Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον
Βιβλίο ΙΑ'
Ολοκλήρωση της Αρχιερατικής Προσευχής και αφήγηση των γεγονότων του Πάθους: η σύλληψη, η δίκη ενώπιον του Καϊάφα και του Πιλάτου, η φραγέλλωση και η πορεία προς τον Γολγοθά.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο ΙΑ'
Ολοκλήρωση της Αρχιερατικής Προσευχής και αφήγηση των γεγονότων του Πάθους: η σύλληψη, η δίκη ενώπιον του Καϊάφα και του Πιλάτου, η φραγέλλωση και η πορεία προς τον Γολγοθά.
ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΕΝΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι φυσικῶς ἐκ Θεοῦ τε καὶ ἐν τῷ Υἱῷ τὸ Πνεῦμα τὸ Ἅγιον καὶ δι᾽ αὐτοῦ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ. β. Ὅτι φυσικῶς ἐν τῷ Υἱῷ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ τὸ Πνεῦμα αὐτοῦ, τουτέστι τὸ Ἅγιον, καθὰ καὶ ἐν τῇ οὐσίᾳ τοῦ Πατρός. γ. Ὅτι τῆς θεοπρεποῦς δόξης οὐκ ἐπιδεᾶ θεωρήσαι τις ἂν τὸν Υἱὸν, κἂν εὑρίσκηται λέγειν Πάτερ δόξασον τὸν Υἱόν σου. δ. Ὅτι κατ᾽ οὐδένα τρόπον ἀδικήσει τοῦ Υἱοῦ τὴν δόξαν τὸ εἰληφέναι τι λέγεσθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἔχοντος εὐσεβῆ τοῦ πράγματος λόγον. ε. Ὅτι τοῦ εἶναι Θεὸς ἀληθινὸς ὁ Υἱὸς οὐκ ἔξω κείσεται, κἂν μόνον καὶ ἀληθινὸν ὀνομάζῃ Θεὸν τὸν Πατέρα.
ϛ. Ὅτι δόξης τῆς θεοπρεποῦς οὐ γυμνὸς ἦν ὁ Υἱὸς, κἂν εὑρίσκηται λέγων πρὸς τὸν Πατέρα Καὶ νῦν δόξασόν με τῇ δόξῃ ᾗ εἶχον, καὶ τὰ ἑξῆς. ζ. Ὅτι τὸ λέγεσθαί τι δεδόσθαι τῷ Υἱῷ παρὰ τοῦ Πατρὸς, οὐκ ἐξοικιεῖ τῆς θεοπρεποῦς ἀξίας αὐτὸν, ἀλλ᾽ ὢν ὁμοούσιός τε καὶ ἐξ αὐτοῦ διαφαίνεται καὶ εἰ λέγεταί τι λαβεῖν. η. Ὅτι οὐκ ἔξω κείσεται τῆς Χριστοῦ βασιλείας, κἂν εἴ τι λέγοιτο τοῦ Πατρός· ἅμα γὰρ αὐτῷ ἡ κατὰ πάντων ἀρχή. θ. Ὅτι φυσικὸν ἐν τῷ Υἱῷ τὸ τῆς θεότητος ἀξίωμα, κἂν εἰληφέναι λέγηται τοῦτο παρὰ Πατρὸς διὰ τὸ ἀνθρώπινον καὶ τὸ τῆς ταπεινώσεως σχῆμα. ι. Ὅτι οὐκ ἐκ μετοχῆς τῆς πρὸς ἕτερον ἅγιός ἐστιν ὁ Χριστὸς, οὐδὲ ξένος τῆς οὐσίας αὐτοῦ ὁ διὰ Πνεύματος ἁγιασμός. ια. Ὅτι φυσικῶς ὁ Υἱὸς ἕν ἐστι πρὸς τὸν ἑαυτοῦ Πατέρα Θεὸν, καὶ αὐτὸς μὲν ἐν Πατρὶ, ὁ Πατὴρ δὲ ἐν αὐτῷ, κατά γε τὸν οὐσιώδη τῆς ἑνότητος σύνδεσμόν τε καὶ τρόπον· ὁμοίως δὲ καὶ ἡμεῖς αὐτοὶ τὴν εἰς αὐτὸν παραδεξάμενοι πίστιν, ἓν πρός τε ἀλλήλους καὶ Θεὸν ἀναδεικνύμεθα, σωματικῶς τε καὶ πνευματικῶς. ιβ. Ὅτι κατὰ φύσιν ἕν ἐστιν ὁ Υἱὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα Θεὸν, κἂν ὡς ἐν χάριτος μέρει δέξασθαι λέγῃ τὸ ἓν εἶναι πρὸς τὸν Πατέρα.
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΝΔΕΚΑΤΟΝ. ΚΕΦΑΛΗ Α. Ὅτι φυσικῶς ἐκ Θεοῦ τε καὶ ἐν τῷ Υἱῷ τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ δι᾽ αὐτοῦ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ. <Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν.> ὩΣ ἀποκαλύπτειν μέλλοντος τοῖς τούτου τυχεῖν ἀξίοις τοῦ Ἁγίου Πνεύματος τὸ ἐπὶ Χριστῷ μυστήριον, καὶ παραδεικνύειν ἀκριβῶς τίς μέν ἐστι κατὰ φύσιν, πόση δὲ αὐτῷ δύναμίς τε καὶ ἐξουσία, καὶ ὅτι πάντων βασιλεύει μετὰ Πατρὸς, ἀναγκαίως φησὶν ὅτι ἐκεῖνος ἐμὲ δοξάσει. ἀνωτέρω μὲν γὰρ ἵστησι φρονημάτων Ἰουδαϊκῶν τὸν ἡμέτερον νοῦν, μικρὰν δὲ οὕτω καὶ χαμαιριφῆ τὴν διάληψιν ἔχειν ἡμᾶς οὐκ ἐφίησιν, ὡς ἄνθρωπον οἴεσθαι ψιλὸν ὑπάρχειν αὐτὸν, ἢ ὀλίγον κομιδῆ τὸ τῶν προφητῶν ὑπερθέοντα μέτρον, ἢ καὶ τῆς ἐκείνων εὐκλείας μειονεκτούμενον. τοιαῦτα γὰρ ἐπ᾽ αὐτῷ πεφρονηκότας εὑρήσομεν τοὺς τῶν Ἰουδαίων καθηγητὰς, οἳ τῆς εὐσεβείας οὐκ εἰδότες τὸ μυστήριον, συχνὰς ἐποιοῦντο τὰς κατὰ τοῦ Χριστοῦ δυσφημίας, καὶ τοῖς παρ᾽ αὐτοῦ λεγομένοις τὴν ἰδίαν ἀπόνοιαν ἀντεξάγοντες, ποτὲ μὲν ἔφασκον “Σὺ τίς εἶ; Ἁβραὰμ ἀπέθανε καὶ οἱ προφῆται ”ἀπέθανον, καὶ σὺ λέγεις Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, “θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα· τίνα σεαυτὸν ποιεῖς;”
ποτὲ δὲ πάλιν τὴν τοῦ κατὰ σάρκα γένους εὐτέλειαν, καὶ τὸ λίαν ἄσημον ἐν τούτῳ κατονειδίζοντες “Οὐχ υἱός ἐστιν ”Ἰωσὴφ οὗτος, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν “μητέρα; πῶς οὖν λέγει ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;” ὁρᾷς ἐν τούτοις Ἰουδαϊκῶν ἀθλιότητα λογισμῶν; διακειμένων οὖν ἄρα τῶν πολλῶν, οἰηθέντων τε κατὰ ἀλήθειαν οὐκ εἶναι Θεὸν τὸν Κύριον, διὰ τὸ ἐπίκηρον τουτὶ τοῦ σώματος σχῆμα, καὶ χθαμαλωτάτην περὶ αὐτοῦ τὴν ὑπόληψιν οὐ καταδεισάντων ἑλεῖν, φανοτάτην τοῖς ἁγίοις τὸ Πνεῦμα τὴν δόξαν αὐτοῦ καταφοιτῆσαν ἐτίθει· καὶ οὐχὶ πάντως φαμὲν, ὡς δὴ μόνον λόγοις αὐτοὺς ἀναπεῖσαν σοφοῖς, ἀλλὰ καὶ ἐν ἀποδείξει πραγμάτων τὴν ἑκάστου πληροφορῆσαν διάνοιαν, ὅτι καὶ Θεὸς ἀληθῶς, καὶ καρπός ἐστι τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός. τίς οὖν ἡ ἀπόδειξις, ἢ πῶς εὐκλεᾶ καὶ περίοπτον ἐποίει Χριστόν; παράδοξον γὰρ καὶ θεοπρεπῆ τὴν ἐφ᾽ ἅπασιν ἐνέργειαν ἔχον, καὶ τὴν τῶν ὅλων εἴδησιν ἀκριβῆ τοῖς ἁγίοις ἐμφυτεῦον, αὐτῷ τὴν δόξαν ἐπραγματεύετο. ἀναθετέον γὰρ μόνῃ τῇ τῶν ὅλων βασιλίδι φύσει, τὸ πάντα εἰδέναι, διδάσκοντος οὐδενὸς, καὶ ἔχειν ἐν ὀφθαλμοῖς, γυμνά τε καὶ τετραχηλισμένα, κατορθοῦν τε δύνασθαι, καὶ λίαν εὐπετῶς, πᾶν ὅπερ ἂν βούλοιτο.
Δοξάζει τοιγαροῦν τὸν Υἱὸν ὁ Παράκλητος, τουτέστι, τὸ ἴδιον αὐτοῦ Πνεῦμα, πάντα ἰσχύον καὶ πάντα εἰδός. δοξάζει δὲ πῶς; ἃ γὰρ οἶδε καὶ δύναται τὸ Πνεῦμα αὐτοῦ, πῶς ἂν αὐτὸς οὐκ εἰδείη τυχὸν, ἢ πῶς οὐκ ἂν δύναιτο; καὶ εἰ καθάπερ αὐτός φησιν, ἐξ αὐτοῦ λαμβάνει τὸ Πνεῦμα, καίτοι πάντα ἰσχύον καὶ κατορθοῦν, πῶς ἂν αὐτὸς οὐκ ἔχῃ τὸ ἐφ᾽ ἅπασιν ἰσχυρόν; ὑποτοπητέον δὲ οὐδαμῶς ἰσχύος ἐπιδεᾶ τῆς ἐμφύτου καὶ φυσικῆς καθεστάναι τὸν Παράκλητον, τουτέστι τὸ Πνεῦμα, ὡς εἰ μὴ λάβοι τυχὸν μηδ᾽ ἂν ἐξαρκέσειν αὐτὸν ἑαυτῷ δύνασθαι πρὸς τὴν τῶν θείων κατορθωμάτων ἐνέργειαν ἀποτελεστικήν· δυσσεβείας γὰρ ἂν τῆς ἁπασῶν ἐσχάτης ὑπομείναι γραφὴν, καὶ σφόδρα εἰκότως, ὁ καὶ μόνον οἰηθεὶς ἀληθές τι τῶν τοιούτων εἶναι περὶ αὐτοῦ. ἐπειδὴ δὲ ὁμοούσιόν τε ἐστι τῷ Υἱῷ, καὶ πρόεισι θεοπρεπῶς δι᾽ αὐτοῦ, πᾶσαν αὐτοῦ τὴν ἐφ᾽ ἅπασι τελεωτάτην ἔχον ἐνέργειάν τε καὶ δύναμιν, διὰ τοῦτό φησιν Ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται. ὑφεστάναι γὰρ αὐτὸ καθ᾽ ἑαυτὸ τὸ Πνεῦμα πιστεύομεν, εἶναί τε κατὰ ἀλήθειαν τοῦθ᾽ ὅπερ ἐστὶ καὶ λέγεται, ἐνυπάρχον γεμὴν τῇ οὐσίᾳ τοῦ Θεοῦ, προκύπτει τε καὶ πρόεισιν ἐξ αὐτῆς, πάντα τὰ αὐτῆς ἔχον ἐν ἑαυτῷ φυσικῶς· οὐ γὰρ κατὰ μέθεξιν, ἀλλ᾽ οὐδὲ κατὰ τρόπον σχετικὸν, ἀλλ᾽ οὐχ ὡς ἕτερον ὂν παρ᾽ αὐτὴν, ἐπείπερ ἐστὶν ἴδιον αὐτῆς.
ὅνπερ γὰρ τρόπον ἡ ἐκ τῶν εὐοσμοτάτων ἀνθέων εὐωδία λαβοῦσα τρόπον τινὰ τῶν προϊέντων αὐτὴν τὴν οὐσιώδη καὶ φυσικὴν ἐνέργειαν, ἤτοι ποιότητα, διακομίζει τοῖς ἔξω τὴν γνῶσιν, τοῖς ὀσφραντικοῖς τοῦ σώματος μορίοις ἐμπίπτουσα, καὶ δοκεῖ μέν πως, ὅσον ἧκεν εἰς ἐπινοίας λόγον, ἑτέρα τις εἶναι παρὰ τὴν πέμπουσαν αὐτὴν φύσιν, νοουμένη γεμὴν οὐκέτι καθ᾽ ἑαυτὴν οὐχ ἑτέραν ἔχει φύσιν, ἢ τὴν ἐξ ὧν καὶ ἐν οἷς ἐστιν· οὕτω νοήσεις ἐπί τε Θεοῦ καὶ Ἁγίου Πνεύματος τὸν τοῦ παραδείγματος ἀναβαίνων λόγον. ἀκατηγόρητον οὖν ἄρα παντελῶς καὶ λοιδορίας ἁπάσης ἔξω κείσεται, τὸ λαβεῖν λέγεσθαί τι παρὰ τοῦ Μονογενοῦς τὸ Πνεῦμα αὐτοῦ. προϊὸν γὰρ δι᾽ αὐτοῦ φυσικῶς, ὡς ἴδιον αὐτοῦ, μετὰ πάντων ὧν ἔχει τελείως, λαμβάνειν λέγεται τὰ αὐτοῦ. εἰ δὲ παχυτέραις τὸ τοιοῦτον ἐσημάνθη φωναῖς, ἀφέντες τὸ σκανδαλίζεσθαι, δικαίως ἂν μᾶλλον τῆς ἑαυτῶν γλώττης αἰτιασαίμεθα τὴν πτωχείαν, οὐκ ἀντεχούσης εἰπεῖν τὰ θεοπρεπῆ, καθ᾽ ὃν ἔδει τρόπον. ποῖος γὰρ λόγος οὐκ ἐλάττων ἐστὶ τῆς ἀῤῥήτου φύσεώς τε καὶ δόξης; ἀναγγελεῖ τοιγαροῦν φησιν ὑμῖν ἐκ τοῦ ἐμοῦ λαβὼν ὁ Παράκλητος, τουτέστιν, οὐχ ἕτερόν τι λαλήσει παρὰ τὸν ἐν ἐμοὶ σκοπὸν, καὶ ἐπείπερ ἐστὶ Πνεῦμα ἐμὸν, ταυτολογήσει δὴ πάντως, καὶ τὰ ἐκ τῶν ἐμῶν ἀναγγελεῖ θελημάτων.
ΚΕΦΑΛΗ Β. Ὅτι φυσικῶς ἐν τῷ Υἱῷ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ τὸ Πνεῦμα αὐτοῦ, τουτέστι τὸ Ἅγιον, καθὰ καὶ ἐν τῇ οὐσίᾳ τοῦ Πατρός. <Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστι· καὶ διὰ τοῦτο εἶπον ὑμῖν ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν.> ΧΑΡΑΚΤΗΡΑ πάλιν τὸν εἰλικρινῆ τε καὶ ἀκριβέστατον τῆς ὑποστάσεως τοῦ Πατρὸς ἑαυτὸν ἡμῖν κἀν τούτοις εὖ μάλα δέδειχεν ὁ Υἱὸς, δίδωσί τε δι᾽ ὧν ἔφη νοεῖν, ὅτι καρπὸς ὑπάρχων τῆς οὐσίας αὐτοῦ, πάντα τὰ αὐτῆς κατὰ φύσιν ἐπάγεται, ἴδιά τε εἶναί φησι, καὶ μάλα εἰκότως· διατέμνοντος γὰρ, ἤτοι διιστάντος οὐδενὸς εἰς ἀλλοτριότητα τοῦ Πατρὸς τὸν Υἱὸν, ὅσον ἧκεν εἰς τὸ κατὰ πᾶν ὁτιοῦν ὅμοιόν τε καὶ ἴσον, δίχα μόνου τοῦ εἶναι Πατέρα, διαλαμπούσης τε τῆς οὐσίας ἐν ἀμφοῖν οὐχ ἑτεροτρόπως, πῶς οὐκ ἂν εἶεν ἤδη κοινὰ, μᾶλλον δὲ ταὐτὰ ἐν ἀμφοῖν, ὡς εἶναι μὲν ἐν Υἱῷ τὰ τοῦ Πατρὸς, ἐν δὲ τῷ τεκόντι τὰ τοῦ γεννήματος; διὰ γὰρ τοῦτο, καθάπερ ἐγῷμαι, μετὰ δριμείας τινὸς τῆς ἐπιτηρήσεως, τοὺς περὶ τούτων ἡμῖν ἐποιήσατο λόγους.
ἔφη γὰρ οὐχ ὅτι πάντα ὅσα ἔχει ὁ Πατὴρ ἔχω κἀγώ· ἵνα μὴ ψιλή τις εἰκὼν ἡ κατὰ μόνην νοουμένη τὴν ἰσοτυπίαν, καὶ τοῖς ἔξωθεν ὡραϊσμοῖς μεμορφωμένη νοῆται πρὸς τὸ ἀρχέτυπον, καθάπερ οὖν καὶ ἡμεῖς αὐτοί· γεγόναμεν γὰρ κατ᾽ εἰκόνα Θεοῦ· ἀλλ᾽ ἐμά φησίν ἐστι, τὴν εἰς ἄκρον ἕνωσιν, ἣν ἔχει πρὸς τὸν γεννήσαντα, καὶ τὴν τῆς ὁμοουσιότητος δύναμιν, ἐν ἀπαραλλάκτοις οὖσαν τοῖς ἰδιώμασιν, ἐν ἀμφοῖν διὰ τούτου παραδεικνύς. τοῦτο δ᾽ ἂν ἴδοις καὶ μάλα σαφῶς ἐν ἑτέροις λέγοντα πρὸς τὸν Πατέρα “Πάντα γὰρ τὰ ἐμὰ σά ἐστι, ”καὶ τὰ σὰ ἐμά·” οἷς γὰρ ὅλως ἔνεστι τὸ διαλλάττον οὐδὲν, καὶ ἡ κατὰ πᾶν ὁτιοῦν οὐσιώδης ἰσότης τε καὶ ἐμφέρεια, πῶς οὐκ ἂν εἶεν ταὐτὰ τῇ φύσει; ἔχει τοίνυν ὁ Θεὸς καὶ Πατὴρ ἐξ ἑαυτοῦ τε καὶ ἐν ἑαυτῷ τὸ ἴδιον Πνεῦμα, τουτέστι τὸ Ἅγιον, δι᾽ οὗ τοῖς ἁγίοις ἐναυλίζεταί τε καὶ ἀποκαλύπτει μυστήρια, οὐκ ἐν τάξει τῇ ὑπουργικῇ παραλαμβανομένου πρὸς τοῦτο· μὴ γὰρ οἰηθῇς τι τοιοῦτον· ἀλλ᾽ ἐν αὐτῷ τε ὄντος οὐσιωδῶς, καὶ ἐξ αὐτοῦ προϊόντος ἀμερίστως τε καὶ ἀδιαστάτως, ὡς ἴδιά τε διερμηνεύοντος τὰ ἐν ᾧ καὶ ἐξ οὗπέρ ἐστιν. ὁμιλεῖ γὰρ οὐχ ἑτέρως τῇ κτίσει Θεὸς, εἰ μὴ δι᾽ Υἱοῦ ἐν Πνεύματι. ἀλλ᾽ ἴδιον γὰρ Πνεῦμα τοῦτό ἐστι καὶ τοῦ Μονογενοῦς, ὁμοούσιος γάρ ἐστι τῷ Πατρί.
Ἐπειδὴ τοίνυν, φησὶν, ἐνυπάρχον φαίνεται τῷ Θεῷ καὶ Πατρὶ τὸ ἐν Πνεύματι τῷ ἰδίῳ τοῖς ἀξίοις ἀποκαλύπτεσθαι, ἐνεργεῖν τε καὶ δι᾽ αὐτοῦ τὰ ὅσαπερ ἂν βούληται, κἀμοὶ δὲ τοῦτο πρόσεστι φυσικῶς, διὰ ταύτην εἴρηκα τὴν αἰτίαν Ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν. ταραττέσθω δὲ μηδεὶς, ὅταν ἐν τούτοις ἀκούῃ τὸ τῆς λήψεως ὄνομα, διενθυμείσθω δὲ μᾶλλον ἐκεῖνο· δράσειε γὰρ ἂν ὀρθῶς· ὅτι πάντα τὰ περὶ Θεοῦ λαλεῖται μὲν καθ᾽ ἡμᾶς, νοεῖται γεμὴν οὐχ οὕτως, ἀλλ᾽ ὑπὲρ ἡμᾶς· λαμβάνειν τε οὕτω τὸ Πνεῦμά φαμεν, ἔκ τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὰ αὐτῶν, οὐχ ὡς ποτὲ μὲν οὐκ ἔχον τὴν ἐνοῦσαν αὐτοῖς γνῶσίν τε καὶ δύναμιν, ἔχον δὲ τότε μόλις ὅταν νοῆται λαμβάνον· ἀεὶ γὰρ σοφὸν καὶ δυνατὸν τὸ Πνεῦμά ἐστι, μᾶλλον δὲ αὐτόχρημα σοφία καὶ δύναμις, οὐκ ἐκ μετοχῆς τῆς τινὸς, ἀλλὰ φυσικῶς. ὥσπερ δ᾽ ἂν φῶμεν τὴν ἐκ τῶν ἀρωμάτων ταῖς ἡμετέραις ὀσφρήσεσι προσβάλλουσαν εὐωδίαν, ἑτέραν μὲν ὥσπερ ὡς πρὸς αὐτὰ, εἰ ταῖς ἐπινοίαις δοίη τις ἂν, προεκκύπτειν γεμὴν οὐχ ἑτέρως οἴοιτο τυχὸν ἢ τῶν ἐξ ὧνπέρ ἐστι δεχομένην τὴν δύναμιν εἰς ἔνδειξιν ἑαυτῆς, οὐκ οὖσαν γεμὴν ἑτέραν διὰ τὸ ἐξ αὐτῶν τε καὶ ἐν αὐτοῖς πεφυκέναι· τοιοῦτόν τι, μᾶλλον δὲ καὶ ὑπὲρ τοῦτο, νοήσεις ἐπί τε Θεοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.
οἱονεὶ γὰρ ὀσμή τις ἐστὶ τῆς οὐσίας αὐτοῦ, ζῶσά τε καὶ ἐναργὴς, διακομίζουσα τῇ κτίσει τὰ παρὰ τοῦ Θεοῦ, καὶ τῆς ἀνωτάτω πασῶν οὐσίας ἐντιθεῖσα δι᾽ ἑαυτῆς τὴν μέθεξιν. εἰ γὰρ ἡ τῶν ἀρωμάτων εὐοσμία τὴν ἰδίαν ἰσχὺν ἐναπομάττεται τοῖς ἐσθήμασι, καὶ μετασκευάζει τρόπον τινὰ πρὸς ἑαυτὴν τὰ ἐν οἷς ἂν γένοιτο, πῶς οὐκ ἂν ἰσχύσαι τὸ Πνεῦμα τὸ Ἅγιον ἐπείπερ ἐστὶν ἐκ Θεοῦ φυσικῶς, κοινωνοὺς τῆς θείας ἀποτελέσαι φύσεως δι᾽ ἑαυτοῦ τοὺς ἐν οἷς ἂν γένοιτο; καρπὸς οὖν ἄρα καὶ χαρακτὴρ τῆς ὑποστάσεως τοῦ γεννήσαντος ὑπάρχων ὁ Υἱὸς, πάντα τὰ αὐτοῦ κατὰ φύσιν ἐπάγεται. διὰ τοῦτό φησι Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστι· διὰ τοῦτο εἶπον ὑμῖν ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν, τὸ Πνεῦμα δηλονότι τὸ δι᾽ αὐτοῦ τε καὶ ἐν αὐτῷ, δι᾽ οὗ τοῖς ἁγίοις ὡς αὐτὸς ἐνοικεῖ.
οὐ γὰρ ἕτερον παρ᾽ αὐτὸν τὸ Πνεῦμα αὐτοῦ, κἂν ὑπάρχειν νοῆται καθ᾽ ἑαυτὸ καὶ ἰδίως· Πνεῦμα γὰρ τὸ Πνεῦμα καὶ οὐχ Υἱός. <Μικρὸν καὶ οὐκέτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με, ὅτι ὑπάγω πρὸς τὸν Πατέρα.> Ἀποκαλύψειν αὐτοῖς διὰ τοῦ ἰδίου Πνεύματος τὰ πάντα προειπὼν ὅσα περ ἦν ἀναγκαῖα καὶ χρειωδέστατα, ἐξηγεῖται καὶ τὸ πάθος, μεθ᾽ ὃ δὴ γείτων εὐθὺς ἡ ἀνάληψις διὰ τῆς πρὸς τὸ ἄνω πορείας, ἀναγκαιοτάτην εἰσφέρουσα τὴν διὰ τοῦ Πνεύματος ἐπιφοίτησιν· οὐ γὰρ ἦν ἔτι συνδιαιτᾶσθαι μετὰ σαρκὸς τοῖς ἁγίοις ἀποστόλοις ἄνω γεγονότα πρὸς τὸν Πατέρα. περιεσταλμένως δὲ σφόδρα ποιεῖται τὸν λόγον, τὸ δριμὺ τῆς λύπης διὰ τοῦτο παραιρούμενος· ᾔδει γὰρ ᾔδει τοὺς μαθητὰς οὐ μετρίῳ πάλιν ὁμιλήσοντας φόβῳ· καὶ δριμείᾳ μὲν καταδηχθήσεσθαι λύπῃ, δεινοῖς δὲ καὶ ἀφορήτοις περιπεσεῖσθαι κακοῖς προσδοκήσαντας, ὅταν αὐτοὺς συμβαίνῃ καταλείπεσθαι μόνους, ἀναβαίνοντος τοῦ Σωτῆρος πρὸς τὸν Πατέρα. διὰ ταύτην οἶμαι τὴν αἰτίαν ἀπημφιεσμένως μὲν οὐ φησὶν ὅτι τεθνήξεται, τῆς τῶν Ἰουδαίων παροινίας καὶ μέχρι τούτων αὐτὸν ἀφικέσθαι καλούσης· εὐφυέστατα δὲ λίαν πολλὴν ἀναμίσγει τῷ λόγῳ τὴν κομψείαν, καὶ τῷ παθεῖν συντρέχουσαν τὴν ἐκ τῆς ἀναστάσεως θυμηδίαν ἐπιδεικνύει λέγων Μικρὸν καὶ οὐκέτι θεωρεῖτέ με καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με.
εἴσω γὰρ ἤδη θυρῶν ὁ τοῦ θανάτου γέγονε καιρὸς, ἄποπτον τοῖς μαθηταῖς τιθεὶς τὸν Κύριον εἰς ὀλίγον κομιδῇ τὸν καιρὸν, ἄχρις ἂν σκυλεύσας τὸν ᾅδην, καὶ ἀναπετάσας τοῖς ἐκεῖσε τὰς τοῦ σκότους πύλας, τὸν ἴδιον πάλιν ἀναστήσῃ ναόν· οὗ καὶ γεγονότος ἐπέλαμψε πάλιν τοῖς ἑαυτοῦ μαθηταῖς, συνεῖναί τε αὐτοῖς καθυπέσχετο “πάσας τὰς ἡμέρας τοῦ αἰῶνος,” κατὰ τὸ γεγραμμένον. εἰ γὰρ καὶ ἀποδημεῖ σαρκὶ παραστήσας ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ Πατρὶ, καὶ καθίσας ἐκ δεξιῶν τοῦ γεννήσαντος, ἀλλ᾽ ἐναυλίζεται τοῖς ἀξίοις διὰ τοῦ Πνεύματος, καὶ σύνεστι τοῖς ἁγίοις διὰ παντός· ἐπηγγείλατο γὰρ οὐκ ἀφήσειν ἡμᾶς ὀρφανούς. οὐκοῦν μικροῦ κομιδῇ διείργοντος χρόνου τὴν τοῦ πάθους ἀρχήν Μικρόν φησι καὶ οὐ θεωρεῖτέ με· ἔμελλε γὰρ κατακαλύπτεσθαί πως τῷ θανάτῳ βραχύ· καὶ πάλιν φησὶ μικρὸν καὶ ὄψεσθέ με. τριήμερος γὰρ ἀνεβίω, κηρύξας “καὶ τοῖς ἐν φυλακῇ πνεύμασι.” πληρεστάτη γὰρ οὕτως ἡ τῆς φιλανθρωπίας ἐπίδειξις ἦν, τῷ μὴ μόνον ἀνασῶσαί φημι τοὺς ἔτι ζῶντας ἐπὶ τῆς γῆς, ἀλλὰ καὶ τοῖς ἤδη κατοιχομένοις καὶ ἐν τοῖς τῆς ἀβύσσου μυχοῖς καθημένοις ἐν σκότῳ, κατὰ τὸ γεγραμμένον, διακηρῦξαι τὴν ἄφεσιν.
Ἐπιτήρει δὲ ὅπως ἐπὶ μὲν τοῦ πάθους ἔφη καὶ τῆς ἀναστάσεως Μικρὸν καὶ οὐ θεωρεῖτέ με καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με· προσθεὶς δέ Ὅτι πρὸς τὸν Πατέρα πορεύομαι, σιωπᾷ τὸ λειπόμενον. οὐ γὰρ ἐπὶ πόσον ἐκεῖ διαμενεῖ χρόνον, ἢ πότε τυχὸν ἐπανήξει, διαμεμήνυκε, καὶ διὰ ποίαν αἰτίαν; οὐ γὰρ ἡμῶν “ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ”ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ,” κατὰ τὰς αὐτοῦ τοῦ Σωτῆρος φωνάς. <Εἶπον οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους Τί ἐστι τοῦτο ὃ λέγει ἡμῖν, μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; καὶ ὅτι ἐγὼ ὑπάγω πρὸς τὸν Πατέρα; ἔλεγον οὖν Τί ἐστι τοῦτο ὃ λέγει τὸ μικρόν; οὐκ οἴδαμεν τί λαλεῖ.> Οὔπω συνέντες τὸ εἰρημένον οἱ θεσπέσιοι μαθηταὶ συλλαλοῦσι πρὸς ἀλλήλους, καὶ τί ἂν βούλοιτο σημαίνειν αὐτοῖς τό Μικρὸν ἔτι καὶ μικρὸν ἐνδοιάζουσι, καὶ τό Οὐ θεωρεῖτέ με· φθάνει γεμὴν ὁ Χριστὸς ἀναπυθέσθαι προθυμουμένους, ἐπικαιρότατα πάλιν ἐπιδεικνὺς, ὅτι καρδίας οἶδεν ὡς Θεὸς καὶ τὸ ἐν νῷ στρεφόμενον ἔτι καὶ ἐν τῷ βάθει τῆς καρδίας ἐγκεχωσμένον, ὡς ἤδη καὶ γλώσσῃ διακτυπηθὲν ἐξεπίσταται. τί γὰρ ἂν ὅλως καὶ λάθοι τὸν ᾧπέρ ἐστι τὰ πάντα γυμνά; διὸ καί φησι πρός τινα τῶν ἁγίων “Τίς ”οὗτος ὁ κρύπτων με βουλὴν, συνέχων δὲ ῥήματα ἐν “καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν;”
ὠφελεῖ τοιγαροῦν διὰ πάντων αὐτοὺς, καὶ τὴν παρεμπίπτουσαν ἀφορμὴν ἀσφαλοῦς καὶ ἀνενδοιάστου πίστεως ποιεῖται τροφόν. <Ἔγνω ὁ Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς Περὶ τούτου ζητεῖτε μετ᾽ ἀλλήλων, ὅτι εἶπον Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· ὑμεῖς δὲ λυπηθήσεσθε, ἀλλ᾽ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται.> Φιλοπευστοῦσι λίαν αὐτοῖς, καὶ περιεργότερον ἐξετάζουσι τῶν εἰρημένων τὴν δύναμιν, σαφεστέραν ποιεῖται τὴν τοῦ πάθους ἐξήγησιν, καὶ ὅπερ ἔμελλον ὑποστήσεσθαι, τοῦτο πάλιν αὐτοῖς προειδέναι χαρίζεται, καὶ σφόδρα χρησίμως. οὐ γὰρ ἵνα πρόωρον ἐντέκῃ τὸν θόρυβον, τὰ τοιαῦτα προμηνύειν ᾤετο δεῖν, ἀλλ᾽ ἵνα τῇ γνώσει προκεχαλκευμένοι, νεανικώτεροί πως εὑρίσκοιντο πρὸς τὴν τοῦ θορύβου προσβολήν. τὸ γὰρ ἔσεσθαι προσδοκηθὲν, τοῦ μηδόλως ἐλπισθέντος ἁπαλωτέραν ἔχει τὴν ἔφοδον. ὅταν τοίνυν ὑμεῖς οἱ γνήσιοι καὶ ἀγάπῃ τῇ πρὸς ἐμὲ κατεσφιγμένοι, τὸν ἑαυτῶν θεωρῆτε Καθηγητὴν καὶ Διδάσκαλον τὰ ἐκ τῆς Ἰουδαϊκῆς ὑπομένοντα παροινίας, ὕβρεις τε καὶ αἰκίσματα καὶ τὰ ἐκ τῆς ἀτόπου μανίας τολμήματα, τότε δὴ κλαύσετε καὶ θρηνήσετε, χαρήσεται δὲ ὁ κόσμος, τουτέστιν, οἱ φρονεῖν οὐκ εἰδότες τὰ δοκοῦντα Θεῷ, προσηλωθέντες δὲ ὥσπερ ταῖς κοσμικαῖς ἡδοναῖς.
σημαίνει δὲ πάλιν τήν τε ἀγελαίαν καὶ συρφετώδη τῶν Ἰουδαίων πληθὺν, καὶ τῶν καθηγεῖσθαι λαχόντων τὸ θεομισὲς καὶ ἀνόσιον στῖφος, γραμματέας τε καὶ Φαρισαίους, οἳ τοῖς τοῦ Σωτῆρος ἐπιτωθάζοντες πειρασμοῖς, πολλὰ κατὰ τῆς ἑαυτῶν ἐφθέγγοντο κεφαλῆς, ποτὲ μὲν λέγοντες “Εἰ ”υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ “πιστεύσομέν σοι·” ποτὲ δὲ πάλιν “Ὁ καταλύων τὸν ”ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν αὐτὸν, σῶσον “σεαυτόν.” ταυτὶ γὰρ δὴ τῆς Ἰουδαίων παμμιάρου γλώττης τὰ ἀποβράσματα· ἀλλ᾽ οὕτω πεφρονηκότων τῶν ἐν κόσμῳ, φησὶ, δρώντων τε ἅμα καὶ φθεγγομένων, λυπηθήσεσθε μὲν ὑμεῖς, οὐκ εἰς μακρὸν δὲ τοῦτο παθόντες διαμενεῖτε χρόνον· μεταστήσεται γὰρ ἡ λύπη πρὸς χαράν. ἀναβιώσομαι γὰρ, καὶ ἀφανιῶ παντελῶς τῆς κατηφείας τὴν πρόφασιν· περιστελῶ δὲ τὸ δάκρυον, καὶ πρὸς εὐθυμίαν ἀνακομίσω διηνεκῆ καὶ ἀμήρυτον. ἀκατάληκτος γὰρ ἡ τῶν ἁγίων χαρά. ζῆ γὰρ εἰς ἀεὶ Χριστός· λέλυται δὲ καὶ ὁ πάντων θάνατος δι᾽ αὐτοῦ. ἀλλ᾽ ἔστι πως ἀκόλουθον ἐννοεῖν, ὅτι δὴ πάντως καὶ τοῖς ἐν κόσμῳ παθεῖν ἐξ ἀντιστρόφου συμβήσεται τὸ λυπεῖσθαι διηνεκῶς.
εἰ γὰρ ἐπείπερ ἀπέθανε κατὰ σάρκα Χριστὸς, λελύπηνται μὲν οἱ γνήσιοι, χαρὰν δὲ τὸ πάθος ὁ κόσμος ἐποιήσατο· καταργηθέντος δὴ τοῦ θανάτου καὶ τῆς φθορᾶς, καὶ διαναστάντος ἐκ νεκρῶν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, μετεστράφη τοῖς ἁγίοις τὸ πένθος εἰς χαράν· μετοιχήσεται δὲ δηλονότι καὶ τοῖς ἐν κόσμῳ πρὸς πένθος ἡ χαρά. <Ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως, διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. καὶ ὑμεῖς οὖν λύπην μὲν νῦν ἕξετε, πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ᾽ ὑμῶν.> Ἐπιτείνει πάλιν τῆς παραμυθίας τὴν εὕρεσιν, καὶ διὰ ποικίλων ἔρχεται λόγων, πανταχόθεν αὐτοῖς τὸ δριμὺ τῆς λύπης ἀποκρούεσθαι διδούς. θέα γὰρ ὅπως ἀναπείθειν ἐπείγεται διὰ πράγματος ἐναργοῦς εἰς τὸ χρῆναι τληπαθεῖν, καὶ μὴ σφόδρα καταναρκᾶν ἢ πόνους ἢ λύπας, εἰ πάντη τε καὶ ἀπαραιτήτως μέλλοιεν ἐκτελευτᾶν εἰς χαράν. καρπὸς γάρ φησι πικρᾶς ὠδῖνος τὸ βρέφος, καὶ διὰ πόνων ἔρχεται ταῖς μητράσιν ἡ ἐπὶ τέκνοις χαρά. ἀλλ᾽ εἴπερ ὤφθησαν ἐν ἀρχαῖς πρὸς τοὺς ἐπὶ ταῖς ὠδῖσιν ἀπαυδήσασαι πόνους, οὐδ᾽ ἂν ὅλως κυοφορεῖν ἠθέλησαν, τὸν τούτου παραίτιον διαδρᾶσαι γάμον, ἀλλ᾽ οὐδ᾽ ἂν ἐγένοντο μητέρες πώποτε, τριποθήτου τε καὶ πολυεύκτου πράγματος δι᾽ ὄκνον ἐκπίπτουσαι.
κατὰ τοῦτον οὖν ἄρα τὸν τρόπον καὶ ὑμῖν αὐτοῖς οὐκ ἀμισθὶ τὸ ἀλγῆσαι συμβήσεται. χαρήσεσθε γὰρ, ὅταν ἴδητε ξένον τῷ κόσμῳ παιδίον ἀποτεχθὲν, ἄφθαρτόν τε καὶ ἀνώλεθρον. ἑαυτὸν δὲ δηλονότι φησίν. ἀναφαίρετον γεμὴν καὶ ἀναπόβλητον, τὴν ἐφ᾽ ἑαυτῷ θυμηδίαν ἔσεσθαι λέγει. κατὰ γὰρ τὴν τοῦ Παύλου φωνὴν, μᾶλλον δὲ καὶ κατὰ τὴν τῆς ἀληθείας δύναμιν, ἅπαξ ἀποθανὼν, “οὐκέτι ”ἀποθνήσκει.” ἐρηρεισμένη τοιγαροῦν ἡ ἐπ᾽ αὐτῷ θυμηδία καὶ μάλα εἰκότως. εἰ γὰρ ἐπὶ τῷ θανάτῳ λελυπήμεθα, τίς ἡμῶν ἀποστήσει τὴν χαρὰν εἰδότων ὅτι καὶ ζῇ καὶ μένει διηνεκῶς, τῶν πνευματικῶν ἡμῖν ἀγαθῶν δοτήρ τε καὶ πρύτανις; ἀπὸ μὲν οὖν τῶν ἁγίων οὐδεὶς αἴρει τὴν χαρὰν, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· ἀφηρέθη δὲ παραχρῆμα τῶν προσηλωσάντων αὐτὸν τῷ σταυρῷ. λελυμένου γὰρ τοῦ πάθους, ἐφ᾽ ᾧ δὴ καὶ χαίρειν ᾤοντο δεῖν, ὡς ἐξ ἀφύκτου λοιπὸν ἀνάγκης αὐτοῖς τὸ λυπεῖσθαι συμβήσεται. <Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν. ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τι.
αἰτήσητε τὸν Πατέρα, δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου· ἕως ἄρτι οὐκ ᾐτήσασθε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε, καὶ λήψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.> Ἀμείνους ἔσεσθαι καὶ συνετωτέρους τοὺς ἁγίους φησὶ μαθητὰς, ὅταν ἐνδύσωνται τὴν ἐξ ὕψους δύναμιν, κατὰ τὸ γεγραμμένον, καὶ τῇ τοῦ Πνεύματος δᾳδουχίᾳ λελαμπρυσμένοι τὸν νοῦν, πάντα λοιπὸν δύνωνται νοεῖν, καὶ εἰ μὴ παρόντα τυχὸν διερωτῷεν αὐτόν. οὐ γὰρ ὅτι δεήσονται μὲν οὐκέτι φωταγωγίας τῆς παρ᾽ αὐτοῦ τὰ τοιαῦτά φησιν ὁ Σωτὴρ, ἀλλ᾽ ὅτι τὸ ἴδιον αὐτοῦ δεξάμενοι Πνεῦμα καὶ ἐνοικοῦν ἔχοντες ἐν καρδίαις, ἀπροσδεᾶ παντὸς ἀγαθοῦ καὶ γνώσεως τῆς τελεωτάτης ἀνάπλεων τὴν διάνοιαν ἕξουσι. τελείαν δὲ γνῶσιν εἶναί φαμεν, τὴν ὀρθήν τε καὶ ἀδιάστροφον, καὶ ἀπηχὲς μὲν οὐδὲν ἢ φρονεῖν ἢ λέγειν ἀνεχομένην, ὀρθῶς δὲ δοξάζουσαν περὶ τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος. εἰ γὰρ καὶ βλέπομεν ἄρτι δι᾽ ἐσόπτρου καὶ ἐν αἰνίγματι, καὶ γινώσκομεν ἐκ μέρους, κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἀλλά γε τῆς ἐν τοῖς δόγμασιν ἀκριβείας οὐκ ἔξω βαίνοντες, κατακολουθοῦντες δὲ τῷ σκοπῷ τῆς ἁγίας καὶ θεοπνεύστου γραφῆς, γνῶσιν ἔχομεν οὐκ ἀτελῆ, ἣν οὐκ ἂν ἕλοι τις ἑτέρως, οὐκ ἐπιλάμψαντος αὐτῷ τοῦ Ἁγίου Πνεύματος.
διά τοι τοῦτο παροτρύνων τοὺς μαθητὰς εἰς αἴτησιν τῶν πνευματικῶν χαρισμάτων, ὁμοῦ δὲ διδοὺς τὸ θαῤῥεῖν, ὡς αἰτοῦντες οὐκ ἀποτεύξονται, τῇ τοῦ Ἀμὴν προσθήκῃ βεβαιοῖ πρὸς πίστιν, ὡς εἴ τι περ ἂν ἐθέλοιεν προσιόντες αἰτεῖν, λήψονται παρὰ τοῦ Πατρὸς, αὐτοῦ δηλονότι καὶ μεσιτεύοντος καὶ συγχορηγοῦντος τῷ Πατρί. τοῦτο γάρ ἐστι τό Ἐν τῷ ὀνόματί μου· πρόσιμεν γὰρ οὐχ ἑτέρως τῷ Θεῷ καὶ Πατρὶ, εἰ μὴ δι᾽ Υἱοῦ. δι᾽ αὐτοῦ γὰρ “τὴν προσαγωγὴν ἐσχήκαμεν ἐν ἑνὶ Πνεύματι ”πρὸς τὸν Πατέρα,” κατὰ τὸ γεγραμμένον. διὰ τοῦτο καί φησιν “Ἐγώ εἰμι ἡ θύρα· ἐγώ εἰμι ἡ ὁδός· οὐδεὶς ἔρχεται ”πρὸς τὸν Πατέρα εἰ μὴ δι᾽ ἐμοῦ.” ᾗ μὲν γάρ ἐστιν Υἱὸς καὶ Θεὸς, ὁμοῦ τῷ Πατρὶ χορηγεῖ τοῖς ἁγίοις τὰ ἀγαθὰ, καὶ συνδοτὴρ τῆς εἰς ἡμᾶς εὐλογίας εὑρίσκεται· καὶ γοῦν ὁ θεσπέσιος Παῦλος φανοτάτην ἡμῖν ἐτίθει τὴν ἐπὶ τούτῳ πίστιν οὕτω γράφων “Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ ”Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ·” ᾗ δὲ μεσίτης καὶ ἀρχιερεὺς καὶ παράκλητος ὀνομάζεται, προσκομίζει τῷ Πατρὶ τὰς ὑπὲρ ἡμῶν ἱκετείας· αὐτὸς γάρ ἐστιν ἡ πάντων ἡμῶν παῤῥησία πρὸς τὸν Πατέρα. ἐν ὀνόματι τοίνυν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὰς δεήσεις ποιητέον· προχειρότατα γὰρ οὕτω κατανεύσειεν ἂν ὁ Πατὴρ, ἐπιδώσει δὲ τοῖς αἰτοῦσιν αὐτὸν τὰ ἀγαθὰ, ἵνα λαβόντες χαίρωμεν.
