τὸν ὠμὸν δεδιέναι θάνατον· οὐχὶ τὰ ἐν ἔθει μόνον συμβήσεσθαι λέγει, οὐδὲ μέχρι τούτων στήσεσθαι τὴν ἐπιβουλὴν, ἤτοι τὴν τῶν Ἰουδαίων ἐπανάστασιν, ὡς ἀποσυναγώγους γενέσθαι μόνον, ἀλλ᾽ εἰς τοῦτο κατολισθεῖν ὠμότητος τὴν ἐκείνων ἀνοσιότητα προμεμήνυκεν, ὡς οἰηθῆναί ποτε καὶ τὴν τῆς εἰς Θεὸν εὐσεβείας ἰέναι τρίβον τὴν κατ᾽ αὐτῶν εἰς ἄκρον ἀπανθρωπίαν. ὅτι δὲ καὶ ἀποσυνάγωγοι παρὰ τοῖς Ἰουδαίοις ἐγίνοντο, καὶ ταύτην ὡς ἐν ἀρχαῖς τοῦ πράγματος ὑπέμενον δίκην οἱ τῆς ἀγάπης τῆς εἰς Χριστὸν ἐξημμένοι, σαφὲς ἂν γένοιτο, λέγοντος τοῦ Εὐαγγελιστοῦ, ὅτι “πολλοὶ μέντοι καὶ ἐκ τῶν ἀρχόντων ἐπίστευσαν εἰς ”αὐτὸν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ “ἀποσυνάγωγοι γένωνται,” καὶ πάλιν “Ἤδη γὰρ συνετέ- ”θειντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι ἵνα ἐάν τις αὐτὸν “ὁμολογήσῃ τὸν Χριστὸν εἶναι, ἀποσυνάγωγος γένηται·” ἀλλ᾽ εἰ καὶ πρὸς ταύτην, φησὶ, τὴν τῶν Ἰουδαίων ἐπιβουλὴν ἀφορήτως ἔχουσί τινες, ἰστέον ἐντεῦθεν, ὡς οὐ μέχρι τούτων τὰ καθ᾽ ὑμᾶς στήσεται. μὴ γὰρ ὅλως, φησὶν, εἰ καὶ συμβαίη τοῦτο παθεῖν ἀσχάλλετε.
κατοιχήσεται δὴ πρὸς τοῦτο φαυλότητος τὰ ἐκείνων τολμήματα, ὡς εἰς λατρείας δύναμιν τῆς θεοφιλοῦς τὸν καθ᾽ ὑμῶν οἰηθῆναι θάνατον· ὃ δὴ καὶ γεγονὸς εὑρήσομεν ἐπί τε τῷ ἁγίῳ Στεφάνῳ, τῇ τῶν μαρτύρων ἀπαρχῇ, καὶ ἐπὶ τῷ θεσπεσίῳ Παύλῳ. Στεφάνῳ μὲν γὰρ τὸ τῆς δυσφημίας ἔγκλημα περιπλέκοντες, καὶ ζῆλον ἐντεῦθεν τὸν φιλόθεον πλαττόμενοι, τὸν διὰ λίθων ἐπήγαγον θάνατον· τῷ γεμὴν ἱερῷ τε καὶ σοφωτάτῳ Παύλῳ τοσοῦτον ἐπέτριζον τῶν Ἰουδαίων τινὲς, ὡς “ἀναθεματίσαι ”ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἄχρις οὗ ἀνέλωσιν αὐτόν·” οὕτω γὰρ ἐν ταῖς πράξεσι τῶν ἁγίων ἀποστόλων γεγραμμένον εὑρήσομεν. καλὴ τοιγαροῦν καὶ λυσιτελὴς λίαν ἡ πρόῤῥησις, προεξευμαρίζουσα μὲν τὸν ἐπὶ τοῖς δεινοῖς φόβον, ὡς δὲ ἤδη πεπονθότας ἀναχαλκεύουσα πρὸς ἀνδρείαν τοὺς μαθητάς. προαποψυχθήσεται γάρ πως ἡ τοῦ κινδύνου θερμότης προεγνωσμένη τοῖς πάσχουσι, καὶ ἀσθενεστέραν τὴν ἔφοδον ἐργάζεται. <Καὶ ταῦτα ποιήσουσιν, ὅτι οὐκ ἔγνωσαν τὸν Πατέρα οὐδὲ ἐμέ.> Ἔδειξε τῶν Ἰουδαίων τὸν “ζῆλον, οὐ κατ᾽ ἐπίγνωσιν·” καθάπερ ἀμέλει καὶ ὁ Παῦλός φησι· πεπλανημένον δὲ σφόδρα καὶ ἔξω που βαίνοντα τῆς εὐθείας ὁδοῦ, καίτοι δοκοῦντα κατά γε τὸν ἐν αὐτοῖς ὄντα σκοπὸν τελεῖσθαι διὰ Θεόν.
ᾤοντο μὲν γὰρ τῆς διὰ Μωυσέως ὑπερασπίζοντες ἐντολῆς τὸν τοῦ νόμου δοτῆρα κατευφραίνειν Θεὸν, καὶ μαχόμενοι τοῖς διὰ Χριστοῦ θεσπίσμασιν εὐδοκιμεῖν οἱ τάλανες οὐ μικρῶς ὑπελάμβανον. διὰ γάρ τοι τοῦτο καὶ τοῖς τὸν εὐαγγελικὸν διακηρύττουσι λόγον ἐπέκειντο σφοδρῶς, ἀλλ᾽ ἠγνόουν ἁπάσης εἴσω πεσόντες μωρίας, καὶ διὰ τῆς εἰς τὸν Υἱὸν ἀτιμίας εἰς αὐτὸν πλημμελοῦντες τὸν Θεὸν καὶ Πατέρα, μᾶλλον δὲ οὐκ εἰδότες ἡλίσκοντο παντελῶς, τί μέν ἐστι Πατὴρ, τί δὲ πάλιν ὁ ἐξ αὐτοῦ πεφηνὼς Υἱός. καὶ τό γε παράδοξον, Μωυσέα μὲν γὰρ τὸν σοφώτατον ταῖς ἀνωτάτω τιμαῖς καταστεφανοῦν ἠπείγοντο, νόμου τοῦ δι᾽ ἀγγέλων γεγονότα διάκονον· τὸν δὲ Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, τὴν ἀπόῤῥητον τοῦ Πατρὸς ἐξηγούμενον βούλησιν, λέγοντά τε σαφῶς “Ἀπ᾽ ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλ᾽ ὁ ”πέμψας με Πατὴρ αὐτός μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ “τί λαλήσω,” ταῖς ἐσχάταις ἀτιμίαις περιβαλεῖν οὐκ ὤκνησαν, καίτοι συνθαυματουργοῦντος αὐτῷ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ δι᾽ αἰσθητῆς ἄνωθεν μαρτυροῦντος φωνῆς, ἀνακεκραγότος δὲ διαῤῥήδην καὶ λέγοντος “Οὗτός ἐστιν ὁ ”Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα.” ἔστι τοίνυν οὐκ ἀμφίβολον, ὡς εἴπερ τις ἕλοιτο τοῖς τὸν θεῖον διαπορθμεύουσι λόγον ἐπιφύεσθαι πικρῶς, ἐν ἀγνοίᾳ κείσεται πάσης ὁμοῦ τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος.
