Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον
Προοίμιο
Εισαγωγικές παρατηρήσεις, αναφορά στον κίνδυνο της θεολογίας, μεθοδολογία της ερμηνείας του Ευαγγελίου και αφιέρωση του έργου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προοίμιο
Εισαγωγικές παρατηρήσεις, αναφορά στον κίνδυνο της θεολογίας, μεθοδολογία της ερμηνείας του Ευαγγελίου και αφιέρωση του έργου.
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ. ΕΡΜΗΝΕΙΑ ΗΤΟΙ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. “ΚΥΡΙΟΣ δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει ”πολλῇ,” καλῶς γε σφόδρα ποιῶν ὁ μελῳδὸς ἀναφθέγγεται· χρῆναι δὲ οἶμαι πρὸς τοῦτο βαδίζειν, οὐ τοὺς τυχόντας ἁπλῶς, ἀλλὰ τοὺς διὰ τῆς ἄνωθεν πεφωτισμένους χάριτος· ἐπεὶ καί “Πᾶσα σοφία παρὰ Κυρίου,” καθὰ γέγραπται, καὶ “Πᾶσα δὲ δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ”ἐστι καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φώτων.” πρᾶγμα μὲν γὰρ σφαλερόν τε καὶ οὐκ ἀζήμιον τοῖς πολλοῖς, ὁ περὶ τῆς ἀνωτάτω πασῶν οὐσίας καὶ τῶν κατ᾽ αὐτὴν μυστηρίων ὁρᾶται λόγος· χρῆμα δέ τι κινδύνων ἀπηλλαγμένον ἡ ἐπὶ τούτοις σιγή. ἀλλ᾽ ἐξίστησι μὲν ἡμᾶς ταύτης, καίτοι λίαν ὅτι προσήκοι σιωπᾶν οἰομένους, ὁ ἐπὶ πάντων Θεός “Λάλει, ”καὶ μὴ σιώπα,” πρός τινα τῶν ἁγίων εἰπών· Παῦλος δὲ οὗτος ἦν. καὶ ἡ νομικὴ δὲ οὐδὲν ἧττον διάταξις, ὡς ἐν τύπῳ παχυτέρῳ τὰ πνευματικὰ σημαίνουσα· τοὺς γὰρ πρὸς τὴν θείαν κεκλημένους ἱερωσύνην, τοῖς διὰ σαλπίγγων ἀπηχήμασι κατασημαίνειν τῷ λαῷ περὶ ὧν ἂν δεήσῃ μαθεῖν, ἐπιτάττει.
οὐ γὰρ, οἶμαι, δεῖν ἐλογίζετο, νομοθετήσειν τὰ κάλλιστα Θεὸς ἐθελήσας, τοὺς τῶν λαῶν ἡγεμόνας χεῖρα θέντας ἐπὶ στόματι κατὰ τὸ γεγραμμένον, ὄκνῳ τε τοῦ μὴ δοκεῖν τοῖς ὑψηλοτέροις, ἢ κατὰ νοῦν τὸν ἀνθρώπινον, ῥιψοκινδύνως ἐπιχειρεῖν, τὸν οὕτως ἀναγκαῖον τοῖς εἰς εὐλάβειάν τε καὶ θεογνωσίαν παιδαγωγουμένοις παραιτεῖσθαι λόγον, καὶ σιωπὴν τοῖς εἰς μαθητείαν ἰοῦσιν ἑλέσθαι τὴν ἐπιζήμιον.