ἀναπιμπλάμενοι γὰρ χαρισμάτων πνευματικῶν, καὶ τῆς παρ᾽ αὐτοῦ συνέσεως πλουσίαν λαχόντες τὴν χορηγίαν, διὰ τοῦ κατοικοῦντος ἐν ἡμῖν Ἁγίου Πνεύματος, καταστρατευσόμεθα μὲν καὶ λίαν εὐκόλως ἁπάσης ἐκτόπου τε καὶ βδελυρᾶς ἡδονῆς· ἀγαθουργοῦντες δὲ οὕτω καὶ εἰς ἔφεσιν ἁπάσης ἰόντες ἀρετῆς σὺν ἐξαιρέτῳ τῇ προθυμίᾳ, καὶ νευρούμενοι πρὸς πᾶν ὁτιοῦν τῶν ὅσα τελοῦντα φαίνεται πρὸς ἁγιασμὸν, τῇ τῆς ἀμοιβῆς ἐλπίδι χαίρομέν τε λίαν, καὶ τὴν ἐκ τοῦ πονηροῦ συνειδότος κατήφειαν ἀποπεμψάμενοι, ταῖς ἐπὶ Χριστῷ θυμηδίαις τὸν οἰκεῖον καταπιαίνομεν νοῦν. καὶ ἦν μὲν τοῖς ἀρχαιοτέροις ἀνεπιτήδευτον· οὐ γὰρ μεμελέτητό πως προσευχῆς τις τοιοῦτος τρόπος διὰ τὴν ἄγνοιαν· ὁρίζεται δὲ νυνὶ διὰ Χριστοῦ, καὶ μάλα εἰκότως, ὅτε τῆς διορθώσεως ἀνέλαμψεν ὁ καιρὸς, καὶ ἡ παντὸς ἀγαθοῦ τελειότης εἰσκεκόμισται δι᾽ αὐτοῦ. ὥσπερ γὰρ οὐδὲν τετελείωκεν ὁ νόμος, ἀλλ᾽ ἦν ἀτελὴς ἡ κατ᾽ αὐτὸν μελετωμένη δικαιοσύνη, οὕτω καὶ τῆς προσευχῆς ὁ τρόπος. <Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παῤῥησίᾳ περὶ τοῦ Πατρὸς ἀπαγγελῶ ὑμῖν.> Παροιμίαν εἶναί φησι τὸν ἀμυδρόν τε καὶ οὐ λίαν ἐμφανῆ λόγον, ἐπεσκιασμένον δέ πως ἀσαφείαις οὕτω λεπταῖς, ὡς μὴ λίαν ἑτοίμως συνιέναι φησὶ δύνασθαι τοὺς ἀκροωμένους· πέπλασται γὰρ οὕτω τῶν ἐν παροιμίαις λεγομένων τὸ σχῆμα.
ἅπερ οὖν εἶπον, φησὶν, ὡς ἐν παροιμίαις ἔτι καὶ αἰνίγμασι λελάληκα πρὸς ὑμᾶς καιρῷ τηρήσας τῷ δέοντι καὶ ὅσον οὐδέπω παρεσομένῳ τὴν ἀναμφίλογον ἀποκάλυψιν. ἥξει γὰρ ἥξει, φησὶν, ὥρα, τουτέστι καιρὸς, καθ᾽ ὃν ὑμῖν διαῤῥήδην τὰ περὶ τῆς τοῦ Πατρὸς ἐξηγήσομαι δόξης, καὶ τὴν ὑπὲρ νοῦν τὸν ἀνθρώπινον ἐνθήσω σύνεσιν. καὶ τίς ὁ τούτου καιρὸς, οὐ σφόδρα μὲν ἔφη σαφῶς· οἰησόμεθα δὲ δηλοῦν ἐκεῖνον αὐτὸν, ἢ καθ᾽ ὃν τὴν διὰ τοῦ Πνεύματος πεπλουτήκαμεν γνῶσιν μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, χορηγήσαντος ἡμῖν αὐτὸ τοῦ Χριστοῦ· ἢ τάχα τὸν μέλλοντα καὶ ἐσόμενον μετὰ τὴν τοῦ κόσμου συστολὴν, καθ᾽ ὃν ἀκατακαλύπτως τε καὶ ἐναργῶς τὴν τοῦ Θεοῦ δόξαν ὀψόμεθα, φανοτάτην ἡμῖν ἐμβάλλοντος τὴν περὶ ἑαυτοῦ γνῶσιν. διὸ καὶ ὁ Παῦλος προφητείας μὲν καταργηθήσεσθαι λέγει, παύσεσθαι δὲ γνῶσιν, οὐχ ἑτέραν λέγων παρὰ ταύτην, ἣν εἰς τὸ παρὸν κεκτήμεθα. βλέπομεν γὰρ δι᾽ ἐσόπτρου, καὶ γινώσκομεν ἐκ μέρους, καθὰ καὶ ἀρτίως ἐλέγομεν· “Ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταρ- ”γηθήσεται·” πῶς ἢ τίνα τρόπον εἰ βούλει μαθεῖν ἐρῶ πάλιν.
Ὥσπερ γὰρ ἀφεγγοῦς μὲν οὔσης νυκτὸς τὸ φαιδρὸν τῶν ἀστέρων διαφαίνεται κάλλος, ἑκάστου τὸ οἰκεῖον ἀπαστράπτοντος φῶς· ἀνισχούσης γεμὴν τῆς ἡλίου μαρμαρυγῆς, καταργεῖταί πως ἤδη τὸ ἐκ μέρους λαμπρὸν, καὶ τῆς ἐκείνου βολῆς ἡττώμενον ἀδρανῆ καὶ ἄπρακτον ἔχει τὴν οἰκείαν αὐγήν· κατὰ τὸν αὐτὸν οἶμαι τρόπον καὶ ἡ νῦν ἡμῖν ὑπάρχουσα γνῶσις κατ᾽ ἐκεῖνο πεπαύσεται τοῦ καιροῦ, καὶ καταλήξει τὸ ἐκ μέρους, τοῦ τελείου φωτὸς εἰσελάσαντος καὶ πληρεστάτην ἡμῖν τὴν τῆς θεογνωσίας ἐπεισχέοντος αὐγήν. τότε μετὰ παῤῥησίας δυναμένοις ἤδη χωρεῖν, τὰ περὶ τοῦ ἰδίου Πατρὸς ὁ Χριστὸς ἀπαγγελεῖ. νυνὶ μὲν γὰρ διὰ σκιᾶς καὶ ὑποδειγμάτων καὶ ποικίλης ἔσθ᾽ ὅτε παραλαμβανομένης τῆς διὰ πραγμάτων εἰκόνος καὶ τύπων τῶν καθ᾽ ἡμᾶς, μόλις ἐπί τινα γνῶσιν ἀμυδρὰν ποδηγούμεθα, διὰ τὴν ἐνοῦσαν ἡμῖν κατὰ νοῦν ἀσθένειαν· τότε γεμὴν τύπου τὸ παράπαν δεηθέντες οὐδενὸς, ἀλλ᾽ οὐδὲ αἰνιγμάτων ἢ παραβολῆς, γυμνῷ τρόπον τινὰ τῷ προσώπῳ καὶ ἀπαραποδίστῳ διανοίᾳ τὸ τῆς θείας φύσεως τοῦ Θεοῦ καὶ Πατρὸς ἐννοήσομεν κάλλος, τὴν τοῦ πεφηνότος ἐξ αὐτοῦ θεωρήσαντες δόξαν. “ὀψόμεθα γὰρ αὐτὸν καθώς ἐστι,” κατὰ τὴν Ἰωάννου φωνήν.
νῦν μὲν γὰρ εἴδομεν οὐκ ἐν ὁλοκλήρῳ δόξῃ τῇ θεοπρεπεῖ, διὰ τὸ ἀνθρώπινον· παρελάσαντος δὲ τοῦ καιροῦ τῆς μετὰ σαρκὸς οἰκονομίας, καὶ τετελεσμένου τοῦ μυστηρίου τοῦ δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν, ἐν ἰδίᾳ δόξῃ λοιπὸν καὶ τῇ τοῦ Πατρὸς ὀφθήσεται. Θεὸς γὰρ ὢν κατὰ φύσιν, ὁμοούσιός τε διὰ τοῦτο τῷ φύσαντι, πάντως δήπου καὶ ἐν ἴσοις ἔσται τοῖς ἀξιώμασι, καὶ ἐν δόξῃ τῇ οἰκείᾳ καὶ θεοπρεπεῖ διαλάμψει λοιπόν. <Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε, καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν Πατέρα περὶ ὑμῶν· αὐτὸς γὰρ ὁ Πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε, καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ Πατρὸς ἐξῆλθον.> Ἐξαιτεῖν μὲν ὅλως διὰ προσευχῆς καὶ ἐντεύξεως ἐφίησι τὸ παράπαν οὐδὲν, εἰ μὴ ἐν τῷ ὀνόματι αὐτοῦ. προχειρότατα γεμὴν ἐπιδώσειν αὐτοῖς τὸν Πατέρα τὰ ἐν εὐχαῖς ἐπαγγέλλεται, καὶ οὐχὶ πάντως ταῖς τοῦ Υἱοῦ προτροπαῖς ἀναπειθόμενον, ἅτε δὴ παρακλήτου καὶ μεσιτεύοντος, αὐτόμολον δέ πως εἰς φιλοτιμίας ἰόντα τὰς ἐπ᾽ αὐτοῖς, καὶ ὥσπερ τι χρέος κατατιθέναι σπουδάζοντα τοῖς ἀγαπῶσι Χριστὸν, τὴν ἀνωτάτω τε καὶ εἰς ἄκρον εὐμένειαν. καὶ οὐχί τις νοῦν ἔχων οἰήσαιτο πάλιν, ἢ καὶ ἀμαθαίνων ἐρεῖ, ὡς κατ᾽ οὐδένα τρόπον δεήσονται μὲν ἐν τοῖς καθ᾽ ἑαυτοὺς τῆς τοῦ Υἱοῦ μεσιτείας οἱ μαθηταὶ, ἤγουν τῶν ἁγίων ἕτεροι τυχόν.
πάντα γὰρ δι᾽ αὐτοῦ παρὰ Πατρὸς ἐν Πνεύματι, ἐπείπερ ἐστὶ παράκλητος, κατὰ τὴν Ἰωάννου φωνὴν, οὐχ ὑπὲρ μόνων τῶν ἡμετέρων ἁμαρτιῶν, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. ἐπιδεικνὺς δὲ χρησίμως κἀν τούτῳ δὴ πάλιν, ὅτι τριπόθητος λίαν ἐστὶ τῷ Θεῷ καὶ Πατρὶ ἡ εἰς τὸν ἐξ αὐτοῦ πεφήνοτα τιμὴ καὶ ἀγάπησις, τὰ τοιαῦτά φησιν· ὅπερ οὐ συνέντες οἱ δείλαιοι τῶν Ἰουδαίων δῆμοι, λοιδορίαις τε οὐ φορηταῖς κατακοντίζειν οὐκ ἔφριττον, καὶ “ἐζήτουν ἀποκτεῖναι” κατὰ τὸ γεγραμμένον, διὰ τὸ μεταῤῥυθμίζειν τῶν πιστευόντων τὸν νοῦν ἐκ νομικῆς καὶ παχείας ἐντολῆς εἰς τὴν τῆς εὐαγγελικῆς πολιτείας ἰσχνότητα. ἔφασκον γὰρ οὐδὲν εἰδότες οἱ τάλανες, μᾶλλον δὲ γλῶτταν ἐπ᾽ αὐτῷ τὴν ἀνόσιον ἀκονήσαντες Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ σάββατον. προχειρότατα τοίνυν τὴν παρὰ Θεοῦ Πατρὸς εὐμένειαν δοθήσεσθαί φησιν αὐτοῖς ἀνενδοιάστως πεπιστευκόσι, καὶ εὖ μάλα διατεθειμένοις, ὅτι περ ἐξῆλθε παρὰ τοῦ Θεοῦ καὶ Πατρός. προαλεῖται γὰρ ὥσπερ, φησὶ, καὶ φθάσει μὲν τάχα τὴν τοῦ μεσιτεύοντος αἴτησιν, εὐλογίαις δὲ ταῖς πνευματικαῖς ἐπικλύσει τὸν νοῦν τῶν ὀρθὴν ἐχόντων ἐπ᾽ ἐμοὶ τὴν διάληψιν καὶ οὐ καθάπερ ἐδόκει φρονεῖν τοῖς τοῦ γράμματος ἐρασταῖς.
Τὸ δέ Ἐξῆλθον παρὰ Θεοῦ, ἐνταῦθα δὴ πάλιν οἰησόμεθα δηλοῦν, ἢ ὅτι γεγέννημαι καὶ ἐξέλαμψα τῆς οὐσίας αὐτοῦ, κατὰ πρόοδον μὲν τὴν πρὸς τὸ εἶναί τε καὶ νοεῖσθαι τυχὸν ἰδιοσυστάτως, οὐ μὴν εἰς ἅπαν διῃρημένως· ἔστι γὰρ ἐν Υἱῷ μὲν ὁ Πατὴρ, ἐν Πατρὶ δὲ αὖ πάλιν κατὰ φύσιν ὁ Υἱός· ἢ τό Ἐξῆλθον, ἀντὶ τοῦ, γέγονα καθ᾽ ὑμᾶς, ἄνθρωπος δηλονότι, τὴν ὑμετέραν μορφήν τε καὶ φύσιν ὑποδύς. τόπος γὰρ ὥσπερ ἑκάστου τῶν ὄντων ἡ ἰδία φύσις, ἀφ᾽ ἧς ἂν ἐξίοι πρὸς ἕτερόν τι μεταχωροῦν, καὶ ὅπερ οὐκ ἦν γενόμενον. καὶ οὐ δήπου φαμὲν, ὡς ἐπείπερ ἄνθρωπος καθ᾽ ἡμᾶς ὤφθη τε καὶ γέγονεν ὄντως ὁ Μονογενὴς, ἐξέστη τοῦ εἶναι Θεός· “ἐχθὲς γὰρ καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας·” προσειληφὼς δὲ μᾶλλον ὅπερ οὐκ ἦν μετὰ τοῦ σῶσαι τὸ ἴδιον ἐκβεβηκέναι πως νοεῖται κατά γε τὸν ἐν θεωρίαις εἰσβαίνοντα λόγον. ἐκλήψῃ δὲ τό Ἐξῆλθον παρὰ τοῦ Πατρὸς καὶ καθ᾽ ἕτερον, εἰ βούλει, τρόπον· ᾤοντο μὲν γὰρ οἱ πρὸς μόνας ἀμαθίας εὐπετέστατοι Φαρισαῖοι, καθάπερ ἤδη προεῖπον, καθ᾽ ἕνα τῶν ψευδοπροφητῶν εἰς μέσον ἥκειν τὸν Κύριον παρὰ Θεοῦ μὲν οὐκ ἀπεσταλμένον, ἀπὸ δὲ γνώμης τῆς οἰκείας, καθάπερ ἦν ἔθος ἐκείνοις τὰ τῷ νόμῳ μαχόμενα τοῖς ὡς αὐτὸν ἰοῦσι προσλαλεῖν. διὰ γάρ τοι τοῦτο καὶ ἀπειθεῖν ἐσκέπτοντο, τὴν τοῦ νόμου τήρησιν φιλαιτάτην μὲν εἶναι λέγοντες τῷ Θεῷ καὶ Πατρὶ, παραλύεσθαι γεμὴν διὰ τῶν αὐτοῦ διδαγμάτων.
οὐκοῦν ὡς Θεῷ μαχόμενον καὶ ὡς τοῖς παρ᾽ αὐτοῦ διὰ Μωυσέως τεθεσπισμένοις ἀντιστατεῖν ᾑρημένον ἀπεσείοντο τὸν Χριστὸν, ἀλλότριον εἶναι καὶ Θεοῦ διὰ τοῦτο λογιζόμενοι. ἀλλ᾽ οὐχ οὕτως οἱ μακάριοι μαθηταί. πεφιλήκασι γὰρ αὐτὸν τῆς τῶν Ἰουδαίων δυσβουλίας τὰ ἀμείνω φρονήσαντες, καὶ πεπιστεύκασιν ἀληθῶς, ὅτι ἐξῆλθεν ἀπὸ Θεοῦ, κατὰ τοὺς ἀρτίως ἡμῖν εἰρημένους τρόπους. ταύτης τοι τῆς αἰτίας ἕνεκα καὶ πεφίληνται παρὰ Πατρὸς, τὴν ἴσην ὥσπερ ἐξ ἀμοιβῆς δεχόμενοι χάριν. εἰ δὲ φίλτατοι μὲν τῷ Θεῷ καὶ Πατρὶ, καὶ λίαν ἡδεῖς οἱ ἐκ Θεοῦ τὸν Υἱὸν ἐξελθεῖν πιστεύοντες, κατεστύγηνται δηλονότι καὶ θεομισεῖς ἀληθῶς οἱ τὴν τούτοις ἐναντίαν νοσήσαντες δόξαν.
καὶ εἰ τοῖς ἀγαπῶσι τὸν Υἱὸν ἑτοιμότατος λίαν εἰς τὸ ὑπακοῦσαι Θεὸς, οὐ προσδέξεται δηλονότι τῶν μὴ τοιούτων τὰς προσευχάς· καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς Ἡσαΐου πρὸς αὐτοὺς εἰρημένον “Ὅταν τὰς χεῖρας ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ”ὀφθαλμούς μου ἀφ᾽ ὑμῶν, καὶ ἐὰν πληθύνητε τὴν δέησιν, “οὐκ εἰσακούσομαι ὑμῶν, αἱ γὰρ χεῖρες ὑμῶν αἵματος ”πλήρεις.” <Ἐξῆλθον ἐκ τοῦ Πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν Πατέρα.> Ἀπόδειξις αὕτη σαφής τε καὶ ἀναμφίλογος τοῦ μὴ ἕνα τῶν ψευδοπροφητῶν ὑπάρχειν τὸν Κύριον, μήτε μὴν τὰ ἀπὸ γνώμης οἰκείας ἐροῦντα, καὶ διαλεξόμενον παρὰ τὸ δοκοῦν τῷ Πατρὶ πρὸς ἡμᾶς ἀφῖχθαι, κατά γε τὴν ἀμαθῆ καὶ ἀπόπτυστον τῶν Ἰουδαίων ὑπόνοιαν, τὸ παλινδρομῆσαι πρὸς τὸν Πατέρα καὶ ὑπονοστῆσαι μετ᾽ ἐξουσίας ὅθεν οἶδεν ἐκβεβηκώς.
Ναὶ γὰρ, ἐρεῖ τις τυχὸν ταῖς τῶν Ἰουδαίων ἀμαθίαις ἀντικαθιστάμενος, οὐκ ἀληθὴς ἦν ἴσως ὁ Χριστὸς καθ᾽ ὑμᾶς ὦ Ἰουδαῖοι, ἀλλ᾽ οὐδὲ συνευδοκοῦντος αὐτῷ τοῦ Θεοῦ καὶ Πατρὸς τὴν τῆς εὐαγγελικῆς πολιτείας εἰσκεκόμικε παίδευσιν, ἄπρακτον ἤδη δεικνὺς καὶ ἀνόνητον εἰς τελειότητα τὴν κατ᾽ εὐσέβειαν τὴν νομικὴν ἐντολήν. ἐγκαλεῖτε γάρ πως ὡς λελυκότι τὸ σάββατον, καὶ εἴπερ τι τῶν θαυμάτων ἐργάσαιτο παρ᾽ ὑμῖν, “ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων” καὶ τοῦτο ποιεῖν εἰωθότα δυσσεβοῦντες εἰρήκατε. πῶς δὴ οὖν ἄρα καὶ εἰς αὐτὸν ἀνέβη τὸν οὐρανόν; πῶς ἐδέξατο σύνθρονον ὁ Πατὴρ, ἐπαιρόντων ἀγγέλων αὐτῷ τὰς ἄνω πύλας, τὸν τοῖς αὐτοῦ δόγμασιν ἀντιπράττοντα καθ᾽ ὑμᾶς, καὶ ἀνεθέλητον τῷ παμβασιλεῖ τῶν ὅλων τὴν ὑφήγησιν ποιησάμενον; μὴ γὰρ λεληθότως ἀνελήφθη; μὴ γὰρ οὐ πολὺς ἦν ὄχλος, πρὸς οὓς ἔφη ὁ θεῖός τε καὶ οὐράνιος ἄγγελος “Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς ”τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ᾽ ὑμῶν εἰς “τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν ”πορευόμενον εἰς τὸν οὐρανόν.” εἶτα τί φῂς Ἰουδαῖε πάλιν; ἆρ᾽ οὐ τιμήσεις ταῖς εὐπειθείαις κἂν τὴν ἀγγέλου φωνήν; ἆρ᾽ οὐ παραδέξῃ μάρτυρας, καίτοι πολλοὺς ὄντας τοὺς τεθεαμένους; καίτοι σαφῶς ὁ νόμος “Ἐπὶ στόματος δύο ἢ τριῶν ”μαρτύρων σταθήσεται πᾶν ῥῆμα,” φησί.
τῷ τοίνυν ἐπ᾽ ἐξουσίας πρὸς τὸν ἐν τοῖς οὐρανοῖς ὑπονοστοῦντι Πατέρα, πῶς ἂν ἔτι πρεπόντως ὁ τῆς ψευδοπροφητείας ἐπιφέροιτο μῶμος, καὶ οὐχὶ μᾶλλον ἕψεται λοιπὸν, ὡς δι᾽ ἀποδείξεως ἐναργοῦς τοῦ πράγματος, τὸ ἀνενδοιάστως πιστεύεσθαι παρ᾽ ἡμῶν, ὡς εἴη μὲν ἐκ Θεοῦ, δῆλον δὲ ὅτι τοῦ Πατρὸς, οὐχ ἕτερος γεμὴν παρ᾽ ἐκεῖνον, ὃν αὐτός τε ἡμῖν ὁ νόμος καὶ οἱ προφῆται διήγγελλον;
Ἐληλυθέναι γεμὴν εἰς τόνδε τὸν κόσμον φησὶ, μεταχωρεῖν δὲ αὖ πάλιν ἐκ τοῦ κόσμου πρὸς τὸν Πατέρα, οὔτε τοῦ Πατρὸς ἀπολειφθεὶς ὅτε γέγονεν ἄνθρωπος, οὔτε μὴν τῶν ἐπὶ τῆς γῆς ὅτε μετὰ σαρκὸς ἀπεδήμει πρὸς τὸν Πατέρα· Θεὸς γάρ ἐστιν ἀληθινὸς ἀῤῥήτῳ δυνάμει τὰ πάντα πληρῶν, καὶ οὐδενὸς τῶν ὄντων ἀπολιμπανόμενος. <Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ Ἴδε νῦν παῤῥησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις· νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τις σε ἐρωτᾷ· ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ Θεοῦ ἐξῆλθες.> Θαυμάζουσι τὴν ἀπόδειξιν ὡς ἐναργεστάτην, καταπλήττονται τοῦ λόγου τὸ διαφανές· περιστολῆς γὰρ ἁπάσης δίχα τὸν πρὸς αὐτοὺς εὖ μάλα πεποίηται λόγον. χαίρουσι δὴ οὖν δυσχερείας ἁπάσης ἀπηλλαγμένην λαβόντες ἀπόδειξιν, καὶ περισκελὲς μὲν σχεῖν οὐδὲν τὸ εἰρημένον φασὶν, εὐκάτοπτον δὲ οὕτως ὑπάρχειν τὴν ἐπ᾽ αὐτῷ δὴ τούτῳ φωνὴν, ὡς μηδὲ βραχὺ παροιμίας ἔναυσμα προσεῖναι δοκεῖν. ἀποκερδαίνουσι δὲ πρὸς τούτῳ κἀκεῖνο· ἐπειδὴ γὰρ ἔγνως, φησὶ, τὸ λαθραίως ψιθυρισθὲν, ἔφθασάς τε τὴν πεῦσιν, ἥνπερ ἂν ἴσως προσηγάγομεν ἡμεῖς ἐξαιτοῦντες τὸ μαθεῖν, ἅπερ ἔλεγες ἀρτίως, πεπιστεύκαμεν ὅτι καὶ ἐξῆλθες ἀπὸ Θεοῦ. τὸ γὰρ εἰδέναι, φησὶ, τὰ ἐν τῷ παραβύστῳ καὶ λεληθότα, τοῦ πάντων ἂν εἴη Θεοῦ, καὶ οὐχ ἑτέρου τινός.
ἐπειδὴ δὲ οἶσθα τὰ πάντα αὐτὸς, πῶς οὐκ ἀναμφίλογον ὡς ἐκ τοῦ τὰ πάντα εἰδότος ἐξέλαμψας Θεοῦ; πίστεως οὖν ἄρα τῆς ἀνενδοιάστου τροφὴ κατέστη τοῖς μαθηταῖς μετὰ τῶν ἄλλων, καὶ τοῦτο τὸ θεοπρεπὲς ὄντως καὶ παράδοξον σημεῖον, ὡς ἔστι μέν πως ἰδεῖν ἐπ᾽ αὐτῶν ἀληθὲς, τό “Δίδου σοφῷ ”ἀφορμὴν, καὶ σοφώτερος ἔσται, γνώριζε δικαίῳ, καὶ προσ- “θήσει τοῦ δέχεσθαι.” φασὶ δὲ τό Νῦν πιστεύομεν, οὐ τότε δὴ πάντως τὴν τοῦ πιστεύειν ἀρχὴν ἐν ἑαυτοῖς εἰσφρήσαντες, ὅτε τῶν τοιούτων ἠκροάσαντο λόγων, ἤγουν τεθέανται τὸ σημεῖον, τὸ εἰδέναι φημὶ τὰ πάντα τὸν Κύριον, ἀλλ᾽ ὡς τότε λοιπὸν τὴν ἐν ἀρχαῖς εἰσδεχθεῖσαν πίστιν ῥιζοῦν ἐν οἰκείαις ψυχαῖς ἀρχόμενοι, καὶ διακεῖσθαι λοιπὸν ἀραρότως ἀναπεπεισμένοι, ὡς Θεός τε εἴη καὶ ἐκ Θεοῦ τοῦ κατὰ φύσιν καὶ ἀληθινοῦ. παραδεξόμεθα τοίνυν τό Νῦν πιστεύομεν, οὐκ εἰς τὴν τοῦ πιστεύειν ἀρχὴν, ἀλλ᾽ εἰς τὴν τοῦ βεβαιοῦσθαι παγίως εἰς τὴν ἤδη τετιμημένην τῇ συναινέσει διάληψιν. <Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς Ἄρτι πιστεύετε;
ἰδοὺ ἔρχεται ὥρα καὶ νῦν ἐλήλυθεν, ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια κἀμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ Πατὴρ μετ᾽ ἐμοῦ ἐστιν.> Ἀστειότατα πάλιν ἐπέδειξεν ὁ Σωτὴρ τὸν τῆς ἐφ᾽ ἅπασι τοῖς ἀγαθοῖς βεβαιότητος οὔπω παρόντα καιρόν· οὗτος δὲ ἦν ὁ τὴν τοῦ Ἁγίου Πνεύματος ἐξ οὐρανοῦ καταφοίτησιν εἰσκομίζων αὐτοῖς, καὶ τὴν ἐξ ὕψους δύναμιν, καθὰ γέγραπται. καθαρῶς γὰρ τότε ταῖς ἀνθρωπίναις μικροψυχίαις ἐῤῥῶσθαι φράσαντες, ἀκαταγωνίστοις διέπρεψαν εὐτολμίαις, οὐ τὰς τῶν Ἰουδαίων ἐπαναστάσεις, οὐ τὸν ἄκριτον τῶν Φαρισαίων θυμὸν, οὐχ ἕτερόν τι τῶν δεινῶν δεδιότες, ἀλλ᾽ ἐν παῤῥησίᾳ προεστηκότες τοῦ θείου κηρύγματος, καὶ διαῤῥήδην λέγοντες “Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις· οὐ δυνάμεθα ”γὰρ ἡμεῖς ἃ εἴδομεν καὶ ἠκούσαμεν μὴ λαλεῖν.” ἐν ταὐτῷ τοιγαροῦν καθιδρύσθαι μὲν οὔπω πρὸς πίστιν τὴν τελείαν ἀπέδειξε, διὰ τὸ μήπω γεγεῦσθαι τῆς κοινωνίας τοῦ Πνεύματος, παραθεὶς εἰς ἔλεγχον τὴν ὅσον οὐδέπω παρεσομένην δειλίαν, καὶ ὅτι δὴ μέλλοι συμβήσεσθαι προειπὼν, οὐ μετρίως αὐτοὺς ὀνήσας ὁρᾶται. διακείσονται γὰρ μειζόνως τε καὶ ἐρηρεισμένως, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν, οὐδὲν τῶν μελλόντων ἠγνοηκότα καταλαμβάνοντες. ἰδοὺ τοιγαροῦν παρέσται, φησὶν, οὐκ εἰς μακρὰν ὁ καιρὸς, μᾶλλον δὲ εἴσω βέβηκε θυρῶν, ὅτε μόνον ἀφέντες ἐμὲ, ἀπελεύσεσθε πρὸς τὰ ἴδια.
τοῦτο δέ ἐστιν εὐπεριστόλως εἰπεῖν, ὅτε δειλίαις ἀνάνδροις κεκρατημένοι, μόνης τῆς ἑαυτῶν ψυχῆς προνοήσετε, καὶ τὴν τῷ διδασκάλῳ χρεωστουμένην ἀγάπησιν κατόπιν τῆς ἑαυτῶν σωτηρίας ποιησάμενοι, πρὸς οὕσπερ ἂν εὕρητε διοιχήσεσθε τόπους. πῶς οὖν ἄρτι πιστεύετε, τῶν εἰς ἀνδρείαν ἐλέγχων οὔπω τὸν ψόγον διακρουσάμενοι, διὰ τὸ μήπω μεταλαχεῖν τῆς διὰ Πνεύματος εὐτολμίας; ὅτι δὲ ἐτράποντο πρὸς φυγὴν οἱ μακάριοι μαθηταὶ, τὴν τῶν Ἰουδαίων οὐκ ἐνεγκόντες ἔφοδον, ὅτε παρῆν ὁ προδότης, τὴν ἀνόσιον τῶν στρατιωτῶν ἐπαγόμενος σπεῖραν καὶ τοὺς τῶν ἡγουμένων ὑπηρέτας, οὐδαμόθεν ἀμφίλογον. μόνον δὲ τότε καταλελοίπασι τὸν Χριστόν· μόνον δὲ φαμὲν, ὅσον ἧκεν εἰπεῖν εἰς τὸ παρεῖναι μηδένα τῶν ἕπεσθαί τε καὶ προσεδρεύειν εἰωθότων αὐτῷ· μόνος γὰρ οὐκ ἦν, καθὸ Θεὸς ἐκ Θεοῦ καὶ ἐν Θεῷ φυσικῶς τε καὶ ἀδιαστάτως· ἀνθρωπινώτερον δέ πως καὶ τοῦτο δι᾽ ἡμᾶς ἐφθέγξατο Χριστὸς, ἐκεῖνο διδάσκων, ὅτι πειρασμὸν ἢ διωγμὸν ἤγουν ἕτερόν τι τῶν τοιούτων ἐπιφέροντος ἡμῖν ἔσθ᾽ ὅτε καιροῦ, καὶ εἰς εὐκλεᾶ καλοῦντος κίνδυνον, φημὶ δὲ τὸν δι᾽ εὐσέβειαν, οὐκ ἀποπίπτειν ἐλπίδος τῆς ἐπὶ τῷ δύνασθαι διαφεύγειν ἀκόλουθον, καὶ εἰ μή τινες τυχὸν τῶν ὁμοψύχων ἡμῖν συμπαρατρέχοιεν ἀδελφῶν, ἐπαμύνοντές τε κατὰ τὸ ἐγχωροῦν καὶ ταῖς ὁμονοίαις μονονουχὶ τὸν ἐπηρτημένον ἡμῖν μεριζόμενοι κίνδυνον.
εἰ γὰρ καὶ τράποιντο πρὸς φυγὴν δυσαχθῆ, καὶ ἀφόρητον τὴν ἐκ τῆς δειλίας πλεονεξίαν ἐν ἑαυτοῖς ποιησάμενοι, διακεῖσθαι προσῆκεν, ὡς οὐ διὰ ταύτην ἀτονήσει τὴν αἰτίαν Θεός. ἀρκέσει γὰρ μόνος εἰς τὸ διασῶσαι δύνασθαι τὸν αὐτῷ προσκείμενον. μόνοι δὲ ἡμεῖς οὐκ ἐσμὲν, καὶ εἰ μή τις ὁρῷτο παρὼν, καθάπερ εἶπον ἀρτίως, συμπαραστάτην καὶ ἐπαρηγὸν καὶ σύνοπλον ἔχοντες τὸν πάντα ἰσχύοντα Θεὸν, ἀπλεονεκτήτοις τισὶν ἐπικουρίαις ἡμᾶς περιφράττοντα, κατὰ τὸν λέγοντα ψαλμῳδόν “Κύριε, ὡς ὅπλῳ εὐδοκίας ”ἐστεφάνωσας ἡμᾶς.” καὶ ταῦτα νῦν περὶ τούτου φαμὲν, οὐχ ὡς χρῆμα καλὸν θαυμάζοντες τὴν φιλοψυχίαν, ὅταν ἐξῇ καταλύειν ἡμᾶς εὐκλεῶς τὸν μετὰ σώματος βίον συστρατευομένους τε καὶ συναθλοῦντας τοῖς διὰ Θεὸν κινδυνεύουσιν· ἀλλ᾽ ἵνα μᾶλλον ἐκεῖνο πιστεύσωμεν, ὡς εἰ καὶ μή τινες εἶεν οἱ τοῦτο δρᾶν σὺν ἡμῖν ἐθέλοντες καὶ προθυμούμενοι, ἀπογινώσκειν οὐ χρή· μόνοι γὰρ οὐκ ἐσόμεθα συμπαρόντος ἡμῖν τοῦ Θεοῦ. <Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε· ἐν τῷ κόσμῳ θλίψιν ἔχετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.> Ὅλην ὡς ἔπος εἰπεῖν ἐν τούτοις εὖ μάλα Χριστὸς ἀνακεφαλαιοῦται χρησίμως τὴν πρὸς αὐτοὺς γενομένην διάλεξιν, καὶ τῶν εἰρημένων τὴν δύναμιν ἐν ὀλίγοις συλλαβὼν, συντομωτάτην αὐτοῖς τῆς οἰκείας βουλήσεως παρατέθεικε γνῶσιν.
πεποίημαι γὰρ, φησὶ, νυνὶ πρὸς ὑμᾶς τοὺς τοιούτους λόγους, εἰρήνην ἔχειν ἐν ἐμοὶ παραινῶν, καὶ ἵν᾽ εἰδείητε πρὸς τούτῳ σαφῶς ὅτι μοχθηρὰ μὲν ὑμῖν τὰ ἐν τῷ κόσμῳ συμβήσεται, καὶ θλίψεσιν ὁμιλήσετε δι᾽ ἐμὲ πολλαῖς. πλὴν οὐχ ἁλώσεσθε τοῖς δεινοῖς· ἐγὼ γὰρ νενίκηκα τὸν κόσμον.
Ἀλλ᾽ ἵνα σοι σαφὲς ὅτι μάλιστα ποιήσω τὸ εἰρημένον, φέρε δὴ πρῶτον λέγωμεν τί τὸ ἔχειν ἐστὶν εἰρήνην ἐν Χριστῷ. ὁ μὲν γὰρ κόσμος, ἤτοι τῶν ἐν κόσμῳ πραγμάτων οἱ ἐρασταὶ, τὴν μὲν πρὸς ἀλλήλους εἰρήνην ἐπιτηδεύουσιν ἔσθ᾽ ὅτε, πλὴν οὐ πάντως ἐν Χριστῷ. οἷον φέρε εἰπεῖν, οἱ πρὸς τὰς ἐκ τῶν σωμάτων φιληδονίας ἔκλυτοι, τοῖς ὁμοτρόποις εἰσὶ διὰ τοῦτο φίλτατοι καὶ λίαν ἡδεῖς· ὁ χρημάτων τῶν οὐδὲν αὐτῷ προσηκόντων ἐπιθυμῶν, ὑπάρχων τε διὰ τοῦτο πλεονέκτης ἢ κλεπτίστατος, καθ᾽ ἡδονὴν ἔσται πάντως τῷ τὴν ἴσην αὐτῷ κακίαν ἐπιτηδεύοντι. “Ἕκαστον γὰρ ζῷον ”ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ, κατὰ τὸ γεγραμμένον, καὶ τῷ ὁμοίῳ “αὐτοῦ προσκολληθήσεται ἀνήρ.” ἀλλ᾽ ἐν τούτοις ἅπασι, τὸ σεμνὸν τῆς εἰρήνης ὄνομα καπηλεύεται· καὶ ἀληθὴς ὁ λόγος· ἐπὶ δὲ τῶν ἁγίων οὐχ οὕτως. οὐ γὰρ ἁμαρτία τῆς εἰρήνης ὁ σύνδεσμος, ἀλλὰ πίστις, ἐλπὶς, ἀγάπη καὶ τῆς εἰς Θεὸν εὐσεβείας ἡ δύναμις. καὶ τοῦτό ἐστιν ἐν Χριστῷ. κεφάλαιον οὖν ἡμῖν πάντων τῶν ἀγαθῶν ἡ ἐν Χριστῷ πέφηνεν εἰρήνη, τὴν εἰς ἀλλήλους ἀγάπην ἀδελφὴν ὥσπερ τινὰ συνεισάγουσα. παντὸς δὲ τοῦ θείου νόμου τὴν πλήρωσιν ἔχειν ὁ Παῦλος τὴν ἀγάπην φησίν. ὅτι δὲ τοῖς ἀγαπῶσιν ἀλλήλους ἕψεται δὴ πάντως τὸ καὶ αὐτὸν πρὸ πάντων ἀγαπῆσαι τὸν Θεὸν, οὐκ ἀμφίλογον, Ἰωάννου λέγοντος ὡς εἴ τις ἀγαπήσαι τὸν ἀδελφὸν, αὐτὸν δήπου πάντως ἀγαπήσει τὸν Θεόν.
Δηλοῖ δὲ δή τι καὶ τὸ ἕτερον, φημὶ δὴ πάλιν τό Θλίψιν ἔχετε ἐν τῷ κόσμῳ· ἀλλὰ θαρσεῖτε ἐγὼ νενίκηκα τὸν κόσμον. ἁπλούστερον μὲν γὰρ εἴ τις ἕλοιτο νοεῖν, ἐρεῖ δὴ πάντως Πάσης ἁμαρτίας καὶ περιστάσεως κοσμικῆς κρείττων τε ἅμα καὶ δυνατώτερος ἀπεφάνθη Χριστός· ἐπειδὴ δὲ νενίκηκε, καὶ τοῖς δι᾽ αὐτὸν πειραζομένοις ἐπιδώσει τὸ νικᾶν. εἰ δέ τις τῶν εἰρημένων ἐννοεῖν ἐθέλοι τι πικρότερον, ἐκεῖνο δὴ πάντως διενθυμηθήσεται. ὅνπερ γὰρ τρόπον φθορᾶς καὶ θανάτου διὰ τοῦτο κεκρατήκαμεν, ἐπείπερ ὡς ἄνθρωπος δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἀνεβίω Χριστὸς, τῆς κατὰ τοῦ θανάτου πλεονεξίας ἀρχὴν τὴν ἰδίαν ἀνάστασιν ποιησάμενος, διήκοι ἂν πάντως καὶ εἰς ἡμᾶς ἡ τοῦ πράγματος δύναμις, ἐπείπερ ἦν ὁ νικήσας ἐξ ἡμῶν καθὸ πέφηνεν ἄνθρωπος, καὶ ὥσπερ τῆς ἁμαρτίας περιγιγνόμεθα νεκρωθείσης πάντως ἐν πρώτῳ Χριστῷ, παραπέμποντος δηλονότι καὶ εἰς ἡμᾶς, ὡς ἴδιον γένος, τὸ ἀγαθόν· οὕτω καὶ θαρσεῖν ὀφείλομεν ὅτι καὶ ἡμεῖς περιεσόμεθα τοῦ κόσμου· νενίκηκε γὰρ ὁ Χριστὸς ὡς ἄνθρωπος δι᾽ ἡμᾶς, ἀρχὴ καὶ θύρα καὶ ὁδὸς τῇ ἀνθρωπείᾳ φύσει κἀν τούτῳ γιγνόμενος. οἱ γὰρ πάλαι πίπτοντές τε καὶ νικώμενοι κεκρατήκαμέν τε καὶ νενικήκαμεν διὰ τὸν ἐξ ἡμῶν καὶ δι᾽ ἡμᾶς νικήσαντα. εἰ μὲν γὰρ ἐνίκησεν ὡς Θεὸς, πρὸς ἡμᾶς οὐδὲν, εἰ δὲ ὡς ἄνθρωπος, ἡμεῖς ἐν αὐτῷ νενικήκαμεν. δεύτερος γὰρ ἡμῖν ἐξ οὐρανοῦ πέφηνεν Ἀδὰμ, κατὰ τὰς γραφάς.
ὥσπερ οὖν πεφορέκαμεν “τὴν ”εἰκόνα τοῦ χοϊκοῦ,” καθ᾽ ὁμοιότητα τὴν ἐκείνου τῷ τῆς ἁμαρτίας ὑποπεσόντες ζυγῷ, οὕτω δὴ πάντως φορέσομεν καὶ τὴν τοῦ ἐπουρανίου μόρφωσιν, τουτέστι Χριστοῦ, νικῶντες τῆς ἁμαρτίας τὴν τυραννίδα, καὶ ἁπάσης θλίψεως κατευμεγεθοῦντες κοσμικῆς· νενίκηκε γὰρ ὁ Χριστός.
ΚΕΦΑΛΗ Γ. Ὅτι τῆς θεοπρεποῦς δόξης οὐκ ἐπιδεᾶ θεωρήσαι τις ἂν τὸν Υἱὸν, κἂν εὑρίσκηται λέγειν Πάτερ δόξασον τὸν Υἱόν σου. <Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἐπάρας τοῦς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπε Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε.> ἈΠΟΧΡΩΝΤΩΣ τοῖς μαθηταῖς τὰ εἰς σωτηρίαν ἐφόδια δωρησάμενος, καὶ τοῖς καθήκουσι λογισμοῖς τε καὶ λόγοις εἰς ἀκριβεστέραν τῶν δογμάτων ἀκονήσας διάληψιν, καὶ καταστήσας ὅτι μάλιστα μαχιμωτάτους εἰς πειρασμοὺς, φρόνημά τε τὸ νεανικὸν εὖ μάλα ῥιζώσας ἐν ἑκάστῳ, χρησίμως μεθίστησιν εὐθὺς τοῦ λόγου τὸ σχῆμα, καὶ εἰς προσευχῆς διαπλάττει τρόπον· οὐδένα καιρὸν διὰ μέσου χωρεῖν ἐπιτρέψας τῆς τε πρὸς αὐτοὺς διαλέξεως καὶ τῆς πρὸς Θεὸν καὶ Πατέρα· τύπον ἡμῖν πολιτείας ἐξόχου κἀν τούτῳ δὴ πάλιν τὰ καθ᾽ ἑαυτὸν ὑποφαίνων. χρῆναι γὰρ οἶμαι μὴ ἀγνοεῖν τὸν ᾧπέρ ἐστι πρὸς εὐσέβειαν ὁ σκοπὸς, ὅτι προσήκοι δὴ πάντως ἢ πρὸς ἀδελφοὺς τὰ λυσιτελῆ τε καὶ ἀναγκαῖα διαλέγεσθαι φιλεῖν, ἤγουν εἰ μὴ τοῦτο δρῴη τυχὸν, ταῖς εἰς Θεὸν ἱκετείαις τὴν τοῦ λόγου χρείαν ἐπείγεσθαι δαπανᾶν, ὡς μηδεμίαν ἐκ τούτου περισσολογίας ὁρᾶσθαι παρείσδυσιν· οὕτω γὰρ ἂν ἴοι κατὰ λόγον τὸν πρέποντα τῆς γλώττης ἡ εὐκοσμία. τίνι γὰρ οὐ σφόδρα καταφανὲς, ὡς εὔκολος λίαν ἐν ταῖς εἰκαιολογίαις μάλιστα τῶν οὐκ ἔξω ψόγων ἡ ἐπεισφορά;
καὶ γοῦν ἔφη τις σοφός “Ἐκ πολυ- ”λογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν, φειδόμενος δὲ χειλέων “νοήμων ἔσῃ.” Ἀποθαυμάσεις δέ τι πρὸς τούτῳ καὶ ἕτερον οὐ μετρίαν ἡμῖν ἐμποιοῦν τὴν ὄνησιν. ποιεῖται γὰρ τὴν τῆς προσευχῆς ἀπαρχὴν ὑπὲρ δόξης τῆς ἑαυτοῦ καὶ τῆς τοῦ Πατρός· συναναπλέκει δὲ μετὰ τοῦτο καὶ παρεισκομίζει παραχρῆμα τὴν ὑπὲρ ἡμῶν. καὶ τίς ἡ πρόφασις; ἀναπείθει δὴ πάλιν τὸν ἐπιεικῆ καὶ θεοφιλέστατον, καὶ τεχνίτην ἀληθῶς εἰς προσευχὴν ἐργάζεται. ὥσπερ γὰρ ἀγαθουργεῖν ἡμᾶς καὶ πάντα δρᾶν ἀναγκαῖον, οὐκ εἰς δόξαν τὴν ἡμετέραν τὴν εἰς τοῦτο σπουδὴν παρατρέποντας, ἀλλ᾽ εἰς τὴν τοῦ Πατρὸς τῶν ὅλων, φημὶ δὴ τοῦ Θεοῦ· “λαμψάτω γάρ φησι τὸ φῶς ὑμῶν ”ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, “καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς·” οὕτω καὶ εἰς εὐχὴν διανιστάντος ἡμᾶς τοῦ καιροῦ πρὸ τῶν ἡμετέρων τὰ εἰς Θεοῦ δόξαν αἰτεῖν πρεπωδέστατον, ὥσπερ οὖν ἀμέλει καὶ αὐτὸς ὁ Χριστός “Οὕτω, φησὶν, ὑμεῖς ”προσεύχεσθε Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω “τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά ”σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν “ἐπιούσιον δὸς ἡμῖν σήμερον.” τύπος οὖν ἄρα προσευχῆς εἰς ἡμᾶς τὸ πραττόμενον.