οὐδὲ γὰρ οἶδε τὸν Πατέρα, ὁ τὸν ἐξ αὐτοῦ πεφηνότα Λόγον τῆς πρεπούσης δόξης ἔξω τιθεὶς, κατά γε τὸν ἴδιον σκοπόν. πῶς γὰρ οὐκ ἀνενδοιάστως παραδεκτὸν παρά γε τοῖς νουνεχέστερον τῇ τῶν πραγμάτων φύσει προσβαλεῖν δυναμένοις, ὡς ἐπείπερ ἐστὶν ὁμοούσιος τῷ Πατρὶ, λαλήσει μὲν πάντως τὰ κατὰ βούλησιν τοῦ Πατρὸς, ὡς δὲ κοινωνὸν τῆς δόξης ἔχων αὐτὸν, ἕξει δὴ πάντως καὶ συλλυπούμενον, ἐφ᾽ οἷς ἂν πταίωσιν εἰς αὐτόν τινες. ἀπολογεῖται τοίνυν ἐν τούτοις ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, καὶ μονονουχὶ τῶν Ἰουδαϊκῶν τολμημάτων κατηγορεῖ, πικρὰν καὶ ὀλέθριον ἐντεῦθεν ἐπιθεὶς τὴν ψῆφον τοῖς αὐτὸν ἀτιμάζουσι διὰ τῆς εἰς αὐτοὺς τοὺς ἁγίους ἀποστόλους ὠμότητος. οὐ γὰρ εἰς αὐτοὺς κυρίως ὁ τῆς πλημμελείας περιτραπήσεται λόγος, ἀλλ᾽ εἰς αὐτὸν ἀναβήσεται τὸν τῆς θείας ἀποστολῆς αὐτοῖς ἐπιτιθέντα τὴν λειτουργίαν, καθάπερ ἀμέλει καὶ πρὸς Σαμουήλ ποτε τὸν ἅγιον ἔλεγε περὶ τῶν υἱῶν Ἰσραήλ “Ὅτι οὐ σὲ ”ἐξουθενήκασιν, ἀλλ᾽ ἢ ἐμὲ ἐξουθενήκασι.”
Πρᾶγμα τοιγαροῦν σφαλερώτατον, τὸ μὴ τοῖς ἁγίοις ἐθέλειν τὴν αὐτοῖς ἁρμοδιωτάτην ἀπονεῖμαι τιμήν· ἀναδραμεῖται γὰρ τῆς εἰς αὐτοὺς πλημμελείας ὁ λόγος εἰς τὸν ἀποστείλαντα αὐτούς. <Ἀλλὰ ταῦτα λελάληκα ὑμῖν, ἵνα ὅταν ἔλθῃ ἡ ὥρα αὐτῶν, μνημονεύητε αὐτῶν, ὅτι ἐγὼ εἶπον ὑμῖν.> Οὐχ ἑτέρου τοῦ χάριν περὶ τούτων αὐτοῖς πεποιῆσθαι τὸν λόγον διισχυρίζεται, ἢ ἵνα γινώσκοιεν, ὅτι δὴ πάντως τοῖς δι᾽ αὐτὸν ὁμιλήσαντες πειρασμοῖς τῆς ἁμαρτίας, τὴν ἐντεῦθεν ἀποκερδανοῦσι δόξαν. οὐ γὰρ δὴ προείρηκα, φησὶ, τοὺς τόνους τῆς ὑμετέρας διανοίας προαπονευρῶν, ἀλλ᾽ οὐδὲ πρόωρον ὑμῖν ἐκ τοῦ πείθεσθαί τι προσδοκᾶν ἐπινοήσας τὸ δεῖμα, προγινώσκειν δὲ μᾶλλον διδοὺς, ἵνα διττὴν ἐντεῦθεν τὴν ὠφέλειαν κερδάνητε. πρῶτον μὲν γὰρ ἀναμνησθέντες, ὅτι προεῖπον ἐγὼ, τὸν προεγνωκότα θαυμάσετε, καὶ αὐτὸς ὑμῖν ὁ τοῦ κινδύνου καιρὸς εἰς πληροφορίαν ἀσφαλοῦς συμβήσεται πίστεως· ὁ γὰρ εἰδὼς τὰ ἐσόμενα, πῶς οὐκ ἂν εἴη κατὰ φύσιν Θεός; καὶ πρός γε τούτῳ τὸ ἕτερον· ὁ γὰρ δὴ προηυτρεπισμένος καὶ προεγνωκὼς ὅτι πείσεται, μαλθακωτέρῳ μὲν περιτεύξεται τῷ φόβῳ, κατευμεγεθήσει γὰρ ῥᾳδίως παντὸς τοῦ δοκοῦντος εἶναι δεινοῦ, ἀκλόνητόν τε τὸν νοῦν ἐν αὐτοῖς κτήσεται τοῖς πόνοις· τὸ γὰρ ἀδοκήτως οἶμαι παρ᾽ ἐλπίδα παθεῖν πικροτέραν ἔχει τὴν προσβολήν. καὶ γοῦν ὁ ψάλλων φησίν “Ἡτοιμάσθην ”καὶ οὐκ ἐταράχθην.”
διαμεμνῆσθαι τοίνυν κελεύει τοὺς μαθητὰς τοῦ προειρηκότος αὐτοῖς τὰ ἐσόμενα χρησίμως καὶ ἀναγκαίως. ἦν γὰρ οὐκ ἀμφίβολον, ὅτι Θεὸν ἀληθινὸν ὑπάρχειν αὐτὸν καὶ διὰ τοῦτο πιστεύοντες· ἴδιον γὰρ τὸ πάντα εἰδέναι τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ· καὶ ὅτι τῶν δεινῶν ἐξελεῖται ῥᾳδίως πιστεύσουσιν. <Ταῦτα δὲ ἐξ ἀρχῆς οὐκ εἶπον ὑμῖν, ὅτι μεθ᾽ ὑμῶν ἤμην. νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με Ποῦ ὑπάγεις; ἀλλ᾽ ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν.> Ἑτέρου τινὸς χρησίμου καὶ ἀναγκαιοτάτου λίαν προενόησεν ὁ Χριστός. ἦν γὰρ οὐκ ἀμφίβολον, ὅτι κεκλημένοι πρὸς μαθητείαν ἐν ἀρχαῖς παρ᾽ αὐτοῦ, συνόντες τε ἀεὶ καὶ συνδιαιτώμενοι, καὶ πολλὴν τῶν παραδόξων ἐσχηκότες τὴν πεῖραν, συσκεψάμενοί τε τὴν ἀσύγκριτον αὐτοῦ δύναμιν καὶ ἐξουσίαν, ὅτι πάντα νικήσουσι πειρασμὸν, καὶ πάντων ἁπαξαπλῶς περιέσεσθαι τῶν δεινῶν ὑπελάμβανον. πῶς γὰρ ἦν ἐνδοιάζειν ἔτι καὶ πρὸς τοῦτο μικροψυχεῖν τὴν τοῦ τοσαῦτα ἰσχύοντος λαχόντας εὐμένειαν; ἐπειδὴ δὲ τοῖς παρ᾽ ἐλπίδα περιπεσεῖσθαι κινδύνοις προμεμήνυκεν ὁ Χριστὸς, ἵνα μὴ σφόδρα πρὸς τοῦτο ταράττοιντο, διενθυμούμενοί τε καὶ λέγοντες Ἆρα τῶν ἐν ἀρχαῖς ἐλπίδων ἐσφάλημεν καὶ διημαρτήκαμεν τοῦ σκοποῦ, κεκλῆσθαι μὲν ἐφ᾽ ἅπασι τοῖς ἀγαθοῖς οἰηθέντες, ἐκτελευτῶντες δὲ οὕτως εἰς ἀδοκήτους συμφοράς;
ἀναγκαίως ὁ Κύριος τοῦ μὴ ἐν ἀρχαῖς προμηνῦσαι ταυτὶ τὴν αἰτίαν ἐξηγεῖται καί φησι Ταῦτα ἐξ ἀρχῆς οὐκ εἶπον ὑμῖν ὅτι μεθ᾽ ὑμῶν ἤμην. ἐξήρκει μὲν γὰρ συμπαρὼν αὐτοῖς ἔτι πρὸς τὸ ἀνασώζειν εὐκόλως, καὶ ἐκ παντὸς ῥύεσθαι πειρασμοῦ, καὶ τὴν ἐφ᾽ ἅπασι τοῖς συμβαίνουσι καθηκόντως ποιεῖσθαι διδασκαλίαν τε καὶ ἐπανόρθωσιν. ἐπειδὴ δὲ ἀποδημεῖ πρὸς τὸν Πατέρα, τὴν τῶν ἔσεσθαι προσδοκωμένων ἀπαραίτητον ἄφιξιν ἐξηγεῖται χρησίμως καὶ ἐν καιρῷ τῷ πρέποντι. εἰ γὰρ καὶ ἡμῖν αὐτοῖς τὸ τοῦ καιροῦ τοῦ πρέποντος μὴ ἁμαρτάνειν ἐσπούδασται, πῶς οὐκ ἂν μᾶλλον ἀρέσαι Θεῷ; καιρὸς οὖν ἄρα σιωπῆς ἦν ἐν ἀρχαῖς, οὔπω τοῦ χρῆναι μαθεῖν ὡς ἐξ ἀνάγκης εἰσβαίνοντος· ἐπειδὴ δὲ ἀπεδήμει πρὸς τὸν Πατέρα, ὁ τῆς φράσεως παρεισέδυ καιρός. ἆρ᾽ οὖν ἀπενοσφίζετο τῶν μαθητῶν ὁ Σωτὴρ ἀναφοιτήσας πρὸς τὸν Πατέρα, καὶ συνῆν αὐτοῖς τῇ τοῦ Πνεύματος ἐνεργείᾳ τε καὶ δυνάμει καὶ χάριτι; πῶς, ἢ κατὰ τίνα τρόπον; οὐ γὰρ ψεύδεται λέγων “Ἰδοὺ ”ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας καὶ ἕως τῆς συντε- “λείας τοῦ αἰῶνος,” πλὴν ὅσον εἰς σάρκα καὶ τὴν μετὰ σώματος παρουσίαν, οὐδαμόθεν ἀμφίβολον. ἀλλ᾽ οἶδε μὲν ὁ Σωτὴρ ἀναγκαιοτάτην ἔσεσθαι τῇ ἀνθρωπείᾳ φύσει τὴν εἰς οὐρανοὺς ἀνάβασιν τῆς ἰδίας σαρκὸς, πλὴν οὐκ ἠγνόησεν, ὡς Θεὸς, ὅτι τῇ πικρίᾳ τῆς λύπης μεμέθυστο τῶν μαθητῶν ἡ καρδία.