Θορυβεῖ δὲ πάλιν ἡμᾶς “Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε” λέγων ὁ Χριστοῦ μαθητής· ἔτι δὲ πρὸς τούτῳ, καὶ ὁ σοφώτατος ἐκκλησιαστὴς, αἰνιγματωδῶς τὴν ἐπὶ τῷ τὰ τοιαῦτα διδάσκειν σφαλερότητα δεικνύς· “Σχίζων γὰρ, φησὶ, ξύλα ”κινδυνεύσει ἐν αὐτοῖς, ἐὰν ἐκπέσῃ τὸ σιδήριον, καὶ αὐτὸς “πρόσωπον ἐτάραξε, καὶ δυνάμεις δυναμώσει.” σιδηρίῳ μὲν γὰρ παρεικάζει τοῦ νοῦ τὴν ὀξύτητα, ἅτε δὴ διικνεῖσθαι πεφυκότος, εἰσδύνοντός τε πρὸς τὰ ἐσώτατα, κἂν πυκνότητί πως καὶ τῷ νενασμένῳ τῆς ὕλης διακωλύηται· ξύλα δὲ πάλιν τροπικώτερον ἀποκαλεῖ τὰ ἐν τῇ θεοπνεύστῳ γραφῇ θεωρήματα, παράδεισόν τινα νοητὸν τὰς αἷς ἐντέθεινται βίβλοις κατασκευάζοντα, ἔτι τε πρὸς τούτῳ καὶ τὴν τοῦ Ἁγίου Πνεύματος καρποφορίαν ὠδίνοντα. τὰ τοίνυν ξύλα τὰ νοητὰ, τουτέστι, τὰ θεῖά τε καὶ μυστικὰ θεωρήματα τῆς θεοπνεύστου γραφῆς, διὰ τῆς ἐρεύνης καὶ ἀκριβεστάτης τοῦ νοῦ προσβολῆς τε καὶ ὀξύτητος διαπτύσσειν πειρώμενος, κινδυνεύσει δὴ τότε μάλιστα, φησὶν, ὅταν ἐκπέσῃ τὸ σιδήριον, τουτέστιν, ὅταν, μὴ κατὰ τῆς ἀληθοῦς διανοίας τῶν γεγραμμένων ὁ νοῦς ἐνεχθεὶς, ἔξω γένηται τῆς ὀρθῆς διαλήψεως, καὶ τὴν εὐθεῖαν ὥσπερ ἀφεὶς, ἐφ᾽ ἑτέραν τινὰ φέρηται θεωρίας ὁδὸν ἐκτετραμμένην τοῦ πρέποντος.
ὃ δὴ καὶ παθὼν, ἐν θορύβῳ μὲν καταστήσει τὸ οἰκεῖον τῆς ψυχῆς πρόσωπον, τουτέστι τὴν καρδίαν, δυναμώσει δὲ καθ᾽ ἑαυτοῦ καὶ τὰς πονηράς τε καὶ ἀντικειμένας δυνάμεις, αἳ πικροῖς τε καὶ διεστραμμένοις κατασοφίζονται λόγοις τῶν πλανωμένων τὸν νοῦν, πρὸς μὲν τὸ τῆς ἀληθείας κάλλος αὐτὸν ἀναβλέπειν οὐκ ἐπιτρέπουσαι, διαστρέφουσαι δὲ ποικίλως καὶ εἰς ἐκτόπους ἐννοίας ἀποφοιτᾶν ἀναπείθουσαι· λέγει γὰρ οὐδείς “Ἀνάθεμα Ἰησοῦς” εἰ μὴ ἐν Βεελζεβούλ.
Καὶ μή τις οἰέσθω πεπλανημένος πεπλανημένην ἢ καὶ ἄλλως ἐκ παραλογισμοῦ ποιεῖσθαι τὴν ἐπὶ τούτοις ἐξήγησιν· ξύλα γὰρ ἔθος ὀνομάζειν ἐσθ᾽ ὅτε τῇ θείᾳ γραφῇ, καθάπερ ἤδη προείπομεν, τὰ ἐν ταῖς θεοπνεύστοις γραφαῖς θεωρήματα. καὶ γοῦν διὰ τοῦ πανσόφου Μωυσέως πρὸς τοὺς κατ᾽ ἐκεῖνο καιροῦ τοιοῦτόν τι φησὶν ὁ ἐπὶ πάντων Θεός “Ἐὰν ”δὲ περικαθίσῃς περὶ πόλιν ἡμέρας πλείους ἐκπολεμῆσαι “αὐτὴν εἰς κατάληψιν αὐτῆς, οὐκ ἐξολοθρεύσεις τὰ δένδρα ”αὐτῆς ἐπιβαλεῖν ἐπ᾽ αὐτὰ σίδηρον, ἀλλ᾽ ἀπ᾽ αὐτοῦ φάγῃ, “αὐτὸ δὲ οὐκ ἐκλήψεις. μὴ ἄνθρωπος τὸ ξύλον τὸ ἐν τῷ ”δρυμῷ, εἰσελθεῖν ἀπὸ προσώπου σου εἰς τὸν χάρακα; “ἀλλὰ τὸ ξύλον ὃ ἐπίστασαι ὅτι οὐ καρπόβρωτόν ἐστι, ”τοῦτο ἐξολοθρεύσεις καὶ ἐκλήψεις.” ὅτι δὲ ἡμῖν τὰ τοιαῦτα νομοθετεῖν, εἰ περὶ ξύλων τῶν ἀπὸ τῆς γῆς νοοῖτο τὸ εἰρημένον, οὐκ ἂν ὁ τῶν ὅλων ἠξίωσε Θεὸς, παντὶ μέν που δῆλον ὑπάρχειν ὑπολαμβάνω· χρῆναι δ᾽ οὖν ὅμως φημὶ καὶ ἐξ ἑτέρας ὑποδεικνύειν ἐντολῆς, πολὺ τῶν τοιούτων ἀφειδήσαντα καὶ λόγον οὐδένα πεποιημένον. τί γὰρ δὴ καὶ ἐπιτάττει πάλιν ἐπὶ τοῖς ψευδωνύμοις γενέσθαι θεοῖς; “Τοὺς ”βωμοὺς αὐτῶν καθελεῖτε, φησὶ, καὶ τὰς στήλας αὐτῶν “συντρίψατε, καὶ τὰ ἄλση αὐτῶν ἐκκόψατε.”