ἔδει γὰρ ἔδει παντὸς ἡμῖν ἀγαθοῦ, καὶ τοῦ πρὸς Θεὸν ἀνακομίζοντος τρόπου ἡγεμόνα καὶ καθηγητὴν, οὐ πρέσβυν, οὐκ ἄγγελον, ἀλλ᾽ αὐτὸν ἀναφαίνεσθαι τὸν Χριστόν. κεκλήμεθα γὰρ καί ἐσμεν ὄντως κατὰ τὴν τοῦ προφήτου φωνὴν Διδακτοὶ Θεοῦ.
Τί δὲ δὴ καί φησι πρὸς τὸν ἑαυτοῦ Πατέρα, πρέπον ἂν εἴη νουνεχέστατα κατιδεῖν. δεῖν γὰρ οἶμαι μετὰ δριμείας τινὸς τῆς ἐπιτηρήσεως τῇ τῶν λεγομένων θεωρίᾳ προσβάλλοντας φιλοθηρεῖν εὖ μάλα τὴν τῶν δογμάτων ἀκρίβειαν.
Πάτερ τοίνυν φησὶν ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱὸν ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε. καὶ ὅσον μὲν ἧκεν εἰς τὴν τῶν εἰρημένων διασκευὴν, οἰηθείη μὲν ἄν τις εὐκλείας ἐπιδεᾶ καθεστάναι τυχὸν τὸν τοιαῦτα λέγοντα· ἐννοήσας γεμὴν τὸ τοῦ Μονογενοῦς ἀξίωμα, ῥᾳδίως ἂν οἶμαι τῶν οὕτως ἀθλίων ἀποπηδήσαι λογισμῶν. ἠλίθιον γὰρ κομιδῇ τὸ δόξης τινὸς οἴεσθαι ἐπιδεᾶ καὶ τῆς αὐτῷ πρεπούσης ἀμοιρῆσαι τιμῆς τὸν Υἱὸν, καίτοι τῆς δόξης ὄντα Κύριον· οὕτω γὰρ αὐτὸν αἱ θεόπνευστοι καλοῦσι γραφαί. ἄλλως τε καὶ ἑτέρωθί που θεωρήσαι τις ἂν λέγοντα πρὸς τὸν Πατέρα “Πάτερ δόξασόν ”με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.”
εἶτα τίνι λοιπὸν ἀμφίλογον, τίς δὲ οὕτω τὸν νοῦν ἀπόπληκτος καὶ πάσης ἀληθείας ἐχθρὸς, ὡς μὴ συνιέναι τε καὶ ὁμολογεῖν ὅτι δόξης μὲν οὐκ ἐστέρηται τῆς θεοπρεποῦς ὅσον εἰς οἰκείαν φύσιν ὁ Μονογενής· ἐπειδὴ δὲ ὑπάρχων ἐν μορφῇ καὶ τῇ κατὰ πᾶν ἰσότητι τοῦ Θεοῦ καὶ Πατρὸς, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, καταβέβηκε μὲν εἰς τὴν καθ᾽ ἡμᾶς ταπείνωσιν, ἑαυτὸν δὲ κεκένωκε, τὸ ἀδοξότατον τουτὶ πεφορεκὼς σῶμα καὶ τῆς ἀνθρωπίνης σμικρότητος τὴν ὁμοίωσιν ἐξ ἀγάπης ὑποδὺς, ὡς ἤδη παρόντος τε καὶ ἐνεστηκότος τοῦ καθήκοντος χρόνου, καθ᾽ ὃν ἔδει πάλιν αὐτὸν τὴν τοῦ μυστηρίου χρείαν ἀποπληρώσαντα, τὴν ἀρχαίαν τε καὶ οὐσιώδη μεταμφιέσασθαι δόξαν, ὅλην ἀνασώσαντα τὴν οἰκουμένην, ἀνασώσαντά τε πρὸς ζωὴν καὶ θεογνωσίαν τοὺς ἐν αὐτῇ, συνευδοκητὴν καὶ συνεθελητὴν πάλιν κἀν τούτῳ δεικνὺς τὸν Πατέρα· τὴν πρὸς αὐτὸν ποιεῖται διάλεξιν, χρῆναι δὴ πάντως ἑαυτὸν ἀνακομίζεσθαι λέγων εἰς τὸ τῆς ἰδίας φύσεως ἀξίωμα;
Ἄνεισι δὲ πῶς; ἢ δηλονότι τῶν τῆς θεότητος ἔργων ἀποτελεστὴς καὶ μετὰ σαρκὸς ἀναδεικνύμενος, οὐχ ὡς ὑπουργὸς τῆς ἑτέρου τυχὸν ἐνεργείας, ἀλλ᾽ ὡς σοφία καὶ δύναμις ὑπάρχων τοῦ Θεοῦ καὶ Πατρός. οἰησόμεθα γὰρ οὕτω καὶ οὐχ ἑτέρως αὐτὸν τὰ τῆς θεότητος ἔργα μετ᾽ ἐξουσίας ἀποπληροῦν. πάντα μὲν γὰρ παρὰ τοῦ Πατρὸς, πλὴν οὐ δίχα τοῦ Υἱοῦ. πῶς γὰρ ἂν ἐργάσαιτό τι τῶν αὐτῷ πρεπόντων ὁ Θεὸς καὶ Πατὴρ, οὐχὶ δὴ συνούσης τε αὐτῷ καὶ συναποτελούσης τὰ ἐφ᾽ οἷς ἂν νοοῖτο τυχὸν ἡ κατ᾽ ἐνέργειαν κίνησις, τῆς τε σοφίας καὶ τῆς δυνάμεως αὐτοῦ, φημὶ δὴ τοῦ Υἱοῦ; διὰ τοῦτο καὶ ὁ σοφὸς Εὐαγγελιστὴς, ὁ τὴν τοῦδε τοῦ βιβλίου συγγραφὴν πηξάμενος, ἐν ἀρχαῖς τοῦ λόγου φησὶν ὅτι “Πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.” ἐπειδὴ τοίνυν ὁ τῆς ὁμοουσιότητος ἀναπείθει λόγος ἀκολούθως ἡμᾶς ἐννοεῖν ὅτι πάντα μὲν ἐκ Πατρὸς, δι᾽ Υἱοῦ δὲ πάντως ἐν Πνεύματι· νεκρώσας δὲ θάνατον καὶ φθορὰν, καὶ τὴν τοῦ διαβόλου τυραννίδα περιελὼν, ὅλην ἔμελλε τὴν ὑφ᾽ ἡλίῳ ταῖς διὰ τοῦ Πνεύματος καταφαιδρύνειν φωταγωγίαις, ἀναδείκνυσθαί τε διὰ τούτου λοιπὸν Θεὸς κατὰ φύσιν ὄντως καὶ ἀληθινὸς, ἀναγκαίως φησί Πάτερ δόξασόν σου τὸν Υἱὸν ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε.
καὶ οὐ δή τις νοῦν ἔχων ἐρεῖ, δόξαν μὲν αἰτεῖν παρὰ Πατρὸς τὸν Υἱὸν, καθάπερ ἄνθρωπον ἐξ ἀνθρώπου τυχὸν, διδόναι δὲ καὶ αὐτὸν ὡς ἐξ ἀμοιβῆς ἐπαγγέλλεσθαι· σμικροπρεπὲς γὰρ λίαν, μᾶλλον δὲ ἀσύνετον παντελῶς, τὸ τοιαύτην ἔχειν ἐπὶ Θεοῦ τὴν διάληψιν· ἀναγκαιοτάτην δὲ τῷ Πατρὶ τὴν ἑαυτοῦ δόξαν ἐπιδεικνὺς, ἵνα γινώσκηται καὶ ὁμοούσιος, ταυτὶ λελάληκεν ὁ Σωτήρ. ὥσπερ γὰρ ἀδοξίας ἔσται παραίτιον τῷ Θεῷ καὶ Πατρὶ τὸ μὴ τοιοῦτον ἔχειν τὸν ἐξ αὐτοῦ φύντα τε καὶ γεγεννημένον Υἱὸν, ὁποῖον ἂν εἶναι πρέποι τὸν ἐκ Θεοῦ Θεὸν κατὰ φύσιν, οὕτως οἶμαι καὶ δόξαν αὐτῷ περιποιήσει καὶ καύχημα, τὸ ἐν τούτοις ὄντα τὸν ἴδιον ἔχειν Υἱὸν, ἐν οἷσπερ ἂν ὑπάρχειν αὐτὸς καὶ νοοῖτο καὶ λέγοιτο. δοξάζεται τοίνυν ὁ Πατὴρ ἐν τῇ τοῦ γεννήματος δόξῃ, καθάπερ ἔλεγον ἀρτίως, διδοὺς μὲν τὴν δόξαν ἐν τῷ νοεῖσθαι διὰ πραγμάτων ποίου τε καὶ τίνος ἐξέφυ Πατρὸς ὁ Μονογενὴς, ἀντικομιζόμενος δὲ ὥσπερ ἐν τῷ νοεῖσθαι πάλιν τίνος τε καὶ οἵου Πατὴρ ὑπάρχει κατὰ ἀλήθειαν. οὐσιῶδες οὖν ἄρα καὶ φυσικὸν παρὰ μὲν τοῦ Πατρὸς εἰς Υἱὸν, παρὰ δὲ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα διαβήσεται τῆς δόξης τὸ καύχημα.
Εἰ δέ τις δοίη τυχὸν καὶ διὰ τὸ τῆς ἐνανθρωπήσεως ταπεινὸν, ἐλάττονά πως ἢ καθ᾽ ἑαυτὸν κἀνθάδε λαλεῖν τὸν Κύριον· κατείθισται γὰρ καὶ τοῦτο αὐτῷ· λογισμοῦ τοῦ πρέποντος ἀμοιρήσει μὲν οὐδαμῶς, τῶν γεμὴν ἐξ ἀκριβείας θεωρημάτων οὐ λίαν ἐφάψεται. εἰ μὲν γὰρ ἐξῄτει μόνον αὐτὸς τὴν παρὰ τοῦ Πατρὸς δόξαν, οὐδὲν ἀπεικὸς τοῖς τῆς ἀνθρωπότητος μέτροις τὴν αἴτησιν ἐγκαλεῖν· ἐπειδὴ δὲ καὶ ἀντιδοξάζειν ἐπαγγέλλεται τὸν Πατέρα, πῶς οὐκ ἀναγκαῖον ἤδη φαίνεται τοῖς ἀρτίως ἡμῖν προαποδοθεῖσι θεωρήμασι προθυμότερον ἐπιπηδᾶν;
ΚΕΦΑΛΗ Δ. Ὅτι κατ᾽ οὐδένα τρόπον ἀδικήσει τοῦ Υἱοῦ τὴν δόξαν τὸ εἰληφέναι τι λέγεσθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἔχοντος εὐσεβῆ τοῦ πράγματος λόγον. <Καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκὸς, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ, δώσει αὐτοῖς ζωὴν αἰώνιον.> ἘΞΗΓΕΙΤΑΙ πάλιν καὶ διὰ τούτων ἡμῖν ὁ Χριστὸς τὸν τῆς δόξης τρόπον, δι᾽ οὗπερ ἂν ὁ μὲν Θεὸς καὶ Πατὴρ εὐκλεᾶ καὶ ἐπιδοξότατον ἀποφανεῖ τὸν ἴδιον Υἱὸν, ἀντιδοξασθήσεται δὲ καὶ αὐτὸς παρὰ τοῦ ἰδίου γεννήματος. ἐκπλατύνει δὲ τὸν λόγον καὶ διαφανὲς ἐργάζεται τὸ θεώρημα πρὸς ἡμετέραν οἰκοδομήν τε καὶ ὄνησιν. πάντα γὰρ εἰδότι τῷ Θεῷ καὶ Πατρὶ τίς ἡ τοῦ διδάσκεσθαι χρεία τὸν τῆς αἰτήσεως τρόπον; καλεῖ τοιγαροῦν τὴν παρὰ Πατρὸς εἰς ἡμᾶς εὐμένειαν. ἐπειδὴ γάρ ἐστιν ἀρχιερεὺς τῶν ἡμετέρων ψυχῶν, καθὸ πέφηνεν ἄνθρωπος, καίτοι Θεὸς ὑπάρχων φύσει μετὰ Πατρὸς, τὰς ὑπὲρ ἡμῶν διαλέξεις ποιεῖται πρεπωδέστατα, πιστεύειν ἡμᾶς ἀναπείθων ὅτι καὶ νῦν ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, καὶ παράκλητος δίκαιος, κατὰ τὴν Ἰωάννου φωνήν. διὸ καὶ ὁ Παῦλος τοῦτον ἡμᾶς διακεῖσθαι τὸν τρόπον ἐθελήσας, ἐπιστέλλει “Οὐ γὰρ ἔχομεν ἀρχιερέα ”μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειρα- “μένον δὲ κατὰ πάντα καθ᾽ ὁμοιότητα χωρὶς ἁμαρτίας.”
οὐκοῦν ἐπείπερ ἐστὶν ἀρχιερεὺς, καθὸ πέφηνεν ἄνθρωπος, ἐν ταὐτῷ δὲ καὶ ἄμωμον θῦμα προσκεκόμικεν ἑαυτὸν ἀντίλυτρον τῆς ἁπάντων ζωῆς τῷ Θεῷ καὶ Πατρὶ, καθάπερ ἀπαρχήν τινα τῆς ἀνθρωπότητος, “ἵν᾽ ἐν πᾶσι γένηται πρωτεύων,” ὡς ὁ Παῦλός φησι· προσκομίζει δὲ πάλιν τὸ ἀποσκιρτῆσαν γένος ἐπὶ τῆς γῆς, αἵματι μὲν τῷ ἰδίῳ καθαρὸν ἀποδείξας, ἀναμορφώσας δὲ πρὸς καινότητα ζωῆς διὰ τοῦ Ἁγίου Πνεύματος. ἐπειδὴ δὲ, καθὰ πολλάκις εἰρήκαμεν, πάντα τελεῖται παρὰ Πατρὸς δι᾽ Υἱοῦ ἐν Πνεύματι, πλάττεται τῶν ἀγαθῶν εἰς ἡμᾶς τὴν αἴτησιν, ὡς μεσίτης καὶ ἀρχιερεὺς, καίτοι συνδοτὴρ καὶ συγχορηγὸς ὑπάρχων τῷ ἰδίῳ γεννήτορι τῶν θείων τε καὶ πνευματικῶν χαρισμάτων. διαιρεῖ γὰρ κατ᾽ ἰδίαν βούλησίν τε καὶ ἐξουσίαν οἷσπερ ἂν ἐθέλοι τὸ Πνεῦμα Χριστός.
Καὶ ταυτὶ μὲν ἐν τούτοις· τί δὲ δὴ βούλεται δηλοῦν τὸ τῆς αἰτήσεως σχῆμα, δοκιμαζέτω πάλιν ὁ λόγος. “Πάτερ” τοίνυν, φησὶ, “δόξασόν σου τὸν Υἱὸν ἵνα καὶ ὁ Υἱός σου ”δοξάσῃ σε.” πῶς οὖν ἢ τίνα τρόπον ὅπερ ἔφην διανυσθήσεται; βούλομαι, φησὶν, ἵνα ὥσπερ δέδωκάς μοι τὴν ἐξουσίαν πάσης σαρκὸς, οὕτω καὶ πᾶν ὃ δέδωκάς μοι ἔχῃ ζωὴν αἰώνιον. ἐδόξασε μὲν γὰρ ὁ Πατὴρ τὸν ἴδιον Υἱὸν, πᾶσαν ὑποθεὶς τὴν ὑφ᾽ ἡλίῳ τοῖς σκήπτροις αὐτοῦ, ἀντεδοξάσθη δὲ καὶ αὐτὸς δι᾽ αὐτοῦ. ὁ μὲν γὰρ Υἱὸς ἐδοξάσθη παρὰ τοῦ Πατρὸς, πιστευθεὶς παρὰ πάντων ὅτι γέννημα καὶ καρπός ἐστι τοῦ πάντα ἰσχύοντος καὶ ἀμογητὶ τὰ πάντα τοῖς τῆς αὐτοῦ βασιλείας ὑποτιθέντος ζυγοῖς, ἀντεδοξάσθη δὲ ὥσπερ παρὰ τοῦ ἰδίου γεννήματος ὁ Πατήρ. ἐπειδὴ γὰρ πάντα ἰσχύον ἐπιτελεῖν εὐκόλως ἐγνώσθη τὸ γέννημα, διαβέβηκε τῆς εὐκλείας ἡ χάρις εἰς τὸν τεκόντα αὐτό. ὥσπερ οὖν, φησὶ, ἐδόξασάς τε καὶ ἐδοξάσθης, δοὺς αὐτῷ τὴν κατὰ πάντων ἐξουσίαν καὶ κυριότητα, κατὰ τὸν εἰρημένον δηλονότι τρόπον· οὕτω θέλω ἵνα μηδὲν τῶν δοθέντων ἀπόληται· δόξα γὰρ καὶ αὕτη παρὰ μὲν τοῦ Πατρὸς εἰς τὸν Υἱὸν, παρὰ δὲ τοῦ Υἱοῦ εἰς τὸν Πατέρα διαδραμεῖται πάλιν.
ἔδει γὰρ ἔδει τὸ ὑπεξούσιον ὅλως καὶ ὑπὸ χεῖρα γεγενημένον τοῦ πάντα ἰσχύοντος Θεοῦ Λόγου, διασεσωσμένον ἅπαξ, καὶ ἐν ἀτελευτήτοις μεῖναι τοῖς ἀγαθοῖς, ὡς μηκέτι μὲν τυραννεῖσθαι θανάτῳ, μὴ φθορᾷ κρατεῖσθαι καὶ ἁμαρτίαις, ἤγουν ἔτι τοῖς ἀρχαίοις ὑποκεῖσθαι κακοῖς.
Ἐπειδὴ δὲ τό Δέδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκὸς θορυβήσειν εἰκὸς τῶν ἁπλουστέρων τινὰς, φέρε δὴ πάλιν ὀλίγα ἄττα χρησίμως εἰς τοῦτο λέγωμεν, οὐκ ὀκνοῦντες διὰ τὴν χρείαν, εἰ καὶ ἀσθενεῖ πᾶς λόγος εἰς τὴν περὶ τῶν τοιούτων ἐξήγησιν. μάλιστα μὲν γὰρ ἐρεῖ καὶ τοῦτο πρεπόντως ὁ Κύριος τῷ ληφθέντι σχήματι, τῷ τῆς ταπεινώσεως λέγω καὶ τοῖς τῆς ἀνθρωπότητος μέτροις. καὶ δέχου τὸν λογισμόν. εἰ μὲν γὰρ ἐρυθριῶμεν ἀκούοντες ὅτι δοῦλος κεχρημάτικε δι᾽ ἡμᾶς, καίτοι τῶν ὅλων Κύριος ὢν μετὰ τοῦ Πατρὸς, καὶ ὅτι κεχειροτόνηται “βασιλεὺς ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ,” καίτοι τὸ κατάρχειν δύνασθαι τῶν ὅλων ἐν ἰδίᾳ φύσει καὶ οὐκ ἐπίκτητον ἔχων, ἐρυθριᾶν ἀκόλουθον κἂν εἴ τι λέγῃ δέχεσθαι πάλιν ὡς ἄνθρωπος. εἰ δὲ θαυμάζομεν ἐν ἐκείνοις τὴν ἑκούσιον ὑποταγὴν, τὸ οὐσιωδῶς ἐμπεφυκὸς οὐκ ἀγνοοῦντες ἀξίωμα, τί μὴ πρὸς ἐκείνοις καὶ τοῦτο τεθαύμασται; πάντα γὰρ ἔχων, ὡς Θεὸς, δέχεσθαί φησιν ὡς ἄνθρωπος, ᾧ τὸ βασιλεύειν, οὐκ οὐσιῶδες, ἀλλὰ δοτόν· “τί γὰρ ἔχεις ὃ ”οὐκ ἔλαβες,” τοῖς τῶν γενητῶν ἁρμόσει μέτροις· γενητὸς δὲ καὶ ὁ Χριστὸς, καθὸ γέγονεν ἄνθρωπος, καίτοι τὴν φύσιν ἀγένητος ὢν, καθὸ πέφηνεν ἐκ Θεοῦ. πάντα μὲν γὰρ ἐν Θεῷ φυσικῶς τε καὶ ἰδίως τὰ ἀγαθὰ νοεῖταί τε καὶ ἔστι κατὰ ἀλήθειαν, εἰσποιητὰ δὲ ἐν ἡμῖν καὶ διὰ θείας χορηγούμενα χάριτος.
ὅταν τοίνυν ὡς ἄνθρωπος εἰς τὴν καθ᾽ ἡμῶν τεθειμένος ἀρχὴν δεδόσθαι λέγῃ παρὰ Πατρὸς τὴν κατὰ πάσης σαρκὸς ἐξουσίαν αὐτῷ, σκανδαλιστέον οὐδαμῶς· χρὴ γὰρ ἐννοῆσαι τὴν οἰκονομίαν. εἰ δέ σοι δοκεῖ καὶ θεοπρεπέστερον ἐπαΐειν τῶν λεγομένων, σύνες δὴ πάλιν ὅπερ ἔφη που πρὸς Ἰουδαίους ὁ Κύριος “Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐδεὶς ”δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με “ἑλκύσῃ αὐτόν.” οὓς γὰρ ἐὰν θέλῃ ζωοποιεῖν ὁ Πατὴρ, τούτους ὡς ἰδίᾳ δυνάμει τῇ ζωοποιῷ προσάγει τῷ ἰδίῳ γεννήματι, δυναμοῖ δὲ πάλιν καὶ σοφοῖ δι᾽ αὐτοῦ· ἀλλὰ καὶ εἴ τινας ὑπὸ ζεύγλην τῆς ἰδίας ἀρχῆς ποιῆσαι βούλεται πάλιν, αὐτοὺς οὐχ ἑτέρως εἰς τοῦτο καλεῖ, ὡς δὲ διὰ ζώσης ἰσχύος καὶ παντουργοῦ, δι᾽ ἧς κατάρχει τῶν ὅλων, φημὶ δὴ τοῦ ἰδίου γεννήματος. ἄνθρωποι μὲν γὰρ οὐδὲν ἐξ ἑαυτῶν τῶν ὑπὲρ ἑαυτοὺς κατορθοῦν ἰσχύοντες δανείζονται παρὰ Θεοῦ τὸ τῶν ἄλλων δύνασθαι κρατεῖν· δι᾽ αὐτοῦ γὰρ βασιλεῖς βασιλεύουσι, κατὰ τὸ γεγραμμένον, καὶ τύραννοι δι᾽ αὐτοῦ κρατοῦσι γῆς· ὁ δὲ τῶν ὅλων Θεὸς τὸ ἀποσκιρτῆσαν γένος τῆς εἰς αὐτὸν ἀγάπης, καὶ τῆς ὑπ᾽ αὐτῷ βασιλείας τὸν ζυγὸν ἀποτινάξαν, οὐ παρ᾽ ἑτέρου τὸ δύνασθαι λαβὼν, ὑποτίθησιν ἑαυτῷ τὰ πάντα, τῇ ἰδίᾳ δυνάμει τὴν κατ᾽ αὐτῶν ἐξουσίαν οἱονεὶ δωρούμενος, καὶ δι᾽ αὐτῆς χειρούμενος, ὅπερ ἂν ἐθελήσῃ λαβεῖν.
ὑπάγει γὰρ ὁ Θεὸς καὶ Πατὴρ ὡς ἰδίᾳ δυνάμει τῷ Υἱῷ· δι᾽ αὐτοῦ δὲ πάντως καὶ οὐχ ἑτέρως πᾶν ὅπερ ἐστὶν ὑποπίπτειν ἐθέλον αὐτῷ διὰ τῆς ὑποταγῆς. ὥσπερ γὰρ τὰ πάντα σοφοῖ καὶ ζωοποιεῖ δι᾽ αὐτοῦ, οὕτω καὶ τῶν ὅλων κατάρχει δι᾽ αὐτοῦ.
Σημειωτέον γεμὴν, ὡς οὐκ εἰς μόνον ἔτι τὸν Ἰσραὴλ ἡ τῆς ἄνωθεν φιλανθρωπίας συνεστέλλετο χάρις, ἀλλ᾽ ἐπὶ πᾶσαν ἐξετείνετο σάρκα. τὸ γὰρ ὅλως ὑποτρέχον τοῦ Σωτῆρος τὴν ἐξουσίαν, μεθέξει δὴ πάντως καὶ τῆς παρ᾽ αὐτοῦ ζωῆς τε καὶ χάριτος.
ΚΕΦΑΛΗ Ε. Ὅτι τοῦ εἶναι Θεὸς ἀληθινὸς ὁ Υἱὸς οὐκ ἔξω κείσεται, κἂν μόνον καὶ ἀληθινὸν ὀνομάζῃ Θεὸν τὸν Πατέρα. <Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.> ΜΗΤΕΡΑ τῆς αἰωνίου ζωῆς τὴν πίστιν ὡρίσατο, καὶ τῆς ἀληθοῦς θεογνωσίας τὴν δύναμιν παραίτιον ἔσεσθαί φησι τῆς εἰς αἰῶνα διαμονῆς τῆς ἐν ἀφθαρσίᾳ δηλονότι καὶ μακαριότητι καὶ ἁγιασμῷ. ἀληθῆ δὲ θεογνωσίαν εἶναί φαμεν, ἣ τῶν ἐγκλημάτων ἀπήλλακται τῆς πρὸς ἕτερόν τι παρατροπῆς καὶ ἐφ᾽ ἃ μὴ προσῆκεν ἀποδρομῆς. λελατρεύκασι γάρ τινες “τῇ κτίσει παρὰ τὸν κτίσαντα,” καὶ τῷ ξύλῳ τετολμήκασιν εἰπεῖν “Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ Σύ με ἐγέννησας.” πρὸς γὰρ δὴ τοσοῦτον οἱ δείλαιοι κατώλισθον ἀμαθίας μέτρον, ὡς καὶ ταῖς αἰσθήσεως ἀμοιρούσαις ὕλαις, τὴν θείαν ἁπλῶς ἐπωνυμίαν χαρίσασθαι, καὶ τῆς τὰ πάντα ὑπερκειμένης οὐσίας τὴν ἄῤῥητον περιθεῖναι δόξαν. μόνον οὖν καὶ ἀληθινὸν ὀνομάζει Θεὸν τὸν Πατέρα, τοῖς ψευδωνύμοις ἀντιτιθεὶς, καὶ τοῖς πεπλανημένως ὠνομασμένοις θεοῖς ἀντιπαρεξάγων ὥσπερ τὸν ἀληθῆ· σκοπὸς γὰρ οὗτος τῷ λόγῳ. χρησίμως δὲ λίαν ἕνα καὶ μόνον εἰπὼν τὸν Πατέρα, καὶ τῆς ἑαυτοῦ διαμέμνηται δόξης λέγων Καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.
οὐ γὰρ ἂν ἑτέρως τις ἕλοι τὴν τελείαν τοῦ Πατρὸς γνῶσιν, εἰ μὴ συνειστρέχοι προσεχῶς τε καὶ συνημμένως καὶ ἡ περὶ τοῦ γεννήματος, τουτέστι, τοῦ Υἱοῦ. ἅμα γάρ τις ἔγνω τί ἐστι Πατὴρ, ἔγνω δὴ πάντως καὶ τὸν Υἱόν. ἕνα τοιγαροῦν καὶ ἀληθινὸν εἰπὼν τὸν Πατέρα καὶ Θεὸν, οὐκ ἔξω τέθεικεν ἑαυτόν. ὢν γὰρ ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ κατὰ φύσιν, ἀληθινὸς ἔσται καὶ αὐτὸς, καὶ μόνος ἐν μόνῳ· παρ᾽ αὐτὸν γὰρ ἕτερος οὐδεὶς Θεὸς ἀληθινὸς ἔσται καὶ μόνος. “Οἱ γὰρ ”θεοὶ τῶν ἐθνῶν δαιμόνια·” δούλη δὲ καὶ ἡ κτίσις, ἣν οὐκ οἶδ᾽ ὅπως προσκυνοῦσί τινες, εἰς ἀδόκιμόν τε καὶ λίαν ἐμπαθῆ κατασυρόμενοι γνώμην. πολλοῖς οὖσιν ἄρα τοῖς ἐν τῷδε τῷ κόσμῳ νομισθεῖσιν ἐξ ἀπάτης εἶναι θεοῖς, καὶ νόθην λαχοῦσι τὴν ἐπωνυμίαν, ὁ μόνος καὶ ἀληθινὸς ἀντανίσταται Θεὸς, ὁ ἐν αὐτῷ τε καὶ ἐξ αὐτοῦ κατὰ φύσιν Υἱὸς, διῃρημένως τε ἅμα καὶ συμφυῶς καθ᾽ ἑνότητα φυσικήν. διῃρημένως μὲν γάρ· διὰ τὸ ἐν ὑπάρξει νοεῖσθαι τῇ καθ᾽ ἑαυτόν· υἱὸς γάρ ἐστιν ὁ Υἱὸς καὶ οὐχὶ Πατήρ· συμφυῶς δὲ πάλιν, ὅτι τῇ τοῦ τεκόντος ὑπάρξει συμπαρομαρτήσει δὴ πάντως ὁ ἐξ αὐτοῦ κατὰ φύσιν. ἅμα γὰρ Πατὴρ καὶ Υἱὸς, εἴπερ ἐστί τε καὶ λέγεται διὰ τοῦτο Πατὴρ, ἐπειδὴ νοεῖται γεγεννηκώς.
Αὕτη τοίνυν ἐστί φησιν ἡ αἰώνιος ζωὴ ἵνα γινωσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. ἆρ᾽ οὖν· ἐρεῖ τις τῶν φιλακροαμόνων, οἷς τὸ μὴ παρέργως τοῖς θείοις δόγμασιν ὁμιλεῖν ἐσπούδασται· τὴν γνῶσιν εἶναί φαμεν τὴν αἰώνιον ζωὴν, ἐξαρκέσει δέ τισι τὸ εἰδέναι τὸν ὄντως τε καὶ φύσει ἀληθῶς ὄντα Θεὸν εἰς τὸ πᾶσαν ἔχειν τῆς ἐλπίδος τὴν ἀσφάλειαν, δεήσεται δὲ τῶν ἄλλων οὐδενός; εἶτα πῶς ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι; πίστιν δὲ ὅταν λέγωμεν, τὴν ἀληθῆ περὶ τοῦ Θεοῦ γνῶσιν καὶ οὐχ ἕτερόν τι σημαίνομεν· διὰ γὰρ τοῦ πιστεύειν ἡ γνῶσις· καὶ μαρτυρήσει λέγων ὁ προφήτης Ἡσαΐας πρός τινας “Ἐὰν γὰρ μὴ ”πιστεύσητε, οὐδ᾽ οὐ μὴ συνῆτε.” ὅτι δὲ τὴν ἐν ψιλοῖς θεωρήμασι γνῶσιν, χρῆμα παντελῶς ἀνόνητον αἱ τῶν ἁγίων ἡμῖν ἀποφαίνουσι συγγραφαὶ, συνήσειν οἶμαι κἀντεῦθεν. ἔφη γάρ που τις τῶν ἁγίων μαθητῶν “Σὺ πιστεύεις ὅτι εἷς ”ἐστιν ὁ Θεὸς, καλῶς ποιεῖς, καὶ δαιμόνια πιστεύουσι, καὶ “φρίσσουσι.” τί οὖν ἐροῦμεν πρὸς ταῦτα; πῶς ἀληθεύσει Χριστὸς, ζωὴν αἰώνιον εἶναι λέγων τὸ γνῶναι τὸν ἕνα καὶ ἀληθῆ Πατέρα καὶ Θεὸν, καὶ σὺν αὐτῷ τὸν Υἱόν;
ἀλλ᾽ οἶμαι δὴ δεῖν πρὸς τοῦτο εἰπεῖν, ὅτι δὴ πάντως ἀληθὴς ἔσται τοῦ Σωτῆρος ὁ λόγος· ζωὴ γὰρ ἡ γνῶσις, ὡς ὅλην ὠδίνουσα τοῦ μυστηρίου τὴν δύναμιν, καὶ εἰσκομίζουσα μὲν τῆς μυστικῆς εὐλογίας τὴν μέθεξιν, δι᾽ ἧς τῷ ζῶντι καὶ ζωοποιῷ προσοικειούμεθα Λόγῳ. σύσσωμα γὰρ καὶ συμμέτοχα τοῦ Χριστοῦ διὰ ταύτην οἶμαι τὴν αἰτίαν καὶ ὁ Παῦλος τὰ ἔθνη γενέσθαι φησὶν, ἅτε δὴ καὶ μετεσχηκότα τῆς ἁγίας αὐτοῦ σαρκός τε καὶ αἵματος. νοηθείη δ᾽ ἂν οὕτω καὶ μέλη Χριστοῦ τὰ ἡμέτερα μέλη. ζωὴ τοιγαροῦν ἡ γνῶσις εἰσκομίζουσα πρὸς τούτῳ τὴν διὰ τοῦ Πνεύματος εὐλογίαν. κατοικεῖ γὰρ ἐν ταῖς καρδίαις ἡμῶν, ἀναμορφοῦν εἰς υἱοθεσίαν τοὺς δεχομένους αὐτὸ, καὶ ἀναπλάττον εἰς ἀφθαρσίαν καὶ εὐσέβειαν διὰ πολιτείας εὐαγγελικῆς. πρόξενον τοίνυν καὶ οἱονεὶ προμνήστριαν τῶν εἰρημένων ἀγαθῶν, τὴν εἰς Θεὸν τὸν ἕνα καὶ ἀληθινὸν ἐπιστάμενος γνῶσιν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ζωὴν εἶναί φησιν αὐτὴν τὴν αἰώνιον ἅτε δὴ καὶ μητέρα καὶ τροφὸν τῆς αἰωνίου ζωῆς, ὠδίνουσαν ὥσπερ ἐν ἰδίᾳ δυνάμει καὶ φύσει τὰ τῆς ζωῆς αἴτια καὶ εἰς αὐτὴν ἀποφέροντα.
Οἶμαι δὲ δεῖν ἐπιτηρῆσαι φιλομαθῶς, κατὰ τίνα τρόπον ἐν ἡμῖν εἴρηκεν ὁ Χριστὸς τὴν τελειοτάτην ἀποπληροῦσθαι γνῶσιν τοῦ μόνου καὶ κατὰ ἀλήθειαν ὄντος Θεοῦ. θέα γὰρ ὅπως οὐ δίχα τῆς ἐφ᾽ Υἱῷ θεωρίας γίγνεται, δῆλον δὲ ὅτι καὶ τοῦ Ἁγίου Πνεύματος· ἡ μονὰς γὰρ οὕτως ἐν Τριάδι νοεῖται καὶ πιστεύεται κατὰ τὰς γραφάς. Ἰουδαῖοι μὲν γὰρ ταῖς διὰ Μωυσέως ἐντολαῖς πρὸς ἀπόστασιν ποδηγούμενοι τῶν πολλῶν τε καὶ ψευδωνύμων, προσῄεσάν τε καὶ λατρεύειν ἀνεπείθοντο τῷ μόνῳ καὶ ἀληθινῷ. “Κύριον γὰρ τὸν Θεόν ”σου προσκυνήσεις, ὁ νόμος φησὶ, καὶ αὐτῷ μόνῳ λατρεύ- “σεις.” ἀλλ᾽ οἱ τῷ μόνῳ καὶ ἀληθινῷ λελατρευκότες τε ἤδη καὶ προσκείμενοι, ὡς οὔπω τελείαν ἔχοντες τοῦ προσκυνουμένου τὴν γνῶσιν, διὰ τῶν τοῦ Σωτῆρος ἡμῶν ῥημάτων καλοῦνται νυνὶ πρὸς αὐτὴν, οὐχ ὅτι μόνος, εἷς τε καὶ ἀληθὴς ὁ πάντων δημιουργὸς μανθάνοντες, ἀλλ᾽ ὅτι καὶ Πατὴρ καὶ τίνα γεγέννηκε, μᾶλλον δὲ ἤδη καὶ ἀκριβῶς αὐτὸν ἐν ἀπαραλλάκτῳ θεωρήσαντες εἰκόνι, τουτέστι, τῷ Υἱῷ. διὰ γὰρ τοῦ χαρακτῆρος ἴοι τις ἂν καὶ μάλα ῥᾳδίως ἐπὶ τὴν τῶν ἀρχετύπων ἀκραιφνῆ θεωρίαν.
ἀναγκαιότατα τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοὺς διὰ πίστεως κεκλημένους εἰς υἱοθεσίαν καὶ ζωὴν αἰώνιον, οὐ μόνον ἔφη χρῆναι μαθεῖν, ὅτι μόνος ἐστὶ καὶ ἀληθινὸς ὁ Θεὸς, ἀλλ᾽ ὅτι καὶ Πατὴρ, καὶ τίνος ἐστὶ Πατὴρ, τοῦ δι᾽ ἡμᾶς δηλονότι σαρκὸς γεγονότος, ἀπεσταλμένου τε πρὸς ἐπανόρθωσιν τῆς κατεφθαρμένης φύσεως λογικῆς, τουτέστι τῆς ἀνθρωπότητος.
ΚΕΦΑΛΗ ϛ. Ὅτι δόξης τῆς θεοπρεποῦς οὐ γυμνὸς ἦν ὁ Υἱὸς κἂν εὑρίσκηται λέγων πρὸς τὸν Πατέρα Καὶ νῦν δόξασόν με τῇ δόξῃ ᾗ εἶχον, καὶ τὰ ἑξῆς. <Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω αὐτό. καὶ νῦν δόξασόν με σὺ Πάτερ παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.> ἈΝΑΠΛΕΚΕΙ πάλιν τῷ θεοπρεπεῖ τὸ ἀνθρώπινον, καὶ μέμικταί πως ὁ λόγος, ἐπ᾽ ἄμφω βλέπων, οὔτε λίαν ἐξαίρων εἰς ὁλόκληρον ἐξουσίαν τε καὶ δόξαν τὴν θεοπρεπῆ τὸ τοῦ λέγοντος πρόσωπον, οὔτε μὴν εἰσάπαν τοῖς τῆς ἀνθρωπότητος μέτροις ἐνιζάνειν ἐῶν, ἀλλ᾽ ἕν τι τὸ ἐξ ἀμφοῖν ἀνακεραννὺς, οὐδενὸς τῶν εἰρημένων ἀπηλλαγμένον. ᾤετο γὰρ δεῖν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, οὐχ ὅτι μόνον ἐστὶ Θεὸς Μονογενὴς ἐκπαιδεύειν τοὺς πεπιστευκότας, ἀλλ᾽ ὅτι καὶ δι᾽ ἡμᾶς γέγονεν ἄνθρωπος, ἵνα πάντας κατακτήσηται τῷ Θεῷ καὶ Πατρὶ, καὶ ἀναμορφώσῃ πρὸς καινότητα ζωῆς ἐκπριάμενος αἵματι τῷ ἰδίῳ τὴν ἀνθρωπότητα, καὶ τῆς ἁπάντων προκινδυνεύσας ζωῆς, εἷς ὁ πάντων ἀξιώτερος· δοξάσαι τοίνυν φησὶν ἐπὶ τῆς γῆς τὸν Πατέρα, τελειώσας τὸ ἔργον ὃ δέδωκεν αὐτῷ.
Καὶ φέρε δὴ πάλιν, διπλῆν ὥσπερ τινὰ τοῖς περὶ τούτων θεωρήμασιν ἐπινοοῦντες τρίβον, ἀνθρωπίνως τε λέγωμεν καὶ θεοπρεπῶς εἰρῆσθαι καὶ τοῦτο. εἰ μὲν οὖν ὡς ἄνθρωπος τὰ τοιαῦτα λέγοι, παραδέξῃ τοιῶσδε Τύπος ἡμῖν καὶ ἀρχὴ καὶ εἰκὼν τῆς ἐνθέου πολιτείας κατέστη Χριστὸς, ὅπως τε καὶ τίνα τρόπον ἡμᾶς διαζῆν ἀκόλουθον, παρέδειξε σαφῶς· διὰ γάρ τοι τοῦτο λεπτοτάτην ἐπ᾽ αὐτῷ ποιοῦνται τὴν ἐξήγησιν οἱ τῶν θείων συγγραμμάτων δημιουργοί. παιδεύει τοίνυν ἡμᾶς καὶ δι᾽ ὧν ἐνθάδε φησὶν, ὅτι τὴν τεταγμένην αὐτῷ λειτουργίαν ἕκαστος ἡμῶν ἀποπληρῶν, καὶ διεξάγων εἰς τέλος τὰ κεκελευσμένα παρὰ Θεοῦ, τότε δὴ πάντως αὐτὸν διὰ τῶν ἰδίων δοξάζει κατορθωμάτων, οὐχ ὡς μὴ ἔχοντι προστιθείς· πλήρης γὰρ δόξης ἡ θεία τε καὶ ἄῤῥητος φύσις· ἀλλ᾽ ὅτι πρὸς τῶν ὁρώντων τε καὶ ὠφελουμένων δοξολογεῖσθαι ποιεῖ· καὶ γοῦν ὁ Σωτήρ “Λαμψάτω, φησὶ, τὸ φῶς ”ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ “ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς ”οὐρανοῖς.” ἀνδριζόμενοι γὰρ καὶ ἀγαθουργεῖν ἐθέλοντες διὰ Θεὸν, τὴν ἐντεῦθεν εὔκλειαν οὐχὶ ταῖς οἰκείαις μνηστευόμεθα κεφαλαῖς, ἀλλὰ τῇ τοῦ πάντων κρατοῦντος τιμῇ τε καὶ δόξῃ τὴν εὐφημίαν πραγματευόμεθα.
ὥσπερ γὰρ ὅτε τὴν ἀπᾴδουσαν τῷ Θεῷ καὶ βδελυρωτάτην ζωὴν ἐπιτηδεύοντες, ὡς τὴν ἄῤῥητον αὐτοῦ παραλύοντες δόξαν, εὐθυνόμεθά τε δικαίως καὶ τιμωρίαις ἔνοχον τὴν οἰκείαν ἀποτελοῦμεν ψυχὴν, διὰ τῆς τοῦ προφήτου φωνῆς ἀκούοντες “Δι᾽ ὑμᾶς ”διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι·” κατὰ τὸν αὐτὸν οἶμαι λόγον, ὅτε περιφανεστάτην ἐξανύομεν ἀρετὴν, τότε δὴ πάντως καὶ δοξολογεῖσθαι παρασκευάζομεν. ἀποπληρώσαντες τοίνυν τὸ δοθὲν ἡμῖν ἔργον παρὰ Θεοῦ, τότε καὶ μάλα δικαίως εἰς τὴν τοῖς γνησίοις πρεπωδεστάτην ἀναβαίνοντες παῤῥησίαν, τὴν ἴσην ὥσπερ ἀνταπαιτήσομεν δόξαν παρὰ τοῦ πρὸς ἡμῶν δοξασθέντος Θεοῦ “Ζῶ γὰρ ”ἐγὼ λέγει Κύριος, ὅτι τοὺς δοξάζοντάς με δοξάσω, καὶ “ὁ ἐξουθενῶν με ἐξουθενηθήσεται.” ἵνα τοίνυν ἀποδείξῃ Χριστὸς, ὅτι πρεπόντως δὴ τότε τὴν παρὰ τοῦ μόνου δόξαν ἀπαιτήσομεν, τὴν εἰς αἰῶνά φημι τὸν μέλλοντα, ὅταν αὐτῷ τὴν εἰς ἅπαν ὑποταγὴν ἀνυπαίτιον ἐπιδείξωμεν, καὶ τῶν παρ᾽ αὐτοῦ προστεταγμένων ἀκμαιότατοι φύλακες εὑρισκώμεθα, δοξάσαι μὲν αὐτὸς τὸν Πατέρα φησὶ, τὸ ἔργον τελειώσας ἐπὶ τῆς γῆς, ὃ δέδωκεν αὐτῷ· ζητεῖ γεμὴν ἀντικομίζεσθαι καὶ αὐτὸς οὐκ ἀλλοτρίαν οὐδὲ ἐπακτὴν, καθάπερ ἡμεῖς, τὴν ἰδίαν δὲ μᾶλλον εὔκλειάν τε καὶ δόξαν. ἔδει γὰρ ἐκεῖνο ἡμᾶς μὲν αἰτεῖν, αὐτὸν δὲ οὐκέτι. θέα δὲ ὅπως τὴν ἐπ᾽ ἄμφω παῤῥησίαν ἐν ἑαυτῷ πάλιν καὶ δι᾽ ἑαυτοῦ τῇ ἡμετέρᾳ φύσει καινοτομεῖ.