ἐλύπει γὰρ λίαν αὐτοὺς ἀποδημῶν ὁ Χριστὸς, ἐπείπερ ἤθελον αὐτῷ συνεῖναι διὰ παντός. ὡς δὲ ἤδη κεκρικότα τοῦτο δρᾶν, οὐδὲ διερωτῶσιν, ὅ τι ποτὲ ἄρα, καὶ διὰ ποίαν αἰτίαν ἀποιχήσεται, ἢ τί τὸ ἐπεῖγον ἤγουν ἀναπεῖθον εἰς τὸ ἄνω βαδίζειν αὐτόν. συγγινώσκει τοίνυν ὡς ἐξ ἀγάπης αὐτοῖς παθοῦσι καὶ τοῦτο, καὶ σιωπὴν οὐκ εὐκαίρως ἑλομένοις ἀγαπᾶν τῆς ἀποδημίας οὐκ ἐῶσαν τὸ αἴτιον ἐκμαθεῖν, καίτοι πολλὴν ἔχοντος τοῦ εἰδέναι τὴν ὄνησιν. <Ἀλλ᾽ ἐγὼ τὴν ἀλήθειαν ὑμῖν λέγω, συμφέρει ὑμῖν ἵνα ἀπέλθω· ἐὰν γὰρ μὴ ἀπέλθω, ὁ παράκλητος οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς.> Θερμὴ μὲν γὰρ ὑμᾶς κατεδήδοκε λύπη, φησὶ, καὶ δριμὺς ἐτάραξε πόνος. οὐ γὰρ ἀταλαίπωρον ἑαυτοῖς τὸν ἐμὸν ἔσεσθαι χωρισμὸν ὑπειλήφατε, σφόδρα φρονοῦντες ὀρθῶς. περιπεσεῖσθε γὰρ πάντως οἷς ἤδη προείρηκα πειρασμοῖς, καὶ τῆς τῶν διωκόντων ἀνοσιότητος ὑπομενεῖτε τὴν ἀγριότητα. χρῆναι δὴ οὖν ἀεὶ τῶν ἡδίστων τὸ συμφέρον προτάττεσθαι λογιζόμενος, ἐρῶ πρὸς ὑμᾶς τὴν ἀλήθειαν, συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. καὶ πάντα μὲν τὰ νοήματα τῷ ὑπὲρ ἡμᾶς παραχωρήσομεν Σωτῆρι Χριστῷ, πλὴν οὐ μετρίως ἂν οἶμαι θορυβήσειν δύνασθαί τινα τῶν ἁπλουστέρων τὸ εἰρημένον.
λογιεῖται γὰρ πάντως ἐκεῖνο καθ᾽ ἑαυτὸν καὶ διασκέψεται, ὡς εἴπερ ἦν ἄμεινον τὸ ἀποδημῆσαι Χριστὸν, τὸ ἄρα παρεῖναι τῆς κατά τι γοῦν ζημίας οὐ λίαν ἀπήλλακτο· καὶ εἰ τὸ συμφέρον ἡμῖν ἐν τῷ ἀνελθεῖν αὐτὸν, πῶς οὐχὶ τὸ ἐναντίον ἐκ τοῦ μὴ ἀπελθεῖν συμβήσεται; καὶ θορυβήσει μὲν ἴσως τινὰς τῶν ἀκεραίων τὸ ζήτημα· πλὴν ὁ συνέσει τῇ θείᾳ διακυβερνώμενος πρὸς ἀκριβῆ τῶν εἰρημένων κατάληψιν, οὐκ ἂν ὅλως οἶμαι σκανδαλισθείη ποτὲ, διασκέψηται δὲ μᾶλλον τὸν τοῖς εἰρημένοις πρέποντα νοῦν.
Χρῆναι τοιγαροῦν πρὸ τῶν ἄλλων ἁπάντων ἐκεῖνό φημι διαλογίζεσθαί τε καὶ εἰδέναι σαφῶς, ὅτι κατὰ τὸ γεγραμμένον “Καιρὸς τῷ παντὶ πράγματι,” καὶ πάντα καλὰ ἐν καιρῷ αὐτῶν. παρῆν οὖν ἄρα κατὰ καιροὺς χρησίμως ὁ Κύριος ἐν τῷδε τῷ κόσμῳ μετὰ σαρκός· ἐν καιρῷ δ᾽ αὖ πάλιν τῷ καθήκοντί τε καὶ ἡρμοσμένῳ ταῖς ἐφ᾽ ἑκάστῳ τῶν πραγμάτων τελουμέναις οἰκονομίαις χρησίμως ἀνῄει πρὸς τὸν Πατέρα. καὶ οὐ διαβεβλήσεται μὲν παντελῶς, ὡς οὐ σφόδρα λυσιτελὲς τὸ συμπαρεῖναι τοῖς μαθηταῖς, διὰ τὴν εἰς ὕστερον ἀναγκαίως γενομένην ἀποδημίαν, οὔτε μὴν λοιδορηθήσεται κατά τι γοῦν ὅλως τὸ ἐκ τῆς ἀποδημίας χρήσιμον, διὰ τὸ ἐκ τοῦ παρεῖναι συμφέρον· ἑκάτερον γὰρ ἐν καιρῷ πρέποντι χρησίμως ἐπράττετο. ἵνα δὲ τὸν τοῦ θεωρήματος νοῦν βραχὺ παραπλώσαντες, εὐσυνοπτότερον τοῖς ἀδελφοῖς καταστήσωμεν, φέρε δὴ λέγωμεν ἀναμηρυσάμενοι τῷ λόγῳ κατ᾽ ἐπιδρομὴν τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς τὴν πρόφασιν, καὶ πρὸς τούτοις ἔτι τὸ τῆς ἀποδημίας ὠφέλιμον.