παρὰ δέ γε τὸ οἰκεῖον θυσιαστήριον γεωργεῖσθαι ξύλον οὐκ ἐφίησι παντελῶς· “Οὐ φυτεύσεις γὰρ σεαυτῷ πᾶν ἄλσος παρὰ ”τὸ θυσιαστήριον Κυρίου τοῦ Θεοῦ σου” καὶ διαγγέλλει σαφῶς. καὶ εἰ χρὴ τούτοις τι προσειπεῖν, κατὰ τὸν Παῦλον ἐρῶ τὸν σοφώτατον “Μὴ τῶν ξύλων μέλει τῷ Θεῷ; ἢ δι᾽ ”ἡμᾶς πάντως λέγει;” διὰ παχυτέρων παραδειγμάτων ἐπὶ τὰς τῶν πνευματικῶν θεωρίας χειραγωγῶν. οὐκοῦν ἤδη λέγωμεν, ὅτι τὰ μὲν τῶν ἀνοσίων αἱρετικῶν συγγράμματα, πόλεις ἂν νοοῖντο, καὶ οὐκ ἀκόμψως τάχα τῇ τοῦ κόσμου σοφίᾳ καὶ πολυπλόκοις νοημάτων ἀπάταις πεπυργωμέναι· ἀφικνεῖται γεμὴν ἐκπολιορκήσων αὐτὰς, καὶ τρόπον τινὰ κυκλῶν περιϊζάνει “τὸν τῆς πίστεως θυρεὸν ἀναλαβὼν, ”καὶ τὴν τοῦ Πνεύματος μάχαιραν, ὅ ἐστι ῥῆμα Θεοῦ,” πᾶς τις ὁ τοῖς ἱεροῖς τῆς Ἐκκλησίας ἐπαγωνιζόμενος δόγμασι, καὶ σθένει παντὶ ταῖς ἐκείνων ψευδομυθίαις ἀντιταττόμενος, λογισμούς τε καθαιρεῖν μελετήσας, ὡς ὁ Παῦλός φησι, “καὶ ”πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ “αἰχμαλωτίζων πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.”
ὅταν οὖν ὁ τοιοῦτος, φησὶ, στρατιώτης Χριστοῦ, καθάπερ τινὰ γῆν ἀλλόφυλον τὰ πικρὰ τῶν αἱρέσεων περινοστεῖ συγγράμματα, δένδροις τε περιτυγχάνει τοῖς ἡμερωτάτοις, τουτέστιν, ἂν λόγους εὑρίσκῃ τοὺς ἀπὸ τῆς θεοπνεύστου γραφῆς, ἢ προφητῶν δηλονότι ῥητὰ περιειλκυσμένα πρὸς τὸν ἐκείνων σκοπὸν, ἢ καὶ μαρτυρίας τὰς ἐκ διαθήκης τῆς καινῆς, μὴ ἐπαγέτω τοῦ νοῦ τὴν ὀξύτητα, καθάπερ τινὰ σίδηρον, αὐτοῖς εἰς ἀναίρεσιν καὶ ἀποκοπήν. οὐ γὰρ ἐπειδήπερ ἐλήφθη παρὰ τῶν οὐκ εἰδότων ἑρμηνεύειν ὀρθῶς, διὰ τοῦτο δὴ πάντως καὶ ἀπόβλητον ἔσται τὸ διὰ στόματος Θεοῦ· ἀλλ᾽ ἐπείπερ ἐστὶ καρποφόρον, ἔσται σοι μᾶλλον εἰς βοήθημα καὶ τροφήν. τὸ γὰρ παρ᾽ ἐκείνων ἀνοήτως ἔσθ᾽ ὅτε ληφθὲν εἰς τὸν ὀρθὸν τῆς πίστεως περιτρέποντες λογισμὸν, οὐχ ὅπως ἀτονοῦντες οὐχ ἁλωσόμεθα, νευρούμεθα δὲ μᾶλλον εἰς τοὺς κατὰ τῆς αἱρέσεως λόγους. ἐπιφέρει δὲ παραχρῆμα καὶ λογισμὸν ἀναπείθοντά πως τοὺς ἀκροωμένους, ὅτι προσήκοι τὰς τοῦ συναγορεύειν ὁρμὰς οὐκ ἐπ᾽ ἀνατροπῇ μᾶλλον ποιεῖσθαι τῶν θείων λογίων, ἀλλ᾽ εἰς ἀναίρεσιν τῶν οὐκ ὀρθῶς λεγομένων παρὰ τῶν δι᾽ ἐναντίας· “Μὴ γὰρ, φησὶν, ἄνθρωπος τὸ ξύλον τὸ ἐν τῷ ἀγρῷ ”εἰσελθεῖν ἀπὸ προσώπου σου εἰς τὸν χάρακα;”