ἐν αὐτῷ γὰρ πρώτῳ καὶ δι᾽ αὐτοῦ πεπλουτήκαμεν καὶ τὸ δύνασθαι πληροῦν τὰ πρὸς κατόρθωσιν ἡμῖν ἐγκεχειρισμένα παρὰ Θεοῦ, καὶ τὸ χρῆναι λοιπὸν ἐκ παῤῥησίας τὴν τοῖς εὐδοκιμοῦσι χρεωστουμένην αἰτῆσαι τιμήν. πάλαι μὲν γὰρ διὰ τὴν ἐφ᾽ ἡμᾶς βασιλεύσασαν ἁμαρτίαν, καὶ τὴν γενομένην ἀπόστασιν ἐν Ἀδὰμ, οὔτε τὸ δύνασθαί τι κατορθοῦν τῶν τελούντων εἰς ἀρετὴν ἐκεκτήμεθα, ἀλλὰ καὶ παῤῥησίας τῆς πρὸς Θεὸν ὡς ποῤῥωτάτω ἦμεν. καὶ γοῦν εἰς ταύτην ἡμᾶς ἀνακομίζων Θεὸς ἐκ πολλῆς ἄγαν τῆς ἡμερότητος διὰ τῆς τοῦ προφήτου φωνῆς παρεμυθεῖτο λέγων “Μὴ φοβοῦ ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς ὅτι ὠνει- ”δίσθης.” ὥσπερ οὖν ἐν τοῖς ἄλλοις ἅπασιν ἀγαθοῖς καὶ ἀπαρχὴ καὶ θύρα καὶ ὁδὸς γέγονεν ἡμῖν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, οὕτω κἀνθάδε.
Εἰ δὲ τὴν ἰδίαν τε καὶ προκόσμιον δόξαν ὁ Σωτὴρ ἐπιζητεῖ, καὶ εἰς τύπον τὸν καθ᾽ ἡμᾶς τὴν τοῦ θεωρήματος περιενεγκόντες δύναμιν, σὺν πολλῇ τῇ προθυμίᾳ κατεργάζεσθαι δεῖν καὶ ἡμᾶς αὐτοὺς διαβεβαιούμεθα τὸ δοκοῦν τῷ Θεῷ, δόξαν δὲ οὕτω τὴν ἄνωθεν ἐκ παῤῥησίας αἰτεῖν· οἰέσθω μηδεὶς ἐκεῖνο λέγειν ἡμᾶς, ὅτι προσήκοι τὸν ἄνθρωπον κατὰ μίμησιν τοῦ Χριστοῦ, προκόσμιόν τινα καὶ ἀρχαίαν ὡς ὀφειλομένην καὶ αὐτῷ δόξαν ἐπιζητεῖν· ἐννοείτω δὲ μᾶλλον ὅτι τὸ ἑκάστῳ πρέπον, αὐτῷ καὶ λέγειν ἁρμοδιώτατον. εἰ μὲν γὰρ μόνον ἐν Χριστῷ νοεῖται τὸ ἀνθρώπινον καθ᾽ ἡμᾶς, λαλείτω δὴ μόνα καὶ τὰ τοῖς γηγενέσι πρέποντα, καὶ τὸ ἀνθρώπινον μὴ παρεξίτω μέτρον· εἰ δὲ Θεὸς ὢν ὁ Λόγος γέγονε σὰρξ, ὅταν τι λέγῃ καὶ θεοπρεπῶς, αὐτῷ μὲν ἁρμόσει μόνῳ, τοῖς δὲ μὴ κατ᾽ αὐτὸν, οὐκέτι.
Οὐκοῦν νοοῦντες ἀνθρωπινώτερον κατὰ τὴν ἀρτίως ἡμῖν ἀποδοθεῖσαν διάνοιαν, τὴν τῶν προκειμένων ἐκληψόμεθα δύναμιν· ἀναλογιζόμενοι δὲ πάλιν τὸ θεοπρεπὲς ἀξίωμα τοῦ Χριστοῦ, μεῖζόν τι λοιπὸν ἢ κατὰ ἀνθρώπου φύσιν ἐννοοῦμεν εἰκότως.
δοξάσαι τοίνυν φαμὲν τὸν ἑαυτοῦ Πατέρα Θεὸν, πεπληρωκότα τὸ ἔργον ὅπερ ἔλαβε παρ᾽ αὐτοῦ, οὐχ ὡς ὑπηρέτην ἢ ὡς ἐν τάξει γεγονότα τῇ ὑπουργικῇ, καὶ τοῦτο ὡς ἐξ ἀνάγκης, ἵνα μὴ φαίνηται καὶ ὁ πάντων Κύριος ἐν μέτρῳ τῷ καθ᾽ ἡμᾶς καὶ τῆς δουλευούσης κτίσεως· ἀνθρώπων γὰρ ἢ ἀγγέλων τὸ οἰκετικῶς ὑποτάττεσθαι καὶ τοῖς θείους νεύμασι δουλοπρεπῶς ὑπουργεῖν· ἀλλ᾽ ὅτι δύναμις ὑπάρχων καὶ σοφία τοῦ γεννήσαντος αὐτὸν, εὖ μάλα πεπλήρωκεν ἐγχειρισθεῖσαν ὥσπερ αὐτῷ τὴν τῶν καθ᾽ ἡμᾶς ἐπανόρθωσιν, καθάπερ ἀμέλει καὶ ὁ θεῖος ἡμῖν μελῳδὸς ἐν Πνεύματι τὴν τοῦ μυστηρίου δύναμιν ἐξηγούμενος ἔφασκεν “Ἔντειλαι ὁ Θεὸς τῇ δυνάμει σου, δυνάμωσον ὁ Θεὸς ”τοῦτο ὃ κατηρτίσω ἡμῖν·” ἵνα γὰρ ἀπελέγξῃ σαφῶς δύναμιν μὲν οὖσαν τοῦ Πατρὸς τὸν Υἱὸν, οὐχ ἕτερον γεμὴν ὄντα παρ᾽ αὐτὸν, ὅσον εἰς ταυτότητά φημι τὴν ἐν οὐσίᾳ καὶ φύσει, πρότερον εἰρηκὼς τό Ἔντειλαι τῇ δυνάμει σου, καὶ προσώπων δυάδα παρενεγκὼν, τοῦ τε ἐντελλομένου φημὶ καὶ πρὸς ὃν ἡ ἐντολὴ, παραχρῆμα πρὸς ἑνότητα συνάπτει τὴν φυσικὴν, ὁλοκλήρως τῇ θείᾳ τε καὶ ἀῤῥήτῳ φύσει τὴν τοῦ πράγματος ἔκβασιν ἀνατιθεὶς, διὰ τοῦ πανσόφως εἰπεῖν Δυνάμωσον ὁ Θεὸς τοῦτο ὃ κατηρτίσω ἡμῖν. ἐγχειρίζεται τοίνυν ἤτοι δέχεται παρὰ τοῦ ἰδίου Πατρὸς τὸ καθ᾽ ἡμᾶς ἔργον ὁ Υἱός.
κατὰ τίνα δὲ τρόπον ἢ πῶς ἐντέλλεται τῇ ἰδίᾳ δυνάμει Θεὸς, περιαθρῆσαί τε καὶ εἰπεῖν ἀναγκαῖον, ὡς ἂν ἐνδέχηται κατά γε τὸ ἀνθρωπίνως διερμηνεῦσαι τὰ ὑπὲρ νοῦν. ὑποκείσθω τοιγαροῦν ἀνήρ τις τῶν καθ᾽ ἡμᾶς, καὶ τοῦτον εἶναι πιστεύωμεν τέχνης ἐπιστήμονα τῆς χαλκευτικῆς· εἶτα πρὸς ἀνδριάντος ἐκτύπωσιν, ἤγουν ἤδη παθόντος καὶ λελωβημένου, τετράφθαι πρὸς ἐπανόρθωσιν. πῶς οὖν ἐργάσεται, κατορθώσει δὲ ὅπως τὸ δοκοῦν; ἐπιτρέψας δηλονότι τῇ δυνάμει τῶν ἰδίων χειρῶν καὶ σοφίᾳ τῇ κατὰ τὴν τέχνην, τὴν ἐφ᾽ οἷς ἂν ἕλοιτο δρᾶν ἀποπλήρωσιν. ἀλλ᾽ εἰ καὶ ταῖς ἐπινοίαις ὥσπερ ἕτερόν τι παρ᾽ αὐτὸν διαφαίνεσθαι δοκεῖ πως ἥ τε σοφία καὶ ἡ δύναμις αὐτοῦ, ἀλλ᾽ οὐχ ἕτεραι παρ᾽ αὐτὸν ἂν εἶεν. ἐν γὰρ τῷ τῆς οὐσίας λόγῳ καὶ ταῦτα κεκτήσεται. καὶ νοήσεις μέν τι τοιοῦτον ἐπὶ Θεοῦ, δέξῃ γεμὴν οὐκ εἰσάπαν ἐμφερῆ τὴν τοῦ παραδείγματος δύναμιν.
Θεὸς γὰρ ὁ ὑπὲρ πάντα, καὶ ὑπὲρ τοῦτο νοηθήσεται. ὁ αὐτὸς δ᾽ ἂν γένοιτο λόγος, ἐν εἴδει καὶ τρόπῳ ληφθεὶς παραδείγματος ἐπί τε ἡλίου καὶ πυρός. ἐντέλλεται μὲν γὰρ οἱονεὶ καὶ ὁ ἥλιος τῷ ἐξ αὐτοῦ προχεομένῳ φωτὶ καταλαμπρῦναι τὰ σύμπαντα· ἔργον δὲ ὥσπερ τῇ τῶν ἀκτίνων ἐνεργείᾳ δίδωσι τὴν τῆς θερμότητος δύναμιν τοῖς αὐτὴν δεχομένοις ἐμβαλεῖν· ὁμοίως δὲ καὶ τὸ πῦρ ἐντέλλεταί τε καὶ ἐπιτρέπει τρόπον τινὰ τῇ τῆς οἰκείας φύσεως ἰδιότητι τὰ αὐτῇ πρέποντα πληροῦν· ἀλλ᾽ οὐ παρὰ τοῦτό φαμεν ἐν ὑπουργίας τάξει τῆς δουλοπρεποῦς τὴν ἀκτῖνα μὲν καὶ τὸ φῶς τῷ ἡλίῳ, τὴν δὲ καυστικὴν ἐνέργειαν γενέσθαι τῷ πυρί. ἐνεργεῖ μὲν γὰρ ἑκάτερον δι᾽ ὧν ἔχει φυσικῶς τὰ οἰκεῖα. ἀλλ᾽ εἰ καὶ φαίνεταί πως οὐκ αὐτουργὰ, πλὴν οὐχ ἕτερα παρὰ τὰ ἐξ αὐτῶν φυσικῶς. τοιοῦτόν τι νοήσεις ἐπί τε Θεοῦ καὶ Πατρὸς καὶ τοῦ κατὰ φύσιν ἐξ αὐτοῦ γεννηθέντος Λόγου, ὅταν τι τῶν καθ᾽ ἡμᾶς ἐγχειρίζεσθαι λέγηται.
Ἐδόξασε τοίνυν ἐπὶ τῆς γῆς τὸν Πατέρα καὶ Θεὸν ἡ σοφία καὶ ἡ δύναμις αὐτοῦ, τουτέστιν ὁ Χριστὸς, τελειώσας τὸ ἔργον ὃ δέδωκεν αὐτῷ. ἐπειδὴ δὲ εἰς πέρας ἤδη τὸ αὐτῷ πρέπον τὸ ἔργον ἐκτελευτᾷ, τὴν αὐτῷ προσοῦσαν ἀεὶ δόξαν αἰτεῖ, καὶ τῆς ἀρχαιοτάτης εὐκλείας τὴν ἐπανάληψιν καιροῦ καλοῦντος ἤδη ζητεῖ. καὶ ποῖον ἄρα πεπλήρωκεν ἔργον, δι᾽ οὗ δοξάσαι φησὶ τὸν Πατέρα; Θεὸς γὰρ ὑπάρχων ἀληθινὸς, εὐδοκίᾳ καὶ θελήσει τοῦ Πατρὸς γέγονεν ἄνθρωπος, ὅλην ἀνασῶσαι τὴν οἰκουμένην, ἀνακαινίσαι τε πρὸς ζωὴν τὴν ἀπέραντον καὶ θεογνωσίαν τὴν ἀληθῆ τὸ διολισθῆσαν γένος ἐπὶ τῆς γῆς προθυμούμενος· ὃ δὴ καὶ πεπέρασται δυνάμει καὶ ἐξουσίᾳ θεοπρεπεῖ τοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, ἀνατρέψαντος δὲ τὴν τοῦ διαβόλου πλεονεξίαν, καὶ καθελόντος μὲν τὴν ἁμαρτίαν, καὶ ἀγάπην τὴν εἰς ἡμᾶς ἀσύγκριτον ἐπιδείξαντος, διὰ τοῦ πᾶσιν ἀνεῖναι τὰ ἐγκλήματα καὶ φωτίσαι τοὺς πεπλανημένους, συνέντας ἤδη Θεὸν τὸν ἕνα καὶ ἀληθινόν. κατορθώσαντος τοίνυν ἰδίᾳ δυνάμει τὰ τοιαῦτα Χριστοῦ, δεδόξασται παρὰ πάντων ὁ Πατὴρ, συνέντων δηλονότι τῶν ἐν κόσμῳ πάντων τήν τε σοφίαν καὶ τὴν δύναμιν καὶ τὴν ἐνυπάρχουσαν αὐτῷ γαληνότητα καὶ φιλανθρωπίαν. διέλαμψε γὰρ καὶ πεφανέρωται λοιπὸν ὡς ἐν εἰκόνι καὶ χαρακτῆρι τῆς ἰδίας φύσεως τῷ Υἱῷ, καὶ ἀπὸ τοῦ καρποῦ τὸ δένδρον ἐγνώσθη, κατὰ τὸ γεγραμμένον.
τετελεσμένων δὲ ἤδη τῶν ἔργων, καὶ εἰς πέρας ἥκοντος τὸ πρέπον αὐτῷ τοῦ καθ᾽ ἡμᾶς οἰκονομηθέντος καλῶς, εἰς τὴν οἰκείαν ἐπάνεισι δόξαν καὶ τῆς ἀρχαίας εὐκλείας ἐπιλαμβάνεται. πλὴν ὡς ἔτι τὴν ἀνθρώπου μορφὴν περικείμενος, τὸ τῆς αἰτήσεως πλάττεται σχῆμα, καὶ ὡς οὐκ ἔχων αἰτεῖ· πάντα γὰρ ἀνθρώπῳ παρὰ Θεοῦ. εἰ γὰρ καὶ ὅτι μάλιστα, καθὸ Θεὸς ἐκ Θεοῦ γεγέννηται Πατρὸς, δόξης τῆς θεοπρεποῦς οὐκ ἔρημος ἦν, ἀλλ᾽ ἐπείπερ ἐν καιρῷ τῆς καθ᾽ ἡμᾶς οἰκονομίας συνέστειλέ πως αὐτὴν, τὸ ἀδοξότατον τουτὶ σῶμα λαβὼν, ὡς ἀποῦσαν ἀληθῶς εὐλόγως ἐπιζητεῖ, καὶ τοῦτο λέγων ὡς ἄνθρωπος. τοιοῦτον δέ τι συνεὶς καὶ αὐτὸς ἡμῖν ὁ σοφὸς ἐπιστέλλει Παῦλος περὶ αὐτοῦ “Τοῦτο γὰρ ”φρονείτω, φησὶν, ἕκαστος ὑμῶν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, “ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ ”εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λα- “βὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι ”εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπή- “κοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· διὸ καὶ ὁ Θεὸς ”αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ “πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ ”κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ “πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χρι- ”στὸς εἰς δόξαν Θεοῦ Πατρός.”
ὑψηλὸν γὰρ ὄντα τὸν Υἱὸν, καθὸ πέφηνεν ἐξ αὐτοῦ Θεὸς δηλονότι καὶ Κύριος, οὐδὲν ἧττον ὡς ἄνθρωπον ὑψῶν ἀναγέγραπται, ᾧ τὸ τῆς ἰδίας φύσεως ταπεινὸν τὸ δεῖσθαι πάντως ὑψοῦσθαι περιποιεῖται. δόξης οὖν ἄρα τῆς ἰδίας τὴν ἐπανάληψιν καὶ μετὰ σαρκὸς ἀπαιτεῖ· καὶ οὐχὶ πάντως τῆς ἑαυτοῦ δόξης ἔρημος ὢν, εἰ καὶ μὴ λάβοι τυχὸν τὰ τοιαῦτά φησιν· οὐ γὰρ ἔξω τῶν ἰδίων ἀξιωμάτων ὁ Λόγος ἦν πώποτε Θεὸς ὑπάρχων ἀληθινός· ἀλλ᾽ ὡς εἰς δόξαν τὴν αὐτῷ προσοῦσαν ἀεὶ καὶ αὐτὸν τὸν ἴδιον ἀναφέρων ναὸν, μᾶλλον δὲ μετὰ τῆς ἰδίας ἑαυτὸν ἀνακομίζων σαρκὸς, δι᾽ ἣν ἡ μεταξὺ παρηκολούθησεν ἀδοξία. ἵνα γὰρ μὴ δοκοίη τισὶ τὴν ἀτριβῆ τε καὶ ξένην καὶ οὐ πάλαι κατειθισμένην αὐτῷ δόξαν αἰτεῖν, προκόσμιον οὖσαν αὐτὴν ἀποφαίνει καὶ παρ᾽ αὐτῷ τῷ Πατρί. οὐ γὰρ ἔξω ποτὲ τῆς τοῦ Πατρὸς εὐκλείας γέγονεν ὁ Υἱὸς, ἀεὶ συμβασιλεύων καὶ συνυμνούμενος καὶ συμπροσκυνούμενος πρός τε ἡμῶν καὶ τῶν ἁγίων ἀγγέλων, ὡς Θεὸς ἐκ Θεοῦ καὶ ἐν Θεῷ καὶ μετὰ Θεοῦ. τοῦτο γὰρ οἶμαι διδάσκων καὶ ὁ θεσπέσιος Εὐαγγελιστὴς Ἰωάννης ἐπιλέγει “Ἐν ἀρχῇ ἦν ὁ ”Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ “Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.”
ΚΕΦΑΛΗ Ζ. Ὅτι τὸ λέγεσθαί τι δεδόσθαι τῷ Υἱῷ παρὰ τοῦ Πατρὸς, οὐκ ἐξοικιεῖ τῆς θεοπρεποῦς ἀξίας αὐτὸν, ἀλλ᾽ ὢν ὁμοούσιός τε καὶ ἐξ αὐτοῦ διαφαίνεται καὶ εἰ λέγεταί τι λαβεῖν. <Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου· σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας, καὶ τὸν λόγον σου τετηρήκασι· νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοί εἰσιν, ὅτι τὰ ῥήματα ἃ δέδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας.> ΦΘΑΣΑΣ ἤδη προεῖπον ἐν τοῖς ἔναγχος ἡμῖν οὐκ ἀβασανίστως, ὥς γε μοι φαίνεται, προεξητασμένοις, ὅτι θεοπρεπῶς τε ἅμα καὶ ἀνθρωπίνως τὴν πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα διάλεξιν ἐποιεῖτο Χριστός. διακυβερνᾷ γὰρ ἐπ᾽ ἄμφω τὸν λόγον, οὔτε τῶν τῆς ἀνθρωπότητος ὅρων εἰσάπαν εἴσω τιθεὶς, οὔτε μὴν ὁλοτρόπως τῆς θεοπρεποῦς ἁπτόμενον δόξης· ἀλλ᾽ οὐδὲν ἧττον κἀνθάδε πάλιν ἡμῖν ὁ αὐτὸς τετήρηται χαρακτήρ. ὡς μὲν γὰρ Θεὸς κατὰ φύσιν, καὶ τῆς ἀῤῥήτου φύσεως χαρακτὴρ πρὸς τὸν ἑαυτοῦ Πατέρα φησίν Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις, ἀντὶ τοῦ τὴν δόξαν εἰπεῖν τὸ ὄνομα θείς. μεμελέτηκε γάρ πως ὡδὶ καὶ ἡ καθ᾽ ἡμᾶς συνήθεια λέγειν. καὶ γοῦν ὁ σοφώτατος ἔγραψε Σολομών “Αἱρετὸν ὄνομα καλὸν ἢ πλοῦτος πολὺς,” τουτέστιν, ἀμείνων ὑπόληψις ἀγαθὴ καὶ δόξα τῆς ἐν πλούτῳ φαιδρότητος καὶ περιφανείας ἐστί.
καὶ αὐτὸς δέ που φησὶν ὁ Θεὸς διὰ φωνῆς Ἡσαΐου τοῖς εὐνουχίσασιν “ἑαυτοὺς διὰ τὴν ”βασιλείαν τῶν οὐρανῶν” “Μὴ λεγέτω ὁ εὐνοῦχος ὅτι ἐγώ ”εἰμι ξύλον ξηρόν· τάδε λέγει Κύριος τοῖς εὐνούχοις Ὅσοι “ἂν φυλάξωνται τὰ προστάγματά μου καὶ ποιήσωσιν ἃ ”ἐγὼ θέλω, δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει “μου τόπον ὀνομαστὸν, κρεῖσσον υἱῶν καὶ θυγατέρων ὄνομα ”αἰώνιον δώσω αὐτοῖς.” καὶ οὐ δή τις οἰήσεται, κατά γε τὸ εἰκὸς, εἴ γε σωφρονοίη, τῆς ἐκ Θεοῦ φιλοτιμίας τὴν ἀντίδοσιν ἐν ψιλαῖς ὀνομάτων ἀπονεμηθήσεσθαι κλήσεσι τοῖς ἐξ ἀγαθοῦ καὶ φιλαρέτου φρονήματος, ἁπάσης μὲν τῆς ἐν κόσμῳ καταθλήσασιν ἡδονῆς, νεκρώσασι δὲ “τὰ μέλη τὰ ”ἐπὶ τῆς γῆς,” καὶ μόνα τετιμηκόσι τὰ τοῖς θείοις οὐκ ἀπᾴδοντα νόμοις. ἀλλ᾽ ὄνομα πάλιν ἀντὶ τῆς δόξης φησίν· ζηλωτοὶ γὰρ ἔσονται καὶ ἀπόβλεπτοι συμβασιλεύοντες τῷ Χριστῷ.
Πεφανερωκέναι τοιγαροῦν τὸ ὄνομα τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Σωτὴρ εὖ μάλα διισχυρίζεται, τουτέστι, διαφανεστάτην τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην καταστῆσαι τὴν δόξαν αὐτοῦ. πῶς ἢ τίνα τρόπον; ἑαυτὸν δὲ δηλονότι διὰ τῶν ὑπὲρ λόγον κατορθωμάτων παραθεὶς εἰς ἀπόδειξιν. δοξάζεται γὰρ ὁ Πατὴρ ἐν τῷ Υἱῷ, καθάπερ ἐν εἰκόνι καὶ τύπῳ τῆς ἰδίας μορφῆς· ἀπὸ γὰρ τοῦ χαρακτῆρος τὸ τῶν ἀρχετύπων ἀεὶ διαφαίνεται κάλλος. πεφανέρωται τοίνυν ὁ Μονογενὴς, οὐσιωδῶς ὑπάρχων σοφία καὶ ζωὴ, τεχνίτης τῶν ὅλων καὶ δημιουργὸς, θανάτου κρείττων καὶ φθορᾶς, ὅσιος ἄκακος οἰκτίρμων ἅγιος ἀγαθός. ἐγνώσθη ταῦτα ὑπάρχων καὶ ὁ γεννήσας αὐτόν· οὐ γὰρ ἂν ἑτέρως ἔχοι κατὰ τὴν φύσιν παρὰ τὸν ἐξ αὐτοῦ φυσικῶς. διέλαμψε τοίνυν, ὡς ἐν εἰκόνι καὶ τύπῳ τῆς ἰδίας μορφῆς ἐν τῇ τοῦ γεννήματος δόξῃ. λόγος μὲν γὰρ παρὰ τοῖς ἀρχαιοτέροις τοιοῦτός τις ἦν περὶ αὐτοῦ· νυνὶ δὲ καὶ δι᾽ αὐτῆς ἡμῖν ὄψεως πεφανέρωται· μεῖζον δὲ εἰς πίστιν ἀεί πως ἐστὶ τῶν ἐν λόγοις τὸ θεωρούμενον.
Οἶμαι μὲν οὖν οὐκ ἀπὸ σκοποῦ τὸν ἐπὶ τούτοις ἡμῖν γεγενῆσθαι λόγον· ἰτέον γεμὴν καὶ δι᾽ ἑτέρας οἴμου, τουτέστιν, ὁδοῦ θεωρημάτων. πεφανέρωκε γὰρ τὸ ὄνομα τοῦ Πατρὸς ὁ Υἱὸς, εἰς ἔννοιαν δηλονότι καὶ εἰς ἀκραιφνῆ θεωρίαν καταστήσας ἡμᾶς, οὐχ ὅτι μόνον εἴη Θεός· ἐκηρύττετο γὰρ τοῦτο καὶ πρὸ τῆς ἐπιδημίας διὰ τῆς θεοπνεύστου γραφῆς· ἀλλ᾽ ὅτι πρὸς τῷ Θεὸς εἶναι κατὰ ἀλήθειαν, καὶ Πατήρ ἐστιν οὐ ψευδωνύμως, ἔχων ἐν ἑαυτῷ καὶ ἐξ ἑαυτοῦ τὸ ἴδιον γέννημα, σύνδρομόν τε καὶ συναΐδιον τῇ ἰδίᾳ φύσει· γεγέννηκε γὰρ οὐκ ἐν χρόνῳ τὸν τῶν αἰώνων δημιουργόν. κυριώτερον δέ πως ὄνομα τῷ Θεῷ τό Πατὴρ ἢ Θεός· τὸ μὲν γάρ ἐστι τῆς ἀξίας σημαντικὸν, τὸ δὲ τῆς οὐσιώδους ἰδιότητος ἔχει τὴν δήλωσιν. Θεὸν μὲν γάρ τις εἰπὼν, τὸν τῶν ὅλων ἔδειξε Κύριον· Πατέρα γεμὴν ὀνομάσας, τῶν τῆς ἰδιότητος ἅπτεται λόγων, πεφανέρωκε γὰρ ὅτι γεγέννηκεν. οἰκειότερον δέ πως καὶ ἀληθέστερον ὄνομα τῷ Θεῷ τό Πατὴρ καὶ αὐτὸς ἀπονέμων ὁ Υἱὸς, ποτὲ μὲν ἔλεγεν, οὐκ Ἐγὼ καὶ ὁ Θεὸς ἀλλ᾽ “Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,” ποτὲ δὲ πάλιν περὶ ἑαυτοῦ “Τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός·” ἀλλὰ καὶ βαπτίζειν πάντα τὰ ἔθνη τοῖς ἑαυτοῦ μαθηταῖς ἐπιτάξας, οὐκ εἰς ὄνομα τοῦ Θεοῦ τοῦτο δρᾶν, ἀλλ᾽ “εἰς τὸ ὄνομα τοῦ ”Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος,” διαῤῥήδην ἐνομοθέτει.
Μωυσῆς μὲν γὰρ ὁ θεσπέσιος, τὴν τοῦδε τοῦ κόσμου ποίησιν ἐξηγούμενος, οὐχ ἑνὶ προσώπῳ τὴν δημιουργίαν ἀνετίθει γράφων “Καὶ εἶπεν ὁ Θεός Ποιήσωμεν ”ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν·” καὶ διὰ μὲν τοῦ Ποιήσωμεν καί Καθ᾽ ὁμοίωσιν ἡμετέραν εἰπεῖν, ἡ ἁγία Τριὰς σημαίνεται· δεδημιούργηκε γὰρ καὶ πρὸς τὸ εἶναι τὰ πάντα κέκληκεν ὁ Πατὴρ δι᾽ Υἱοῦ ἐν Πνεύματι. ἀλλ᾽ οὐκ εὐσύνοπτά πως τοῖς ἀρχαιοτέροις ἦν τὰ τοιαῦτα, μᾶλλον δὲ ἀσυμφανὴς ὁ λόγος· οὐ γὰρ ἰδικῶς ὠνόμασται Πατὴρ, ἀλλ᾽ οὐδὲ τὸ τοῦ Υἱοῦ παρεκομίσθη πρόσωπον ἐναργῶς· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, περιστολῆς τινος δίχα καὶ ἐν πολλῇ παῤῥησίᾳ Πατέρα μὲν ἴδιον ἐκάλει τὸν Θεὸν, ἑαυτὸν γεμὴν ὀνομάζων Υἱὸν καὶ καρπὸν ὄντως ἀληθῆ τῆς τῶν ὅλων κρατούσης ἐπιδείξας φύσεως, πεφανέρωκε τὸ ὄνομα τοῦ Πατρὸς, καὶ εἰς τελείαν ἡμᾶς ἀνεκόμισε γνῶσιν. πληρεστάτη γὰρ γνῶσις ἡ περὶ Θεοῦ καὶ τῆς τῶν ὅλων ἀρχῆς, οὐκ ἐν τῷ εἰδέναι μόνον ὅτι Θεός ἐστιν, ἀλλ᾽ ὅτι καὶ Πατὴρ καὶ τίνος ἐστὶ Πατὴρ, συνεισβαίνοντος δηλονότι καὶ τοῦ Ἁγίου Πνεύματος. τὸ μὲν γὰρ εἰδέναι μόνον Θεὸν ὄντα τὸν Θεὸν, οὐχ ἡμῖν ἂν πρέποι μᾶλλον ἢ τοῖς ὑπὸ νόμον· φρονήσεως γὰρ Ἰουδαϊκῆς οὐχ ὑπερίσχει τὸ μέτρον. καὶ ὥσπερ οὐδὲν τετελείωκεν ὁ νόμος παιδαγωγικὸν εἰσφέρων τὸ μάθημα καὶ οὐκ ἀρκοῦν εἰς κατόρθωσιν τῆς κατ᾽ εὐσέβειαν ἀρετῆς;
οὕτως ἀτελῆ καὶ τὴν περὶ Θεοῦ γνῶσιν ἐνετίθει, μόνης ἀφιστὰς τῆς εἰς θεοὺς τοὺς ψευδωνύμους ἀγάπης, καὶ τὸν ἕνα καὶ ἀληθινὸν προσκυνεῖν ἀναπείθων “Οὐκ ἔσονται γάρ σοι, φησὶ, θεοὶ ἕτεροι πλὴν ἐμοῦ· ”Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λα- “τρεύσεις.” ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῖς διὰ Μωυσέως προστεταγμένοις τὰ ἀμείνω προστιθεὶς, καὶ λαμπροτέραν τῆς νομικῆς ἐντολῆς παρατιθεὶς τὴν παίδευσιν, τῆς ἀρχαίας ἐκείνης γνώσεως τὴν ἀμείνω καὶ λαμπροτέραν προσεχαρίζετο. φανερὸν γὰρ ἡμῖν κατέστησεν, οὐχ ὅτι μόνον ἐστὶ Θεὸς ὁ τῶν ὅλων γενεσιουργὸς καὶ κύριος, ἀλλ᾽ ὅτι καὶ Πατήρ· καὶ ἡ δεῖξις ἐν πράγμασιν· ἑαυτὸν γὰρ εἰς εἰκόνα παρακατέθεικε λέγων “Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα, ”ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.” Καὶ ταυτὶ μὲν εἰκότως, ἅτε δὴ καὶ Θεὸς ὑπάρχων ἐκ Θεοῦ κατὰ φύσιν, ἀνηγμένως τε καὶ θεοπρεπῶς πρὸς τὸν ἑαυτοῦ Πατέρα φησίν· ἐπισυνάπτει δὲ παραχρῆμα, λέγων ἀνθρωπινώτερον Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν, κἀμοὶ αὐτοὺς δέδωκας.
οἰησόμεθα γεμὴν ταυτὶ δὴ φάναι τὸν Κύριον, οὐχ ὡς ἰδίᾳ καὶ μεμερισμένως ἀπονεμηθέντος τινὸς ἤγουν διαφέροντος τῇ δεσποτείᾳ τοῦ Θεοῦ καὶ Πατρὸς, ὃ μὴ καὶ αὐτοῦ τυχόν ἐστι τοῦ Υἱοῦ· βασιλεὺς γάρ ἐστι προαιώνιος κατὰ τὴν τοῦ ψάλλοντος φωνὴν, καὶ τῆς τοῦ Πατρὸς δεσποτείας ἀΐδιος κοινωνός· καὶ γοῦν ὁ σοφώτατος Εὐαγγελιστὴς Ἰωάννης αὐτῷ διαφέρειν καὶ ὑπεζεῦχθαι τὰ πάντα, δῆλον δὲ ὅτι βασιλεύοντος σὺν αὐτῷ τοῦ Πατρὸς, ἀναδιδάσκων ἔγραφεν “Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον·” ἴδια λέγων αὐτοῦ καὶ τοὺς μήπω συνέντας αὐτὸν, ἀποσειομένους δὲ ὥσπερ τῆς ὑπ᾽ αὐτῷ βασιλείας τὸν ζυγόν. ἔφη δὲ τὰ τοιαῦτα νυνὶ, φανερὸν ἐκεῖνο καθιστὰς τοῖς ἀκροωμένοις, ὡς ἦσαν μέν τινες ἐν τῷδε τῷ κόσμῳ, Θεὸν μὲν τὸν ἕνα καὶ ἀληθινὸν οὐδ᾽ ὅσον εἰς νοῦν δεξάμενοι, λατρεύοντες δὲ τῇ κτίσει καὶ τοῖς δαιμονίοις καὶ τοῖς διαβολικοῖς εὑρήμασιν. ἀλλ᾽ εἰ καὶ τὸν τῶν ὅλων οὐκ ᾔδεσαν δημιουργὸν, ἔξω που τῆς ἀληθείας πλανώμενοι, Θεοῦ πάλιν ἦσαν, καθὸ πάντων ἐστὶ δεσπότης, ὡς δημιουργός. ἴδια γὰρ τὰ πάντα Θεοῦ, καὶ οὐδὲν τὸ παράπαν ἐν τοῖς γεγονόσιν ἐστὶν, ὃ μὴ δεσπότην ἔχει τὸν ἕνα, καὶ εἰ μὴ τοῦτο τυχὸν εἰδείη τὸ ποιηθέν.
οὐ γὰρ δήπου φαίη τις ἂν, ὡς τῆς κατὰ πάντων ἀρχῆς τὸν τῶν ὅλων δημιουργὸν παραιρήσεται τὸ πεπλανῆσθαί τινας, ὑποζεύξει δὲ μᾶλλον καὶ ὑποθήσει τὰ πάντα αὐτῷ τὸ δι᾽ αὐτοῦ πεποιῆσθαι καὶ παρῆχθαι πρὸς γένεσιν. οὕτω τοιγαροῦν τῆς ἀληθείας ἐχούσης, Θεοῦ μὲν ἦσαν τοῦ κατὰ φύσιν, καὶ οἱ ταῖς τοῦ διαβόλου συνεχόμενοι πλάναις καὶ ταῖς κοσμικαῖς ἀτοπίαις ἐγκατειλημμένοι. δέδονται δὲ τῷ Υἱῷ, πῶς ἢ τίνα τρόπον; βασιλεύειν γὰρ ἐπ᾽ αὐτοὺς τὸν Ἐμμανουὴλ ηὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ, οὐχ ὡς ἄρτι τῆς κατ᾽ αὐτῶν βασιλείας ἀρχόμενον· ἦν γὰρ ἀεὶ Κύριός τε καὶ βασιλεὺς, καθὸ φύσει Θεός· ἀλλ᾽ ὅτι γενόμενος ἄνθρωπος, καὶ τῆς ἁπάντων προκινδυνεύσας ζωῆς, ἑαυτῷ πάντας ἐξεπρίατο, καὶ δι᾽ ἑαυτοῦ προσκεκόμικε τῷ Θεῷ καὶ Πατρί. ὁ τοίνυν πάλαι καὶ ἀπ᾽ ἀρχῆς βασιλεύων ὡς Θεὸς ὁμοῦ τῷ ἰδίῳ γεννήτορι, κεχειροτόνηται βασιλεὺς ὡς ἄνθρωπος ᾧ μετὰ τῶν ἄλλων ἐστὶ καὶ τὸ βασιλεύειν δοτὸν, κατά γε τὸ μέτρον τῆς ἀνθρωπείας φύσεως. οὐ γὰρ ὥσπερ ζῷόν ἐστι λογικὸν ὁ ἄνθρωπος, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, ἐν φυσικοῖς ἔχων τὰ τοιαῦτα πλεονεκτήμασιν, οὕτως ἂν εἴη καὶ βασιλεύς· ἐκεῖνα μὲν γὰρ ἐν τῷ τῆς οὐσίας ὅρῳ παραλαμβάνεται, τὸ δὲ ἔξωθέν τε ἐστὶ καὶ προστεθειμένον καὶ οὐχὶ τῶν ἀχωρίστως προσπεφυκότων φαίνεται· προσγίγνεται γὰρ καὶ ἀπογίγνεται, μηδὲν τὸ παράπαν, ὅσον ἧκεν εἰς οὐσίας λόγον, τὸ ὑποκείμενον ἀδικοῦν.
δοτὸν οὖν ἄρα καὶ θύραθεν ἐπεισκρίνεται τὸ τῆς βασιλείας ἀξίωμα τῷ ἀνθρώπῳ παρὰ Θεοῦ· “Δι᾽ ἐμοῦ γὰρ, φησὶ, βασιλεῖς βασιλεύουσι, καὶ ”τύραννοι δι᾽ ἐμοῦ κρατοῦσι γῆς.” ὁ τοίνυν τῶν πάντων βασιλεύων μετὰ Πατρὸς, καθόπερ ἦν τε καὶ ἔστι καὶ ἔσται φύσει Θεὸς, δέχεται τῶν ἐν κόσμῳ τὸ κράτος, κατά γε τὸ πρέπον ἀνθρώπῳ σχῆμά τε καὶ μέτρον.
Διὰ γὰρ τοῦτό φησιν Ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοί εἰσι. κυρίως μὲν γάρ τε καὶ ἰδικῶς τὰ πάντα ἐστὶ τοῦ Θεοῦ· δοτὰ δὲ ἡμῖν τοῖς δι᾽ αὐτοῦ γεγονόσι. καὶ τὸ μὲν πάντα κεκτῆσθαι καὶ κατάρχειν τῶν ὅλων τῇ θείᾳ φύσει πρεπωδέστατον· ἡμῖν δὲ αὖ πάλιν τὸ λαβεῖν οἰκειότατον. ἐπεμαρτύρησε γεμὴν τὸ γνήσιον εἰς δουλείαν καὶ τὸ πρόθυμον εἰς ὑπακοὴν τοῖς ἀνενδοιάστως πιστεύουσιν εἰς αὐτόν. φησὶ γάρ Ὅτι τὰ ῥήματα ἃ δέδωκάς μοι δέδωκα αὐτοῖς καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας· ῥήματα τοῦ Θεοῦ καὶ Πατρὸς, τὰς ἑαυτοῦ διαῤῥήδην ὀνομάζων φωνὰς, διὰ τὸ ἐν οὐσίᾳ ταὐτὸν, καὶ ἐπείπερ ἐστὶ Θεὸς Λόγος τῶν τοῦ Πατρὸς θελημάτων ἐκφαντικὸς καθάπερ ἀμέλει καὶ ὁ ἐκ τῶν ἡμετέρων προκύπτων στομάτων, καὶ τῇ πρὸς τὸ ἔξω προφορᾷ τὴν τοῦ πέλας προσαράσσων ἀκοὴν, καὶ τὸ ἐν τῷ βάθει τῆς καρδίας διερμηνεύων μυστήριον. τοιγάρτοι καὶ προφητικός τε περὶ αὐτοῦ λόγος ἔφη, ὅτι “καλεῖται τὸ ὄνομα αὐτοῦ ”Μεγάλης βουλῆς ἄγγελος.”
τὴν γὰρ ὄντως ἐξαίσιόν τε καὶ ὑπερφυᾶ καὶ μεγάλην τοῦ τεκόντος βουλὴν, ὁ ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ διαπορθμεύει Λόγος, διὰ μὲν γὰρ ῥημάτων προφορᾶς, ὡς ἄνθρωπος, ὅτε γέγονε καθ᾽ ἡμᾶς, διὰ δὲ γνώσεως καὶ φωταγωγίας πνευματικῆς μετὰ τὴν εἰς οὐρανοὺς ἀνάβασιν· ἀποκαλύπτει γὰρ τοῖς ἀξίοις τὰ ἑαυτοῦ μυστήρια, καὶ μαρτυρήσει λέγων ὁ Παῦλος “Εἰ δοκιμὴν ”ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;” Μεμαρτύρηκε τοίνυν τοῖς ἀγαπῶσιν αὐτὸν, ὡς προσήκαντο καὶ τετηρήκασι τοὺς δοθέντας αὐτῷ παρὰ τοῦ Πατρὸς λόγους· πεπληροφόρηνται δὲ πρὸς τούτοις, ὅτι παρ᾽ αὐτοῦ ἐξῆλθε καὶ ἀπέσταλται, διακειμένων οὐχ οὕτω τῶν τὴν ἐναντίαν νοσούντων ὑπόνοιαν. οἱ γὰρ μήτε προσηκάμενοι τοὺς παρ᾽ αὐτοῦ λόγους, μήτε μὴν ἐλευθέραν τηρήσαντες τὴν πίστιν, οὔτε διετέθησαν οὔτε πεπιστεύκασιν, ὡς ἐξῆλθέ τε παρὰ Θεοῦ καὶ ἀπέσταλται. καὶ γοῦν ἔφασκον Ἰουδαῖοι, ποτὲ μέν “Εἰ ἦν οὗτος παρὰ ”Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ σάββατον,” καὶ πάλιν “Ἡμεῖς τοῦ Μωυσέως ἐσμὲν μαθηταί· ἡμεῖς οἴδαμεν ὅτι ”Μωυσῇ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν “ἐστίν.” ὁρᾷς ὅπως ἠρνήσαντο τὴν ἀποστολὴν, ὡς μηδὲ εἰδέναι πόθεν ἐστὶν ἀναισχύντως ἀναφωνεῖν;
ὅτι δὲ καὶ τὴν ἄῤῥητον αὐτοῦ καὶ προαιώνιον γέννησιν, φημὶ δὲ τὴν ἐκ Θεοῦ Πατρὸς οὐκ ἐδέχοντο πολλὴν νοσοῦντες ἀθλιότητα λογισμῶν, καὶ ὥσπερ τινὶ λίθῳ περιπταίοντες διὰ μόνην τὴν ἐνανθρώπησιν, πληροφορηθήσῃ ῥᾳδίως, ὅταν ἀκούσῃ λέγοντος τοῦ Εὐαγγελιστοῦ “Καὶ διὰ τοῦτο οὖν ἐζήτουν αὐτὸν ”οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, “ἀλλὰ καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν ”τῷ Θεῷ·” ἀναγέγραπται δὲ καὶ τῶν ἀνοσίων Ἰουδαίων φωνὴ πρὸς αὐτόν “Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ ”περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν “Θεόν.” συνιεῖς οὖν ἄρα καὶ μάλα σαφῶς, ὡς οἱ μὲν τῶν λόγων τῶν παρ᾽ αὐτοῦ γεγονότων γνήσιοι φύλακες συνωμολόγησάν τε καὶ πεπιστεύκασιν, ὡς ἀνέλαμψε μὲν ἐκ Πατρός· τοῦτο γὰρ οἶμαι τό Ἐξῆλθον δηλοῦν· καὶ ἀπέσταλται πρὸς ἡμᾶς “διαγγέλλων τὸ πρόσταγμα Κυρίου,” κατὰ τὸ ἐν ψαλμοῖς εἰρημένον· οἱ δὲ τὸν οὕτω θεῖόν τε καὶ ἐκ Πατρὸς διαγελάσαντες λόγον, συνηρνήσαντο τὴν πίστιν, καὶ ἀπειρήκασιν ἐναργῶς, ὅτι Θεός τε εἴη καὶ ἐκ Πατρὸς, καὶ τῆς ἡμετέρας ἕνεκα σωτηρίας ὡς ἡμᾶς ἀφιγμένος, μετὰ τοῦ γενέσθαι καθ᾽ ἡμᾶς χωρὶς ἁμαρτίας.
δικαίως οὖν ἄρα τοὺς ἀγαθοὺς καὶ γνησίους καὶ τὴν τῆς ψυχῆς ἀκοὴν εὐπειθεστέραν ὑποθέντας αὐτῷ παρατίθεται τῷ Θεῷ καὶ Πατρὶ, τῶν μὴ τοιούτων ἀμνημονήσας παντελῶς, ἵν᾽ ὅπερ ἔφη φαίνηται σαφὲς, ἐκ τῶν καθ᾽ ἡμᾶς ἀρξάμενον χρόνων. καὶ τί δὴ τοῦτό ἐστι; “Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ”ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ “ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς· ὅστις δ᾽ ”ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι “κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς ”οὐρανοῖς·” ὃ δὴ καὶ δράσειν ἐπηγγέλλετο καὶ πάλαι βοῶν διὰ φωνῆς Ἡσαΐου καὶ αὐτὸς ὁ Θεὸς καὶ Πατήρ “Γένεσθε ”γάρ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεὸς, “καὶ ὁ παῖς ὃν ἐξελεξάμην.” διαλέγεται τοιγαροῦν ὁ Σωτὴρ θεοπρεπῶς τε ἅμα καὶ ἀνθρωπίνως. Θεὸς γὰρ ἦν ἐν ταὐτῷ καὶ ἄνθρωπος, ἀνυπαίτιον ἔχων τὸν ἐπ᾽ ἄμφω λόγον, καὶ ταῖς τῶν καιρῶν συναρμόττων χρείαις τὸ ἑκάστῳ πρέπον οἰκονομικῶς.