Ἵνα τοίνυν καὶ φθορᾶς καὶ θανάτου ἀπαλλάξῃ τὸν διὰ τῆς ἀρχαίας ἐκείνης κατακεκριμένον ἀρᾶς, γέγονεν ἄνθρωπος, ἑαυτὸν ὥσπερ ἐγκαθιεὶς τῇ ἡμετέρᾳ φύσει, ζωὴν κατὰ φύσιν ὑπάρχοντα. νενίκηται γὰρ οὕτω τοῦ θανάτου τὸ κράτος, καὶ λέλυται τῆς ἐν ἡμῖν ἐπεισάκτου φθορᾶς ἡ δύναμις. καὶ ἐπείπερ τῆς εἰς ἁμαρτίαν ῥοπῆς ἐλευθέρα παντελῶς ἡ θεία φύσις ἐστὶ, πεφόρεκεν ἡμᾶς διὰ τῆς ἰδίας σαρκός· ἐν αὐτῷ γὰρ ἦμεν οἱ πάντες, καθὸ πέφηνεν ἄνθρωπος· ἵνα νεκρώσῃ “τὰ μέλη τὰ ἐπὶ τῆς γῆς,” τουτέστι, τὰ τῆς σαρκὸς πάθη, καὶ καταργήσῃ τῆς ἁμαρτίας νόμον τὸν ἐν τοῖς ἡμετέροις μέλεσι τυραννήσαντα, καὶ πρὸς τούτῳ πάλιν ἵνα τὴν φύσιν ἡμῶν ἁγιάσῃ, καὶ τύπος ἡμῶν καὶ καθηγητὴς εὑρεθῇ τῆς εἰς εὐσέβειαν ὁδοῦ, καθαρά τε ἐπίγνωσις τῆς κατ᾽ ἐπίγνωσιν ἀληθείας καὶ ἀπλανοῦς πολιτείας· ταῦτα δὴ οὖν ἅπαντα γεγονὼς ἄνθρωπος κατώρθωκεν ὁ Χριστός. ἔδει τοίνυν εἰς ἀκρότητα παντὸς ἀγαθοῦ τὴν ἀνθρώπου φύσιν ἀναγαγεῖν, καὶ οὐχὶ μόνον ἀπαλλάξαι θανάτου καὶ ἁμαρτίας, ἀλλ᾽ ἤδη καὶ εἰς αὐτοὺς ἀναβιβάσαι τοὺς οὐρανοὺς, ὁμοδίαιτόν τε καὶ συγχορευτὴν ἐπιδεῖξαι τοῖς ἀγγέλοις τὸν ἄνθρωπον· καὶ ὥσπερ κεκαινοτόμηκεν ἡμῖν διὰ τῆς ἰδίας ἀναστάσεως τὸ διαδρᾶναι δύνασθαι τὴν φθορὰν, οὕτως ἡμῖν ἀνοῖξαι καὶ τὴν εἰς τὸ ἄνω πάροδον, καὶ ἐν ὄψει στῆσαι τοῦ Πατρὸς τὸν ἐκ προσώπου τεθέντα διὰ τὴν ἐν Ἀδὰμ παράβασιν.
οὕτω τὰ τοιαῦτα συνεὶς καὶ ὁ θεσπέσιος Παῦλος ἔλεγεν “Οὐ γὰρ ”εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς, οὐδὲ εἰς ἀντί- “τυπα τῶν ἀληθινῶν, ἀλλ᾽ εἰς αὐτὸν τὸν οὐρανὸν, νῦν ”ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν.” ἀκούεις ὅτι διὰ παντὸς ἐν ὄψει καὶ ἐν τῇ φύσει τοῦ ἰδίου Γεννήτορος ὢν, διὰ τὴν ταυτότητα τῆς οὐσίας, νῦν οὐ δι᾽ ἑαυτὸν, ἀλλ᾽ ὑπὲρ ἡμῶν ἐμφανίζεται; ὃ γὰρ εἶπον ἤδη, τοῦτο πάλιν ἐρῶ· ἡμᾶς ἵστησιν ἐν ὄψει τοῦ Πατρὸς, ἀπαρχὴ ὢν τῆς ἀνθρωπότητος, ἀποδημήσας εἰς οὐρανούς. ὥσπερ γὰρ ζωὴ κατὰ φύσιν ὑπάρχων, ἀποθανεῖν τε καὶ ἀναστῆναι λέγεται δι᾽ ἡμᾶς, οὕτως καὶ ἀεὶ βλέπων τὸν ἑαυτοῦ Πατέρα, ὁρώμενός τε αὖ πάλιν καὶ παρὰ τοῦ ἰδίου Πατρὸς, νῦν ἐμφανισθῆναι λέγεται, τουτέστιν, ὅτε γέγονεν ἄνθρωπος, οὐ δι᾽ ἑαυτὸν, ἀλλ᾽ ὑπὲρ ἡμῶν, ὡς ἄνθρωπος, καὶ ὡς ἐλλελοιπὸς οὖν ἄρα τῇ καθ᾽ ἡμᾶς οἰκονομίᾳ κατεφαίνετο, τὸ καὶ εἰς αὐτοὺς ἡμᾶς ἀναβῆναι τοὺς οὐρανοὺς, ὡς ἐν ἀπαρχῇ καὶ πρώτῳ Χριστῷ. πρόδρομος γὰρ καὶ εἰς αὐτοὺς ἀνελήλυθεν ὑπὲρ ἡμῶν, ὥς που καὶ αὐτός φησιν ὁ θεσπέσιος Παῦλος· καὶ ᾗ μὲν ἄνθρωπος, νοεῖται τυχὸν ἀρχιερεὺς ἔτι τῶν ἡμετέρων ψυχῶν καὶ παράκλητος καὶ ἱλασμὸς ὑπὲρ τῶν ἡμετέρων ἁμαρτιῶν· ᾗ δὲ Θεὸς καὶ Κύριος κατὰ φύσιν, σύνεδρος τῷ ἰδίῳ Γεννήτορι, ἀλλὰ καὶ εἰς ἡμᾶς αὐτοὺς οὐδὲν ἧττον πάλιν καὶ ἡ ἐκ τούτου διαβήσεται δόξα.
διὸ καὶ Παῦλος ἔλεγε περὶ τοῦ Πατρὸς, ὅτι “καὶ συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ”ἐπουρανίοις ἐν Χριστῷ.” τετελεσμένων οὖν ἄρα τῶν ἐπὶ τῆς γῆς, τὸ ἐλλελοιπὸς ἔδει πληροῦν, τουτέστι, τὸ ἀναβῆναι πρὸς τὸν Πατέρα. διὰ τοῦτό φησι Συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ μὴ ἀπέλθω, ὁ Παράκλητος οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς.
Φέρε δή τι καὶ πρὸς τούτοις ἕτερον ἐπινοῶμεν τοῖς θεωρήμασι χρήσιμόν τε καὶ ἀληθές. κατώρθωτο μὲν γὰρ ἅπαντα λοιπὸν τὰ ἐπὶ τῆς γῆς, καθάπερ ἀμέλει διεβεβαιούμεθα νυνί· χρῆν δὲ δὴ πάντως κοινωνοὺς ἡμᾶς καὶ μετόχους γενέσθαι τῆς θείας τοῦ Λόγου φύσεως, ἤπερ τὴν οἰκείαν ἀφέντας ζωὴν εἰς ἑτέραν μετασκευάζεσθαι, καὶ πρὸς καινότητα πολιτείας μεταστοιχειοῦσθαι τῆς θεοφιλοῦς· ἀλλ᾽ ἦν οὐχ ἑτέρως δύνασθαι τούτου τυχεῖν, εἰ μὴ διὰ τῆς τοῦ Ἁγίου Πνεύματος κοινωνίας τε καὶ μετουσίας. ὁ γεμὴν πρεπωδέστατός τε καὶ οἰκειότατος καιρὸς τῇ τοῦ Πνεύματος ἀποστολῇ καὶ καθόδῳ τῇ πρὸς ἡμᾶς, ἐκεῖνος ἦν ἄρα λοιπὸν εἰστρέχων εὐκαίρως, ὁ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ. συνὼν μὲν γὰρ ἔτι μετὰ σαρκὸς καὶ τοῖς πιστεύουσιν εἰς αὐτὸν, παντὸς οἶμαι χορηγὸς ἀγαθοῦ ἀνεδείκνυτο· ἀλλ᾽ ἐπείπερ αὐτὸν ἀνακομίζεσθαι δεῖν πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καιρὸς ἐκάλει καὶ χρεία, πῶς οὐκ ἔδει συνεῖναι διὰ τοῦ Πνεύματος τοῖς σεβομένοις αὐτὸν, καὶ ἐνοικεῖν ἐν ταῖς καρδίαις ἡμῶν διὰ τῆς πίστεως, ἵν᾽ αὐτὸν ἔχοντες ἐν ἑαυτοῖς, μετὰ παῤῥησίας κράζωμεν “Ἀββᾶ ὁ ”πατὴρ,” καὶ πρὸς πᾶσαν εὐκόλως ἴοιμεν ἀρετὴν, καὶ προσέτι τούτῳ, δυνατοί τε καὶ ἄμαχοι πρὸς τὰς τοῦ διαβόλου μεθοδείας εὑρισκώμεθα, καὶ τὰς ἐξ ἀνθρώπων ἐπαναστάσεις, ἅτε δὴ καὶ τὸ πάντα ἰσχύον ἔχοντες Πνεῦμα.