ἆρα γὰρ, φησὶν, οἰήσῃ ποτὲ, καθάπερ τινὰ τῶν αἱρεσιαρχῶν, αὐτόμολόν σοι πρὸς μάχην ἐξαναστήσεσθαι τὸ ἐκ τῶν συγγραμμάτων τῶν ἱερῶν ῥητὸν, καὶ οὐχὶ μᾶλλον διὰ τῆς ἐκείνων ἀπονοίας πλεονεκτούμενον; μὴ οὖν ἀποτέμῃς, φησὶν, ἔστω δέ σοι καὶ τροφή· τὸ δὲ ξύλον, ὅπερ οὐκ οἶσθα “καρπό- ”βρωτον ἐξολοθρεύσεις καὶ ἐκκόψεις.” ἄβρωτος γὰρ τοῖς ὀρθῶς ἐθέλουσι νοεῖν, ὁ τῶν παρ᾽ ἐκείνοις συγγραμμάτων καρπός· κατ᾽ ἐκείνων ἡκέτω πᾶς σίδηρος· ἐκεῖ φαινέσθω τῶν πνευματικῶν ὑλοτόμων ἡ δύναμις, ἐπ᾽ ἐκείνοις στιλβέτω τῆς ἐν τῷ συναγορεύειν εὐτονίας ὁ πέλεκυς· τὸ γὰρ ἄχρηστόν τε καὶ ἀνωφελὲς τῆς τῶν ἑτεροδοξούντων φλυαρίας, καὶ ὁ προφήτης ἡμῖν Ὠσηὲ ἄριστα διερμηνεύει λέγων “Δράγμα οὐκ ”ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον, ἐὰν δὲ καὶ ποιήσῃ, ἀλλό- “τριοι καταφάγονται αὐτά·” οἱ γὰρ τῆς πρὸς Θεὸν φιλίας ἑαυτοὺς ἀλλοτριοῦν σπουδάζοντες, τὸν γραώδη καὶ ἀσθενῆ τῆς ἐκείνων ἀμαθίας καταθοινήσονται λόγον.
Ὅπερ οὖν ἔφημεν ἐν ἀρχῇ· χρῆναι γὰρ οἶμαι παλινδρομεῖν ἐπ᾽ ἐκεῖνο δυσχερεστάτη λίαν ἐστὶν ἡ περὶ τῶν θείων μυστηρίων ἐξήγησις, καὶ τάχα κρείττων ἡ σιωπή· ἀλλ᾽ ἐπείπερ ἡμᾶς πολὺς ἀναπείθει λόγος, ὦ φιλοπονώτατε ἀδελφὲ, καθάπερ τινὰ χειλέων καρπὸν καὶ θυσίαν πνευματικὴν ἀναθεῖναι τὸ σύγγραμμα, καὶ τοῦτο ποιεῖν οὐκ ὀκνήσω, τῷ σοφοῦντι τοὺς τυφλοὺς ἐπιθαρσήσας Θεῷ, καὶ ζητοῦντι μὲν παρ᾽ ἡμῶν, οὐ πάντως τὸ ὑπὲρ ἡμᾶς, δεχομένῳ δὲ ὡς ἐκεῖνα καὶ τὰς ἐκ τῶν πτωχευόντων προσαγωγάς. τὸν γὰρ δὴ προσκομίζειν ἐθέλοντα δῶρον εἰς ὁλοκαύτωμα τῷ Κυρίῳ, καθάπερ οὖν ἐν ἀρχῇ κεῖται τοῦ Λευιτικοῦ, βουθυτεῖν ἐπιτάξας ὁ νομοθέτης, καὶ δὴ καὶ ἐν τούτῳ τῆς ἐν τύπῳ τιμῆς ὁρίσας τὸ μέτρον, ὑποβιβάζει πάλιν αὐτὸ, μηλοσφαγεῖν