ΚΕΦΑΛΗ Η. Ὅτι οὐκ ἔξω κείσεται τῆς Χριστοῦ βασιλείας, κἂν εἴ τι λέγοιτο τοῦ Πατρός· ἅμα γὰρ αὐτῶν ἡ κατὰ πάντων ἀρχή. <Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσι, καὶ τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμὰ, καὶ δεδόξασμαι ἐν αὐτοῖς, καὶ οὐκ ἔτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσὶ, κἀγὼ πρός σε ἔρχομαι.> ΜΕΣΙΤΕΥΕΙ πάλιν ὡς ἄνθρωπος, ὁ Θεοῦ τε καὶ ἀνθρώπων διαλλακτὴς καὶ μεσίτης, καὶ ὁ μέγας ὄντως καὶ πανάγιος ἡμῶν ἀρχιερεὺς, ταῖς παρ᾽ ἑαυτοῦ λιταῖς τὴν τοῦ ἰδίου γεννήτορος ἐκμειλίσσεται γνώμην, ἑαυτὸν ὑπὲρ ἡμῶν ἱερουργῶν. αὐτὸς γὰρ τὸ θῦμα καὶ αὐτὸς ἱερεὺς, αὐτὸς ὁ μεσίτης, αὐτὸς τὸ πανάμωμον ἱερεῖον, ὁ ἀμνὸς ὁ ἀληθινὸς “ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.” ἦν οὖν ἄρα τύπος ὥσπερ τις καὶ σκιὰ διαφανὴς τῆς ἐν ἐσχάτοις καιροῖς ἀναδεδειγμένης τοῦ Χριστοῦ μεσιτείας, ἡ πάλαι διὰ Μωυσέως, καὶ ὁ κατὰ νόμον ἀρχιερεὺς τὸν ὑπὲρ νόμον ἱερουργὸν ἐν ἰδίῳ γέγραφε σχήματι· σκιαὶ γὰρ τῆς ἀληθείας εἰσὶ τὰ νομικά.
Μωυσῆς γὰρ ὁ θεσπέσιος καὶ μὴν σὺν ἐκείνῳ καὶ ὁ περίβλεπτος Ἀαρὼν μέσον διὰ παντὸς ἐχώρουν Θεοῦ τε καὶ τῆς συναγωγῆς, ἄρτι μὲν τὴν ἐπὶ τοῖς πλημμελήμασι τῶν ἐξ Ἰσραὴλ δυσωποῦντες ὀργὴν, καὶ τὴν ἄνωθεν καλοῦντες ἐπὶ τοῖς ἀτονοῦσιν εὐμένειαν· ἄρτι δὲ πάλιν ἐπευχόμενοί τε καὶ εὐλογοῦντες αὐτοὺς, καὶ τὰς κατὰ νόμον θυσίας, καὶ πρὸς τούτοις ἔτι δωροφορίας, κατὰ τὴν τῶν διατεταγμένων προσάγοντες τάξιν, ποτὲ μὲν ὑπὲρ ἁμαρτιῶν, ποτὲ δὲ καὶ χαριστήρια τὰ ἐφ᾽ οἷς εὖ παθόντες ᾔδεσαν παρὰ Θεοῦ. ὁ γεμὴν ὑπὲρ τύπους καὶ σχήματα νομικὰ πεφηνὼς ἐν ἐσχάτοις καιροῖς ἀρχιερεύς τε ἅμα καὶ μεσίτης Χριστὸς, ἐρωτᾷ μὲν ὑπὲρ ἡμῶν ὡς ἄνθρωπος, συμφιλοτιμεῖται δὲ ὡς Θεὸς τῷ Θεῷ καὶ Πατρὶ, διανέμοντι τοῖς ἀξίοις τὰ ἀγαθά. ἐμφανέστατα δὲ τοῦτο παρέδειξεν ἡμῖν ὁ Παῦλος εἰπών “Χάρις ”ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ “Χριστοῦ.” ὁ τοίνυν ἐρωτῶν, ὡς ἄνθρωπος, συνδιανέμει πάλιν ὡς Θεός. ὅσιος γὰρ ὑπάρχων ἀρχιερεὺς, ἄμωμός τε καὶ ἄκακος, οὐχ ὑπὲρ ἀσθενείας τῆς ἑαυτοῦ, καθάπερ ἦν ἔθος τοῖς ἱερᾶσθαι λαχοῦσι κατὰ τὸν νόμον, μᾶλλον δὲ ὑπὲρ σωτηρίας τῶν ἡμετέρων ψυχῶν ἑαυτὸν προσενεγκὼν, καὶ τοῦτο εἰσάπαξ διὰ τὴν ἡμῶν ἁμαρτίαν, παράκλητος γέγονεν ὑπὲρ ἡμῶν, “καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ”ἡμῶν, κατὰ τὴν Ἰωάννου φωνήν· οὐ περὶ τῶν ἡμετέρων δὲ “μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.”
Ἀλλ᾽ ἴσως ἐρεῖ δὴ πάντως τοῖς παρ᾽ ἡμῶν τις ἀντιτιθεὶς λόγοις Οὐ γὰρ ἐναντίως ἕξει, βοῶν, ταῖς τοῦ Σωτῆρος φωναῖς τὸ διὰ τοῦ μαθητοῦ λελεγμένον; ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, διαῤῥήδην ἐν τούτοις ἀπαυδήσας φαίνεται τὸ ὑπὲρ παντὸς τοῦ κόσμου χρῆναι παρακαλεῖν· ὁ δέ γε σοφὸς Ἰωάννης, φησὶ, πολὺ δὴ τούτοις τὸ ἐναντίον ἐφθέγξατο. οὐ γὰρ περὶ μόνων ἔσεσθαι παράκλητόν τε καὶ ἱλασμὸν τῶν ἡμετέρων ἁμαρτιῶν τὸν Σωτῆρα διισχυρίζεται, ἀλλ᾽ ἤδη καὶ περὶ παντὸς τοῦ κόσμου. τίς οὖν ἄρα τούτοις ἕψεται λύσις, ἢ πῶς ἂν φαίνοιτο ταῖς τοῦ Δεσπότου φωναῖς συμπαρομαρτήσας ὁ μαθητὴς, ἀταλαίπωρον εἰπεῖν· ὁ μὲν γὰρ μακάριος Ἰωάννης, ἐπείπερ ἦν Ἰουδαῖος καὶ ἐξ Ἰουδαίων, ἵνα μή τινες οἰηθεῖεν τυχὸν ὑπὲρ μόνων τῶν ἐξ Ἰσραὴλ παράκλητον εἶναι παρὰ τῷ Πατρὶ τὸν Κύριον, ὑπὲρ δὲ τῶν ἄλλων ἐθνῶν τῶν ἀνὰ πᾶσαν κατεσπαρμένων τὴν οἰκουμένην οὐκέτι, καίτοι μελλόντων τῇ εἰς αὐτὸν διαπρέψαι πίστει, καὶ ὅσον οὐδέπω κληθήσεσθαι πρὸς ἐπίγνωσιν τῆς διὰ Χριστοῦ σωτηρίας, ἀναγκαιότατά φησι λίαν οὐ περὶ μόνων ἔσεσθαι τῶν ἐκ γένους Ἰσραὴλ ἱλασμὸν τὸν Κύριον, ἀλλὰ περὶ ὅλου τοῦ κόσμου, τουτέστι, τῶν ἐκ παντὸς ἔθνους τε καὶ γένους κληθησομένων διὰ τῆς πίστεως εἰς δικαιοσύνην καὶ ἁγιασμόν.
ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἀποδιελὼν τῶν γνησίων τοὺς μὴ τοιοῦτον ἔχοντας νοῦν, καὶ τῶν ἐξυβρίζειν ταῖς οὕτω σκληραῖς ἀπειθείαις ἑλομένων αὐτὸν, τοὺς ἐπιεικέστερον τῶν θείων αὐτοῦ κατακροωμένους λόγων, ὑποθέντας τε ἤδη τὸν τῆς καρδίας αὐχένα, καὶ μονονουχὶ περιδήσαντας ἑαυτοῖς τῆς ὑπὸ Θεῷ δουλείας τὸν ζυγὸν, περὶ αὐτῶν ἔφη μόνων πρεπωδέστερον ἐρωτᾶν. ὧν γὰρ ὑπάρχει μεσίτης καὶ ἀρχιερεὺς, αὐτοῖς δὴ καὶ μόνοις ᾤετο δεῖν τὰ ἐκ τῆς μεσιτείας προξενεῖν ἀγαθὰ, οὓς καὶ δεδόσθαι μὲν ἑαυτῷ φησιν, εἶναι γεμὴν τοῦ Πατρὸς, οὐχ ἑτέραν ἐχούσης ὁδὸν τῆς πρὸς Θεὸν οἰκειότητος, εἰ μὴ δι᾽ Υἱοῦ. καί σε τοῦτο διδάξει λέγων αὐτός “Οὐδεὶς ἔρχεται ”πρὸς τὸν Πατέρα, εἰ μὴ δι᾽ ἐμοῦ.” θέα γὰρ ὅπως τῷ ἰδίῳ γεννήματι δοὺς ὁ Πατὴρ τοὺς ἐφ᾽ οἷς ὁ λόγος, ἑαυτῷ κατεκτήσατο· καὶ τοῦτο συνεὶς εὖ μάλα φησὶν ὁ τῶν ἱερῶν γραμμάτων ἐπιστημονικώτατος “Ὅτι Θεὸς ἦν ἐν Χριστῷ ”κόσμον καταλλάσσων ἑαυτῷ.” μεσιτεύοντος γὰρ τοῦ Χριστοῦ, δεχομένου τε τοὺς προσιόντας διὰ τῆς πίστεως καὶ προσάγοντος δι᾽ ἑαυτοῦ τῷ Πατρὶ, κόσμος Θεῷ κατηλλάττετο. διὰ τοῦτο καὶ ὁ προφήτης Ἡσαΐας, εἰρήνην ἡμᾶς ἑλέσθαι τὴν πρὸς Θεὸν ἐν Χριστῷ προεδίδασκε λέγων “Ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην οἱ ἐρχό- ”μενοι.”
ἀποστήσαντες γὰρ τῆς ἰδίας ψυχῆς τὰ τῆς εἰς Χριστὸν ἀγάπης ἀλλοτριοῦντα ἡμᾶς, τὸ αἰσχρουργόν φημι δὴ καὶ φιλήδονον εἰς ἁμαρτίαν καὶ τὸ λίαν εὐπετὲς εἰς κοσμικὴν ἡδονὴν, καὶ πρὸς τούτοις ἔτι τὴν ἁπάσης φαυλότητος μητέρα καὶ τροφὸν, ἀλλόκοτον πλάνην, οἰκεῖοί τε καὶ φίλοι γενησόμεθα τοῦ Χριστοῦ, καὶ τὴν πρὸς Θεὸν εἰρήνην συνθήσομεν, αὐτῷ τῷ Πατρὶ δι᾽ Υἱοῦ κολλώμενοι, ἅτε δὴ καὶ λαβόντες ἐν ἑαυτοῖς τὸν ἐξ αὐτοῦ γεννηθέντα Λόγον καὶ ἐν τῷ Πνεύματι κράζοντες “Ἀββᾶ ὁ ”πατήρ.” Οἱ δοθέντες οὖν ἄρα Χριστῷ, γεγόνασι μὲν τοῦ Πατρὸς, πλὴν οὐκ ἔξω διὰ τοῦτο Χριστοῦ. βασιλεύει γὰρ σὺν αὐτῷ καὶ κατάρχει δι᾽ αὐτοῦ τῶν ἰδίων ὁ Θεὸς καὶ Πατήρ. βασιλεία γὰρ ἡ αὐτὴ κράτος τε τὸ κατὰ πάντων ἓν τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος, καὶ ὅπερ ἂν γένοιτο τοῦ Υἱοῦ, τῇ τοῦ Υἱοῦ καὶ Πατρὸς ὑποκείσεται δόξῃ, καὶ πάλιν, ὅπερ ἂν ὑποπίπτειν λέγεται τῷ Πατρὶ, τούτου δὴ πάντως κατάρξει καὶ ὁ Υἱός. διὰ γάρ τοι τοῦτό φησι Καὶ τὰ ἐμὰ πάντα σά ἐστι καὶ τὰ σὰ ἐμά· ὅπου γὰρ φύσεως ἡ εἰσάπαν ταυτότης διαλάμπει καὶ φαίνεται, ἐκεῖ τῆς ἀξίας ἀπαράλλακτος ἡ δόξα, οὐ μεμερισμένως ἑνί τι τῶν ὄντων ἀνατιθεῖσα τυχὸν καὶ παρωθουμένη τὸν ἕτερον, ἀλλ᾽ ἴσην μίαν τε καὶ τὴν αὐτὴν τὴν εἰς ἅπαν ὁτιοῦν ἐκτείνουσα δόξαν.
ὁ γὰρ τῶν τοῦ ἰδίου Πατρὸς θεϊκῶν ἀξιωμάτων οὐσιωδῶς κληρονόμος, ἔχων μὲν αὐτὸς πάντα φανεῖται τὰ τοῦ γεννήτορος, ἔχοντα δὲ δείξει πάντα τὰ αὐτοῦ τὸν γεννήτορα. θάτερος γὰρ ἐν θατέρῳ φυσικῶς διαφαίνεται, καὶ διαλάμπει μὲν ὁ Υἱὸς ἐν Πατρὶ, Πατὴρ δὲ αὖ πάλιν ἐν τῷ Υἱῷ. τοῦτον γὰρ ἡμᾶς τὸν τρόπον αἱ θεόπνευστοι μεμυσταγωγήκασι γραφαί· ὅτε τοίνυν ἕν ἐστι καὶ τῶν ἀξιωμάτων τοῦ Πατρὸς, τὸ τὴν κατὰ πάντων ἔχειν ἀρχὴν, προσέσται τοῦτο καὶ τῷ Υἱῷ· χαρακτὴρ γάρ ἐστι τῆς οὐσίας αὐτοῦ, ἀνομοιότητα καὶ παραλλαγὴν εἰς οὐδέν τι τὸ παράπαν ἔχειν ἀνεχόμενος. δεδοξάσθαι γεμὴν ἐν τοῖς ἅπαξ δοθεῖσι διισχυρίσατο, δικαιοτάτην ὥσπερ ἀντίδοσιν τὸ ὑπὲρ αὐτῶν ἐρωτᾶν ἀποφαίνων.
Τίς οὖν ἡ αἴτησις, καὶ διὰ ποίαν αἰτίαν τὴν παρὰ τοῦ Πατρὸς εὐμένειαν τοῖς ἑαυτοῦ γνωρίμοις ὑπάρξαι ζητεῖ; οὐκ εἰμὶ ἐν τῷ κόσμῳ φησὶ, καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσὶ, κἀγὼ πρός σε ἔρχομαι. συνδιαιτώμενος γὰρ καὶ συμπαρὼν ἔτι τοῖς ἁγίοις ἀποστόλοις μετὰ σαρκὸς ἐπὶ γῆς, παράκλησις ἦν ἐμφανής τε καὶ ὁρωμένη, καὶ οἱονεὶ συνδιατρίβουσα καὶ παρακειμένη τοῖς κινδυνεύουσιν ἐξ ἑτοίμου λαβεῖν· εὐθαρσέστεροι δὲ κατὰ τοῦτο ὑπῆρχον. φιλεῖ γάρ πως ὁ ἀνθρώπινος νοῦς, οὐ τοῖς ἀφανέσι μᾶλλον, ἀλλὰ τοῖς ἐμφανεστέροις ἐπιθαρσεῖν καὶ ἐφήδεσθαι. καὶ τοῦτό φαμεν, οὐκ ἀσθενῆ λέγοντες τὸν Κύριον εἰς τὸ διασώζειν δύνασθαί τινας, καὶ εἰ μὴ ὁρῷτο παρών· ληροίη γὰρ ἄν τις οὕτω φρονῶν, καὶ λίαν εἰκότως· “Ἰησοῦς γὰρ Χριστὸς ἐχθὲς καὶ ”σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας·” ἀλλ᾽ ᾔδει μικροψυχήσοντας οὐ μετρίως τοὺς μαθητὰς, μόνους ὥσπερ ἀπολειφθέντας ἐπὶ τῆς γῆς, κυμάτων δίκην ἀγρίων τοῦ κόσμου περιπαφλάζοντος, καὶ ἀφορήτοις δείμασι καὶ τοῖς εἰς ἄκρον κινδύνοις ἐκπολιορκεῖν εἰωθότος τοὺς τὸν θεῖον τοῖς ἀμυήτοις ἔτι διαπρεσβεύοντας λόγον.
Ἐπειδὴ τοίνυν ἐγὼ μὲν ἔρχομαί φησι πρός σε· ἀναβήσομαι γὰρ ὅσον οὐδέπω συγκαθεδούμενός τε καὶ συμβασιλεύων ὡς Θεὸς Θεῷ καὶ Πατρὶ, μενοῦσί τε οὗτοι τέως ἐν κόσμῳ· περὶ αὐτῶν ἐρωτῶ· γεγόνασι γὰρ σοὶ δοθέντες ἐμοὶ, καὶ ὡς σῶν τε ἤδη καὶ ἐμῶν εὐλόγως κήδομαι, καὶ δεδόξασμαι ἐν αὐτοῖς, ὅτι πάντα ἃ δέδωκάς μοι σά ἐστι καὶ τὰ σὰ ἐμά. καὶ ἀληθὴς ὁ λόγος. οὐ γὰρ ἐπείπερ δέδονταί τινες τῶν ἐν κόσμῳ τῷ Χριστῷ, γεγόνασί τε καὶ διὰ τοῦτο τοῦ Πατρὸς, ἀπειρήκασι τὸ δοξολογεῖν τὸν δι᾽ οὗ συνήφθησαν τῷ Θεῷ καὶ Πατρὶ, προσαχθέντες δὲ δι᾽ αὐτοῦ, διαμενοῦσιν οὐδὲν ἧττον ὄντες αὐτοῦ. κοινὰ γὰρ αὐτῷ πάντα πρὸς τὸν Πατέρα, μετὰ τῆς κατὰ φύσιν θεότητός τε καὶ ἐξουσίας. εἷς γὰρ Θεὸς ἐν ἡμῖν, ἐν ἁγίᾳ τε καὶ ὁμοουσίῳ Τριάδι προσκυνούμενος.
Θεοῦ δὲ οἱ πάντες ἐσμὲν, τοῦ ἑνὸς καὶ μόνου καὶ ἀληθινοῦ, τῇ ἁγίᾳ καὶ ὁμοουσίᾳ Τριάδι κατὰ τὸν τῆς δουλείας τρόπον ὑπεζευγμένοι.
ΚΕΦΑΛΗ Θ. Ὅτι φυσικὸν ἐν τῷ Υἱῷ τὸ τῆς θεότητος ἀξίωμα, κἂν εἰληφέναι λέγηται τοῦτο παρὰ Πατρὸς διὰ τὸ ἀνθρώπινον καὶ τὸ τῆς ταπεινώσεως σχῆμα. <Πάτερ ἅγιε τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς.> ἘΠΙΤΗΡΕΙ πανταχῆ τοῖν δυοῖν πραγμάτοιν τὴν εἰς ἓν ἀναπλοκὴν, τοῦ τε ἀνθρωπίνου φημὶ τὸ καθ᾽ ἡμᾶς ἔχοντος σμικροπρεπὲς, καὶ τοῦ θεϊκοῦ τὴν ἀνωτάτω πασῶν ὠδίνοντος δόξαν. κεκέρασται γὰρ ἐξ ἀμφοῖν ὁ λόγος, καὶ καθάπερ τὰ ἐν τοῖς ἀνωτέρω διειληφότες ἐλέγομεν, οὔτε πρὸς ὕψος τελείως ἀναπηδᾷ τὸ θεοπρεπὲς, οὔτε μὴν εἰς ἅπαν τῶν καθ᾽ ἡμᾶς ἀπανίσταται μέτρων· Θεὸς γάρ ἐστι γενόμενος ἄνθρωπος, ἀῤῥήτῳ τινὶ καὶ ἀφράστῳ συνόδῳ μέσην ὥσπερ τινὰ χώραν ἐπέχων, ὡς μήτε τοὺς τῆς ἀληθοῦς θεότητος ὅρους ἐκδραμεῖν, μήτε μὴν ὁλοτρόπως τοὺς τῆς ἀνθρωπότητος ἀπολιπεῖν. ἀνωθεῖ μὲν γὰρ αὐτὸν ἡ ἐκ Θεοῦ καὶ Πατρὸς ἀπόῤῥητος γέννησις, καθὸ Λόγος ἐστὶ καὶ Μονογενὴς, εἰς οὐσίαν τὴν θεϊκὴν καὶ εἰς δόξαν τὴν τούτῳ παρεπομένην εἰκότως· ὑποβιβάζει δέ πως ἡ κένωσις εἰς τὸ καθ᾽ ἡμᾶς οὐχ ὥσπερ ἐκ βίας πλεονεκτεῖν ἰσχύσασα τὸν τῶν ὅλων βασιλέα μετὰ Πατρός· οὐ γὰρ ἂν ἐβιάσθη ποτὲ τὸ παρὰ γνώμην ὁ Μονογενής· αὐτόκλητος δὲ μᾶλλον, ἐξ ἀγάπης τῆς εἰς ἡμᾶς εἰσδεχθεῖσά τε καὶ τετηρημένη. τεταπείνωκε γὰρ ἑαυτὸν, τουτέστιν ἑκὼν καὶ οὐκ ἐξ ἀνάγκης τῆς τινος.
ἁλοίη γὰρ ἂν οὐχ ἑκὼν ἔτι τὸ τῆς ταπεινώσεως ὑπομείνας πάθος, εἴπερ ἦν τις ὅλως ὁ πλεονεκτεῖν ἰσχύων, καὶ ἀνεθελήτως ἰέναι πρὸς τοῦτο κελεύων. τεταπείνωκε τοίνυν ἑαυτὸν ἑκὼν δι᾽ ἡμᾶς· οὐ γὰρ ἂν ὠνομάσθημέν ποτε καὶ ἡμεῖς υἱοὶ κατὰ χάριν καὶ θεοὶ, μὴ οὐχὶ τὴν ὑπὲρ ἡμῶν καὶ δι᾽ ἡμᾶς εἰσβεβηκότος ταπείνωσιν τοῦ Μονογενοῦς, πρὸς ὃν καὶ αὐτοὶ μορφούμενοι διὰ μετουσίας τοῦ Πνεύματος, καὶ τέκνα Θεοῦ καὶ θεοὶ χρηματίζομεν. ὅταν οὖν τι λέγῃ συμπαραζεύξας τρόπον τινὰ τῷ θεϊκῷ καὶ τὸ ἀνθρώπινον, μὴ διὰ τοῦτο σκανδαλισθῇς, ἀσυνέτως ἀφεὶς τὸ θαυμάσαι καθηκόντως τὴν ἐπινοηθεῖσαν τοῖς λόγοις ἀσύγκριτον τέχνην, διὰ παντὸς ἡμῖν ἀνασώζουσαν τρόπου τὸ διπλοῦν ἀστείως, ὡς ὁρᾶν ἐν ταὐτῷ τὸν λέγοντα Θεόν τε τῇ φύσει καὶ ἄνθρωπον ἀληθῶς, τῇ τῆς ἀῤῥήτου φύσεως δόξῃ τὸ τῆς ἀνθρωπότητος ταπεινὸν εὖ μάλα συναναπλέκοντα, ἀνυπαίτιόν τε καὶ ψόγου παντὸς ἐλευθέραν τηρήσαντα παντελῶς τὴν ἐπ᾽ ἄμφω σύμμετρον ἐκδρομήν.
Καὶ ταῦτά φαμεν, οὐκ εἰς τὸ μεῖον ἤπερ ἦν ἐν ἀρχαῖς τὴν τοῦ Λόγου φύσιν κατεσπάσθαι διαβεβαιούμενοι, πόθεν; ἀμαθίας γὰρ ἐσχάτης οὐκ ἀμοιρήσειεν ἂν τὸ οὕτω φρονεῖν, ἐπεὶ πάντη τε καὶ πάντως ἀπαθὲς τὸ θεῖον, τῆς εἰς πᾶν ὁτιοῦν παρατροπῆς οὐκ ἀνεχόμενον, ἑδραιοτάτην δὲ μᾶλλον τὴν οἰκείαν ἀποσῶζον στάσιν· ἀλλ᾽ ὅτι τῆς ἑκουσίου κενώσεως ὁ τρόπος ὡς ἐξ ἀναγκαίου λόγου τὸ τῆς ταπεινώσεως περικείμενος σχῆμα, διὰ τὸ ἀνθρώπινον ἐν ἐλάττοσί πως ἢ ἐν οἷς ἐστιν ὁ Πατὴρ φαίνεσθαι ποιεῖ, τὸν ἴσον αὐτῷ σύμμορφόν τε καὶ ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ πεφηνότα Θεὸν Μονογενῆ. καὶ μὴ θαυμάσῃς ἀκούων, εἰ τῆς τοῦ Πατρὸς μεγαλοπρεπείας ἐν ἐλάττοσιν εἶναι δοκεῖ διὰ τὸ ἀνθρώπινον ὁ Υἱὸς, ὅτε διὰ τοῦτο καὶ αὐτῶν ἡττῆσθαι τῶν ἀγγέλων ὁ Παῦλος ἡμῖν αὐτὸν διισχυρίσατο γράφων ὧδε “Τὸν δὲ βραχύ τι ”παρ᾽ ἀγγέλους ἠλαττωμένον Ἰησοῦν διὰ τὸ πάθημα τοῦ “θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον,” καίτοι τῶν ἁγίων ἀγγέλων προσκυνεῖν αὐτὸν ἐπιτεταγμένων· “ὅταν γὰρ, φησὶν, ”εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει Καὶ “προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ,” ἀλλὰ καὶ τῶν ἁγίων Σεραφὶμ κύκλῳ περιεστηκότων καὶ τάξιν ἀποπληρούντων τὴν οἰκετικὴν, ὅτε καθήμενος “ἐπὶ θρόνου ”ὑψηλοῦ καὶ ἐπηρμένου” τοῖς προφήταις ἐφαίνετο.
οὐκοῦν ὅσον ἧκεν εἰπεῖν εἰς τὴν ἐκ Θεοῦ Πατρὸς γνησίαν τε ὠδῖνα καὶ γέννησιν, οὐκ ἴδιον τοῦ Υἱοῦ τὸ ἀνθρώπινον· ἴδιον δὲ πάλιν αὐτοῦ, καθὸ πέφηνεν ἄνθρωπος, διαμεμενηκὼς μὲν ὅπερ ἦν ἀεὶ καὶ ἔστι καὶ ἔσται διὰ παντὸς, ἑαυτὸν δὲ καθεὶς εἰς ὅπερ οὐκ ἦν δι᾽ ἡμᾶς.
Πάτερ τοίνυν φησὶν ἅγιε τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς. διατηρεῖσθαι τοὺς μαθητὰς τῇ τῆς ἀῤῥήτου φύσεως δυνάμει καὶ ἐξουσίᾳ βούλεται, καλῶς καὶ πρεπόντως ἀνατιθεὶς τὸ τοὺς οὕσπερ ἂν βούληται διασώζειν δύνασθαι, καὶ μάλα ῥαδίως, τῷ γε ἀληθῶς καὶ κατὰ φύσιν ὄντι Θεῷ· δοξάζει δὲ διὰ τούτων οὐχ ἑτέραν τινὰ πάλιν, ἀλλὰ τὴν ἑαυτοῦ φύσιν, ὡς ἐν προσώπῳ τοῦ Πατρὸς, ἐξ οὗ γεγέννηται ὡς Θεός. τοιγαροῦν ὦ Πάτερ, τήρησον αὐτούς φησιν ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, τουτέστι τῷ θείῳ. δεδόσθαι δὲ πάλιν τὸ τῆς θεότητος ὄνομά φησιν ἑαυτῷ, οὐχ ὡς ἐκ τοῦ μὴ εἶναι κατὰ φύσιν Θεὸς εἰς ἐπίκτητον θεότητος κεκλημένος ἀξίωμα· θετὸς γὰρ ἂν εἴη, καθάπερ ἡμεῖς, νόθην ἔχων καὶ κεκληρωμένην τὴν δόξαν καὶ τὴν φύσιν κεκαπηλευμένην, ἅπερ οὐ θέμις ἡμᾶς ἐννοεῖν· ζημιωθείη γὰρ διὰ τοῦτο καὶ τὸ εἶναι κατὰ φύσιν Υἱός. ἐπειδὴ δὲ, καθάπερ αἱ θεῖαι χρησμῳδοῦσι γραφαὶ, γέγονε σὰρξ ὁ Λόγος, τουτέστιν ἄνθρωπος, δεδέχθαι φησὶν ἅπερ εἶχεν, ὡς Θεός· οὐ γὰρ ἂν φαίνοιτο προσὸν φυσικῶς ἀνθρώπῳ τὸ τῆς θείας δόξης ὄνομά τε καὶ πρᾶγμα. νόει δὲ πάλιν, καὶ σύνες ἀκριβῶς, ὅπως ἑαυτὸν τὴν ζῶσάν τε καὶ ἐνυπόστατον δύναμιν ἔδειξε τοῦ Θεοῦ καὶ Πατρὸς, δι᾽ ἧς τὰ πάντα ἐργάζεται.
προσφωνῶν γὰρ καὶ λέγων Τήρησον αὐτοὺς, οὐχὶ δὴ τούτοις ἠρκέσθη μόνον, ἑαυτὸν δὲ πάλιν παρακεκόμικεν εὐφυῶς, ὡς ἐνεργὸν εἰς τήρησιν καὶ δύναμιν οὖσαν τὴν καὶ εἰς τοῦτο δραστήριον τοῦ γεγεννηκότος αὐτόν· τήρησον γὰρ αὐτούς φησιν ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι. ὁρᾷς τοῦ λόγου τὴν ἀσφάλειαν. ἀπονέμων γὰρ ὥσπερ καὶ ἀναθεὶς διαπρέπον μόνῃ τῇ τῆς θεότητος φύσει τὴν τῶν καθ᾽ ἡμᾶς ἐπισκοπὴν καὶ οἰκονομίαν, ἑαυτῷ δεδόσθαι τὴν τῆς θεότητος δόξαν παραχρῆμα διισχυρίζεται, διὰ τὸ τῆς ἀνθρωπότητος σχῆμα, δοτὸν εἶναι λέγων τὸ φύσει προσὸν αὐτῷ, τουτέστι “τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα·” ὅθεν καὶ προσεῖναί φαμεν τῷ Υἱῷ φυσικῶς μὲν ὡς ἐκ Πατρὸς, ἀνθρωπίνως δὲ κατὰ δόσιν, ἅπερ ὡς ἄνθρωπος δέχεται, ὅσον εἰς ἀνθρώπου λόγον τοῦ καθ᾽ ἡμᾶς· οὐ γὰρ φύσει Θεὸς ὁ ἄνθρωπος, Θεὸς δὲ φύσει Χριστὸς εἰ καὶ νοοῖτο καθ᾽ ἡμᾶς διὰ τὸ ἐξ ἡμῶν.
Τηρεῖσθαι γεμὴν ἐν τῇ καθ᾽ ὁμόνοιάν τε καὶ ταυτοβουλίαν ἑνώσει βούλεται τοὺς μαθητὰς ἀνακιρναμένους ὥσπερ ἀλλήλοις ψυχῇ καὶ πνεύματι καὶ τῷ τῆς εἰρήνης καὶ φιλαλληλίας θεσμῷ, πρὸς ἀῤῥαγῆ τινα τῆς ἀγάπης δεσμὸν κατασφίγγεσθαι, ὡς μέχρι τοσούτου προελθεῖν τὴν ἕνωσιν, ὥστε καὶ εἰκόνα τῆς φυσικῆς ἑνότητος, τῆς ἐν Πατρὶ καὶ Υἱῷ νοουμένης, τὴν προαιρετικὴν γενέσθαι συνάφειαν, ἀδιάσπαστον δηλονότι καὶ ἀκατάσχετον, ὑπὸ μηδενὸς τὸ σύμπαν τῶν ἐν τῷ κόσμῳ πραγμάτων, ἤτοι φιληδονιῶν, εἰς ἀνομοιότητα θελημάτων ἐξελκομένην, διασώζουσαν δὲ μᾶλλον ἐν ἑνότητι τῇ κατ᾽ εὐσέβειαν καὶ ἁγιασμὸν, ἀσινῆ τῆς ἀγάπης τὴν δύναμιν, ὃ καὶ γενέσθαι συμβέβηκεν. ὡς γὰρ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων ἀνέγνωμεν “Τοῦ πλήθους τῶν ”πιστευόντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία,” ἐν ἑνώσει δηλονότι τῇ τοῦ Πνεύματος. τοῦτο γάρ ἐστι καὶ τὸ δι᾽ αὐτοῦ πάλιν εἰρημένον τοῦ Παύλου “Ἓν σῶμα καὶ ἓν πνεῦμα·” “ἓν γὰρ σῶμα οἱ πολλοί ἐσμεν ἐν Χριστῷ, οἱ γὰρ πάντες ”ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν,” καὶ πάντες ἐν ἑνὶ διακεχρίσμεθα Πνεύματι τῷ τοῦ Χριστοῦ. ὡς οὖν ἐσομένους συσσώμους, ἑνός τε καὶ τοῦ αὐτοῦ συμμεθέξοντας Πνεύματος, εἰς ἑνότητα πνεύματος τὴν οὐδαμόθεν διασπωμένην καὶ εἰς ὁμόνοιαν ἀῤῥαγῆ διατηρεῖσθαι βούλεται τοὺς ἑαυτοῦ μαθητάς.
εἰ δέ τις δοίη καὶ κατ᾽ ἐκεῖνον τὴν τρόπον ἑνοῦσθαι τοὺς μαθητὰς, ὥσπερ οὖν ἕν εἰσιν ὁ Πατὴρ καὶ ὁ Υἱὸς, οὐχὶ μόνον κατὰ τὴν οὐσίαν, ἀλλὰ καὶ κατὰ τὴν βούλησιν· μία γὰρ θέλησις ἐν τῇ ἁγίᾳ φύσει, καὶ τὸ εἰς πᾶν ὁτιοῦν βούλημα ταὐτόν· νοείτω καὶ οὕτως.
οὐ γὰρ ἔξω βαδιεῖται λογισμοῦ τοῦ καθήκοντος, ἐπείτοι καὶ τὸ ἐν θελήσει ταὐτὸν θεωρήσαι τις ἂν παρά γε τοῖς ὄντως Χριστιανοῖς, εἰ καὶ μὴ ἐν ἴσῳ τύπῳ τὸ ὁμοούσιον ἐφ᾽ ἡμῖν, καθάπερ ἐπὶ Πατρὸς καὶ τοῦ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ Θεοῦ Λόγου. <Ὅτε ἤμην μετ᾽ αὐτῶν, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, καὶ ἐφύλαξα αὐτοὺς, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ· νῦν δὲ πρός σε ἔρχομαι.> Πρόεισί πως κατὰ βραχὺ πρὸς ἐμφανεστέραν δήλωσιν τοῦ Σωτῆρος ὁ λόγος, διεσκιασμένως δὲ ὡς ἐν ἀρχαῖς, διαγγέλλεται ἤδη καὶ ἐκκαλύπτεται, καθάπερ ἐκ χειμῶνος εἰς εὐδίαν μεταβαλών· ᾤοντο μὲν γὰρ οἱ μακάριοι μαθηταὶ πρὸς πολλῆς αὐτοῖς ἔσεσθαι ζημίας τοῦ Σωτῆρος ἡμῶν τὴν ἀπόλειψιν, δῆλον δὲ ὅτι τὴν μετὰ σαρκὸς νοουμένην· συνεῖναι γὰρ ὡς Θεὸς οἷσπερ ἂν βούληται τὸ κωλύον οὐδέν· προσεδόκων δὲ ὅτι διασώσει μὲν αὐτοὺς οὐδεὶς, ἀναληφθέντος εἰς οὐρανὸν τοῦ Χριστοῦ, προκείσονται δὲ τοῖς ἐθέλουσι κακοῦν, οὐδενὸς τὸ παράπαν τὴν τῶν πλεονεκτούντων ἐξείργοντος χεῖρα, κειμένου δὲ μᾶλλον τοῖς ἐθέλουσιν ἐπ᾽ ἐξουσίας τοῦ πάντα δρᾶν εἰς αὐτοὺς ἀδιακωλύτως, καὶ παντὸς εἴσω κινδύνου καλεῖν.
ἀλλ᾽ εἰ καὶ σοφοὶ καὶ πατέρες καὶ τῆς οἰκουμένης φωστῆρες γεγόνασιν, οὐκ ὀκνητέον εἰπεῖν, ὡς ἔδει μὴ μόνον εἰς τὴν ἔνσαρκον παρούσιαν ἀποβλέπειν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, εἰδέναι δὲ δὴ ὅτι καὶ εἰ τῆς πρὸς αὐτοὺς συνουσίας ἀπονοσφίζοιτο κατὰ σάρκα, καὶ εἰ μὴ τοῖς τοῦ σώματος ὁρῷτο τυχὸν ὀφθαλμοῖς, ἀλλά γε παρόντα καὶ συνόντα διὰ παντὸς τῇ τῆς θεότητος ἐξουσίᾳ χρῆν δήπου πάντως ἐννοεῖν. πότε γὰρ τῶν ἰδίων ἰδιωμάτων καταλήξει Θεὸς, ἢ τί τὸ ἀντιστατοῦν τῇ τῶν ὅλων κρατούσῃ φύσει, καὶ παραποδίζειν αὐτὴν καθάπερ ἐξ ἀνάγκης δυνάμενον πρὸς τὸ ἐνεργῆσαι τὰ ἑαυτῆς; ἐνέργεια δὲ καὶ δύναμις θεοπρεπὴς, τὸ εἶναι πανταχῇ, καὶ πληροῦν μὲν ἀῤῥήτως τὸν οὐρανὸν, πληροῦν δὲ αὖ πάλιν τὴν γῆν, καὶ χωρεῖν μὲν ἐν πᾶσι, χωρεῖσθαι δὲ ὑπὸ μηδενός. οὐ γὰρ τόπῳ περιληπτὸς ὁ Θεὸς, ἢ διαστήμασι περιωρισμένος, ἀλλ᾽ οὐδὲ περιγραφῆς εἴσω τινός· παθεῖν γάρ τι τοιοῦτον ἡ ἄποσός τε καὶ ἀμεγέθης καὶ ἀσώματος οὐκ ἀνέχεται φύσις. οὐκοῦν ἐπείπερ ἦν ἅμα Θεός τε ὁμοῦ καὶ ἄνθρωπος ὁ Χριστὸς, χρῆν δήπου πάντως μὴ ἀγνοῆσαι τοὺς μαθητὰς, ὡς εἰ καὶ ἀπεῖναι γένοιτο σωματικῶς, οὐκ ἀπολειφθήσεται παντελῶς, συνέσται δὲ πάντως, κατὰ τὸν ἄῤῥητον τῆς θεοπρεποῦς ἐξουσίας λόγον.
διὰ γάρ τοι τοῦτο καὶ αὐτὸς ὁ Σωτὴρ ἐν μὲν τοῖς παρῳχηκόσιν ἔλεγε “Πάτερ ”ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι·” νυνὶ δὲ πάλιν Ὅτε ἤμην μετ᾽ αὐτῶν, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, μονονουχὶ τοῦτο δηλῶν τοῖς ἑαυτοῦ μαθηταῖς, ὅτι τῇ τῆς θεότητος ἐνεργείᾳ μᾶλλον ἂν πρέποι, καὶ οὐ τῇ τῆς σαρκὸς παρουσίᾳ, τὸ διασώζειν δύνασθαί τινας· καὶ αὐτὴ γὰρ ἡ σὰρξ οὐκ ἐξ ἑαυτῆς ἡγιάζετο, τῇ δὲ συνουσίᾳ τοῦ ἑνωθέντος αὐτῇ Λόγου, πρὸς τὴν αὐτοῦ τρόπον τινὰ φυσικὴν μεθισταμένη δύναμιν, σωτηρίας πρόξενος καὶ ἁγιασμοῦ τοῖς αὐτῆς μετέχουσι γίγνεται. τὸ σύμπαν οὖν ἄρα τῆς ἐνεργείας τῆς θεοπρεποῦς οὐχὶ δὴ πάντως αὐτῇ καθ᾽ ἑαυτὴν ἀναθήσομεν τῇ σαρκὶ, πρεπωδέστερον δέ τι φρονοῦντες τῇ θείᾳ τοῦ Λόγου δυνάμει προσγράψομεν. τὸ γὰρ ἐν τῷ ὀνόματι τοῦ Πατρὸς τηρεῖσθαι τοὺς μαθητὰς, ἆρ᾽ οὐχὶ τοῦτό ἐστι καὶ ἕτερον οὐδέν; Θεοῦ γὰρ δόξῃ τετήρηνται. ἀφιστὰς τοιγαροῦν τῆς τῶν μαθητῶν διανοίας τὸν ἐκ τοῦ δοκεῖν ἀπολιμπάνεσθαι φόβον, αὐτὸ διὰ τῶν αὐτῶν ἀνακυκλήσας πολλάκις πᾶσαν αὐτοῖς ἔσεσθαι τὴν ἀσφάλειαν, οὐκ ἐκ τοῦ συνδιαιτᾶσθαι σωματικῶς τῷ διδασκάλῳ φησὶν, ἀλλ᾽ ἐπείπερ μᾶλλόν ἐστι κατὰ φύσιν Θεός.
ἀκατάληκτον δὲ δῆλον ὅτι τὴν ἐφ᾽ ἅπασιν ἔχων ἐξουσίαν καὶ δύναμιν· οὐ γὰρ ἂν ἀλλοιωθείη καὶ μετάστασίν τινα λάβοι πρὸς ὅπερ οὐκ ἦν τὸ ὡσαύτως ἔχον ἀεὶ, διασώσῃ δὲ πάλιν αὐτοὺς οὐδὲν ἧττον ἀκονιτὶ, καὶ παντὸς τοῦ προσπίπτοντος ἐξελεῖται κακοῦ. κατανόει δὲ πάλιν τὴν ἐγκεκρυμμένην τῷ λόγῳ πρόνοιαν, εἰς ὄνησιν ἡμετέραν καὶ οἰκοδομήν. ἐξαιτήσας γὰρ ὥσπερ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς γενέσθαι τὴν τήρησιν, τὴν εἰς τοὺς ἁγίους δὲ δηλόνοτι φημὶ μαθητὰς, αὐτὸς ἤδη πεπραχέναι τὸ τοιοῦτό φησιν, ἰσοσθενῆ τε καὶ ἰσουργὸν τῷ ἰδίῳ γεννήτορι δεικνὺς ἑαυτὸν, μᾶλλον δὲ ἑαυτὸν ὄντα τὴν ἐνυπόστατον τοῦ γεννήσαντος δύναμιν. ᾧ γὰρ ἂν φαίνοιτο προσὸν τὸ ταὐτὰ δύνασθαι τῷ γε ὄντι καὶ ὁμολογουμένῳ κατὰ φύσιν Θεῷ, πῶς οὐκ ἂν πάντη τε καὶ πάντως ἐνυπάρχον νοοῖτο, καὶ τὸ ἴσον ἐν ἐξουσίᾳ καὶ ἡ κατὰ φύσιν ταυτότης; καὶ ὁ τηρήσας ὡς Θεὸς ἐν ὀνόματι Θεοῦ, πρέπουσάν τε τῇ κλήσει τὴν ἐκ τῶν κατωρθωμένων θεοπρεπῶς ἀναδησάμενος δόξαν, κατὰ τίνα τρόπον ἔκφυλος, ἤγουν ἑτεροφυὴς, μᾶλλον δὲ οὐκ αὐτόχρημα δειχθήσεται τοῦθ᾽ ὅπερ ἐστὶ κατὰ φύσιν Θεός; οὐ γὰρ ἄν τι δράσαι τῶν ὄντων τὰ ἰδικῶς ἐνεργήματα Θεοῦ, μὴ οὐχὶ τοῦτο ὑπάρχον οὐσιωδῶς, ὅπερ ἂν εἶναι τυχὸν οἰησαίμεθα τὸν Θεόν. ἀποσώζει δὲ πάλιν ἐν τῇ καθ᾽ ἑαυτὸν θεωρίᾳ τὸ ἐν νοήσει διπλοῦν διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν.
ἀποφέρει μὲν γάρ πως τῆς γενητῆς φύσεως τὸ διασώζειν δύνασθαι καὶ τηρεῖν τὰ οἷσπερ ἂν τοῦτο τυχὸν ὀφείληται δι᾽ εὐσέβειαν, ἀνατίθησι δὲ τῷ ὀνόματι τοῦ Πατρὸς, μόνῃ τῇ θείᾳ προσνέμων φύσει τὰ θεοπρεπῆ. διὰ γὰρ τοῦτο πάλιν, καίτοι τετηρηκέναι λέγων τοὺς μαθητὰς, οὐ τοῖς ἀνθρωπότητος μέτροις τὴν τοῦ κατορθώματος ὑπόληψιν ἐχαρίσατο, πεπληρῶσθαι δὲ μᾶλλον ἐν ὀνόματι λέγει τῷ τοῦ Θεοῦ, ἔξω μέν πως τιθεὶς ἑαυτὸν τοῦ πράγματος, καθὸ γέγονέ τε καὶ νοεῖται σὰρξ, εἴσω δὲ πάλιν τοῦ τηρῆσαι τιθεὶς καὶ ἐνεργεῖν δύνασθαι τὰ θεοπρεπῆ, καθόπερ ἐστὶ Θεὸς ἐκ Θεοῦ, δύναμις ἡ παντουργικὴ τοῦ Πατρὸς, ἰσχὺς οὐκ ἐνεργουμένη, ἀλλ᾽ ἐξ ὧν ἐστιν αὐτὴ τὴν ὅθεν ἀῤῥήτως προέκυψεν ἐμφανίζουσα φύσιν. εἰ δὲ δεδόσθαι φησὶν αὐτῷ κἀν τούτῳ δὴ πάλιν τὸ τῆς θεότητος ὄνομα, καίτοι Θεὸς κατὰ φύσιν ὑπάρχων καθὸ πέφηνεν ἐκ Θεοῦ Μονογενὴς, οὐδὲν τοῦτο διαλυμαίνεται τῇ ἀληθείᾳ τοῦ πράγματος, οὐδὲ τῆς αὐτῷ πρεπούσης ἐξώσειεν ἂν αὐτὸν τιμῆς τε καὶ δόξης· πολλοῦ γε καὶ δεῖ. εἴη γὰρ ἂν τὸ λαβεῖν τῆς ἀνθρωπότητος ἴδιον, καὶ αὐτῇ πρεπόντως ἀνακείσεται μᾶλλον· ἔχει γὰρ οὐδὲν ἐξ ἑαυτῆς.