Ὅτι γὰρ εἰς ἑτέραν τινὰ μεθίστησιν ἕξιν τοὺς ἐν οἷς ἂν γένοιτο καὶ κατοικήσῃ τὸ Πνεῦμα, καὶ εἰς καινότητα δὲ μεταπλάττει ζωῆς, πῶς οὐ ῥᾳδίως ἐπιδείξῃ τις ἂν, ἀπό τε τῆς ἀρχαίας καὶ νέας γραφῆς; ὁ μὲν γὰρ θεσπέσιος Σαμουὴλ, ὅτε τοὺς πρὸς τὸν Σαοὺλ ἐποιεῖτο λόγους “Καὶ ”ἐφαλεῖται, φησὶν, ἐπὶ σὲ Πνεῦμα Κυρίου, καὶ στραφήσῃ “εἰς ἄνδρα ἄλλον” ὁ δὲ μακάριος Παῦλος “Ἡμεῖς δὲ ”πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου “κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ ”δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος· ὁ δὲ “Κύριος τὸ Πνεῦμά ἐστιν.” ὁρᾷς ὅτι μεταπλάττει τὸ Πνεῦμα πρὸς ἑτέραν ὥσπερ εἰκόνα τοὺς ἐν οἷς ἂν φαίνοιτο καταυλισθέν; μεθίστησι γὰρ εὐκόλως ἀπὸ τοῦ φρονεῖν ἐθέλειν τὰ ἐπὶ τῆς γῆς εἰς τὸ μόνα βλέπειν τὰ ἐν οὐρανοῖς, καὶ ἐξ ἀνάνδρου δειλίας εἰς εὐτολμοτάτην διάνοιαν. ὅτι δὲ καὶ τοὺς μαθητὰς τοῦτο παθόντας εὑρήσομεν, καὶ κεχαλκευμένους διὰ τοῦ Πνεύματος εἰς τὸ μήτε τὰς τῶν διωκόντων ἐπαναστάσεις καταναρκᾶν, ἀλλὰ καὶ τῆς εἰς Χριστὸν ἀγάπης ἀπρὶξ ἐχομένους, οὐδαμόθεν ἀμφίβολον.
οὐκοῦν ἀληθὴς τοῦ Σωτῆρος ὁ λόγος Συμφέρει ὑμῖν λέγοντος τὸ ἀποδημῆσαί με εἰς οὐρανούς· ἐκεῖνος γὰρ ἦν ὁ καιρὸς τῆς καθόδου τοῦ Πνεύματος. <Καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως· περὶ ἁμαρτίας μὲν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ· περὶ δικαιοσύνης δὲ, ὅτι πρὸς τὸν Πατέρα ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με· περὶ κρίσεως δὲ, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.> Καιρὸν ἐπιδείξας τὸν δέοντα τῆς τοῦ Πνεύματος καθόδου καὶ ἀποστολῆς, τὸ ἀποδημῆσαι πρὸς τὸν Πατέρα, καὶ τὴν ἐν τοῖς ἁγίοις μαθηταῖς ἀγριαίνουσαν λύπην ἀποχρώντως διὰ τούτου τεθεραπευκὼς, καὶ τίνων ἔσται δημιουργὸς ὁ Παράκλητος χρησίμως προσεπιδείκνυσιν. ἐλθὼν γάρ φησιν ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως. καὶ τίνα μὲν τρόπον ὁ ἐφ᾽ ἑκάστῳ τῶν εἰρημένων ἔλεγχος ἔσται, διαμεμήνυκεν ἀκριβῶς· πλὴν ἐπείπερ οὐ λίαν εὐκόλως προσβάλλειν εἰκὸς τῷ θεωρήματί τινας, διερμηνεῦσαι δεῖν ἀνὰ μέρος ὑπολαμβάνω, καὶ λευκότερον εἰπεῖν τοῦ σημαινομένου τὴν δύναμιν.
Τέθειται τοίνυν ἐν πρώτοις ὁ περὶ τῆς ἁμαρτίας ἔλεγχος. πῶς οὖν ἐλέγξει τὸν κόσμον; ὅταν γὰρ τοῖς ἀγαπῶσι Χριστὸν, ὡς ἀξίοις ἤδη καὶ πεπιστευκόσι γένηται, τότε δὴ τότε τὸν κόσμον, τουτέστι, τοὺς ἀπαιδεύτους τε καὶ ἀπίστους ἔτι καὶ ταῖς ἐν κόσμῳ φιληδονίαις κεκρατημένους δι᾽ αὐτοῦ κατακρίνῃ τοῦ πράγματος, ὡς ἐνόχους ἐπὶ ταῖς ἰδίαις ἁμαρτίαις, καὶ τοῖς ἑαυτῶν ἐντεθνηξομένους ἁμαρτήμασι. προσωποληπτήσει γὰρ οὐδαμῶς ὁ Θεὸς, ἀλλ᾽ οὐδέ τισι μὲν τῶν ἐπὶ τῆς γῆς αἰτίας εὐλόγου δίχα χαριεῖται τὸ Πνεῦμα, τισὶ δὲ οὐκέτι, μόνοις δὲ τοῖς ἀξίοις ἐγκατοικιεῖ τὸν Παράκλητον, οἳ διὰ πίστεως εἰλικρινοῦς ὡς Θεὸν ὄντως τετιμήκασι, καὶ τῶν ὅλων ὡμολόγησαν δημιουργὸν καὶ Κύριον. ὅπερ οὖν εἴρηκε φθάσας τοῖς Ἰουδαίοις αὐτὸς ὁ Σωτὴρ, ὅτι “ἐὰν μὴ ”πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθα- “νεῖσθε,” ἀληθὲς ὂν ἐπιδείξει διὰ πραγμάτων ὁ Παράκλητος ἐλθών.
Ἐλέγξει δὲ πάλιν τὸν κόσμον φησὶ περὶ δικαιοσύνης, ὅτι πρὸς τὸν Πατέρα ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με· συνερεῖ γὰρ δικαίως τοῖς πεπιστευκόσιν εἰς Χριστὸν μετὰ τὴν εἰς οὐρανοὺς ἀνάβασιν, ὡς δικαίως δεδικαιωμένοις. παρεδέξαντο γὰρ ὡς Θεὸν ἀληθινὸν, ὃν τεθέανται μὲν οὐδαμῶς, συνεδρεύειν γεμὴν τῷ ἰδίῳ Πατρὶ πεπιστεύκασιν. ὅτι γὰρ μακαρίους ἀπεκάλει τοὺς οὕτω πιστεύοντας ὁ Χριστὸς, ἐκμάθοι τις ἂν καὶ λίαν εὐκόλως ἐκείνων ἐπιμνησθεὶς ὧν εἴρηκέ τε καὶ δέδρακεν ὁ Θωμᾶς. ἐνδοιάζων γὰρ ἔτι πρὸς τὸ ἀναβιῶναι τὸν Υἱόν “Ἐὰν μὴ βάλω, φησὶ, τὴν χεῖρά μου εἰς τὴν πλευ- ”ρὰν αὐτοῦ, καὶ ἴδω τοὺς τύπους τῶν ἥλων, οὐ μὴ πιστεύσω.” ἐπειδὴ δὲ πεπίστευκεν, ὅπερ ἠθέλησε δρᾶν ἐφέντος αὐτῷ τοῦ Χριστοῦ, ποίων ἤκουσε λόγων; “Ὅτι ἑώρακάς με, ”πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.” δικαίως οὖν ἄρα δεδικαίωνται καὶ δίχα τῆς θέας οἱ πιστεύσαντες, τοῦ δὲ τῶν ἴσων τυχεῖν ὁ κόσμος ἐξώλισθε, τὴν ἐκ πίστεως δικαιοσύνην οὐ προσηκάμενος, ἀλλ᾽ ἐθελοντὴς τοῖς ἰδίοις ἐμφιλοχωρήσας κακοῖς.