χρῆναι λέγων τοὺς οἵπερ ἂν εἶεν οὐχ ἱκανοὶ πρὸς ἐκεῖνο· ἀλλ᾽ ᾔδει δὴ πάντως, ὅτι καὶ πρὸς τοῦτο τυχὸν ἀτονῆσαί τινας ἡ στυγνὴ καὶ ἀνουθέτητος ἀναπείσει πενία· διά γε τοι τοῦτο “καὶ προσοίσει, φησὶν, ἀπὸ τῶν τρυγόνων ἢ ἀπὸ τῶν ”περιστερῶν τὸ δῶρον αὐτοῦ·” τὸν δὲ καὶ τούτων ἔτι καταδεέστερον, καὶ μετὰ τῶν εὐτελεστάτων προσιόντα τιμᾷ. “Σεμίδαλις γὰρ, φησὶν, ἔσται τὸ δῶρον αὐτοῦ,” εὐπόριστον οἶμαί που παντὶ, καὶ πτωχείαν τὴν εἰς ἄκρον οὐ σφόδρα πλεονεκτεῖν ὁρίζων ἀνάθημα.
κρεῖττον γὰρ δήπου καὶ ἄμεινον ὁ νομοθέτης ἐξηπίστατο τὸ κἂν ἐν ὀλίγοις καρποφορεῖν τοῦ ἀπεστειρῶσθαι παντελῶς, αἰδοῖ τε τοῦ μὴ δοκεῖν τῆς ἑτέρων ἡττᾶσθαι χειρὸς, εἰς τὸν ἐπὶ τῷ μὴ χρῆναι τιμᾶν τὸν ἁπάντων Δεσπότην συνελαύνεσθαι λογισμόν.
Διὰ δὴ τούτων ἁπάντων ἀναπεπεισμένος εὐλόγως, ὄκνον τε τῆς σιωπῆς τὸν συνήγορον τῆς ἐμαυτοῦ διανοίας ἀποπέμψας, οἷσπερ ἂν ἔχοιμι τιμᾶν οἰήσομαι δεῖν τὸν ἐμαυτοῦ Δεσπότην, καὶ προσοίσω καθάπερ τινὰ σεμίδαλιν, ἐλαίῳ δεδευσμένην, τὸν τρόφιμόν τε καὶ ἱλαρὸν τοῖς ἐντευξομένοις λόγον· ἀρξόμεθα δὲ τῆς Ἰωάννου συγγραφῆς, μεγάλῳ μὲν λίαν ἐπιχειροῦντες πράγματι, πλὴν οὐκ ἀτονοῦντες διὰ τὴν πίστιν. καὶ ὅτι μὲν ἔλαττον, ἤπερ ἐχρῆν, ἐροῦμέν τε καὶ νοήσομεν, ἀναμφιλόγως ὁμολογητέον· ὅτι δὲ δικαίαν ἐπὶ τούτῳ τὴν συγγνώμην αἰτήσομεν, ἡ πολλὴ τοῦ συγγράμματος ἀναπείσει δυσχέρεια, ἢ καὶ, ὅπερ ἐστὶν ἀληθέστερον, ἡ τῆς ἐν ἡμῖν διανοίας ἀσθένεια. πανταχῆ δὲ τὸν λόγον εἰς δογματικωτέραν περιτρέποντες ἐξήγησιν, ταῖς τῶν ἑτεροδιδασκαλούντων ψευδοδοξίαις, ὡς ἐνῆν, ἀντιτάξομεν, οὐκ εἰς ὅσον ἐξῆν ἐκτείνοντες μῆκος, ἀλλὰ καὶ τῶν περιττῶν ἀπαλλάττοντες, καὶ τοῦ πρέποντος οὐκ ἐπιδεᾶ καταστῆσαι σπουδάσαντες. ἡ δὲ ὑποτεταγμένη τῶν κεφαλαίων ὑποσημείωσις, τὰ ἐφ᾽ οἷς ἡμῖν ἐκτέταταί πως ὁ λόγος καταστήσει φανερὰ, οἷς καὶ ἀριθμοὺς παρεπήξαμεν, πρὸς τὸ καὶ λίαν ἑτοίμως ἀνευρίσκεσθαι τοῖς ἐντευξομένοις τὸ ζητούμενον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.