Τηρῆσαι δὲ οὕτω φησὶ τοὺς ἑαυτοῦ μαθητὰς, καὶ τοσαύτην ἐπ᾽ αὐτοῖς ποιῆσαι τὴν πρόνοιαν, ὡς ἀπολέσθαι μηδένα, πλὴν ἑνὸς, ὃν καὶ τῆς ἀπωλείας ὠνόμασεν υἱὸν, ὡς ἐξ οἰκείας βουλῆς, μᾶλλον δὲ μοχθηρίας τε καὶ ἀνοσιότητος, τῇ ἀπωλείᾳ χρεωστούμενον. οὐδὲ γὰρ οἰησόμεθά ποτε, κατὰ θεῖόν τε καὶ ἄμαχον κρῖμα τὸν προδότην ἐν μαθηταῖς τῇ τοῦ θηρεύοντος ἐναλῶναι παγίδι, καὶ βρόχων εἴσω γενέσθαι διαβολικῶν· ἦ γὰρ ἂν ὑπάρχοι καὶ ἀνυπαίτιος, ψήφῳ τὸ νικᾶν παραχωρήσας τῇ ἄνωθεν. κρίματι γὰρ τῷ παρὰ Θεοῦ τίς ἀντιστήσεται; νυνὶ δὲ κατάκριτος βδελυρός τε καὶ ἐν ἀμείνοσιν, εἰ μηδόλως ἐγεννήθη. διὰ ποίαν αἰτίαν; ἐξ οἰκείων γὰρ τοῦτο παθὼν θελημάτων, καὶ οὐκ ἐξ ἀνάγκης τῆς παρά τινος ὁ δείλαιος ἐξελέγχεται· ὁ δὲ τὸν οὕτω δεινὸν ἀγαπήσας ὄλεθρον, τέκνον ἀπωλείας εὐλόγως ἂν ὀνομάζοιτο, ἅτε δὴ καὶ χρεωστούμενος μὲν ὀλέθρῳ καὶ φθορᾷ, περιμένων δὲ ὥσπερ ὠδῖνα καὶ οἶμον τὴν τῆς ἀπωλείας ἡμέραν.
Ἐπειδὴ δὲ προστέθεικε τοῖς περὶ τούτου λόγοις τό Ἵνα πληρωθῇ ἡ γραφὴ, πάλιν ἐκεῖνο χρησίμως τοῖς ἐντευξομένοις φαμέν. οὐ γὰρ ἐπειδήπερ εἴρηκεν ἡ γραφὴ, διόλωλεν ὁ προδότης, καὶ εἰς τοῦτο παρῆλθε φαυλότητος, ὡς ὀλίγων ἀργυρίων τὸ τίμιον αἷμα προέσθαι τοῦ Χριστοῦ· ἐπειδὴ δὲ ἀπολέσθαι πάντη τε καὶ πάντως ἔμελλε, διὰ τὴν ἐνοῦσαν αὐτῷ δυστροπίαν παραδοὺς τὸν Κύριον, ὅτι πάντως ἔσται προμεμήνυκεν ἡ γραφὴ, ἣν οὐκ ἦν διαψεύσασθαι. Θεοῦ γὰρ λόγος ἐστὶ τοῦ πάντα εἰδότος, καὶ ἐν ἰδίᾳ νοήσει τὸν ἑκάστου φέροντος τρόπον τε καὶ βίον, καὶ τὴν ἀπ᾽ ἀρχῆς εἰς τέλος διεξαγωγήν. καὶ γοῦν ὁ ψάλλων τὴν τῶν ὅλων εἴδησιν τήν τε τῶν παρῳχηκότων ἤδη καὶ τὴν τῶν ἔσεσθαι προσδοκωμένων ἀπονέμων αὐτῷ, πρὸς αὐτόν που φησί “Σὺ ”συνῆκας πάντας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν, “τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας, καὶ ”πάσας τὰς ὁδούς μου προεῖδες·” πάντα τοίνυν προεγνωκὼς, καὶ ὡς ἤδη παρόντα περιαθρήσας τὰ μέλλοντα, πρὸς τοῖς ἄλλοις ἅπασιν οἷς ἔφη περὶ Χριστοῦ, ὁ θεῖος ἡμῖν προμεμήνυκε λόγος, ὅτι καὶ ἀπολεῖται προδοὺς ὁ τεταγμένος ἐν μαθηταῖς· ἦν δὲ οὐχὶ πάντως θέλησίς τε καὶ πρόσταγμα Θεοῦ, τὸ προειδέναι τε καὶ εἰπεῖν τὰ ἐσόμενα, ἀλλ᾽ οὐδὲ ἡ πρόῤῥησις ἀναγκαστικὴ πρὸς ἐνέργειαν τοῦ προσημανθέντος κακοῦ, καὶ τῆς κατὰ τοῦ Σωτῆρος ἐπιβουλῆς, ἀποτρεπτικὴ δὲ μᾶλλον.
τῷ γὰρ τοῦτο μαθόντι μετῆν δήπου πάντως, εἴπερ ἠβουλήθη, καὶ παραιτήσασθαι καὶ φυλάξασθαι τὸ παθεῖν, προαιρετικὴν ἔχοντι τὴν ἐφ᾽ ὅπερ ἂν βούλοιτο ῥοπήν.
Ἀλλ᾽ ἴσως ἐρεῖς Πῶς οὖν ἔτι τετήρηκεν ὁ Χριστὸς, εἰ ταῖς τῶν ἰδίων θελημάτων ῥοπαῖς καὶ προαιρετικοῖς κινήμασιν, οἱ μὲν ἔξω δικτύων διαβολικῶν εὑρίσκονται γεγονότες, ἥλω δὲ μόνος Ἰούδας παρὰ πάντας ὁ δείλαιος; ποῖον οὖν ἄρα γέγονε τὸ ἐκ τῆς ἐνθάδε λεγομένης τηρήσεως ὄφελος;
Ἀλλ᾽ ὦ γενναῖε, πάλιν ἐροῦμεν ἡμεῖς, καλὴ μὲν ἡ νῆψις, ἐπωφελεστάτη δὲ σφόδρα τῆς ἡμετέρας διανοίας ἡ ἀσφάλεια, καὶ τὸ σύντονον θέλημα πρὸς ἀγαθουργίαν καὶ εἰς κατόρθωσιν ἀρετῆς· κατεργασόμεθα γὰρ οὕτω “τὴν ἑαυτῶν σωτη- ”ρίαν·” πλὴν οὐκ ἀρκέσει τοῦτο καὶ μόνον τῇ ἀνθρώπου ψυχῇ· δεῖται γὰρ ἀναγκαίως τῆς ἄνωθεν συνεργίας καὶ χάριτος, ἐξευμαριζούσης αὐτῇ τὰ δυσήνυτα, εὐστιβῆ δὲ λίαν ἀποτελούσης τὴν ἀνάντη καὶ τετραχυμένην τῆς δικαιοσύνης ὁδόν. ὅτι γὰρ οὐδὲν ὅλως τὰ παρ᾽ ἡμῶν, εἰ μὴ τὰ ἐκ τῆς θείας προσγένοιτο χάριτος, ἄκουε βοῶντος τοῦ ψάλλοντος “Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν ”οἱ οἰκοδομοῦντες αὐτόν· ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, “εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων.” Χρῆναι δὴ οὖν ἀναγκαίως φημὶ ἡμᾶς μὲν τὴν οἴκοθεν εἰσκομίζειν ἐγκράτειαν καὶ τὴν φιλόθεον ἕξιν ἐπιτηδεύοντας, νεανικοὺς ὁρᾶσθαι πρὸς τὸ ἐξανῦσαι φιλεῖν τὴν ἑαυτῶν σωτηρίαν, ἐξαιτεῖν δὲ οὕτω τὰ παρὰ Θεοῦ, καὶ τὴν ἄνωθεν ἐπικουρίαν καθάπερ ἄμαχόν τινα καὶ ἀῤῥαγῆ παντευχίαν ἑλόντας ἀνδρίζεσθαι.
δεδωκότος δὲ ἅπαξ καὶ ἐπινεύσαντος ἡμῖν πρὸς τοῦτο τοῦ Θεοῦ, ἐξὸν ἡμῖν ἤδη τὴν τῶν πολεμούντων καταγωνίζεσθαι δύναμιν καὶ τὴν τοῦ διαβόλου χεῖρα πλεονεκτεῖν, εἰ μὴ βουλοίμεθα πείθεσθαι καλοῦντι πρὸς ἡδονὰς, ἤγουν εἰς ἕτερον ἁμαρτίας τρόπον· εἰ τὴν οἰκείαν ἡμεῖς αὐτῷ χαρισαίμεθα βούλησιν, καὶ ταῖς εἰς φαυλότητα ῥοπαῖς ἑαυτοὺς καθέντες εἰς τὸν ἐκείνου βρόχον διελεγχοίμεθα, πῶς ἂν ἕτερον ἔτι πρεπόντως αἰτιασαίμεθα καὶ οὐχὶ μᾶλλον ταῖς ἑαυτῶν ἀβουλίαις τὸ παθεῖν ἐπιγράψωμεν; ἢ γὰρ οὐ τοῦτό ἐστιν, ὅπερ εἴρηκε φθάσας ὁ Σολομών “Ἀφροσύνη ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ, τὸν δὲ ”Θεὸν αἰτιᾶται τῇ καρδίᾳ αὐτοῦ·” ἀλλ᾽ ἔστιν οὐκ ἀμφίλογον. εἰ μὲν οὖν οὐ μετῆν τῷ προδότῃ τῆς παρὰ τοῦ Σωτῆρος ἐπικουρίας ἐν ἴσῳ τοῖς ἄλλοις ἀπολαύειν μαθηταῖς, ἐπιδεικνύτω τις, καὶ ἡττήμεθα· εἰ δὲ τοῖς ἄλλοις ἐν ἴσῳ τὴν ἐκ τῆς θείας χάριτος ἔχων περιβολὴν, ἐξ ἰδίων θελημάτων εἰς τὸ τῆς ἀπωλείας κατώλισθε βάραθρον, πῶς οὐ τετήρηκεν ὁ Χριστὸς τὰ ἐκ τῆς οἰκείας ἡμερότητος ἐπιδοὺς, καὶ ὅσον ἧκεν εἰς τὴν τῆς ἀσφαλείας ἐπίδοσιν διασῶσαι τὸν ἄνθρωπον, εἰ μὴ τὸ παθεῖν ἠθέλησεν ἐξ ἰδίων θελημάτων αὐτός. διέπρεψε γοῦν ἐν τοῖς ἑτέροις ἡ χάρις, μέχρι παντὸς διασώσασα τοὺς τὴν ἰδίαν προαίρεσιν συνεργάτην ὥσπερ ποιησαμένους αὐτῇ.
διοικεῖται γὰρ οὕτω τῆς ἑκάστου σωτηρίας ὁ τρόπος. <Καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ, ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν αὐτοῖς.> Διαμέμνησο πάλιν ὧν ἐλέγομεν ἀρτίως, καὶ συνήσεις εὖ μάλα τοῦ προκειμένου τὸν νοῦν. διττὴν γὰρ ἡμῖν πανταχῆ τοῦ ἰδίου προσώπου διεσώσατο τὴν παράστασιν, καὶ τὸ θεῖον ἐν ἑαυτῷ διαπρέπον ἀξίωμα δεικνὺς, καὶ τὸ πρέπον τῇ ἀνθρωπότητι μέτρον οὐκ ἀπόβλητον ποιησάμενος διὰ τὴν οἰκονομίαν. καὶ γὰρ ἦν πως ἄτοπον ἐξαρνεῖσθαι θέλειν αὐτὸν τὸ δι᾽ ἡμᾶς ἑκουσίως προσληφθέν. οὐδενὸς γὰρ ὢν ἐπιδεὴς, τέλειος δὲ κατὰ πάντα ἐκ τελείου Πατρὸς, κεκένωκεν ἑαυτὸν, οὐχ ἑαυτῷ τι τῶν χρησίμων πραγματευόμενος, ἀλλ᾽ ἡμῖν αὐτοῖς τὸ ἐκ τῆς κενώσεως προξενῶν ἀγαθόν. Θεὸν οὖν ἄρα καὶ ἄνθρωπον ἐν ταὐτῷ παριστὰς ἑαυτὸν, ἐννοεῖν ὥσπερ ἀναπείθει τοὺς μαθητὰς, ὡς ἀπών τε καὶ παρὼν οὐδὲν ἧττον ἐνεργήσει τὰ πρὸς σωτηρίαν αὐτοῖς τελοῦντα τὴν κατὰ Θεὸν, καὶ ὥσπερ τετήρηκεν ἔτι συνὼν ἐπὶ γῆς διὰ τὸ ἀνθρώπινον, οὕτω τηρήσει καὶ ἀπὼν θεϊκῶς διὰ τὸ τῆς ἰδίας οὐσίας ἐξαίρετον. οὐ γὰρ ἐν τόπῳ τὸ θεῖον, ἄπεστι δὲ παντελῶς τῶν ὄντων οὐδενός· πληροῖ γὰρ τὰ πάντα καὶ διὰ πάντων ἐρχόμενον, ἔξω τε πάντων καὶ ἐν πᾶσίν ἐστι.
διαλεγόμενος δὲ πρὸς τὸν ἑαυτοῦ Πατέρα καὶ λέγων “Πάτερ ”ἅγιε, τήρησον αὐτοὺς,” εὐθὺς εἰσκεκόμικεν, ἅτε δὴ καὶ ὑπάρχουσαν, τὴν ἐφ᾽ ἅπασιν ἐνεργὸν δύναμιν τοῦ Πατρός· ἐν ταὐτῷ δὲ δείκνυσιν ὡς οὐκ ἔξω τῆς αὐτοῦ φύσεώς ἐστιν, ἀλλ᾽ ἐν αὐτῇ τε καὶ ἐξ αὐτῆς ὑπάρχων ἀδιάσπαστον ἔχει τὴν ἕνωσιν, κἂν ἐν ὑπάρξει νοῆται τῇ καθ᾽ ἑαυτόν. “Τήρη- ”σον γὰρ αὐτοὺς, φησὶν, ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι·” καὶ πάλιν “Ὅτε ἤμην μετ᾽ αὐτῶν, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν ”τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι.” ἀναγκαῖον τοιγαροῦν ἐννοεῖν, ὡς εἴπερ ἤδη τετήρηκε μὲν αὐτὸς ἐν ὀνόματι τῷ δοθέντι παρὰ τοῦ Πατρὸς, τουτέστιν, ἐν δόξῃ θεότητος· “ἐχαρίσατο γὰρ αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα·” τηρῆσαι δὲ καὶ αὐτὸν βούλεται τὸν Πατέρα πάλιν ἐν ὀνόματι τῷ δοθέντι αὐτῷ, ὡς οὐκ ἔξω τῆς ἐνεργείας τῆς ἐν τῷ πράγματι κείσεται· διατηρήσει γὰρ ὁ Πατὴρ τοὺς ἐν πίστει τῇ εἰς αὐτὸν γνησίους, ὡς διὰ τῆς ἰδίας ἰσχύος τοῦ Μονογενοῦς. ἐνεργὸς γὰρ οὐκ ἔσται περί τι τῶν ὄντων, εἰ μὴ δι᾽ αὐτοῦ. οὐκοῦν εἰ τετήρηκε καὶ μετὰ σαρκὸς τῇ τῆς θεότητος ἐξουσίᾳ καὶ δόξῃ, κατὰ τίνα τρόπον ἐλλελοιπὼς ὀφθήσεται τὸ τῆς δεούσης φειδοῦς ἀξιοῦσθαι τοὺς μαθητὰς, πῶς δὲ διαπίπτειν ἀσφαλείας τῆς παρ᾽ αὐτοῦ συμβήσεται, καίτοι διαμενούσης ἀεὶ τῆς θεοπρεποῦς ἐξουσίας τοῦ Μονογενοῦς, καὶ ἐν ταυτότητι πεπηγμένης τῆς κατὰ φύσιν ἐνούσης ἰσχύος αὐτῷ;
παρατροπῆς γὰρ ὅλως καὶ μεταστάσεως τῆς ἐφ᾽ ἕτερόν τι τῶν ἀδικεῖν εἰωθότων τὸ θεῖον ἀσύνηθες, ἀεὶ διαλάμπον ἐν ἀκαταλήκτοις τοῖς ἐνοῦσιν αὐτῷ πλεονεκτήμασι.
Λελάληκα τοίνυν ἐν τῷ κόσμῳ τὰ τοιαῦτα, φησὶν, ἵνα οἱ ἡμέτεροι μαθηταὶ τὴν ἐμὴν ἔχωσι χαρὰν πεπληρωμένην ἐν αὐτοῖς· πῶς δὲ ἢ τίνα τρόπον, ἐροῦμεν εἰσαῦθις, ταῖς τῶν λόγων ἀσαφείαις φιλονεικεῖν οὐκ ὀκνήσαντες· ᾤοντο μὲν γὰρ οἱ μακάριοι μαθηταὶ, συνόντος αὐτοῖς καὶ συνδιατρίβοντος τοῦ Χριστοῦ, δῆλον δὲ ὅτι κατὰ σάρκα φαμὲν, πάσης μὲν εὐκόλως ἀπαλλαχθήσεσθαι συμφορᾶς, καὶ κινδύνους τοὺς ἐξ Ἰουδαίων παραδραμεῖσθαι ῥᾳδίως, ἀνάλωτοί τε διαμένειν τοῖς ἐθέλουσι κακοῦν· κεχωρισμένου γεμὴν καὶ πρὸς τὸ ἄνω χωρήσαντος, παντὶ μὲν ἑτοίμως περιπεσεῖσθαι κινδύνῳ, τὸν δὲ ἐπὶ τοῖς ἐσχάτοις ὑπομεῖναι κίνδυνον, ὡς οὐδενὸς ὄντος ἔτι τοῦ διαρκῶς ἐπαμύνοντος καὶ τὴν τῶν πειρασμῶν διαπτοοῦντος ἔφοδον. διὰ ταύτην οὖν τὴν αἰτίαν ἄρα ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, οὔτε τὴν ἅπαξ ληφθεῖσαν ἀρνούμενος ἀνθρωπότητα, οὔτε μὴν τῆς θεοπρεποῦς ἐξουσίας ἐν ἐνδείᾳ γεγονότα δεικνὺς ἑαυτὸν, τοῦτο κἀκεῖνο διὰ τῶν λόγων ἐφαίνετο, δεδόσθαι μὲν ὡς ἀνθρώπῳ λέγων τὸ τῆς θεότητος ὄνομα, ἀποτελεῖσθαι γεμὴν ἐν αὐτῷ καὶ δι᾽ αὐτοῦ παρὰ Πατρὸς τὴν ἐπὶ τοῖς σεβομένοις αὐτὸν φειδώ τε καὶ τήρησιν. τί δὲ ἄρα τὸ σοφῶς ἦν ἐν τούτοις ἐξηρτυμένον;
ἵνα δὴ μάθοιεν οἱ μακάριοι μαθηταὶ καὶ συνεῖεν εὖ μάλα, λεπτὸν ἐπιστήσαντες τῷ λεγομένῳ τὸν νοῦν, ὅτι καὶ συνὼν μετὰ σαρκὸς, οὐ διὰ ταύτης αὐτοῖς τὰ εἰς σωτηρίαν εἰργάζετο, ἀλλ᾽ ἐν τῇ τῆς θεότητος δόξῃ καὶ δυνάμει τῇ παντουργῷ. οὐδὲν οὖν ἄρα, φησὶν, ἀδικήσει τοὺς μαθητὰς τὸ μὴ παρεῖναι μετὰ σαρκὸς, τῆς θεϊκῆς ἐξουσίας τοῦ Μονογενοῦς διασώζειν εὐκόλως δυναμένης αὐτοὺς, κἂν εἰ μὴ φαίνοιτο παροῦσα τυχὸν ἡ σάρξ.
Καὶ ταῦτά φαμεν, οὐκ ἐν τῷ μηδενὶ τιθέντες τὸ ἅγιον σῶμα τοῦ Χριστοῦ, μὴ γένοιτο, ἀλλ᾽ ὅτι τὴν ἐπὶ τοῖς τελουμένοις ἐνέργειαν μᾶλλον ἂν πρέποι τῇ τῆς θεότητος ἀπονεμεῖσθαι δόξῃ. ἡγιάζετο γὰρ καὶ αὐτὸ τὸ τοῦ Κυρίου σῶμα τῇ τοῦ ἑνωθέντος Λόγου δυνάμει, ἐνεργὸν δὲ οὕτω πρὸς εὐλογίαν ἡμῖν ἀποτελεῖται τὴν μυστικὴν, ὡς καὶ δύνασθαι τὸν ἴδιον ἡμῖν ἐμφυτεύειν ἁγιασμόν. τοιγάρτοι καὶ αὐτὸς ὁ Σωτὴρ τὰς πρὸς Ἰουδαίους ποτὲ διαλέξεις ποιούμενος, καὶ πολλὰ περὶ τῆς ἰδίας λέγων σαρκὸς, ἄρτον τε αὐτὴν ἀποκαλῶν ζωοποιὸν ὄντως καὶ ἀληθινόν “Ὁ γὰρ ἄρτος, φησὶν, ”ὃν ἐγὼ δώσω ὑμῖν ἡ σάρξ μου ἐστὶν ἣν ἐγὼ δώσω ὑπὲρ “τῆς τοῦ κόσμου ζωῆς.” καταπεπληγμένων τε λίαν ἐκείνων, καὶ πῶς ἂν αὐτοῖς ἡ τῆς γηγενοῦς σαρκὸς φύσις πρόξενος γένοιτο τῆς αἰωνίου ζωῆς, οὐ μετρίως διηπορηκότων, ἀπολογούμενος ἔφασκεν “Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδὲν, τὸ πνεῦμά ”ἐστι τὸ ζωοποιοῦν· τὰ ῥήματα ἃ ἐγὼ ἐλάλησα ὑμῖν, “πνεῦμά ἐστι καὶ ζωή ἐστι·” κἀνταῦθα γὰρ πάλιν, οὐδὲν ὠφελεῖν δύνασθαι τὴν σάρκα φησὶν, πρὸς ἁγιασμὸν δηλονότι καὶ ζωοποίησιν τῶν δεχομένων αὐτὴν, ὅσον ἧκεν εἰς σαρκὸς ἀνθρωπίνης φύσιν· ὅταν δὲ νοῆται καὶ πιστεύηται τοῦ Λόγου ναὸς, τότε δὴ πάντως ἔσται καὶ ἁγιασμοῦ καὶ ζωῆς πρόξενος, πλὴν οὐ πάντως δι᾽ ἑαυτὴν, ἀλλὰ διὰ τὸν ἑνωθέντα Θεὸν, ὅς ἐστιν ἅγιος καὶ ζωή.
τῇ τῆς θεότητος τοιγαροῦν ἐνεργείᾳ τὸ σύμπαν ἀποδιδοὺς, ἀζήμιον ἔσεσθαί φησι τοῖς ἑαυτοῦ μαθηταῖς, ὅσον ἧκεν εἰς τὸ τηρεῖσθαι ζητεῖν τὴν μετὰ σαρκὸς ἀποφοίτησιν. εἰ γὰρ καὶ συστέλλοιτο τυχὸν εἰς οὐράνους, ἀλλ᾽ οὐκ ἀπέσται τῶν ἀγαπώντων αὐτὸν ὁ Σωτὴρ, συνέσται δὲ πάλιν τῇ τῆς θεότητος ἐξουσίᾳ.
Ἵνα τοίνυν ἔχοιεν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν ἑαυτοῖς, ταῦτα λελάληκα ἐν τῷ κόσμῳ φησί. τίς οὖν ἡ πεπληρωμένη καὶ τελεία χαρά; τὸ εἰδέναι καὶ πιστεύειν, οὐχ ὅτι μόνον καθ᾽ ἡμᾶς ἦν ἄνθρωπος ὁ Χριστὸς, ἀλλ᾽ ὅτι μετὰ τοῦ εἶναι καθ᾽ ἡμᾶς, δίχα μόνης ἁμαρτίας, καὶ Θεός ἐστιν ἀληθινός. πρόδηλον οὖν ἄρα καὶ οὐδαμόθεν ἀμφίβολον, ὅτι παρέσται πάντως αὐτῷ τὸ διασώζειν δύνασθαι τοὺς σεβομένους αὐτὸν, καθ᾽ ὃν ἂν βούλοιτο χρόνον, καὶ εἰ μὴ παρὼν ὁρῷτο μετὰ σαρκός. κείσεται γὰρ ἐν τούτῳ, τὸ τελείαν ἔχειν δύνασθαι καὶ ἡμᾶς τὴν χαρὰν, ἅτε δὴ καὶ ἐγγὺς ἀεὶ καὶ συμπαραστάτην ἔχοντας τὸν ἐξαιρεῖσθαι παντὸς ἐξισχύοντα κακοῦ. <Ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτοὺς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου· οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ᾽ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ.> Τῆς ἄνωθεν καὶ παρὰ Πατρὸς εὐμενείας χρειωδεστάτην ἡμῖν ἀποφαίνει τὴν ἐπίδοσιν, ἣν καὶ ἐν τάξει δικαίας τε καὶ πρεπωδεστάτης ἀμοιβῆς μονονουχὶ καὶ ὠφειλῆσθαί φησι πρὸς αὐτοῦ τοῖς δι᾽ αὐτὸν κινδυνεύουσι. μισεῖ γὰρ ὁ κόσμος διὰ Θεὸν τοὺς Θεῷ προσεδρεύοντας, καὶ τοῖς παρ᾽ αὐτοῦ διωρισμένοις εἴκοντας νόμοις, καὶ λόγον οὐδένα τῆς ἐν κόσμῳ ποιουμένους ἡδονῆς, οἳ καὶ πρεπόντως ἂν τύχοιεν συνεργίας τῆς παρ᾽ αὐτοῦ καὶ χάριτος, καὶ τῆς εἰς τὸ εὖ εἶναι διαμονῆς.
ἐπ᾽ αὐτῷ γὰρ ἀνακεκλιμένοι τρόπον τινὰ καὶ θαρσήσαντες, καὶ τὸν δι᾽ αὐτὸν ἀράμενοι πόλεμον, καὶ τοῖς ὑπὲρ δύναμιν ὁμιλῆσαι κινδύνοις οὐ καταδείσαντες, πῶς οὐκ ἂν ἤδη λοιπὸν ἀναλόγως τῷ προτεθέντι σκοπῷ κομίσαιντο τὴν ἀντίδοσιν; διὰ τοῦτό φησιν ὁ Σωτὴρ ὅτι ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου καὶ ὁ κόσμος ἐμίσησεν αὐτοὺς ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. παρεδέξαντο γὰρ, φησὶ, καὶ λίαν ἀσμένως τὸν σὸν, ὦ Πάτερ, δι᾽ ἐμοῦ πρὸς αὐτοὺς γεγονότα λόγον, τουτέστι τὸ κήρυγμα τὸ εὐαγγελικὸν, ἔξω που ζωῆς κοσμικῆς καὶ φρονημάτων γεωδεστέρων ἀποκομίζον εὐκόλως τοὺς προσιεμένους αὐτό. διά τοι τοῦτο καὶ παρὰ τοῦ κόσμου μεμίσηνται, τουτέστι, τῶν τὰ ἐν τῷδε τῷ κόσμῳ φρονεῖν ἑλομένων, καὶ τὴν φιλήδονον ταύτην καὶ μυσαρωτάτην ἀγαπώντων ζωήν.
οὐ γὰρ ἡδεῖς τοῖς ἐν κόσμῳ τῶν ἁγίων οἱ λόγοι, διασύροντες ἀεὶ τὰ ἐν τῷδε τῷ βίῳ κακὰ, καὶ βδελυρὰν ἀποφαίνοντες τὴν ἐν κόσμῳ ζωὴν, κατηγοροῦντές τε τῆς ἁμαρτίας τῆς ἐν αὐτῷ, καὶ πικροῖς ἐλέγχοις κατατοξεύοντες τοὺς οἷσπερ ἂν φαίνοιτο τὸ πταίειν ἡδὺ καὶ τοῖς ἐπιγείοις ἐγκαλινδεῖσθαι κακοῖς, καὶ πλεονεξίας μὲν ἁπάσης καταστρατευόμενοι, φιλοδοξίαν δὲ διαπτύοντες, καὶ τὴν ἁπασῶν μητέρα τῶν κακῶν φιλοχρηματίαν παραιτεῖσθαί τε καὶ ὡς ποῤῥωτάτω ποιεῖσθαι διδάσκοντες, ἀλλὰ καὶ τῆς ἀρχαίας ἀπάτης ἔξω φέρεσθαι δεῖν ἐπιτάττοντες, καὶ πρὸς τὸν τῶν ὅλων ἰέναι Θεὸν τοῖς ἀρκύων εἴσω διαβολικῶν εἰλημμένοις.
Μεμίσηνται τοίνυν διὰ ταῦτά φησιν, ὦ Πάτερ. οὐ γὰρ ἐπί τισι τῶν αἰσχρῶν ἤγουν ἀνοσίων κατεγνωσμένοι, δυσαχθέστεροί πως τοῖς ἐν κόσμῳ γεγόνασιν, ἀλλ᾽ ἐπείπερ αὐτοῖς τὸν παρὰ σοῦ δέδωκα λόγον, ὡς διὰ τοῦτο λοιπὸν ἔξω καὶ αὐτοὺς γενέσθαι τοῦ κόσμου, καθάπερ ἐγώ. φρονήματος γὰρ τοῦ γεωδεστέρου καὶ καταστάσεως κοσμικῆς διῴκισται παντελῶς ἡ ἐν Χριστῷ πολιτεία καὶ ζωὴ, ἧς καὶ κατόπιν ἐρχόμενοι κατά γε τὸ ἐφικτὸν παρελάσαιμεν ἂν καὶ αὐτοὶ τὸ ἐν τοῖς ἐν κόσμῳ καταλογίζεσθαι. διὰ τοῦτο τοῖς ἴχνεσιν αὐτοῦ κατακολουθεῖν ὁ θεσπέσιος ἡμῖν διέταξε Παῦλος· ἑψόμεθα δὲ τότε μάλιστα καλῶς, ὅτε μόνα φρονεῖν ἀγαπῶμεν τὰ ὑπερκόσμια, καὶ ἄνω φρονήματος σαρκικοῦ τὸν οἰκεῖον στήσαντες νοῦν, εἰς μόνα βλέπομεν τὰ ἐν τοῖς οὐρανοῖς. ἑαυτὸν δὲ πάλιν συγκατατάττει τοῖς μαθηταῖς διὰ τὸ ἀνθρώπινον, οὗ καὶ κατὰ μίμησιν ὅταν νοοῖτο τυχὸν ὡς ἄνθρωπος πρὸς πᾶν εἶδος ἄνιμεν ἀρετῆς, καθάπερ ἀρτίως ἐλέγομεν, ἅπασαν μὲν τὴν ἐν κόσμῳ διαθέοντες ἁμαρτίαν, ἀλλότριοί τε καὶ ξένοι τῶν ἐν αὐτῷ κακῶν ἀναδεδειγμένοι. καθάπερ οὖν ἀμέλει καὶ ὁ θεῖος ἡμῖν ἐπιστέλλει Παῦλος περί τε ἑαυτοῦ καὶ Χριστοῦ “Δι᾽ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ ”κόσμῳ,” προσεπιτάττει γεμὴν καὶ ἑτέρωθί που λέγων “Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.”
ἐμιμεῖτο δὲ ὁ Παῦλος τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, οὐ καθόπερ ἐστὶ δημιουργὸς καὶ τῶν ὅλων Κύριος· οὐ γὰρ πρὸς τοῖς ἤδη γεγονόσιν ἑτέρους ἡμῖν ἔστησεν οὐρανοὺς, ἀλλ᾽ οὐδὲ θαλάσσας ἢ γῆν ἀνέδειξέ ποτε· ἐμιμεῖτο δὲ πῶς; ἢ δῆλον ὅτι τῆς ἐπιδειχθείσης ἡμῖν παρ᾽ αὐτοῦ πολιτείας τὸν ἀξιάγαστον τύπον ἐν ἰδίοις διαπλάττων ἤθεσί τε καὶ τρόποις, καθόσον ἦν ἐφικέσθαι θέμις· τίς γὰρ ἂν ἐν ἴσῳ γένοιτο τῷ Χριστῷ;
Ἡμῖν τοιγαροῦν ἑαυτὸν παραζεύξας διὰ τὸ ἀνθρώπινον, μᾶλλον δὲ ὅπερ ἐστὶν ἀληθὲς, ὡς καὶ εἰς τοῦτο κατάρξας ἡμῖν τὸ ἀγαθὸν, τὸ ἐκβῆναί φημι τὸν κόσμον, διὰ τῆς ὑπερκοσμίου ζωῆς· ἄνω γὰρ κόσμου ἡ εὐαγγελικὴ πολιτεία καὶ παίδευσις· οὐκ εἶναί φησιν ἑαυτὸν ἐκ τοῦ κόσμου καὶ ἡμᾶς δὲ τούτου τυχεῖν, ἐπείπερ ὁ θεῖος αὐτοῦ κατῴκηκε λόγος ἐν ταῖς ἡμετέραις ψυχαῖς· ἀλλ᾽ ὥσπερ ὁ κόσμος ἐμὲ μισεῖ, φησὶν, οὕτω καὶ αὐτούς. μισεῖ δὲ ὁ κόσμος τὸν Χριστὸν, καθὸ τοῖς παρ᾽ αὐτοῦ διαμάχεται λόγοις, καὶ ἀνεπίδεκτον ποιεῖται τὴν παραίνεσιν, ταῖς εἰς φαυλότητα ῥοπαῖς ὅλον ἐπιδοὺς τὸ ἴδιον φρόνημα· κατὰ μίμησιν δὲ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ αὐτοὺς δηλονότι μεμίσηκε τοὺς μαθητὰς, τὸν παρ᾽ αὐτοῦ δι᾽ αὐτὸν πρεσβεύοντας λόγον, ὅπερ ἐποίει καὶ Παῦλος λέγων “Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς ”τοῦ Θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, “καταλλάγητε τῷ Θεῷ.” Τίς οὖν ἡ αἴτησις μετὰ τὴν ἀπόδειξιν τοῦ μεμισῆσθαι τοὺς μαθητὰς παρὰ τῶν τοῖς κοσμικοῖς προσηλωθέντων κακοῖς; οὐκ ἐρωτῶ φησιν ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ᾽ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ.
οὐ γὰρ τῶν ἀνθρωπίνων ἀπαλλάττεσθαι πραγμάτων, οὐδὲ τῆς ἐν σώματι ζωῆς ἀπαλλάττεσθαι τοὺς ἁγίους ἐθέλει Χριστὸς, οὔπω τῆς οἰκείας ἀποστολῆς τὸν δρόμον τελέσαντας, ἢ ταῖς κατ᾽ εὐσέβειαν διαπρέψαντας ἀρεταῖς, ἀλλὰ τοῖς ἐν κόσμῳ συμβιοτεύσαντας καὶ εἰς εὐάρεστον τῷ Θεῷ πολιτείαν τοὺς ἐν αὐτῷ ποδηγήσαντας, μετὰ λαμπρῶν τότε τῶν κατορθωμάτων πρὸς τὴν ἄνω φέρεσθαι πόλιν, καὶ τοῖς τῶν ἁγίων ἀγγέλων συναυλίζεσθαι χοροῖς. εὑρήσομεν γοῦν τῶν ἁγίων τινὰ προσιόντα τῷ φιλαρέτῳ Θεῷ καὶ ψάλλοντα “Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ”ἡμερῶν μου,” οὐ γὰρ ἀζήμιον ταῖς φιλοθέοις ψυχαῖς πρὸ τελειώσεως ὥσπερ τῆς κατ᾽ ἐξαίρετον πολιτείαν ζωῆς ἀποπίπτειν τῆς μετὰ σαρκός. διὰ τοῦτο καὶ ὁ νόμος ὁ διὰ Μωυσέως ὡς ἐν ὀργῆς τινος τάξει καὶ τιμωρίας τοῖς φιλαμαρτήμοσιν ἐπιῤῥιπτεῖσθαι διδάσκων τὸν οὐκ ἐν καιρῷ τῷ καθήκοντι θάνατον, ἐπεφώνει πολλάκις, ἔξω δεῖν ἑστάναι κακῶν, “ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου.” ἄλλως τε τὸ τῶν καθ᾽ ἡμᾶς ἀποδημῆσαι πραγμάτων τοὺς ἁγίους ἐθέλειν, οὐ μετρίαν ἔμελλε περιποιήσειν ζημίαν τοῖς ἀσθενοῦσι περὶ τὴν πίστιν· μᾶλλον δὲ οὐδ᾽ ἂν ὅλως παιδαγωγηθεῖεν εἰς εὐσέβειαν, τοὺς τοῦτο δρᾶν δυναμένους οὐκ ἔχοντες. καὶ τοῦτο εἰδὼς ὁ Παῦλός φησι “Κρεῖττον γὰρ τὸ ἀναλῦσαι ”καὶ σὺν Χριστῷ εἶναι, τὸ δὲ ἐπιμεῖναι τῇ σαρκὶ ἀναγκαιό- “τερον δι᾽ ὑμᾶς.”
προνοήσας οὖν ἄρα τῆς τῶν ἀμυήτων σωτηρίας ὁ Κύριος, οὐ δίχα φωστήρων καὶ ἁλῶν τοὺς ἐν τῷ κόσμῳ δεῖν καταλιμπάνεσθαι λέγει, διατηρεῖσθαι δὲ μᾶλλον τοὺς ἁγίους ἐρωτᾷ, τῆς τοῦ πονηροῦ δυστροπίας ἔξω μένοντας ἀεὶ, καὶ τῶν πειρασμῶν τὴν ἔφοδον ὑπεκνεύοντας, δυνάμει τοῦ πάντα ἰσχύοντος Πατρός.
Σημειωτέον δὲ πάλιν, ὅτι τὸν ἴδιον καὶ παρ᾽ αὐτοῦ γεγονότα λόγον, φαμὲν δὲ τὸν εὐαγγελικόν, τοῦ Θεοῦ καὶ Πατρὸς εἶναί φησιν, οὐχ ἕτερον ἑαυτὸν παρὰ τὸν Πατέρα δεικνὺς διὰ τὸ ὁμοούσιον. εὑρήσομεν γὰρ ἐν τοῖς εὐαγγελικοῖς συγγράμμασιν ἀποτεθηπότας αὐτὸν τοὺς τῶν Ἰουδαίων λαοὺς, ἐπείπερ αὐτοὺς ἐδίδασκεν, “ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ ”γραμματεῖς αὐτῶν·” οἱ μὲν γὰρ ἄνω τε καὶ κάτω τὸ τῷ νόμῳ δοκοῦν προϊσχόμενοι, τὰς πρὸς αὐτοὺς διαλέξεις ποιοῦντες ἐφαίνοντο· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, οὐχὶ δὴ πάντως τοῖς ἐν σκιᾷ καὶ γράμμασι κατακολουθήσας τύποις, ἀλλ᾽ ἐν ἐξουσίᾳ θεοπρεπεῖ τὸν οἰκεῖον καταλαμπρύνων λόγον “Ἐῤῥέθη τοῖς ἀρχαίοις Οὐ μοιχεύσεις, φησίν· ἐγὼ δὲ λέγω ”ὑμῖν,” οὐκ ἐπιθυμήσεις, καίτοι τοῦ νόμου διαγορεύοντος περὶ τῶν θείων λογίων, ὡς ἐπ᾽ αὐτοῖς οὐκ ἔστι προσθεῖναι καὶ ἀπ᾽ αὐτῶν οὐκ ἔστιν ἀφελεῖν· ἀλλ᾽ ὑφεῖλέ τε καὶ προστέθεικεν ὁ Χριστὸς μετατιθεὶς τὰ ἐν τύποις εἰς ἀλήθειαν. οὐκοῦν οὐκ ἐν τοῖς ὑπὸ νόμον, τουτέστιν, οὐκ ἐν ποιήμασι λογισθήσεται· ᾧ γὰρ ἂν ἐπίοι τὸ ἐν δούλοις τετάχθαι φυσικῶς, τούτῳ δὴ προσείη που πάντως ἂν καὶ τὸ δεῖν ὑποκεῖσθαι νόμῳ. ἴδιον οὖν ἄρα λόγον τὸν τοῦ Πατρὸς ἐποιήσατο Χριστός.
αὐτὸς γάρ ἐστιν ὁ ἐν Πατρί τε καὶ ἐξ αὐτοῦ Λόγος, τῶν τῆς θεότητος θελημάτων ἐξαγγελτικός· θεότητος δέ φημι τῆς ἀληθοῦς καὶ μόνης, ἣ ἐν Πατρί τε καὶ Υἱῷ νοεῖται καὶ Ἁγίῳ Πνεύματι. <Ἐκ τοῦ κόσμου οὐκ εἰσὶ, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.
Πάτερ ἅγιε τήρησον αὐτοὺς ἐν ἀληθείᾳ· ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν.> Ὑπέδειξε πάλιν ἐν τούτοις καὶ κατέστησεν ἐναργὲς ὑπὲρ τίνων ἀνιέναι πρὸς Θεὸν καὶ Πατέρα δεῖται, καὶ ὑπὲρ ὧν ἂν γένοιτο πρεπωδέστερον, ὅταν ἔτι νοῆται καθ᾽ ἡμᾶς μεσίτης τε καὶ ἀρχιερεὺς καὶ παράκλητος κατὰ τὴν ἁγίαν γραφὴν, ἵν᾽ εἴ που τι καὶ διαπταῖσαι συμβαίνοι καὶ ἁμαρτεῖν τοῦ καθήκοντος λογισμοῦ τε καὶ πράγματος, ἢ καὶ ἀδοκήτοις ἔσθ᾽ ὅτε κατακρούεσθαι πειρασμοῖς, ἤγουν διαβολικαῖς κακουργίαις ὑποχειμάζεσθαι, προσίοι τε ὑπὲρ ἡμῶν, κατά γε τὸ πρέπον τῇ μεσιτείᾳ σχῆμα, καὶ συγχορηγῇ τῷ ἰδίῳ γεννήτορι τοῖς ἀξίοις τὰ ἀγαθά· πρέποι γὰρ ἂν καὶ τοῦτο αὐτῷ, Θεῷ κατὰ φύσιν ὑπάρχοντι. ἔχουσι τοίνυν, φησὶν, οἱ τὸν σὸν ὦ Πάτερ δι᾽ ἐμοῦ δεξάμενοι λόγον τὴν ἐμὴν ἐν ἑαυτοῖς διαλάμπουσαν εἰκόνα, σύμμορφοί τε τῷ σῷ γνησίῳ γεγόνασιν Υἱῷ, κατὰ μίμησιν τὴν αὐτοῦ τῆς κοσμικῆς φαυλότητος τὸν κλύδωνα παραθέοντες, ἀλλότριοί τε καὶ ξένοι τῆς ἐν τῷδε τῷ βίῳ φιληδονίας τε καὶ ἁπάσης αἰσχρότητος ἀναδεδειγμένοι. διὰ τοῦτο τήρησον αὐτοὺς ἐν τῇ ἀληθείᾳ τῇ σῇ· φυσικὴ μὲν γὰρ ἐν Χριστῷ καὶ ὑπὲρ λόγον ἡ καθαρότης.
Θεὸς γάρ ἐστιν ἀληθινὸς, ἁμαρτίᾳ μὲν ὑποπίπτειν οὐκ εἰδὼς ἢ καὶ ἀνεχόμενος, πηγὴ δὲ μᾶλλον ὑπάρχων ἀρετῆς ἁπάσης καὶ τῆς ἐν ἁγιασμῷ νοουμένης λαμπρότητος. δρῴη γὰρ ἂν ἕτερον οὐδὲν ἡ θεία τε καὶ τῶν ὅλων κρατοῦσα φύσις, εἰ μὴ ὅπερ ἂν αὐτῇ πρέποι τε κατὰ ἀλήθειαν καὶ νοοῖτο προσόν. ἐν δὲ τοῖς ἁγίοις μαθηταῖς, ἤγουν ἅπασι τοῖς πιστεύουσιν εἰς αὐτὸν, οὐχ ἑτέρως ἐνυπάρξαι τὸ καθαρὸν, ἤγουν τὸ μηκέτι τοῖς κοσμικοῖς ἀναφύρεσθαι κακοῖς, εἰ μὴ διὰ τῆς ἄνωθεν ἀμνησικακίας τε καὶ χάριτος, ἐκποδὼν μὲν τιθείσης τῶν ἤδη προεπταισμένων τὸν μολυσμὸν, καὶ τοῦ παρελάσαντος βίου τὰ ἐγκλήματα, εἰσκομιζούσης δὲ μᾶλλον τῆς ἐν ἁγιασμῷ ζωῆς τὴν λαμπρότητα, πλὴν οὐκ ἀταλαίπωρον ἐχούσης τὴν ἐν ταυτότητι διαμονήν· σοφώτατα γάρ μοι φαίνεται καὶ ὁ Παῦλος εἰπών “Ὥστε ὁ δοκῶν ἑστάναι ”βλεπέτω μὴ πέσῃ.” ἀεὶ γὰρ ἐν σάλῳ τὰ ἡμέτερα καὶ ποικίλως δονεῖται τὰ καθ᾽ ἡμᾶς, ἀκαταλήκτως τοῦ πονηροῦ πειράζοντος, προσεδρεύοντός τε διὰ παντὸς καὶ δυσκατόπτοις κακουργιῶν εὑρήμασι κατασπιλοῦν ἐθέλοντος, εἴπερ ἂν δύναιτο, καὶ τοὺς ἤδη κεκαθαρμένους· τὰ γὰρ “βρώματα αὐτοῦ ”ἐκλεκτὰ,” κατὰ τὴν τοῦ προφήτου φωνήν.