Εἰδέναι γεμὴν ἀναγκαῖον, ὡς οὐ κατὰ μόνων Ἰουδαίων ἡ τῶν ἀρτίως ἡμῖν εἰρημένων ἐλέγχων δυὰς διὰ τοῦ Παρακλήτου γενήσεται, κατὰ παντὸς δὲ μᾶλλον ἀνθρώπου σκληροῦ τε καὶ ἀπειθοῦς· σημαίνει μὲν γὰρ ἡ τοῦ κόσμου προσηγορία, καὶ τὸν ταῖς φιληδονίαις ἀκαταλήκτως ἐγκαλινδούμενον καὶ τῆς διαβολικῆς βδελυρίας οὐκ ἐξιστάμενον, σημαίνει δὲ οὐδὲν ἧττον καὶ τοὺς ἐν παντὶ τῷ κόσμῳ διεσπαρμένους τε καὶ κατῳκηκότας. γενικὸς οὖν ἄρα καὶ κατὰ πάντων ὁ διπλοῦς οὑτοσὶ κεχώρηκεν ἔλεγχος. σεσαγήνευκε γὰρ ὁ Χριστὸς οὐχὶ μόνην τὴν Ἰουδαίαν, καθὰ καὶ ἐν ἀρχαῖς, ἢ μόνον τὸ σπέρμα τὸ ἐξ Ἰσραὴλ, ἀλλὰ σύμπαν τὸ ἐξ Ἀδὰμ διολισθῆσαν γένος. οὐ γὰρ ἐπὶ μέρος ἡ χάρις, ἀλλ᾽ ἐφ᾽ ὅλην γέγονε τὴν οἰκουμένην τὸ ἐκ τῆς πίστεως ἀγαθόν.
Τρίτος ἔλεγχος διὰ τοῦ Παρακλήτου γενήσεται, καθά φησιν ὁ Σωτὴρ, ἡ δικαιοτάτη κατάκρισις τοῦ ἄρχοντος τοῦ κόσμου τούτου. πῶς δὲ ἤδη πάλιν ἢ τίνα τρόπον, ἐξηγήσομαι. προσμαρτυρήσει γὰρ τῇ δόξῃ τοῦ Χριστοῦ, καὶ αὐτὸν ὄντως ἀποδείξας ὄντα τὸν τῶν ὅλων Κύριον, ἐλέγξει τὸν κόσμον, ὡς πεπλανημένον, καὶ τὸν μὲν ἀληθῶς τε καὶ φύσει ἀφέντα Θεὸν, προσκυνήσαντα δὲ καὶ λελατρευκότα τῷ μὴ κατὰ φύσιν, τουτέστι, τῷ σατανᾷ. ἱκανὴ γὰρ οἶμαι πρὸς τὸ οὕτως ἔχουσαν ἐπιδεῖξαι τὴν τοῦ πράγματος φύσιν, ἡ κατ᾽ αὐτοῦ γενομένη κρίσις. οὐ γὰρ ἂν κατεκρίθη καὶ ἠσθένησεν, οὐδ᾽ ἂν τῆς θεομαχίας εἰσεπράχθη δίκας, σειραῖς ζόφου τεταρταρωμένος, εἴπερ ἦν φύσει Θεὸς τὸ ἀκλόνητον ἔχων ἐν τε ἰσχύϊ καὶ δόξῃ· νυνὶ δὲ τοσοῦτον ἐλλελοιπὸς ὁρῶμεν αὐτῷ, τὸ τὴν οἰκείαν δύνασθαι διασῶσαι τιμὴν, ὥστε καὶ ὑπὸ πόδας τεθεῖσθαι τῶν πνευματοφόρων, ἤτοι πιστῶν, οἳ καὶ Θεὸν ὑπάρχειν ὡμολογήκασι τὸν Χριστόν. πατοῦσι γὰρ αὐτὸν καὶ πειράζοντα καὶ μαχόμενον. ὅταν δὲ δή τις καὶ τὸν τῶν ἀκαθάρτων δαιμονίων ἐσμὸν καταπεφρικότα καὶ ἐκπεμπόμενον βλέπῃ διὰ τῆς αὐτῶν προσευχῆς, καὶ ἐνεργείας καὶ δυνάμεως τοῦ Ἁγίου Πνεύματος, πῶς οὐκ εὐλόγως ἐρεῖ κατακεκρίσθαι τὸν σατανᾶν; κατακέκριται γὰρ τῷ μηκέτι δύνασθαι πλεονεκτεῖν τοὺς τῷ Πνεύματι τῷ Ἁγίῳ κατεσφραγισμένους εἰς δικαιοσύνην καὶ ἁγιασμὸν, διὰ πίστεως τῆς εἰς Χριστόν.
ἐπεὶ πῶς ἂν, εἰπέ μοι, κατεπατήσαμεν πᾶσαν αὐτοῦ τὴν δύναμιν, κατὰ τὸ ἐν ψαλμοῖς εἰρημένον πρὸς πάντα ἄνθρωπον τὸν κατοικοῦντα “ἐν βοηθείᾳ τοῦ ”ὑψίστου, ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ κατα- “πατήσεις λέοντα καὶ δράκοντα;” ὅταν τοίνυν ὁ ἐξ οὐρανοῦ Παράκλητος ἐν ἁγίαις γένηται ψυχαῖς, καὶ δικαίως αὐτοῖς ἀπεσταλμένος διὰ τὴν ἀδέκαστον φαίνηται πίστιν, τότε ταῖς οἰκείαις ἁμαρτίαις ἔνοχον ἀποδείξει γεγονότα τὸν κόσμον, καὶ τῆς ἄνωθεν ἀμοιρήσαντα χάριτος, ἐπείπερ ἀποτρέπονται τὸν λυτρωτήν· ἐλέγξει δὲ πάλιν αὐτὸν, ὡς οὐκ εὐλόγως ἐγκαλοῦντα τὴν ἁμαρτίαν τοῖς ἤδη πεπιστευκόσι. δεδικαίωνται γὰρ εἰκότως, καίτοι πρὸς Θεὸν ἀποδημήσαντα τὸν Χριστὸν καὶ θαυματουργοῦντα μὴ θεασάμενοι, τῇ πίστει τιμήσαντες. οἶμαι δὲ δή τι τοιοῦτον ἐννοήσαντα καὶ τὸν Παῦλον εἰπεῖν “Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; ”Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων;” ἐνέφραξε γὰρ ἀνομία πᾶσα τὸ στόμα αὐτῆς, κατὰ τὴν τοῦ ψάλλοντος φωνὴν, οὐδὲν ἐγκαλεῖν ἔχουσα τοῖς διὰ πίστεως ἐξειλεγμένοις, καὶ τῆς ἐντεῦθεν δικαιοσύνης κατημφιεσμένοις τὸ καύχημα. ἀπελέγξει δὲ τὸν κόσμον, ὡς πεπλανημένον, καὶ εἰς τὸν οὕτω κατάκριτον ἔχοντα τὰς ἐλπίδας, ὡς ἁπάσης μὲν δόξης τῆς ἀρχαίας ἀποπεσεῖν, ἐκφαυλίζεσθαι δὲ δεῖν, καὶ ἐν τῷ μηδενὶ τετάχθαι λόγῳ παρὰ τῶν σεβομένων Θεόν.
Ἄρχοντα γεμὴν τοῦ αἰῶνος τούτου κέκληκεν ὁ Θεὸς, οὐχ ὡς ὄντα τοῦτο κατὰ ἀλήθειαν, οὐχ ὡς οὐσιῶδες ἔχοντα ἀξίωμα, φημὶ δὴ τὸ δύνασθαι κρατεῖν, ἀλλ᾽ ὡς ἐξ ἀπάτης καὶ πλεονεξίας τὴν ἐπὶ τούτῳ δόξαν ἀποκερδαίνοντα, καὶ ὡς ἐν τοῖς πλανωμένοις ἔτι κρατοῦντά τε καὶ ἄρχοντα, διὰ τὴν ἐνοῦσαν αὐτοῖς μοχθηροτάτην προαίρεσιν, καθ᾽ ἣν τῇ πλάνῃ τὸν οἰκεῖον προσδήσαντες νοῦν, ἀδιάφυκτον ἔχουσι τῆς αἰχμαλωσίας τὸν βρόχον, καίτοι διαδρᾶναι παρὸν ἐπ᾽ ἐξουσίας αὐτοῖς, διὰ πίστεως τῆς εἰς Χριστὸν μετατεθειμένοις εἰς ἐπίγνωσιν τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ. νόθον οὖν ἄρα τὸ τῆς ἀρχῆς ὄνομα τῷ σατανᾷ, φυσικῶς μὲν οὐ πρὸς τὸν Θεὸν, ἐν δὲ τῇ τῶν πλανωμένων βδελυρίᾳ διασωζόμενον. <Ἔτι πολλὰ ὑμῖν ἔχω λέγειν, ἀλλ᾽ οὐ δύνασθε βαστάζειν ἄρτι.
ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν· οὐ γὰρ λαλήσει ἀφ᾽ ἑαυτοῦ, ἀλλ᾽ ὅσα ἂν ἀκούσῃ λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν.> Πλεονεκτουμένους ἤδη ταῖς ἐκ τοῦ μαθεῖν τὰ ἐσόμενα δυσθυμίαις εὑρὼν, καὶ ἀφορήτως ἔχοντας πρὸς τὰ ἔσεσθαι προσδοκώμενα· πεπλήρωκε γὰρ, φησὶν, ἡ λύπη τὴν καρδίαν ὑμῶν· καὶ ταῖς τῶν ἑτέρων προσθήκαις καταφορτίζειν αὐτοὺς οὐκ ᾤετο δεῖν, καταχωννύει δὲ ὥσπερ εἰς εὔκαιρον σιωπὴν, πλήττειν οὐ μετρίως αὐτοὺς κατά γε τὸ εἰκὸς ὃ καὶ τὰ ἐφεξῆς ἰσχύοντα, καὶ τῇ διὰ τοῦ Πνεύματος ἀποκαλύψει τε καὶ φωταγωγίᾳ τῇ κατὰ καιρὸν ἐσομένῃ τὸν δέοντα, τὸ λεῖπον αὐτοῖς εἰς γνῶσιν τετήρηκε. τάχα δὲ καὶ ἀτονοῦντας ἔτι περὶ τὴν τοῦ μυστηρίου κατάληψιν θεωρήσας, διὰ τὸ μήπω πεφωτίσθαι διὰ τοῦ Πνεύματος, μήτε μὴν γενέσθαι θείας φύσεως κοινωνούς· “Οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον,” κατὰ τὸν ἅγιον Εὐαγγελιστὴν, “ὅτι Χριστὸς οὐδέπω ἐδοξάσθη·” τὰ τοιαῦτά φησιν, ἐκεῖνο δὴ πάντως ἐθελήσας ὑποδηλοῦν, ὡς ἔτι μὲν ἔχοι καὶ σφόδρα βαθέα καὶ νοῦν ὑπερβαίνοντα τὸν ἀνθρώπινον ἀποκαλύπτειν μυστήρια, παραιτοῖτο δὲ νυνὶ καὶ μάλα εἰκότως, οὔπω πρὸς τοῦτο λίαν ἐπιτηδείως ἔχοντας ὁρῶν.
ὅταν γὰρ ὑμᾶς ἐξ ἑτέρων εἰς ἑτέρους, φησὶ, τὸ ἐμὸν ἀπεργάσηται Πνεῦμα, καὶ τὸν ὑμέτερον μεταστοιχειώσῃ νοῦν, εἰς τὸ θελῆσαί τε λοιπὸν καὶ δύνασθαι τῶν νομικῶν ὑπερφρονῆσαι τύπων, ἑλέσθαι δὲ μᾶλλον τῆς ἐν Πνεύματι λατρείας τὸ κάλλος, καὶ τῶν ἐν σκιαῖς προτιμῆσαι τὴν ἀλήθειαν· τότε δὴ τότε, φησὶ, συνιέναι ῥᾳδίως εὖ μάλα δυνήσεσθε τὰ περὶ ἐμοῦ. χωρήσει γὰρ ἐν ὑμῖν εὐπαράδεκτός τε ἤδη καὶ πλατὺς ὁ λόγος.
Ταυτὶ μὲν οὖν δεῖν οἴεσθαι λέγειν τὸν Κύριον τοῖς ἑαυτοῦ μαθηταῖς ἐννοήσαι τις ἄν. ἥξει γεμὴν εἰς ταὐτὸν, καὶ εἰς τὴν ἴσην τοῖς εἰρημένοις ἀρτίως συνδραμεῖται διάνοιαν, ὅπερ ἔφη πάλιν, ὡς ἐν τύπῳ παραδειγμάτων “Οὐδεὶς ἐπίβλημα ”ἀπὸ ἱματίου καινοῦ σχίσας ἐπιβάλλει ἐπὶ ἱματίῳ παλαιῷ·” ἀλλ᾽ οὐδὲ “οἶνον νέον εἰς ἀσκοὺς βάλλουσι παλαιούς· εἰ δὲ ”μὴ, ῥήγνυνται οἱ ἀσκοὶ καὶ ὁ οἶνος ἐκχεῖται, ἀλλ᾽ οἶνον “νέον εἰς ἀσκοὺς νέους βλητέον.” τοῖς γὰρ οὔπω πρὸς καινότητα ζωῆς καὶ γνώσεως ὁμοῦ ἀναπεπλασμένοις διὰ τοῦ Πνεύματος, οὐκ ἔστι τὰ νέα τῶν εὐαγγελικῶν κηρυγμάτων παιδεύματα, καὶ ἀχώρητά πως ἐστὶ τὰ περὶ τῆς ἁγίας Τριάδος μυστήρια. τῇ τοίνυν ἀνακαινώσει τῇ διὰ τοῦ Πνεύματος ἐσομένῃ πνευματικῶς, ἀποταμιεύεται χρησίμως ἡ τῶν ἔτι βαθυτέρων ἐξήγησις, τὸ μὲν ἔτι προσεδρεύειν τῇ τοῦ νομικοῦ γράμματος παλαιότητι, τῇ τῶν πιστευόντων εἰς Χριστὸν οὐκ ἐώσῃ διανοίᾳ, μεταμορφοῦσθαι δὲ μᾶλλον εἰς καινότητα λογισμῶν, καὶ τὰ δι᾽ ὧν ἔνεστι τὸ τῆς ἀληθείας καταθεᾶσθαι κάλλος ἐντιθείσῃ θεωρήματα. ὅτι δὲ πρὸ μὲν τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ πρὶν ἐν μεθέξει γενέσθαι τοῦ Πνεύματος, Ἰουδαϊκώτερόν πως διέζων οἱ μαθηταὶ, καὶ τῆς κατὰ νόμον πολιτείας ἀντείχοντο, εἰ καὶ μεῖζον ἀκριβῶς τὸ ἐπὶ Χριστῷ μυστήριον, θεωρήσαι τις ἂν, καὶ λίαν εὐκόλως.