ἐπιμαρτυρήσας τοίνυν τοῖς ἑαυτοῦ μαθηταῖς τὴν ἔξω κόσμου ζωὴν, καὶ τῆς οὐσιώδους ἑαυτοῦ καθαρότητος τὴν κατὰ μίμησιν συμμορφίαν, τηρηθῆναι λοιπὸν καὶ παρὰ Πατρὸς ἐρωτᾷ, μονονουχὶ λέγων Ὦ πανάγιε Πάτερ, εἰ μὲν ἦσαν ἐν κόσμῳ, τουτέστιν, εἰ τὸν ἐν τῷδε τῷ κόσμῳ τετιμημένον διέζων βίον, εἰ ταῖς ἐπιγείοις καὶ προσκαίροις ἡδοναῖς τὸν οἰκεῖον ἐγκατασπείροντες νοῦν, τὴν ἀκαλλεστάτην τοῦ πονηροῦ κατέγραφον ὥσπερ ἰδέαν ἐν ἑαυτοῖς, οὐκ ἂν ἐπεφύη πειράζων ἐκεῖνος, ἀλλ᾽ οὐδ᾽ ἂν τοῖς ἰδίοις αὐτὸς ἐξωπλίσθη τέκνοις, τῆς ἐνούσης αὐτῷ φαυλότητος ἐν αὐτοῖς ἔχων τὴν μίμησιν· ἐπειδὴ δὲ καθ᾽ ὁμοιότητα καὶ αὐτοὶ τὴν ἐμὴν, τὴν ἐν τῷδε τῷ κόσμῳ διαγελῶντες ἀπάτην, ἔξω τε κόσμου γεγόνασι, καὶ τὸ τῆς ἐμῆς ἀσυγκρίτου φαιδρότητος διαφανέστατον σχῆμα λοιπὸν ἐν οἰκείοις ἀναμάττονται τρόποις, ἔφεδρόν τε διὰ τοῦτο καὶ πολεμιώτατον ἔχουσι τὸν ἀεὶ τοῖς ἁγίοις ἐπιτρίζοντα σατανᾶν, διατηρεῖσθαι λοιπὸν ἀναγκαίως βούλομαι· διατηρεῖσθαι δέ πως οὐκ ἔστι δίχα τῆς ἀληθείας τῆς σῆς, τουτέστιν ἐμοῦ. εἰμὶ γὰρ ἐγὼ κατὰ φύσιν ἀλήθεια σὴ, ὦ Πάτερ, ὁ οὐσιώδης τε καὶ ζῶν καὶ ἐνυπόστατος Λόγος.
Καὶ ταυτὶ μὲν λέγειν οἴεσθαι δεῖν ὑποτοπητέον αὐτόν· βλέπε δὲ ὅπως διὰ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν αὐτοῦ λόγων τῇ τοῦ Πατρὸς ἐνεργείᾳ, τῇ κατά τι γοῦν νοουμένῃ, τὸ οἰκεῖον παρεισδύσας πρόσωπον, συνεισάγει πάντως, ἐκεῖνό που τάχα παραδεικνὺς ἀληθὲς ὅτι “πάντα δι᾽ αὐτοῦ ”ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.” ἐν μὲν οὖν τοῖς ὀπίσω βραχὺ τηρεῖσθαι τοὺς μαθητὰς παρὰ τοῦ ἰδίου γεννήτορος ἐν ὀνόματι παρεκάλει τῷ δοθέντι αὐτῷ· ἐν δέ γε τούτοις, ἐν τῇ ἀληθείᾳ τοῦ Πατρὸς τὴν ὑπὲρ αὐτῶν αἴτησιν πληροῦσθαι βούλεται. τί οὖν ἄρα καὶ τοῦτό ἐστιν, ἢ τί τὸ ποικίλον τῶν λόγων βούλεται; οὐ μίαν οὖσαν ἐπιδεικνύειν τὴν παρὰ Πατρὸς ἐνέργειαν δι᾽ αὐτοῦ τελουμένην ἐπὶ τῇ τῶν ἁγίων φειδοῖ; ἐν μὲν γὰρ ἐκείνοις, ἐν ὀνόματι τοῦ Πατρὸς χρῆναι λέγων τηρεῖσθαι τοὺς μαθητὰς, οἱονεὶ τὸ ἐν δόξῃ καὶ δυνάμει θεότητος, τῆς τοῦ κακοῦν ἐθέλοντος ἔξω γενέσθαι χειρὸς, τοῖς διὰ Θεὸν κινδυνεύουσιν ὑπάρξαι φησὶν, ὁποῖόν τι καὶ γέγονεν ἐπ᾽ αὐτοῖς, κατὰ τὸ σιωπώμενον, ὃ καὶ τοῖς ἑαυτοῦ μαθηταῖς ἐκκαλύπτων κατὰ καιροὺς εἴρηκεν ὁ Χριστός “Σίμων Σίμων, ἰδοὺ ὁ σατανᾶς ἐξῃτήσατο ὑμᾶς, τοῦ ”σινιάσαι ὡς τὸν σίτον· ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ “ἐκλίπῃ ἡ πίστις σου.” λεληθότως γὰρ οἰκονομεῖται τῶν καθ᾽ ἡμᾶς τὰ πολλὰ, προνοοῦντος δηλονότι καὶ ὑπερασπίζοντος τοῦ Χριστοῦ τῆς ἑκάστου ζωῆς.
ἐνταῦθα δὲ λέγων Τήρησον αὐτοὺς ἐν τῇ ἀληθείᾳ, κατασημαίνει σαφῶς τὸ δι᾽ ἐλλάμψεως τῆς ἀληθείας εἰς τὴν τῆς ἀληθείας χειραγωγεῖσθαι κατάληψιν. οὐδὲ γὰρ ἂν δίχα τοῦ διὰ Πνεύματος φωτισμοῦ πρὸς ἐπίγνωσιν τῆς ἀληθείας ἴοι τις ἂν, οὐδ᾽ ἂν ὅλως ἀκριβῆ τῶν θείων δογμάτων ἐκπορίσαιτ᾽ ἂν ἑαυτῷ τὴν κατάληψιν, κατά γε τὸ ἀνθρώποις φαμὲν ἐφικτόν. ὑπὲρ γὰρ νοῦν τὸν ἡμέτερον τὰ ἐν τῇ θεοπνεύστῳ γραφῇ μυστήρια, πλὴν οὐκ ἀκλεὲς τὸ δῶρον, τὸ κἂν γοῦν ἐν μετρίᾳ φημὶ γενέσθαι τῇ γνώσει τῇ περὶ Χριστοῦ.
Πέτρος γοῦν ὁ μακάριος, Υἱὸν ἀληθῶς τοῦ Θεοῦ τοῦ ζῶντος ὁμολογήσας τὸν Κύριον, ἤκουεν εἰκότως “Μακάριος ”εἶ Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ “σοι, ἀλλ᾽ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.” ἀποκαλύπτει γὰρ τοῖς ἁγίοις τὸν ἴδιον Υἱὸν, ὅς ἐστιν ἀλήθεια, παρατρέπειν οὐκ ἐῶντα τὸν σατανᾶν πρὸς κίβδηλον γνῶσιν τῶν πιστευόντων τὸν νοῦν, ᾧ προσκεκλιμένοι κατὰ καιροὺς Ὑμέναιος καὶ Ἀλέξανδρος, “ἐναυάγησαν περὶ τὴν πίστιν,” τὸν ὀρθὸν τῆς ἀληθείας παρωσάμενοι λόγον. μέγα τοίνυν εἰς τὸ διαμεῖναι καλῶς καὶ ἐν ὀρθότητι λογισμῶν καὶ πράξεων, τὸ ἐν ὀνόματι Θεοῦ καὶ ἐν ἀληθείᾳ τηρεῖσθαι παρὰ Πατρὸς, ἵνα μήτε περὶ τὴν τῆς πρακτικῆς φαιδρότητα διαπταίωμεν, μήτε μὴν ταῖς εἰς ἀμαθίαν παρατροπαῖς, τῶν τῆς ἐν ἀληθείᾳ θεοσεβείας δογμάτων ἐξοιχώμεθά ποι μακράν. τοῦτο δ᾽ ἂν καὶ αὐτοῖς ἡμῖν ὑπάρξαι ῥᾳδίως, ὅταν ἔξω τοῦ κόσμου γεγονότες φαινώμεθα, οὐκ ἀρνούμενοι τὴν ἐν κόσμῳ γένεσιν· ἐκ πηλοῦ γὰρ οἱ πάντες καὶ ἐκ γῆς διηρτίσμεθα, κατὰ τὸ γεγραμμένον· τῇ δὲ τῶν ἔργων ποιότητι, τῆς τῶν ἐν κόσμῳ ζωῆς παραλλάττοντες. περιπατοῦντες γὰρ ἐπὶ γῆς ἐν οὐρανῷ πολιτεύονται τῆς ἐν Χριστῷ συμμορφίας οἱ ἐρασταί.
Σημειωτέον δὲ πάλιν, ὅτι δὴ σφόδρα χρησίμως ἅγιον ἐν τούτοις ἀποκαλεῖ τὸν Πατέρα, μονονουχὶ καὶ ὑπομιμνήσκων αὐτὸν, ὅτι περ ἅγιος ὢν τοῖς ἁγίοις ἐφήδεται. ἅγιον δὲ πᾶν ὅπερ ἂν φαίνοιτο τῆς ἐν κόσμῳ κηλῖδος ἀπηλλαγμένον, ὅπερ ἐστὶ φυσικῶς μὲν ἐν Χριστῷ καθ᾽ ὁμοιότητα τοῦ Πατρὸς, εἰσποιητὸν δὲ καὶ εἰσκεκριμένον ἐν τοῖς ἁγίοις μαθηταῖς, διά τε τοῦ κατὰ χάριν ἁγιασμοῦ καὶ τῆς ἐν βίῳ φαιδρότητος καὶ ἐπιεικείας· πλάττοιτο γὰρ ἂν πρὸς εἰκόνα τις οὕτω τὴν θείαν καὶ ὑπερκόσμιον.
ΚΕΦΑΛΗ Ι.
Ὅτι οὐκ ἐκ μετοχῆς τῆς πρὸς ἕτερον ἅγιός ἐστιν ὁ Χριστὸς οὐδὲ ξένος τῆς οὐσίας αὐτοῦ ὁ διὰ Πνεύματος ἁγιασμός. <Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον, καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσι καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ.> ἍΓΙΟΝ ὀνομάσας μάλιστα νυνὶ τὸν Πατέρα, διατηρεῖσθαί τε τοὺς μαθητὰς ἐρωτήσας ἐν ἀληθείᾳ, τουτέστιν, ἐν τῷ ἰδίῳ Πνεύματι· τὸ γὰρ Πνεῦμά ἐστιν ἡ ἀλήθεια, κατὰ τὴν Ἰωάννου φωνὴν, ἐπεὶ καὶ Πνεῦμα τῆς ἀληθείας ἐστὶν, αὐτοῦ δηλονότι τοῦ Μονογενοῦς· ἀπεσταλκέναι φησὶν αὐτοὺς ἐν τῷ κόσμῳ κατὰ μίμησιν τῆς οἰκείας ἀποστολῆς· ἀπόστολος γὰρ καὶ ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν γέγονεν Ἰησοῦς, κατὰ τὴν τοῦ Παύλου φωνὴν, κατά γε τὸ πρέπον τῇ ἀνθρωπότητι σχῆμα καὶ τῷ τῆς κενώσεως τρόπῳ· προκεχειρισμένους δὲ ἅπαξ εἰς τοῦτο τοὺς μαθητὰς, δεῖσθαι δὴ πάντως τοῦ ἁγιάζεσθαί φησι παρὰ τοῦ ἁγίου Πατρὸς, ἐνοικίζοντος αὐτοῖς δηλονότι δι᾽ Υἱοῦ τὸ Πνεῦμα τὸ Ἅγιον· καὶ γάρ τοι κατὰ ἀλήθειαν οὐκ ἂν εἰς τοῦτο φαιδρότητος ἀφίκοντό ποτε τοῦ Σωτῆρος οἱ μαθηταὶ, ὡς ὅλης γενέσθαι τῆς οἰκουμένης φωστῆρες, ἀλλ᾽ οὐδ᾽ ἂν ἀντέσχον πρὸς τὰ ἐκ τῶν πειραζόντων, ἤτοι τοῦ διαβόλου δυσάντητα βλάβη, τῇ τοῦ Πνεύματος μετουσίᾳ μὴ διαπεφραγμένοι τὸν νοῦν, καὶ εἰς ἀσυνήθη τινὰ καὶ τὴν ὑπεράνθρωπον ἐντολὴν δι᾽ αὐτοῦ δυναμούμενοι, καὶ εἰς γνῶσιν ἀκραιφνῆ τῆς θεοπνεύστου γραφῆς καὶ τῶν ἱερῶν τῆς Ἐκκλησίας δογμάτων, διὰ τῆς τοῦ Πνεύματος δᾳδουχίας ἀνιδρωτὶ ποδηγούμενοι.
καὶ γοῦν ὁ Σωτὴρ συναλιζόμενός τε αὐτοῖς, μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, καθὰ γέγραπται, καὶ τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην τὴν διὰ πίστεως χάριν κηρῦξαι προστάξας “παρήγγειλεν ”ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, περιμένειν δὲ τὴν ἐπαγ- “γελίαν τοῦ Πατρὸς, ἣν” αὐτοῦ τε λέγοντος ἤκουσαν καὶ διὰ φωνῆς τῶν ἁγίων προφητῶν. ἔσται γὰρ ἐν ταῖς ἡμέραις ἐκείναις λέγει Κύριος, “ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ ”πᾶσαν σάρκα.” καὶ αὐτὸς δὲ σαφῶς ὁ Σωτὴρ τὴν τοῦ Πνεύματος πρόχυσιν ἥξειν ἐπ᾽ αὐτοὺς κατεπηγγέλλετο, λέγων “Ἔτι πολλὰ ὑμῖν ἔχω λέγειν, ἀλλ᾽ οὐ δύνασθε βαστάζειν ”ἄρτι, ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδη- “γήσει ὑμᾶς εἰς τὴν ἀλήθειαν πᾶσαν,” καὶ πάλιν “Κἀγὼ ”ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον παράκλητον δώσει “ὑμῖν.”
ἴδιον γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ Πνεῦμά ἐστιν, ἀλλ᾽ οὐδὲν ἧττον ἴδιόν ἐστι καὶ αὐτοῦ τοῦ Υἱοῦ, οὐχ ὡς ἕτερον καὶ ἕτερον, ἢ μεριστῶς ἐν ἑκατέρῳ νοούμενόν τε καὶ ἐνυπάρχον, ἀλλ᾽ ἐπείπερ ἐκ Πατρὸς καὶ ἐν Πατρὶ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καρπὸς ὑπάρχων ἀληθινὸς τῆς οὐσίας αὐτοῦ, τὸ τοῦ Πατρὸς ἴδιον Πνεῦμα κατὰ φύσιν ἐπάγεται, χεόμενον μὲν ἐκ Πατρὸς, δι᾽ αὐτοῦ δὲ τοῦ Υἱοῦ τῇ κτίσει χορηγούμενον, οὐ κατά τινα τρόπον διακονικὸν, ἤγουν τὸν ἐν ὑπουργίᾳ νοούμενον, ἀλλ᾽ ὥσπερ ἔφην ἀρτίως, ἐξ αὐτῆς μὲν προκύπτον τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, χεόμενον δὲ τοῖς ἑλεῖν ἀξίοις διὰ Λόγου τοῦ ὁμοουσίου καὶ ἐξ αὐτοῦ πεφηνότος, κατ᾽ ἔκφανσιν δηλονότι τὴν εἰς τὸ εἶναι καθ᾽ ἑαυτὸν, καὶ ἐν αὐτῷ μένοντός τε καὶ ὄντος ἀεὶ, προσεχῶς τε ἅμα καὶ οἷον μεμερισμένως. ἰδιοσυστάτως μὲν γὰρ εἶναί φαμεν τὸν Υἱὸν, ἐνυπάρχειν δὲ αὖ τῷ ἰδίῳ γεννήτορι, καὶ ἔχειν ἐν ἑαυτῷ τὸν γεννήσαντα.
ὅτι δὲ τὸ τοῦ Πατρὸς Πνεῦμα, Πνεῦμα φαίνεται τοῦ Υἱοῦ, καὶ τοῦ Πατρὸς πέμποντος ἤτοι διανέμειν ἐπαγγελλομένου τοῖς ἁγίοις αὐτὸ, διαδίδωσι πάλιν ὡς ἴδιον ὁ Υἱὸς, διὰ τὴν ταυτότητα τῆς οὐσίας ἧς ἔχει πρὸς τὸν Πατέρα, καὶ ὅτι πρὸς πᾶν ὁτιοῦν ἐνεργὸς ὁ Πατὴρ δι᾽ αὐτοῦ, σαφέστατα πάλιν αὐτὸς διαμεμήνυκεν εἰπών “Συμφέρει ”ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ μὴ ἀπέλθω, ὁ παράκλητος “οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς· ὅταν δὲ ἀπέλθω, πέμψω αὐτὸν ”πρὸς ὑμᾶς,” ἐν ἑτέροις εἰπών “Κἀγὼ ἐρωτήσω τὸν ”Πατέρα καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν·” ἀναφανδὸν ἐν τούτοις αὐτὸς ἡμῖν τὸν παράκλητον καταπέμψειν ἐπαγγέλλεται.
Ἐπειδὴ τοίνυν προβέβληνται, φησὶν, εἰς ἀποστολὴν τὴν ἐν κόσμῳ καθ᾽ ὁμοιότητα τὴν ἐμὴν, οἱ τοῖς ἐμοῖς λόγοις προσεδρεύοντες μαθηταί Τήρησον αὐτοὺς, ἅγιε Πάτερ, ἐν τῇ ἀληθείᾳ σου, τουτέστιν ἐν τῷ σῷ Λόγῳ, ἐν ᾧ καὶ δι᾽ οὗ τὸ ἁγιάζον ἐστί τε καὶ πρόεισι Πνεῦμα. καὶ τίς ταῦτα λέγοντι τῷ Σωτῆρι σκοπός; ἐφ᾽ ἡμᾶς αὐτοὺς τὸν ἐν Πνεύματι καὶ διὰ Πνεύματος ἁγιασμὸν ἐκάλει παρὰ Πατρὸς, καὶ ὅπερ ἦν ἐν ἡμῖν ἀπὸ πρώτων τῆς γενέσεως χρόνων καὶ ἐν ἀρχαῖς τοῦ πεποιῆσθαι παρὰ Θεοῦ, τοῦτο πάλιν ἐν ἡμῖν ἀναζωπυρεῖσθαι βούλεται. καὶ ταῦτά φαμεν, ἅτε δὴ μεσιτεύοντος καὶ τὸ τοῦ παρακλήτου πρόσωπον ἀποπληροῦντος ὑπὲρ ἡμῶν πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα τοῦ Μονογενοῦς. ἀλλ᾽ ἵνα τῆς ἀσαφείας καὶ τὸν ἐπὶ τούτῳ λόγον ἀπαλλάττοντες, εὐκάτοπτον τοῖς ἀκροωμένοις τὴν τῶν εἰρημένων καταστήσωμεν δύναμιν, φέρε τι βραχὺ περὶ τοῦ πρωτοπλάστου λέγωμεν.
Ἔφη τοίνυν Μωυσῆς ὁ θεσπέσιος περὶ αὐτοῦ, ὅτι δὴ χοῦν ἀπὸ γῆς λαβὼν ὁ Θεὸς ἔπλασε τὸν ἄνθρωπον. εἶτα τὸ ζῷον εἰς τὸν τέλειον ἄγων ἀπαρτισμὸν, ὅπως τε καὶ τίνα τρόπον ἐψυχώθη διδάσκων “ἐνεφύσησε, φησὶν, εἰς τὸ ”πρόσωπον αὐτοῦ πνοὴν ζωῆς,” οὐ δίχα τοῦ διὰ Πνεύματος ἁγιασμοῦ τὴν ψυχὴν τῷ ἀνθρώπῳ δεδόσθαι σημαίνων, ἀλλ᾽ οὐδὲ γυμνὴν ἢ ἐρήμην παντελῶς τῆς θείας καθεστάναι φύσεως. οὐδὲ γὰρ ἂν ὤφθη ποτὲ κατ᾽ εἰκόνα τὴν ἀνωτάτω τὸ χθαμαλωτάτην οὕτως ἔχον τὴν γένεσιν, εἰ μὴ τὴν διὰ τοῦ Πνεύματος μόρφωσιν, προσωπεῖον ὥσπερ τι περικαλλὲς ἔλαχέ τε καὶ ἐκληρώσατο, βουλήσει δὲ δηλονότι τοῦ Θεοῦ. ἐπειδὴ γάρ ἐστι τῆς τοῦ Μονογενοῦς οὐσίας εἰκὼν ἀκραιφνὴς τὸ Πνεῦμα αὐτοῦ, κατὰ τὸ γεγραμμένον διὰ τοῦ Παύλου “Οὓς γὰρ προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος ”τοῦ Υἱοῦ αὐτοῦ·” τοὺς οἷσπερ ἂν ἐνυπάρξαι συμμόρφους ἀποτελεῖ τῇ τοῦ Πατρὸς εἰκόνι, τουτέστι τῷ Υἱῷ, οὕτω τε τὰ πάντα δι᾽ Υἱοῦ πρὸς τὸν ἐξ οὗπέρ ἐστι Πατέρα διὰ Πνεύματος ἐπανάγεται.
ἀνανεοῦσθαι τοιγαροῦν καὶ ἀναπλάττεσθαί πως εἰς εἰκόνα τὴν πρώτην τὴν ἀνθρώπου φύσιν ἐρωτᾷ διὰ μετουσίας τοῦ Πνεύματος, ἵνα τὴν πρώτην ἐκείνην ἀμφιεσάμενοι χάριν, καὶ τὴν πρὸς αὐτὸν ἀνακομισάμενοι μόρφωσιν, ἀμείνους τε ἤδη καὶ δυνατώτεροι τῆς ἐν τῷδε τῷ κόσμῳ βασιλευούσης ἁμαρτίας εὑρισκώμεθα, μόνῃ τε τῇ εἰς Θεὸν ἀγαπήσει προσεδρεύωμεν, ἐφέσει τῇ πρὸς πᾶν ὁτιοῦν ἀγαθὸν ὁλοσχερῶς ἀνακείμενοι, καὶ φιλοσαρκίας κρείττονα τὴν διάνοιαν ἔχοντες, ἀπαραποίητον ἐν ἑαυτοῖς τῆς ἐντεθείσης εἰκόνος τὸ κάλλος τηρήσωμεν. οὗτος γὰρ ὁ βίος ὁ πνευματικὸς, αὕτη τῆς ἐν πνεύματι λατρείας ἡ δύναμις.
Ἀλλ᾽ εἰ χρή τι πάλιν τὸ τοῦ λόγου μῆκος συνελόντας ἐν ὀλίγοις εἰπεῖν, τὸ ἀρχαῖον τῆς ἀνθρωπότητος δῶρον, τουτέστι, τὸν διὰ Πνεύματος ἁγιασμὸν, καὶ τὴν τῆς θείας φύσεως κοινωνίαν ἐφ᾽ ἡμᾶς ἐκάλει Χριστὸς, ὡς ἐν ἀπαρχῇ τῶν δεχομένων ἐν τοῖς αὐτοῦ μαθηταῖς, ἐπεί τοι καὶ ἀληθὴς ὁ λόγος ὅτι “τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρ- ”πῶν μεταλαμβάνειν.” ἀλλ᾽ ἵνα κἀν τούτῳ φαίνηται πρωτεύων αὐτός· ἔδει γὰρ ὄντα πρωτότοκον, ὡς ἐν πολλοῖς ἀδελφοῖς καὶ ἐν τοῖς καθ᾽ ἡμᾶς ἔτι νοούμενον, διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν αὐτὸν ὁρᾶσθαι γεγονότα τε καὶ ὑπάρχοντα παντὸς ἡμῖν ἀγαθοῦ καὶ ἀρχὴν καὶ θύραν καὶ ὁδόν· ἀναγκαίως ἐπήνεγκε τὸ ἐφεξῆς, τουτέστιν Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν.
Καὶ δυσεξήγητον μέν πως ἐστὶ καὶ δυσχερὲς εἰς νόησιν τὸ εἰρημένον. πλὴν ὁ πάντα φωτίζων Λόγος καὶ “ἀποκα- ”λύπτων βαθέα ἐκ σκότους,” σαφηνιεῖ καὶ τοῦτο ἡμῖν τὸ μυστήριον. ἁγιάζεσθαι μὲν οὖν λέγεται κατὰ συνήθειαν νομικὴν, τὸ ἐν τάξει τινὸς ἀναθέματος ἢ δωροφορίας ὡς ἱερὸν τῷ Θεῷ παρά του προσαγόμενον, καθάπερ ἀμέλει καὶ πᾶν πρωτότοκον διανοῖγον μήτραν ἐν υἱοῖς Ἰσραήλ. “ἁγία- ”σον γάρ μοι πᾶν πρωτότοκον διανοῖγον μήτραν,” πρὸς τὸν ἄριστον ἔφη Μωυσέα, τουτέστιν Ἀνάθες καὶ ἀπόνειμε καὶ κατάγραψον, ὡς ἱερόν· οὐ γὰρ δήπου φαμὲν, ἀλλ᾽ οὐδ᾽ ἂν ἑτέρου τυχὸν εἰπόντος δεξαίμεθα, ὅτι Μωυσεῖ κεκέλευκεν ὁ Θεὸς τὸν διὰ τοῦ Πνεύματος ἁγιασμὸν ἐπιθεῖναί τισι· γενητῆς γὰρ φύσεως οὐκ ἐφικνεῖται τὸ μέτρον εἰς τὸ δύνασθαί τι τοιοῦτον κατορθοῦν, ἁρμόσει δὲ μόνῳ καὶ ἰδιαζόντως ἀνακείσεται Θεῷ. καὶ γοῦν ὅτε σὺν αὐτῷ τοὺς πρεσβυτέρους ἀναδεικνύειν ἤθελεν, οὐκ αὐτὸν ἐπιθεῖναι Μωυσέα τὸν ἁγιασμὸν τοῖς ἐξειλεγμένοις προσέταττεν, ἔφη δὲ μᾶλλον ἐναργῶς, ὡς ἀφελεῖ μὲν ἀπὸ τοῦ Πνεύματος τοῦ ὄντος ἐπ᾽ αὐτῷ, δώσει δὲ τῶν ἀναῤῥηθέντων ἑκάστῳ.
τὸ γὰρ ἁγιάζειν δύνασθαι διὰ μετουσίας τοῦ Πνεύματος, μόνῃ τῇ τῶν ὅλων κρατούσῃ μέτεστι φύσει· τὴν δὲ τοῦ ἁγιάζεσθαι δύναμιν, ὡς ἐν νομικῇ δὲ δῆλον ὅτι συνηθείᾳ φημὶ, φανοτάτην ἡμῖν καὶ αὐτὸς ὁ Σολομὼν καταστήσει λέγων “Παγὶς ἀνδρὶ ταχύ ”τι τῶν ἰδίων ἁγιάσαι, μετὰ γὰρ τὸ εὔξασθαι μετανοεῖν “γίνεται.” Νοουμένου τοιγαροῦν τοῦ Ἁγιάσαι, κατὰ συνήθειαν τὴν εἰς τὸν τοῦ ἀναθεῖναί τε καὶ ἀφορίσαι λόγον, ὑπὲρ ἡμῶν ἑαυτὸν ἁγιάσαι φαμὲν τὸν Υἱόν. προσεκόμισε γὰρ ἑαυτὸν ὥσπερ ἱερεῖόν τε καὶ ἅγιον θῦμα τῷ Θεῷ καὶ Πατρὶ, “κόσμον αὐτῷ καταλλάσσων,” καὶ συνάγων εἰς φιλίαν τὸ ταύτης ὠλισθηκὸς, τουτέστι, τὸ γένος τὸ ἀνθρώπινον· “αὐ- ”τὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν” κατὰ τὸ γεγραμμένον. ἡ γεμὴν ἐπανάληψις ἡμῶν ἡ πρὸς Θεὸν οὐχ ἑτέρως ἂν νοοῖτο τετελεσμένη διὰ Χριστοῦ τοῦ σώζοντος, εἰ μὴ διὰ τῆς ἐν Πνεύματι κοινωνίας καὶ ἁγιασμοῦ. τὸ γὰρ συνεῖρον ἡμᾶς καὶ οἱονεὶ συνενοῦν τῷ Θεῷ τὸ Πνεῦμα τὸ Ἅγιόν ἐστιν, ὃ δὴ καὶ λαβόντες, μέτοχοι καὶ κοινωνοὶ τῆς θείας ἀναδεικνύμεθα φύσεως, καὶ αὐτὸν εἰσδεχόμεθα δι᾽ Υἱοῦ καὶ ἐν Υἱῷ τὸν Πατέρα. γράφει γοῦν ἡμῖν ὁ σοφὸς Ἰωάννης περὶ αὐτοῦ “Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ”ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν.” τί δὲ δὴ πρὸς τούτῳ καὶ Παῦλος; “
Ὅτι δὲ, φησὶν, ἐστὲ υἱοὶ, ”ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς “καρδίας ὑμῶν, κράζον Ἀββᾶ ὁ πατὴρ,” ὡς εἴπερ ἡμᾶς ἀμετόχους ἀπομεῖναι συνέβη τοῦ Πνεύματος, οὐδ᾽ ἂν ὅλως ἐν ἡμῖν ὑπάρχων ἐγνώσθη Θεὸς, καὶ εἰ μὴ τὸ εἰς υἱοὺς κατατάττον πεπλουτήκαμεν Πνεῦμα, οὐδ᾽ ἂν ὅλως ἦμεν υἱοὶ Θεοῦ. ποία τοίνυν ἡ πρόσληψις, ἢ πῶς ἂν ἔτι θείας φύσεως κοινωνοὶ καὶ ἡμεῖς ἀπεφάνθημεν, εἰ μήτε Θεὸς ἐν ἡμῖν, μήτε ἡμεῖς αὐτῷ προσκείμενοι, διὰ τοῦ κεκλῆσθαι πρὸς μετουσίαν τοῦ Πνεύματος; νυνὶ δὲ καὶ μέτοχοι καὶ κοινωνοὶ τῆς τὰ πάντα ὑπερκειμένης οὐσίας, καὶ ναοὶ Θεοῦ χρηματίζομεν. ὑπὲρ γὰρ τῶν ἡμετέρων ἁμαρτιῶν ἑαυτὸν ἡγίασε, τουτέστιν ἀνέθηκεν, ὁ Μονογενὴς, καὶ ὡς θῦμα προσκεκόμικεν ἱερὸν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρὶ, ἵν᾽ ἐκ μέσου γεγονότος τοῦ διείργοντός τε καὶ ἀποτειχίζοντος ὥσπερ Θεοῦ τὴν ἀνθρώπου φύσιν, τουτέστι τῆς ἁμαρτίας, μηδὲν ἔτι παραποδίζον φαίνηται πρὸς τὸ δύνασθαι πρὸς ἐγγύτητα γενέσθαι Θεῷ, καὶ τῆς πρὸς αὐτὸν κοινωνίας ἐξέχεσθαι, διὰ μετουσίας δηλονότι τοῦ Ἁγίου Πνεύματος, ἀναμορφοῦντος ἡμᾶς εἰς δικαιοσύνην καὶ ἁγιασμὸν καὶ εἰς εἰκόνα τὴν πρώτην. εἰ γὰρ διίστησιν ἁμαρτία καὶ ἀπομερίζει Θεοῦ τὸν ἄνθρωπον, συνάψει δὴ πάντως ἡ δικαιοσύνη, καὶ μεσολαβοῦντος οὐδενὸς παρ᾽ αὐτῷ τρόπον τινὰ παραστήσει τῷ Θεῷ.
δεδικαιώμεθα δὲ διὰ πίστεως τῆς εἰς Χριστὸν “ὃς παρεδόθη μὲν διὰ τὰ παραπτώματα ἡμῶν,” κατὰ τὸ γεγραμμένον, “ἠγέρθη δὲ διὰ τὴν δικαίωσιν ἡμῶν.” ὅλη γὰρ ἐν αὐτῷ, καθάπερ ἐν ἀπαρχῇ τοῦ γένους, πρὸς καινότητα ζωῆς ἡ ἀνθρώπου φύσις ἀνεσκευάζετο, καὶ εἰς τὴν οἰκείαν ὥσπερ ἀρχὴν ἀναβαίνουσα πρὸς ἁγιασμὸν ἀνεπλάττετο. “Ἁγίασον τοίνυν αὐτοὺς, ὦ πάτερ, φησὶν, ἐν τῇ ἀληθείᾳ ”σου, τουτέστιν ἐν ἐμοί· ὁ γὰρ λόγος ὁ σὸς ἀλήθειά ἐστι,” τουτέστιν, πάλιν ἐγώ. ἡγίασα γὰρ ὑπὲρ αὐτῶν ἐμαυτὸν, τουτέστιν ἀνατέθεικα καὶ προσήγαγον, εἷς ὑπὲρ πάντων ἀποθανὼν, ἵν᾽ αὐτοὺς εἰς καινότητα μεταμορφώσω ζωῆς καὶ ἡγιασμένοι ὦσιν ἐν ἀληθείᾳ, τουτέστιν ἐν ἐμοί.
Σεσαφηνισμένου δὲ καὶ παραδεχθέντος εἰς νόησιν, κατὰ τὸν ἀρτίως ἡμῖν ἐκδοθέντα νοῦν, τοῦ προκειμένου ῥητοῦ, καὶ δι᾽ ἑτέρων ἰέναι θεωρημάτων οὐ κατοκνήσομεν. τὸ γὰρ ὅτι μάλιστα φιλοθηρεῖν ἐπείγεσθαι τὰ τῶν νοημάτων οὐκ εὐχερῆ, γένοιτ᾽ ἂν οἶμαι τιμαλφέστατον, αὐτοῖς τε τοῖς τοῦτο δρᾶν ἐθέλουσι, καὶ τοῖς τῶν ἀκροωμένων φιλομαθεστέροις. ἔφη τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ὑπὲρ ἡμῶν ἑαυτὸν ἁγιάζειν, ἵνα καὶ ἡμεῖς ὦμεν ἡγιασμένοι ἐν ἀληθείᾳ. πῶς οὖν ἁγιάζεται καίτοι κατὰ φύσιν ἅγιος ὢν, ἵνα καὶ ἡμεῖς ὦμεν ἡγιασμένοι, φέρε δὴ πάλιν τῶν τῆς Ἐκκλησίας δογμάτων ἐχόμενοι, καὶ τὸν ὀρθὸν τῆς πίστεως κανόνα μὴ παρατρέχοντες, ὡς ἔνι καλῶς ἐπαθρήσωμεν.
φαμὲν οὖν ὅτι Θεὸς κατὰ φύσιν ὑπάρχων ὁ Μονογενὴς καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρὸς, κεκένωκεν ἑαυτὸν κατὰ τὰς γραφὰς, καὶ γέγονεν ἄνθρωπος ἐκ γυναικὸς, πάντα τὰ ἀνθρώπῳ πρέποντα καταδεξάμενος, δίχα μόνης ἁμαρτίας, καὶ ἀῤῥήτως ἑαυτὸν ἑνώσας τῇ ἡμετέρᾳ φύσει, καθ᾽ ἑκούσιον βούλησιν, ὅπως ἂν αὐτὴν ἐν ἑαυτῷ τε πρώτῳ καὶ δι᾽ ἑαυτοῦ πρὸς ἐκεῖνο πάλιν ἀναστοιχειώσας τὸ κάλλος, φημὶ δὴ τὸ ἐν ἀρχαῖς, καὶ δεύτερος ἡμῖν Ἀδὰμ εὑρεθεὶς, τουτέστιν, οὐράνιος ἄνθρωπος, πρῶτός τε ἁπάντων καὶ ἀπαρχὴ τῶν ἀνακτιζομένων εἰς καινότητα ζωῆς εὑρεθεὶς, ἐν ἀφθαρσίᾳ δηλονότι καὶ δικαιοσύνῃ καὶ ἁγιασμῷ τῷ διὰ Πνεύματος νοουμένῳ παραπέμψῃ λοιπὸν δι᾽ ἑαυτοῦ πρὸς ἅπαν τὸ γένος τὰ ἀγαθά. διὰ τοῦτο καίτοι ζωὴ κατὰ φύσιν ὑπάρχων, γέγονεν ἐν νεκροῖς, ἵνα τὸν ἡμῶν ἐν ἡμῖν καταργήσας θάνατον, εἰς τὴν ἰδίαν ἡμᾶς ἀναπλάσῃ ζωήν· καὶ αὐτὸς ὑπάρχων ἡ δικαιοσύνη τοῦ Θεοῦ καὶ Πατρὸς, γέγονεν ὑπὲρ ἡμῶν ἁμαρτία. κατὰ γὰρ τὴν τοῦ προφήτου φωνήν “Αὐτὸς τὰς ἁμαρτίας ἡμῶν αἴρει,” καὶ ἐλογίσθη μεθ᾽ ἡμῶν ἐν ἀνόμοις, ἵν᾽ ἡμᾶς δικαιώσῃ δι᾽ ἑαυτὸν, διαῤῥήξας “τὸ ”καθ᾽ ἡμῶν χειρόγραφον, καὶ προσηλώσας αὐτὸ τῷ ἰδίῳ “σταυρῷ,” κατὰ τὸ γεγραμμένον.
ἅγιος δὲ πάλιν ὑπάρχων κατὰ φύσιν ὡς Θεὸς, καὶ τοῦ Ἁγίου Πνεύματος ὅλῃ τῇ κτίσει πρὸς διαμονὴν καὶ σύστασιν καὶ ἁγιασμὸν τὸ ἐν μεθέξει γενέσθαι διδοὺς, ἁγιάζεται δι᾽ ἡμᾶς ἐν Ἁγίῳ Πνεύματι, οὐχ ἑτέρου τινὸς αὐτὸν ἁγιάζοντος, αὐτουργοῦντος δὲ μᾶλλον ἑαυτῷ πρὸς ἁγιασμὸν τῆς ἰδίας σαρκός. δέχεται γὰρ τὸ Πνεῦμα τὸ ἑαυτοῦ, καὶ λαμβάνει μὲν, καθόπερ ἦν ἄνθρωπος, ἑαυτῷ γεμὴν τοῦτο δίδωσιν, ὡς Θεός. ἔδρα δὲ τοῦτο δι᾽ ἡμᾶς, οὐ δι᾽ ἑαυτόν· ἵνα ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ δὴ πρώτῳ δεξαμένου τοῦ πράγματος τὴν ἀρχὴν, εἰς ἅπαν οὕτω τὸ γένος ἡ τοῦ ἁγιάζεσθαι λοιπὸν διαβαίνοι χάρις. ὥσπερ γὰρ διὰ τῆς ἐν Ἀδὰμ παραβάσεως καὶ παρακοῆς, ὡς ἐν ἀπαρχῇ τοῦ γένους ἡ φύσις θανάτῳ κατεδικάζετο, δι᾽ ἑνὸς ἀκούουσα τοῦ πρώτου “Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ·” τὸν αὐτὸν οἶμαι τρόπον, διὰ τῆς ὑπακοῆς καὶ δικαιοσύνης τοῦ Χριστοῦ, καθὸ γέγονεν ὑπὸ νόμον, καίτοι νομοθέτης ὑπάρχων ὡς Θεὸς, εἰς ὅλην ἂν διήκοι τὴν φύσιν ἡ εὐλογία, καὶ ἡ διὰ τοῦ Πνεύματος ζωοποίησις. ἀναμορφοῖ γὰρ τὸ Πνεῦμα πρὸς ἀφθαρσίαν τὸ ἐξ ἁμαρτίας κατεφθαρμένον, καὶ εἰς καινότητα μεταπλάττει ζωῆς τὸ ἐκ ῥᾳθυμίας πεπαλαιωμένον καὶ χωρῆσαν εἰς ἀφανισμόν.
Ἀλλ᾽ ἴσως ἐρεῖς Πῶς οὖν ὁ ἅγιος κατὰ φύσιν ἡγιάζετο, καὶ τοῦτο μεθεκτῶς; κατὰ τίνα δὲ τρόπον ὁ καὶ πᾶσι τοῖς ἑλεῖν ἀξίοις, τοῖς τε ἄνω φημὶ καὶ τοῖς ἐπὶ γῆς τὸ ἴδιον Πνεῦμα διδοὺς, ἑαυτῷ τοῦτο χαρίζεται; δυσέφικτα μὲν οὖν καὶ δυσδιανόητα κομιδῇ καὶ οὐκ ἀταλαίπωρον ἔχοντα τὴν ἐξήγησιν τὰ τοιαῦτά ἐστιν, ὅταν ἐννοήσῃς γυμνὸν ἔτι καὶ ὥσπερ ἀνὰ μέρος ἑστῶτα τῆς ἁγιαζομένης ἀνθρωπότητος τὸν ἐκ Θεοῦ πεφηνότα Λόγον· ἐπὰν μέντοι θαυμάσῃς τὴν ἀπερινόητον ἕνωσιν καὶ τὴν εἰς σάρκα σύνοδον, καὶ ὑποπέσῃ τῷ νῷ καθ᾽ ἡμᾶς γενόμενος ἄνθρωπος ὁ φύσει Θεὸς, ξενισθήσῃ μὲν οὐκέτι, πάντα δὲ θόρυβον τῆς σῆς διανοίας ἐξελὼν, ὑποθείς τε τοῖς θεωρήμασι, Θεὸν ἐν ταὐτῷ καὶ ἄνθρωπον ὄντα τὸν Υἱὸν, οὐκ ἀπόβλητα λογιῇ τὰ τῇ ἀνθρωπότητι πρέποντα, κἂν εἰς τὸ ἑνὸς τοῦ κατὰ φύσιν Υἱοῦ φέρηται πρόσωπον, φημὶ δὴ Χριστοῦ. ἢ γὰρ οὐκ ἀλλότριον οἰησόμεθα παντελῶς τοῦ τὰ πάντα ζωογονοῦντος Λόγου τὸ ἀποθανεῖν;
Ἀλλ᾽ ἐρεῖς, ὅτι πέπονθε τοῦτο κατὰ τὴν σάρκα, θανάτου γὰρ δεκτικὸν τὸ σῶμα, τεθνάναι δὲ διὰ τοῦτο λέγεται· τὸ γὰρ ἴδιον αὐτοῦ τέθνηκε σῶμα. Παγκάλως ἔχει σοι τὸ θεώρημα, λέγεις γὰρ ὀρθῶς· καὶ γάρ τοι κατὰ ἀλήθειαν δι᾽ ἡμᾶς οἰκονομικῶς τὸ ἴδιον ἐφεὶς τεθνάναι σῶμα, πάλιν αὐτῷ τὴν ἰδίαν ἐνεφύτευσε ζωὴν, οὐχ ἑαυτὸν δηλονότι τῶν τοῦ θανάτου δεσμῶν ἐξαιρούμενος, καθὸ νοεῖται Θεός. ἐπεδήμησε γὰρ καὶ γέγονεν ἄνθρωπος, οὐ δι᾽ ἑαυτόν· ὁδοποιῶν δὲ μᾶλλον τῇ ἀνθρωπείᾳ φύσει δι᾽ ἑαυτοῦ τε καὶ ἐν ἑαυτῷ τὴν ἐκ θανάτου διαφυγὴν, καὶ τὴν εἰς τὴν ἀπ᾽ ἀρχῆς ἀφθαρσίαν ἐπάνοδον. ἴθι δὴ οὖν κατὰ τὴν ἴσην τῶν εἰρημένων ἀναλογίαν εἰς τὸν περὶ τοῦ ἁγιάζεσθαι τρόπον. ἆρα γὰρ ὅλως φαμὲν ἅγιον ὑπάρχειν, κατά γε τὸν λόγον τῆς ἰδίας φύσεως, τὸ ἀπὸ γῆς σῶμα, καὶ εἰ μὴ δέχοιτο τὸν ἁγιασμὸν παρὰ τοῦ κατὰ φύσιν ἁγίου Θεοῦ; καὶ πῶς ἂν εἴη τοῦτό γε; ποία γὰρ ἂν ἔτι νοοῖτο διαφορὰ σαρκός τε τῆς γηγενοῦς καὶ τῆς κατὰ φύσιν ἁγίας τε καὶ ἁγιαστικῆς οὐσίας; εἰ δέ ἐστιν εἰπεῖν ἀληθὲς, ὅτι πᾶσα κτίσις λογικὴ καὶ ἁπαξαπλῶς τὸ κεκλημένον εἰς γένεσιν καὶ τελοῦν ἐν γενητοῖς, φύσεως μὲν ἰδίας οὐκ ἔχει καρπὸν τὸν ἁγιασμὸν, δανείζεται δὲ ὥσπερ παρὰ τοῦ κατὰ φύσιν ἁγίου τὴν χάριν, πῶς οὐκ ἂν γένοιτο τῶν ἀτοπωτάτων ἀπροσδεᾶ τὴν σάρκα νοεῖν τοῦ ἁγιάζειν τὰ πάντα πεφυκότος Θεοῦ;
ἐπειδὴ τοίνυν οὐχ ἁγία καθ᾽ ἑαυτὴν ἡ σὰρξ, ἡγιάσθη διὰ τοῦτο καὶ ἐν Χριστῷ, τοῦ ἐν αὐτῇ κατοικήσαντος Λόγου διὰ τοῦ Ἁγίου Πνεύματος τὸν οἰκεῖον ναὸν ἁγιάζοντος, καὶ εἰς ἐνέργειαν αὐτὸν τῆς ἰδίας μεταποιοῦντος φύσεως. ἅγιον γὰρ διὰ τοῦτο νοεῖται καὶ ἁγιαστικὸν τὸ σῶμα Χριστοῦ, ἅτε δὴ, καθάπερ ἔλεγον ἀρτίως, ναὸς γεγονὸς τοῦ ἑνωθέντος αὐτῷ Λόγου σωματικῶς, ὡς ὁ Παῦλός φησιν. διὰ τοῦτο κάτεισι μὲν ἐπ᾽ αὐτὸν ἐξ οὐρανοῦ τὸ Πνεῦμα τὸ Ἅγιον ἐν εἴδει περιστερᾶς· μεμαρτύρηκε δὲ τοῦτο λέγων ὁ σοφὸς Ἰωάννης· ἵνα γνῶμεν πάλιν, ὅτι καθάπερ ἐν ἀπαρχῇ τῆς ἀνανεουμένης φύσεως, ἐν πρώτῳ Χριστῷ τὸ Πνεῦμα κατέβη, καθὸ πέφηνεν ἄνθρωπος ὁ τοῦ ἁγιάζεσθαι δεκτικός. καὶ οὐ δήπου πάλιν ἐκεῖνό φαμεν, ὅτι τότε γέγονεν ἅγιος τὸ κατὰ σάρκα Χριστὸς, ὅτε “τὸ Πνεῦμα τεθέαται καταβαῖνον” ὁ βαπτιστής· ἅγιος γὰρ ἦν καὶ ἐν ἐμβρύῳ καὶ μήτρᾳ. καὶ γοῦν ἐλέγετο πρὸς τὴν μακαρίαν παρθένον “Πνεῦμα ἅγιον ”ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι·” ἀλλὰ δέδοται μὲν εἰς σημεῖον τῷ βαπτιστῇ τὸ θέαμα.