καὶ γοῦν ὁ μακάριος Πέτρος, καίτοι τῶν ἁγίων προεκκείμενος μαθητῶν, διηγουμένῳ ποτὲ τῷ Σωτῆρι τὸ ἐπὶ τῷ σταυρῷ πάθος, καὶ ὅτι δέοι τοῖς Ἰουδαϊκοῖς ἐμπαροινεῖσθαι τολμήμασιν ἐξηγουμένῳ χρησίμως, ἀντανεφώνει λέγων “Ἵλεώς σοι Κύριε, οὐ μὴ ”ἔσται σοι τοῦτο·” καίτοι διαῤῥήδην ἀνακεκραγότων τῶν ἁγίων προφητῶν, οὐχ ὅτι πείσεται μόνον, ἀλλὰ τίνα καὶ ὁπόσα ὑπομενεῖ. καὶ μὴν κἀκεῖνο πρὸς τούτῳ διασκεπτέον. ὡς γὰρ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων γέγραπταί τε καὶ ἀνεγνώκαμεν, πρόσπεινος ἦν ποτε καὶ ἠθέλησε γεύσασθαι ὁ Πέτρος, εἶτα τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐξ οὐρανοῦ τὴν ὀθόνην ἰδὼν, ἐν ᾗ πάντα ἐγέγραπτο ζῷά τε χερσαῖα καὶ νηκτὰ καὶ ἀέρια, καὶ φωνῆς ἐνεχθείσης ἄνωθεν “Ἀναστὰς ”Πέτρε θῦσον καὶ φάγε,” ἀνταπεκρίνατο λέγων “Μηδαμῶς ”Κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον.” διά τοι τοῦτο δικαίως ἠλέγχετο πάλιν ἀκούων “Ἃ ὁ Θεὸς ”ἐκαθάρισε σὺ μὴ κοίνου.” καίτοι χρῆν δήπου διαμεμνῆσθαι πολλάκις τοῦ Σωτῆρος ἡμῶν εἰρηκότος πρὸς Ἰουδαίους “Οὐ ”τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον.” ὅρα γοῦν ὅπως αὐτῷ τῆς διὰ τοῦ Πνεύματος ἔδει φωταγωγίας. ὁρᾷς ὅπως ἐχρῆν εἰς ἑτέραν ἕξιν μεταχαλκεύεσθαι τῆς ἐνούσης Ἰουδαίοις τὴν ἀμείνω καὶ σοφωτέραν;
καὶ γοῦν ὅτε τὴν ἄνωθεν καὶ ἐξ οὐρανοῦ πλουτήσαντες χάριν ἤλλαξαν, κατὰ τὸ γεγραμμένον, ἰσχὺν, καὶ ἀμείνους ἢ πρότερον κατὰ τὴν γνῶσιν γεγόνασι, τότε δὴ μετὰ παῤῥησίας λεγόντων ἠκούσαμεν “Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.” οὐχ ἕτερον δέ τι σημαίνουσι τοῦ Σωτῆρος τὸν νοῦν, ἢ τὸ εἰς αὐτοὺς ἐρχόμενον Ἅγιον Πνεῦμα, κατὰ λόγον αὐτοῖς τὸν πρέποντα διεκκαλύπτον ἅπαντα τὰ ὅσαπερ εἰδέναι καὶ μανθάνειν ἐχρῆν.
Ὅταν οὖν ἔλθῃ ἐκεῖνος, τουτέστιν ὁ Παράκλητος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς τὴν ἀλήθειαν πᾶσαν. βλέπε δὲ ὡς ἐγρήγορεν ἡ φωνή· ὅρα τοῦ λόγου τὴν νῆψιν. προειρηκὼς γὰρ ἥξειν ἐπ᾽ αὐτοὺς τὸν Παράκλητον, τὸ πνεῦμα τῆς ἀληθείας ὠνόμασεν αὐτὸν, τουτέστιν ἑαυτοῦ· αὐτὸς γάρ ἐστιν ἡ ἀλήθεια. ἵνα γὰρ εἰδεῖεν οἱ μαθηταὶ ὡς οὐκ ἀλλοτρίας καὶ ξένης αὐτοῖς δυνάμεως ἐπιφοίτησιν, ἀλλ᾽ ἑαυτὸν ἑτέρως ἐπιδώσειν ἐπαγγέλλεται, πνεῦμα τῆς ἀληθείας, τουτέστιν ἑαυτοῦ, τὸν Παράκλητον ἀποκαλεῖ. οὐ γὰρ ἀλλότριον τῆς οὐσίας τοῦ Μονογενοῦς τὸ Ἅγιον νοεῖται Πνεῦμα, πρόεισι δὲ φυσικῶς ἐξ αὐτῆς, οὐδὲν ἕτερον παρ᾽ αὐτὸν ὑπάρχον, ὅσον εἰς ταυτότητα φύσεως, εἰ καὶ νοοῖτο τυχὸν ἰδιοσυστάτως. τὸ τοίνυν φησὶ τῆς ἀληθείας Πνεῦμα πρὸς ὅλην ὑμῖν καθηγήσεται τῆς ἀληθείας τὴν γνῶσιν. ὡς γὰρ εἰδὸς ἀκριβῶς τὴν ἀλήθειαν, ἧς καὶ Πνεῦμά ἐστιν, οὐκ ἐκ μέρους αὐτὴν ἀποκαλύψει τοῖς σεβομένοις αὐτὸν, ἐνθήσει δὲ μᾶλλον ὁλοκλήρως τὸ περὶ αὐτῆς μυστήριον. εἰ γὰρ καὶ νῦν ἐκ μέρους γινώσκομεν, ὡς ὁ Παῦλός φησιν, ἀλλ᾽ ὡς ἐν γνώσει μικρᾷ σῶόν τε καὶ ἀσινὲς ἡμῖν τὸ τῆς ἀληθείας ἐνήστραψε κάλλος.
ὥσπερ οὖν οὐδεὶς “οἶδε τὰ τοῦ ”ἀνθρώπου, κατὰ τὸ γεγραμμένον, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀν- “θρώπου τὸ ἐν αὐτῷ·” κατὰ τὸν αὐτὸν οἶμαι τρόπον, μᾶλλον δὲ κατὰ τὴν τοῦ Παύλου φωνὴν, οὐδεὶς οἶδε “τὰ τοῦ Θεοῦ, ”εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἐν αὐτῷ.” Ὅταν οὖν ἔλθῃ, φησὶν, οὐ λαλήσει ἀφ᾽ ἑαυτοῦ οὐδὲν, ἀντὶ τοῦ, συνετιεῖ μὲν ὑμᾶς, καὶ τὸ περὶ τῆς ἀληθείας ἀποκαλύψει μυστήριον· λαλήσει γεμὴν παντελῶς οὐδὲν τῶν ἀπᾳδόντων ἐμοὶ, ἀλλ᾽ οὐδὲ ξένον ὑμῖν εἰσηγήσεται μάθημα· οὐ γὰρ ἰδίους τυχὸν εἰσοίσει νόμους· ἐπειδὴ δὲ Πνεῦμα καὶ οἱονεὶ νοῦς ἐστιν ἐμὸς, λαλήσει δὴ πάντως τὰ ἐν ἐμοί. καὶ τοῦτό φησιν ὁ Σωτὴρ, οὐχ ἵνα νοῶμεν ὑπουργικὸν τὸ Πνεῦμα τὸ Ἅγιον κατὰ τὴν τινῶν ἀμαθίαν· πληροφορῆσαι δὲ μᾶλλον ἐθελήσας τοὺς μαθητὰς, ὡς οὐχ ἕτερον ὂν παρ᾽ αὐτὸν τὸ Πνεῦμα αὐτοῦ, κατά γε τὸν ἐν ὁμοουσιότητι λόγον, ταῦτα δὴ πάντως λαλήσει καὶ ἐνεργήσει καὶ βουλήσεται.
Διὰ γάρ τοι τοῦτο προστέθεικεν ὅτι καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν, μονονουχὶ λέγων Σημεῖον τοῦτο ἔσται ὑμῖν, ὅτι δὴ πάντως ἐκ τῆς ἐμῆς οὐσίας τὸ Πνεῦμά ἐστι, καὶ οἷον ἐμός ἐστι νοῦς, τὸ ἐρεῖν αὐτὸν τὰ ἐσόμενα, καθάπερ ἐγώ. προείρηκα γὰρ, εἰ καὶ μὴ δεδύνησθε πάντα μαθεῖν. οὐκ ἂν οὖν ἄρα καθάπερ ἐγὼ προερεῖ τὰ ἐσόμενα, μὴ οὐχὶ πάντως ἐν ἐμοί τε ὑπάρχον καὶ δι᾽ ἐμοῦ προϊὸν, καὶ τῆς αὐτῆς οὐσίας ὑπάρχον ἐμοί. <ΤΕΛΟΣ ΤΟΥ ΔΕΚΑΤΟΥ ΒΙΒΛΙΟΥ.>
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.