λογιζόμεθα δ᾽ οὖν ὅμως ἡγιάσθαι τε τὴν σάρκα διὰ τοῦ Πνεύματος, καθ᾽ ὁμοιότητα τῆς ἄλλης κτίσεως τὸν ἴδιον ἐν αὐτῷ καταχρίοντος ναὸν τοῦ κατὰ φύσιν ἁγίου καὶ ἐκ Πατρὸς ὄντος Λόγου· καὶ τοῦτο εἰδὼς ὁ μελῳδὸς ἀνεφώνει, τὸ ἐν ἀνθρωπότητι πρόσωπον ἀναθεωρήσας τοῦ Μονογενοῦς “Διὰ ”τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως “παρὰ τοὺς μετόχους σου.” καταχρίοντος γὰρ τοῦ Υἱοῦ τὸν ἴδιον ναὸν, ὁ Πατὴρ λέγεται τοῦτο δρᾶν. ἐνεργεῖ γὰρ οὐχ ἑτέρως ἢ δι᾽ Υἱοῦ. ἀναφέρεται δὲ πᾶν ὅπερ ἂν δράσειεν ὁ Υἱὸς εἰς τὸν ἐξ οὗπέρ ἐστι Πατέρα· ῥίζα γὰρ ὥσπερ τις ἐστὶ καὶ πηγὴ τοῦ ἰδίου γεννήματος ὁ Πατήρ.
Θαυμαστὸν δὲ οὐδὲν, εἰ καὶ ἁγιάζεσθαί φησιν ἑαυτὸν, καίτοι κατὰ φύσιν ἅγιος ὢν, ὅτε καὶ Θεὸν αὐτοῦ τὸν Πατέρα καλοῦσιν αἱ γραφαὶ, καίτοι κατὰ φύσιν ὄντος Θεοῦ. ἀλλ᾽ οἶμαι ταυτὶ ταῖς τῆς ἀνθρωπότητος χρείαις καὶ τῷ καθ᾽ ἡμᾶς πρέποντι σχήματι καλῶς καὶ δικαίως ἀναθείη τις ἂν, καὶ οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. ὥσπερ οὖν ἀπέθανε κατὰ σάρκα ὑπὲρ ἡμῶν, ὡς ἄνθρωπος, καίτοι κατὰ φύσιν ὑπάρχων ὡς Θεός· καὶ ὥσπερ ἐν τοῖς γεγονόσι καὶ ὑπὸ ζυγὸν κατατεταγμένος διὰ τὴν ἀνθρωπότητα, καίτοι τῶν ὅλων κύριος ὢν, Θεὸν ἑαυτοῦ τὸν Πατέρα φησίν· οὕτω δι᾽ ἡμᾶς ἑαυτὸν ἁγιάζειν διισχυρίζεται, ἵνα καὶ εἰς ἡμᾶς δραμόντος τοῦ πράγματος, ὡς ἐν ἀπαρχῇ τῆς ἀνανεουμένης φύσεως, ἐν αὐτῷ καὶ ἡμεῖς ὦμεν ἡγιασμένοι ἐν ἀληθείᾳ, τουτέστιν, ἐν Ἁγίῳ Πνεύματι. τὸ γὰρ Πνεῦμά ἐστιν ἡ ἀλήθεια, κατὰ τὴν Ἰωάννου φωνήν· οὐ γὰρ ἕτερον παρὰ τὸν Υἱὸν τὸ Πνεῦμα αὐτοῦ, κατά γε τὸν ἐν οὐσίᾳ λόγον, ἅτε δὴ καὶ ἐν αὐτῷ τε ὑπάρχον καὶ δι᾽ αὐτοῦ προϊόν.
Ἀπεστάλθαι δέ φησιν εἰς τὸν κόσμον, καίτοι πρὸ τῆς ἐνανθρωπήσεως ὢν ἐν αὐτῷ. ἦν γὰρ ἐν τῷ κόσμῳ, εἰ καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω, κατὰ τὸ γεγραμμένον, τὸν τῆς ἀποστολῆς τρόπον οὐχ ἑτέρως γενέσθαι σημαίνων, ἢ ὅτι κέχρισται τῷ Ἁγίῳ Πνεύματι, καθὸ γέγονεν ἄνθρωπος, καὶ τῆς “Μεγάλης βουλῆς πέφηνεν ἄγγελος,” καθ᾽ ὁμοιότητα λειτουργίας προφητικῆς. κατὰ μίμησιν δὲ τὴν ἑαυτοῦ προκεχειρίσθαι λέγων τοὺς μαθητὰς, καὶ ἀπεστάλθαι παρ᾽ αὐτοῦ διαγγελοῦντας τῷ κόσμῳ τὸ εὐαγγελικὸν καὶ οὐράνιον κήρυγμα, δεῖσθαί φησιν ἀναγκαίως τοῦ ἁγιάζεσθαι ἐν ἀληθείᾳ, ἵνα καὶ δύνωνται τὸν τῆς ἰδίας ἀποστολῆς ἄριστά τε καὶ νεανικῶς διαπερᾶναι δρόμον.
ΚΕΦΑΛΗ ΙΑ. Ὅτι φυσικῶς ὁ Υἱὸς ἕν ἐστι πρὸς τὸν ἑαυτοῦ Πατέρα Θεὸν, καὶ αὐτὸς μὲν ἐν Πατρὶ, ὁ Πατὴρ δὲ ἐν αὐτῷ, κατά γε τὸν οὐσιώδη τῆς ἑνότητος σύνδεσμόν τε καὶ τρόπον· ὁμοίως δὲ καὶ ἡμεῖς αὐτοὶ τὴν εἰς αὐτὸν παραδεξάμενοι πίστιν, ἓν πρός τε ἀλλήλους καὶ Θεὸν ἀναδεικνύμεθα, σωματικῶς τε καὶ πνευματικῶς. <Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμὲ, ἵνα πάντες ἓν ὦσι, καθὼς σὺ Πάτερ ἐν ἐμοὶ κἀγὼ ἐν σοὶ, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν, ἵνα ὁ κόσμος πιστεύσῃ ὅτι σύ με ἀπέστειλας.> ἈΠΑΡΧΗ μὲν ὥσπερ τῶν ἀνακτιζομένων εἰς καινότητα ζωῆς πέφηνεν ὁ Χριστὸς καὶ πρῶτος αὐτὸς οὐράνιος ἄνθρωπος. κατὰ γάρ τοι τὴν τοῦ Παύλου φωνὴν, “ὁ δεύτερος ”Ἀδὰμ ὁ Κύριος ἐξ οὐρανοῦ·” διὰ τοῦτο καὶ ἔφασκε “Καὶ ”οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ “καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου.” προσεχῶς δὲ τῇ ἀπαρχῇ, καὶ πολὺ μᾶλλον τῶν ἑτέρων γείτονες οἱ πρῶτοι πρὸς μαθητείαν ἐξειλεγμένοι, καὶ τὸ τῆς ἀκολουθήσεως ἑλόντες ἀξίωμα, οἳ καὶ αὐτόπται καὶ θεωροὶ γεγόνασι τῆς δόξης αὐτοῦ, προσεδρεύοντές τε ἀεὶ καὶ συνδιαιτώμενοι καὶ τὰς τῆς ὠφελείας ἀπαρχὰς ἐν οἰκείαις ψυχαῖς συγκομίζοντες. ἦσαν οὖν ἄρα καί εἰσι μετὰ τὴν τῶν ὅλων καὶ ὑπὲρ πάντας “κεφαλὴν τοῦ ”τῆς ἐκκλησίας σώματος,” τὰ τίμιά τε καὶ ἀξιολογώτερα μέλη.
καὶ γοῦν ἐπ᾽ αὐτὰ τὴν διὰ τοῦ Πνεύματος εὐλογίαν καὶ ἁγιασμὸν καταπέμπεσθαι παρὰ τοῦ ἰδίου Πατρὸς ἐρωτᾷ, δι᾽ ἑαυτοῦ δὲ πάντως· οὐ γὰρ ἦν ἑτέρως, ἐπείπερ ἐστὶν αὐτὸς ἡ ζῶσά τε καὶ ἀληθὴς καὶ παντουργικὴ καὶ δραστήριος σοφία καὶ δύναμις τοῦ γεννήσαντος αὐτόν. ἀλλ᾽ ἵνα μή τινες τῶν οὐ λίαν ἐπιεικέστερον ἐπαΐειν μεμελετηκότων τῆς θεοπνεύστου γραφῆς οἰηθεῖεν ἐξ ἐλαφρίας ἐπὶ μόνους κεκλῆσθαι τοὺς μαθητὰς τὴν τοῦ θείου Πνεύματος καταφοίτησιν, οὐδὲν δὲ περὶ ἡμῶν τῶν μετ᾽ ἐκείνους δηλαδὴ καὶ ἐν πρώτοις γεγονότων καιροῖς, ὁ Θεοῦ καὶ ἀνθρώπων μεσίτης ὁ παράκλητος καὶ ἀρχιερεὺς τῶν ἡμετέρων ψυχῶν, ἀναγκαίως καὶ τὰς τῶν τοιούτων προανασειράζων ἀσυνέτους ὑπονοίας, τοῖς εἰρημένοις ἐπήνεγκε τὸ προκείμενον, τουτέστιν Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ. καὶ γὰρ ἦν πως ἄτοπον, δι᾽ ἑνὸς μὲν τοῦ πρώτου, φημὶ δὴ τοῦ Ἀδὰμ, διήκειν ἐπὶ πάντας τὴν κατάκρισιν, καὶ φορέσαι μὲν τοῦ χοϊκοῦ τὴν ἀδοξοτάτην εἰκόνα καὶ τοὺς μὴ ἁμαρτήσαντας, κατ᾽ ἐκεῖνο δὲ δηλονότι καιροῦ, καθ᾽ ὃν ὁ προπάτωρ τῆς αὐτῷ δοθείσης παρώλισθεν ἐντολῆς· ἐπιδημήσαντος δὲ τοῦ Χριστοῦ, ὃς δὴ καὶ πέφηνεν οὐράνιος ἄνθρωπος, μὴ καὶ τὴν αὐτοῦ πάλιν εἰκόνα σύμπαντας ἀναμάττεσθαι τοὺς δι᾽ αὐτοῦ κεκλημένους εἰς δικαιοσύνην, πρόδηλον δὲ ὅτι τὴν διὰ πίστεως.
ὥσπερ δὲ τοῦ χοϊκοῦ τὴν ἀκαλλεστάτην εἰκόνα, διὰ τύπων ὁρᾶσθαί φαμεν καὶ ἰδέας τοιαύτης, ἣ καὶ τῆς ἁμαρτίας ἔχει τὸν ῥύπον, καὶ θανάτου καὶ φθορᾶς τὴν ἀσθένειαν καὶ φιληδονίας σαρκικῆς καὶ φρονήματος ἐπιγείου τὴν ἀκαθαρσίαν· οὕτως αὖ πάλιν διαπρέπειν οἰόμεθα τὴν εἰκόνα τοῦ ἐπουρανίου, τουτέστι Χριστοῦ, καθαρότητι καὶ εἰλικρινείᾳ, τῇ κατὰ πᾶν ὁτιοῦν ἀφθαρσίᾳ καὶ ζωῇ καὶ ἁγιασμῷ. ἀλλ᾽ ἦν ἑτέρως ἀμήχανον εἰς τὸ ἀπ᾽ ἀρχῆς ἡμᾶς ἀνακομίζεσθαι κάλλος τοὺς ἅπαξ ἐκπεπτωκότας διὰ τὴν ἐν τῷ πρώτῳ παράβασιν, εἰ μὴ τῆς ἀῤῥήτου κοινωνίας ἐτύχομεν καὶ τῆς ἑνώσεως τῆς πρὸς Θεόν· οὕτω γὰρ καὶ ἐν ἀρχαῖς ἡ τῶν ἐπὶ γῆς διεκοσμήθη φύσις· ἕνωσις δὲ ἡ πρὸς Θεὸν οὐχ ἑτέρως ἂν ὑπάρξαι τισὶν, ἢ διὰ τῆς μετουσίας τοῦ Ἁγίου Πνεύματος τῆς ἰδίας ἰδιότητος ἐντιθέντος ἡμῖν τὸν ἁγιασμὸν, καὶ εἰς τὴν ἰδίαν ἀναπλάττοντος ζωὴν τὴν ὑποπεσοῦσαν τῇ φθορᾷ φύσιν, οὕτω τε πρὸς τὸν Θεὸν καὶ πρὸς τὴν ἐκείνου μόρφωσιν ἐπανάγοντος τὸ τῆς ἐπὶ τούτῳ δόξης ἐστερημένον. εἰκὼν μὲν γὰρ ἀκραιφνὴς τοῦ Πατρὸς ὁ Υἱὸς, ὁμοίωσις δὲ φυσικὴ τοῦ Υἱοῦ τὸ Πνεῦμα αὐτοῦ. διάτοι τοῦτο μεταπλάττον ὥσπερ εἰς ἑαυτὸ τὰς τῶν ἀνθρώπων ψυχὰς, τὴν θείαν αὐταῖς ἐγχαράττει μόρφωσιν, καὶ τῆς ἀνωτάτω πασῶν οὐσίας ἀποσημαίνεται τὸν εἰκονισμόν.
Ἐρωτᾷ τοιγαροῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, οὐχ ὑπὲρ μόνων τῶν δυοκαίδεκα μαθητῶν, μᾶλλον δὲ περὶ πάντων, οἳ δὴ καὶ ἐν ἑκάστοις ἔμελλον καιροῖς, τοῖς παρ᾽ αὐτῶν γεγονόσιν, εἴκειν τε καὶ ὑποπείθεσθαι λόγοις παραθήγουσι τοὺς ἀκροωμένους πρὸς ἀνάληψιν ἁγιασμοῦ τοῦ διὰ πίστεως καὶ πρὸς ἀποκάθαρσιν τὴν ἐνεργουμένην διὰ τῆς τοῦ Πνεύματος μετοχῆς. τὰ δέ γε τῆς αἰτήσεως, οὐδὲ ἡμῖν αὐτοῖς ἀσυμφανῆ καταλιπεῖν ᾤετο δεῖν· ἵνα δὴ διὰ τούτου μάθωμεν, ὁποίους τινὰς ὁρᾶσθαι προσήκει, καὶ τίνα δικαιοσύνης ἰέναι τρίβον πρὸς ἀποπλήρωσιν τῶν ἀρεσκόντων αὐτῷ. τίς οὖν ἢ ποῖος ὁ τῆς αἰτήσεως τρόπος; ἵνα φησὶν ἓν ὦσι καθὼς σὺ Πάτερ ἐν ἐμοὶ κἀγὼ ἐν σοὶ ἵνα ἐν ἡμῖν ἓν ὦσιν· ἀγάπης οὖν ἄρα καὶ ὁμονοίας καὶ εἰρήνης σύνδεσμον ἀπαιτεῖ, συγκομίζοντα πρὸς ἑνότητα τὴν πνευματικὴν τοὺς πιστεύοντας, ὡς τῆς φυσικῆς τε καὶ οὐσιώδους ἑνότητος, πρόδηλον δὲ ὅτι τῆς ἐν Πατρί τε καὶ Υἱῷ νοουμένης, ἀπομιμεῖσθαι τοὺς χαρακτῆρας, τὴν ἐν συναινέσει τῇ κατὰ πάντα καὶ ἀδιατμήτοις ὁμοψυχίαις εἰς ἑνότητα συνδρομήν. καὶ οὐ δήπου πάντως φιλονεικήσει τῆς ἐν ἡμῖν ἀγάπης ὁ σύνδεσμος καὶ τῆς ὁμονοίας ἡ δύναμις εἰς τὸ οὕτως ἔχειν ἀπαραλλάκτως, ὡς ἂν εἶεν ὁ Πατήρ τε καὶ ὁ Υἱὸς, ἐν τῇ τῆς οὐσίας ταυτότητι τὸν τῆς ἑνότητος ἀποσώζοντες τρόπον.
ἡ μὲν γὰρ νοεῖται φυσική τε καὶ ἀληθὴς καὶ ἐν τῷ τῆς ὑπάρξεως λόγῳ θεωρουμένη· ἡ δὲ τὸ τῆς ἀληθοῦς ἑνότητος ὑποκρίνεται σχῆμα. πῶς γὰρ ἂν εἶεν ἐν ἴσῳ παντελῶς τοῖς ἀρχετύποις τὰ ἀντίτυπα; ἐπεὶ μὴ ταὐτὸν εἰς νόησιν πρὸς ἀλήθειαν αὐτὴν τὴς ἀληθείας ἡ μόρφωσις· ἀλλ᾽ ἐν ἴσοις μὲν ὁρᾶται σχήμασι, διεστήξει δ᾽ οὖν ὅμως οὐκ ἐντυχούσαις διαφοραῖς.
Ὅταν οὖν οἴηταί τις τῶν ἑτεροδόξων ἀνατρέπειν δύνασθαι τὴν πρὸς Θεὸν καὶ Πατέρα ταυτότητα φυσικὴν, καὶ τὴν ἐντεῦθεν ἑνότητα τοῦ Υἱοῦ, εἶτα πρὸς ἀπόδειξιν καὶ ὀχυρότητα τῆς ἑαυτοῦ δυσβουλίας τὰ καθ᾽ ἡμᾶς προσκομίζῃ λέγων Ὥσπερ ἡμεῖς οὐ τῇ τῶν σωμάτων εἰς ἓν νοουμένῃ ταυτότητι, ἀλλ᾽ οὐδὲ διὰ τῆς εἰς ἀλλήλας ἀντανακράσεως τῶν ψυχῶν, ἕν ἐσμεν οἱ πάντες, ἀλλὰ σχέσει καὶ διαθέσει τῇ κατὰ ἀγάπην, ταυτοβουλίᾳ καὶ συναινέσει τῇ εἰς τὸ θέλημα τοῦ Θεοῦ, οὕτω καὶ ὁ Υἱὸς ἕν ἐστι πρὸς τὸν Πατέρα· παρωσόμεθα δὴ πάντως ἀμαθῆ τε ὄντα καὶ ἀσύνετον κομιδῆ. καὶ διὰ ποίαν αἰτίαν; ἐπείπερ οὐ πάντως ἀκολουθήσει τοῖς καθ᾽ ἡμᾶς τὰ ὑπὲρ ἡμᾶς, ἀλλ᾽ οὐδὲ τὴν τῶν σωμάτων ἀνάγκην ὑπομείναι τὸ ἀσώματον, οὔτε μὴν τοῖς ἀνθρωπίνοις ἕψεται τὰ τοῦ Θεοῦ. εἰ μὲν γὰρ τὸ διεῖργον οὐδὲν ἢ ἀπομερίζον ὅλως εἰς διαφορὰν ἡμᾶς τε καὶ Θεὸν, νοείσθω καὶ καθ᾽ ἡμᾶς τὰ περὶ Θεοῦ· εἰ δὲ ἀκατάληπτόν τι τὸ μεσολαβοῦν εὑρίσκεται, τί τὰ τῆς ἡμετέρας φύσεως ἡττήματα κανόνα καὶ σταθμὸν ὁρίζουσι τῷ Θεῷ, ἐκ τῶν καθ᾽ ἡμᾶς ἀδυνάτων ἀνάγκαις ὑποτιθέντες τὴν ἁπάσης ἀνάγκης κρείττονα φύσιν, ἁλοῖεν δ᾽ ἂν ἔτι πρᾶγμα δρῶντες ἄτοπόν τε καὶ ἀλογώτατον;
ἀπὸ γὰρ τῶν ἰσοτύπων τὰ ἀρχέτυπα, καὶ ἐκ τῆς κατὰ μίμησιν ὁμοιότητος τὴν ἀλήθειαν σχηματίζουσι· τιμῶντες μὲν τοῖς δευτέροις τὰ τὴν πρώτην ἐπέχοντα τάξιν, τὴν δὲ τῶν πρώτων ὑπόληψιν τοῖς μετὰ ταῦτα δευτέροις ἐπάγοντες.
Ἀλλ᾽ ἵνα μὴ λίαν τοῖς περὶ τούτων ἐμφιλοχωροῦντες λόγοις ἔξω που τῶν προκειμένων ἰέναι δοκῶμεν, ἐκεῖνο δὴ πάλιν ἀναγκαίως ἐροῦμεν, ὡς εἰς εἰκόνα καὶ τύπον τῆς ἀδιασπάστου φιλίας τε καὶ ὁμονοίας καὶ ἑνότητος, τῆς ἐν ὁμοψυχίᾳ νοουμένης, τὴν οὐσιώδη παραλαβὼν ἑνότητα Χριστὸς, ἣν ἔχει μὲν ὁ Πατὴρ πρὸς αὐτὸν, αὐτὸς δὲ αὖ πάλιν πρὸς τὸν Πατέρα· συνανακιρνᾶσθαι τρόπον τινὰ καὶ ἡμᾶς ἀλλήλοις βούλεται, ἐν δυνάμει δῆλον ὅτι τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος, ὡς ἓν νοεῖσθαι τὸ σύμπαν τῆς Ἐκκλησίας σῶμα, διὰ συνόδου καὶ συνδρομῆς τῶν δύο λαῶν εἰς ἑνὸς τελείου σύστασιν ἀναβαῖνον ἐν Χριστῷ. ὡς γὰρ ὁ Παῦλός φησιν “Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ”ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν “ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν ”δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα “καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ”ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, “ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ·” ὃ δὴ καὶ τετέλεσται, τῶν πιστευσάντων εἰς Χριστὸν ὁμοψυχησάντων ἀλλήλοις καὶ καρδίαν ἀναλαβόντων οἱονεὶ μίαν, διὰ τῆς εἰς ἅπαν ἐμφερείας τῆς κατ᾽ εὐσέβειαν, καὶ τῆς ἐν τῷ πιστεύειν ὑπακοῆς καὶ φιλαρέτου φρονήματος.
Καὶ ταυτὶ μὲν ἔγωγε σκοποῦ τοῦ πρέποντος οὐκ ἄπο, δεόντως δὲ μᾶλλον νῦν εἰρῆσθαι νομίζω. ἐπειδὴ δὲ τῶν προκειμένων ἡ δύναμις ἐκβιάζεταί πως ἡμᾶς βαθυτέρων μὲν εἴσω γενέσθαι θεωρημάτων, παραθήγει δὲ μάλιστα καὶ ὁ Σωτὴρ εἰπών Καθὼς σὺ Πάτερ ἐν ἐμοὶ κἀγὼ ἐν σοὶ ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι· περιαθρητέον εὖ μάλα, τίνα δὴ ἄρα προσήκει καὶ τὸν ἐπὶ τούτοις ἡμᾶς ποιήσασθαι λόγον. ἐν μὲν γὰρ τοῖς ἤδη παρῳχηκόσι, τὸν τῆς θείας ἑνότητος τρόπον καὶ τὴν οὐσιώδη τῆς ἁγίας Τριάδος ταυτότητα καὶ τὴν εἰσάπαν ἀναπλοκὴν ἀπομιμεῖσθαι δεῖν οὐκ ἀσυνέτως ἐλέγομεν, τὴν καθ᾽ ὁμόνοιάν τε καὶ ὁμοψυχίαν τῶν πιστευόντων ἕνωσιν· ἐν δὲ τούτοις ἤδη πως καὶ φυσικὴν τὴν ἑνότητα δεικνύναι σπουδάζομεν, καθ᾽ ἣν ἡμεῖς τε ἀλλήλοις καὶ οἱ πάντες Θεῷ συνδούμεθα, οὐδὲ τῆς ἑνότητος τῆς κατὰ σῶμα λειπόμενοι τάχα, φημὶ δὲ τῆς εἰς ἀλλήλους, εἰ καὶ τῇ τῶν σωμάτων διαφορᾷ διεστήκαμεν, ἑκάστου τῶν καθ᾽ ἡμᾶς πρὸς ἰδίαν ὥσπερ ἀναχωροῦντος περιγραφὴν καὶ ὑπόστασιν. οὐ γὰρ ἂν εἴη τε καὶ λέγοιτο τυχὸν Παῦλος μὲν ὁ Πέτρος, Πέτρος δὲ αὖ πάλιν ὁ Παῦλος, εἰ καὶ τῷ τρόπῳ τῆς διὰ Χριστὸν ἑνώσεως ἓν ἄμφω νοοῖντο.
οὐκοῦν ὁμολογουμένης τῆς φυσικῆς ἑνότητος, ἐπί τε Πατρὸς καὶ Υἱοῦ, δῆλον δὲ ὅτι καὶ Ἁγίου Πνεύματος· μία γὰρ θεότης ἐν ἁγίᾳ Τριάδι πιστεύεται καὶ δοξάζεται· φέρε δὴ πάλιν διασκεπτώμεθα, κατὰ τίνα τρόπον καὶ ἡμεῖς αὐτοὶ καὶ πρὸς ἀλλήλους ἓν σωματικῶς τε καὶ πνευματικῶς καὶ πρὸς Θεὸν εὑρισκόμεθα. οὐκοῦν ἐξ αὐτῆς ἀναλάμψας ἡμῖν τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ὁ Μονογενὴς, καὶ ὅλον ἔχων ἐν ἰδίᾳ φύσει τὸν γεννήσαντα, γέγονε σὰρξ, κατὰ τὰς γραφὰς, ἀναμιγνὺς ὥσπερ ἑαυτὸν τῇ ἡμετέρᾳ φύσει, διὰ τῆς ἀφράστου συνόδου τε καὶ ἑνώσεως τῆς πρὸς τὸ σῶμα τουτὶ τὸ ἀπὸ τῆς γῆς, οὕτω τε ὁ φύσει Θεὸς κεχρημάτικέ τε καὶ γέγονεν ἀληθῶς οὐράνιος ἄνθρωπος, οὐ θεοφόρος κατά τινας τῶν ἀκριβῶς οὐ συνέντων τοῦ μυστηρίου τὸ βάθος· ἀλλ᾽ ἐν ταὐτῷ Θεός τε καὶ ἄνθρωπος ὢν, ἵνα τὰ πολὺ διωρισμένα κατὰ τὴν φύσιν καὶ τῆς ἀλλήλων ὁμοφυΐας ἐξεστηκότα συνενώσας ὥσπερ ἐν ἑαυτῷ, θείας δὴ φύσεως κοινωνόν τε καὶ μέτοχον ἀποδείξῃ τὸν ἄνθρωπον. διαβέβηκε γὰρ καὶ εἰς ἡμᾶς αὐτοὺς ἡ τοῦ Πνεύματος κοινωνία καὶ διαμονὴ τὴν ἀρχὴν λαβοῦσα διὰ Χριστοῦ καὶ ἐν πρώτῳ Χριστῷ, ὅτε καθ᾽ ἡμᾶς νοεῖται, τουτέστιν ἄνθρωπος, χριόμενός τε καὶ ἁγιαζόμενος, εἰ καὶ ἔστι φύσει Θεὸς, καθὸ πέφηνεν ἐκ Πατρὸς, αὐτὸς τῷ ἰδίῳ Πνεύματι τὸν οἰκεῖον ἁγιάζων ναὸν, καὶ τὴν δι᾽ αὐτοῦ γενομένην ἅπασαν κτίσιν, ᾗπερ ἂν πρέποι τὸ ἁγιάζεσθαι.
οὐκοῦν ὥσπερ τις ἀρχὴ καὶ ὁδὸς τοῦ καὶ ἡμᾶς Πνεύματός τε Ἁγίου μεταλαχεῖν καὶ τῆς πρὸς Θεὸν ἑνώσεως τὸ ἐπὶ Χριστῷ κατέστη μυστήριον· ἁγιαζόμεθα γὰρ οἱ πάντες ἐν αὐτῷ, κατά γε τὸν ἤδη προειρημένον τρόπον.
Ἵνα τοίνυν εἰς ἑνότητα τὴν ὡς πρὸς Θεὸν καὶ ἀλλήλους συνίωμέν τε καὶ συναναμισγώμεθα καὶ ἡμεῖς αὐτοὶ, καίτοι τῇ καθ᾽ ἕκαστον νοουμένῃ διαφορᾷ διεστηκότες εἰς ἰδιότητα καὶ ψυχαῖς καὶ σώμασιν, ἐμηχανήσατό τινα τρόπον ὁ Μονογενὴς, διὰ τῆς αὐτῷ πρεπούσης ἐξηυρημένον σοφίας καὶ βουλῆς τοῦ Πατρός· ἑνὶ γὰρ σώματι, τῷ ἰδίῳ δηλαδὴ, τοὺς εἰς αὐτὸν πιστεύοντας εὐλογῶν διὰ τῆς μυστικῆς μεταλήψεως, ἑαυτῷ τε συσσώμους καὶ ἀλλήλοις ἀποτελεῖ. τίς γὰρ ἂν καὶ διέλοι καὶ τῆς εἰς ἀλλήλους φυσικῆς ἑνώσεως ἐξοικιεῖ τοὺς δι᾽ ἑνὸς τοῦ ἁγίου σώματος πρὸς ἑνότητα τὴν εἰς Χριστὸν ἀναδεσμουμένους; εἰ γὰρ “οἱ πάντες ἐκ τοῦ ”ἑνὸς ἄρτου μετέχομεν,” ἓν οἱ πάντες ἀποτελούμεθα σῶμα· μερίζεσθαι γὰρ οὐκ ἐνδέχεται τὸν Χριστόν. διὰ τοῦτο καὶ σῶμα Χριστοῦ κεχρημάτικεν ἡ Ἐκκλησία, μέλη δὲ καὶ ἡμεῖς ἀνὰ μέρος, κατὰ τὴν τοῦ Παύλου σύνεσιν. ἑνὶ γὰρ οἱ πάντες ἑνούμενοι τῷ Χριστῷ διὰ τοῦ ἁγίου σώματος, ἅτε δὴ τὸν ἕνα λαβόντες καὶ ἀδιαίρετον ἐν ἰδίοις σώμασιν, αὐτῷ δὴ μᾶλλον ἤπερ οὖν ἑαυτοῖς τὰ ἴδια χρεωστοῦμεν μέλη.
ὅτι δὲ τεταγμένου τοῦ Σωτῆρος εἰς κεφαλὴν, σῶμα τὸ λοιπὸν ἡ Ἐκκλησία καλεῖται, καθάπερ ἐκ μελῶν τῶν καθ᾽ ἕκαστον συνηρμοσμένον, ἀποδείξει λέγων ὁ Παῦλος “Ἵνα μηκέτι ”ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ “ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν ”πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀληθεύοντες δὲ “ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ ”κεφαλὴ, Χριστὸς, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον “καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ᾽ ”ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέλους τὴν αὔξησιν τοῦ “σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ.” ὅτι δὲ καὶ τὴν κατὰ σῶμα νοουμένην ἕνωσιν, φημὶ δὴ τὴν πρὸς Χριστὸν, οἱ τῆς ἁγίας αὐτοῦ σαρκὸς ἐν μεθέξει γεγονότες ἀποκερδαίνομεν, μαρτυρήσει πάλιν ὁ Παῦλος περὶ τοῦ τῆς εὐσεβείας μυστηρίου λέγων “Ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνω- ”ρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς “ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν Πνεύματι, εἶναι ”τὰ ἔθνη συγκληρονόμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας ἐν “Χριστῷ.” εἰ δὲ σύσσωμοι πάντες ἀλλήλοις ἐσμὲν ἐν Χριστῷ, καὶ οὐχὶ μόνον ἀλλήλοις, ἀλλὰ καὶ αὐτῷ δῆλον ὅτι τῷ ἐν ἡμῖν γινομένῳ διὰ τῆς ἰδίας σαρκός· πῶς οὐκ ἤδη σαφῶς ἕν ἐσμεν οἱ πάντες καὶ ἐν ἀλλήλοις καὶ ἐν Χριστῷ;
Χριστὸς γάρ ἐστιν ὁ τῆς ἑνότητος σύνδεσμος, Θεός τε ὑπάρχων ἐν ταὐτῷ καὶ ἄνθρωπος. περὶ δέ γε τῆς ἑνώσεως τῆς ἐν Πνεύματι, τὴν αὐτὴν ὥσπερ τῶν θεωρημάτων διαθέοντες τρίβον, ἐροῦμεν δὴ πάλιν, ὅτι πάντες ἓν καὶ τὸ αὐτὸ δεξάμενοι Πνεῦμα, φημὶ δὴ τὸ Ἅγιον, συνανακιρνάμεθα τρόπον τινὰ καὶ ἀλλήλοις καὶ Θεῷ. εἰ γὰρ καὶ πολλοῖς οὖσιν ἡμῖν ἀνὰ μέρος, ἑκάστῳ τό τε τοῦ Πατρὸς καὶ τὸ ἴδιον ἐνοικίζει Πνεῦμα Χριστὸς, ἀλλ᾽ ἕν ἐστι καὶ ἀμέριστον, τὰ τῆς ἀλλήλων ἑνότητος διακεκομμένα πνεύματα, κατά γε τὸ εἶναί φαμεν, ἐν τῇ καθ᾽ ὕπαρξιν ἰδιότητι συνέχον εἰς ἑνότητα, δι᾽ ἑαυτοῦ καὶ ὡς ἕν τι τοὺς πάντας ἀναφαίνεσθαι ποιοῦν ἐν ἑαυτῷ. ὥσπερ γὰρ τῆς ἁγίας σαρκὸς ἡ δύναμις συσσώμους ἀποτελεῖ τοὺς ἐν οἷς ἂν γένοιτο, τὸν αὐτὸν οἶμαι τρόπον ἓν τὸ ἐν πᾶσιν ἀμέριστον ἐνοικῆσαν Πνεῦμα Θεοῦ πρὸς ἑνότητα τὴν πνευματικὴν συνάγει τοὺς πάντας. διὰ τοῦτο πάλιν ἡμῖν ὁ θεσπέσιος προσεφώνει Παῦλος “Ἀνεχόμενοι ἀλλή- ”λων ἐν ἀγάπῃ, σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ “Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης, ἓν σῶμα καὶ ἓν ”πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως “ὑμῶν· εἷς κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς Θεὸς καὶ ”πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν “πᾶσιν.”
ἑνὸς γὰρ ἡμῖν ἐναυλιζομένου τοῦ Πνεύματος, εἷς ὁ τῶν ὅλων Πατὴρ ἐν ἡμῖν ἔσται Θεὸς δι᾽ Υἱοῦ πρὸς ἑνότητα συνέχων, τὴν εἰς ἄλληλα καὶ πρὸς ἑαυτὸν, τὰ τοῦ Πνεύματος μέτοχα. ὅτι δὲ τῷ Ἁγίῳ Πνεύματι κατὰ μέθεξιν συνενούμεθα, δῆλόν πως ἔσται καὶ διὰ τούτου. εἰ γὰρ ἀφέντες τὸ πολιτεύεσθαι ψυχικῶς, τοῖς τοῦ Πνεύματος νόμοις τὸ εἰσάπαξ κρατεῖν παρακεχωρήκαμεν, πῶς οὐ παντί τῳ λοιπὸν ἀναμφίλογον, ὅτι τὴν ἰδίαν ὥσπερ ζωὴν ἀρνησάμενοι, καὶ τοῦ συμπλακέντος ἡμῖν Ἁγίου Πνεύματος τὴν ὑπερκόσμιον ἀναλαβόντες μόρφωσιν, μονονουχὶ καὶ εἰς ἑτέραν ὥσπερ μεθιστάμεθα φύσιν, οὐκ ἄνθρωποι μόνον, ἀλλὰ καὶ υἱοὶ Θεοῦ καὶ οὐράνιοι χρηματίζοντες ἄνθρωποι, διὰ τὸ τῆς θείας φύσεως ἀποπεφάνθαι κοινωνούς; ἓν τοιγαροῦν οἱ πάντες ἐσμὲν ἐν Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, ἓν δέ φημι καὶ τῇ καθ᾽ ἕξιν ταυτότητι· χρῆναι γὰρ οἶμαι διαμεμνῆσθαι τῶν ἐν ἀρχαῖς· καὶ ἐν μορφώσει τῇ κατ᾽ εὐσέβειαν καὶ τῇ κοινωνίᾳ τῆς ἁγίας σαρκὸς τοῦ Χριστοῦ, καὶ τῇ κοινωνίᾳ τοῦ ἑνὸς καὶ ἁγίου Πνεύματος, καθάπερ ἤδη προείρηται.
ΚΕΦΑΛΗ ΙΒ. <Ὅτι κατὰ φύσιν ἕν ἐστιν ὁ Υἱὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα Θεὸν, κἂν ὡς ἐν χάριτος μέρει δέξασθαι λέγῃ τὸ ἓν εἶναι πρὸς τὸν Πατέρα.> <Κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἓν, ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοὶ, ἵνα ὦσι τετελειωμένοι εἰς ἓν, ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας.> ΟΥΣΙΩΔΗ τε καὶ φυσικὴν τὴν ἕνωσιν ἔχειν εὖ μάλα φρονοῦντές φαμεν πρὸς τὸν ἑαυτοῦ Πατέρα τὸν Μονογενῆ, καθὸ καὶ γεγέννηται κατὰ τὸν ἀληθῆ τῆς γεννήσεως τρόπον, καὶ ἐξ αὐτοῦ νοεῖται καὶ ἐν αὐτῷ, τῇ μὲν κατ᾽ ἰδίαν ὕπαρξιν ἑτερότητι διεστάναι τε καὶ διωρίσθαι δοκῶν, τῇ γεμὴν συμφυεστάτῃ τῆς οὐσίας ταυτότητι καὶ ὡς ἕν τι μετὰ Πατρὸς νοούμενος. ἐπειδὴ δὲ τῆς καθ᾽ ἡμᾶς ἕνεκεν οἰκονομίας, σωτηρίας τε καὶ ζωῆς, τὸν ἐν ἀρχαῖς ὥσπερ ἐκβέβηκε τόπον, τὴν ἰσότητά φημι τὴν πρὸς τὸν Πατέρα καὶ Θεὸν, δοκεῖ δὲ καὶ σεσαλεῦσθαί πως εἰς τὴν τῆς ἀφανεστέρας δόξης ὑπέρβασιν· τοῦτο γὰρ ἦν τό Κεκένωκεν ἑαυτόν· ὁ πάλαι καὶ ἐξ ἀρχῆς ἐνυπάρχων μετὰ Πατρὸς δέχεται τοῦτο μετὰ σαρκὸς, τοῦ γηΐνου τε καὶ ἐπικήρου περιβλήματος καὶ τῆς ἀνθρωπείας μορφῆς, τῆς ὡς ἐν λόγῳ φημὶ τῷ φυσικῷ νοουμένης, ἀπαιτούσης ἀναγκαίως, καθάπερ ἐν χάριτος μέρει, τὸ φύσει προσὸν αὐτῷ· ἦν γὰρ καὶ ἔστιν ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρός.
οὐκοῦν ἐπειδήπερ οὐχ ὁμοούσιος τῷ Θεῷ καὶ Πατρὶ, ἀλλ᾽ οὐδὲ ταὐτὸν εἰς φύσιν ἡ ἐκ γυναικὸς σάρξ ἐστιν, ἤγουν ὁλοκλήρως ὁ ἐκ τῆς παρθένου ναὸς, παραδεχθεὶς δὲ ἅπαξ εἰς σῶμα τοῦ Λόγου, λοιπὸν ὡς ἕν τι λελόγισται σὺν αὐτῷ· εἷς γὰρ ὁ Χριστὸς καὶ εἷς Υἱὸς, καὶ ὅτε γέγονεν ἄνθρωπος. ταύτῃτοι λαβεῖν νοεῖται τὴν ἕνωσιν, παραδεχθεὶς εἰς τοῦτο καὶ μετὰ σαρκὸς, οὐκ ἐχούσης οἴκοθεν τὸ ἓν εἶναι πρὸς Θεόν. καὶ εἰ χρή τι συντομώτερον καὶ σαφέστερον εἰπεῖν, ἑαυτῷ δεδόσθαι φησὶν ὁ Μονογενὴς τὸ δοθὲν τῇ ἰδίᾳ σαρκί· δοθὲν δὲ δὴ πάντως παρὰ Πατρὸς δι᾽ αὐτοῦ ἐν Πνεύματι. ὁ γὰρ τῆς πρὸς Θεὸν ἑνώσεως τρόπος οὐχ ἑτέραν ἔχει τὴν ὁδὸν καὶ εἰ νοοῖτο τυχὸν ἐπὶ Χριστοῦ, καθὸ πέφηνέ τε καὶ κεχρημάτικεν ἄνθρωπος· ἑνώσει τῇ πρὸς τὸ Πνεῦμα, κατὰ τὸν ἄῤῥητον τῆς συνόδου τρόπον, ἁγιαζομένης δῆλον ὅτι τῆς σαρκὸς, οὕτω τε πρὸς ἕνωσιν ἀσυγχύτως ἀναβαινούσης αὐτῆς πρὸς τὸν Θεὸν Λόγον, καὶ δι᾽ αὐτοῦ πρὸς τὸν Πατέρα, σχετικῶς δῆλον ὅτι καὶ οὐ φυσικῶς. ταύτην τοιγαροῦν τὴν δοθεῖσάν μοι, φησὶν, ὦ Πάτερ παρὰ σοῦ χάριν τε καὶ δόξαν, δῆλον δὲ ὅτι τὴν τοῦ ἓν εἶναι πρὸς σὲ, δέδωκα αὐτοῖς ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν.
Προσενούμεθα μὲν γὰρ ἀλλήλοις ἡμεῖς, κατὰ τοὺς ἤδη προαποδοθέντας τρόπους· ἑνούμεθα δὲ καὶ Θεῷ. καὶ κατὰ τίνα λόγον ἢ πῶς, σαφεστάτην ἡμῖν ὁ Κύριος ἐποιήσατο τὴν ἐξήγησιν, καὶ τῆς ἑαυτοῦ διδασκαλίας διαφανῆ καθιστὰς τὴν ὄνησιν Ἐγώ φησιν ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοὶ ἵνα ὦσι τετελειωμένοι εἰς ἕν. γίνεται μὲν γὰρ ἐν ἡμῖν ὁ Υἱὸς, σωματικῶς μὲν ὡς ἄνθρωπος, συνανακιρνάμενός τε καὶ συνενούμενος δι᾽ εὐλογίας τῆς μυστικῆς· πνευματικῶς δὲ αὖ πάλιν ὡς Θεὸς, τῇ τοῦ ἰδίου Πνεύματος ἐνεργείᾳ καὶ χάριτι τὸ ἐν ἡμῖν ἀνακτίζων πνεῦμα πρὸς καινότητα ζωῆς, καὶ τῆς θείας αὐτοῦ φύσεως κοινωνοὺς καθιστάς. σύνδεσμος οὖν ἄρα τῆς ἑνότητος ἡμῶν τῆς πρὸς Θεὸν καὶ Πατέρα διαφαίνεται Χριστὸς, ἑαυτοῦ μὲν ἡμᾶς ἐξαρτήσας ὡς ἄνθρωπος, Θεῷ δὲ ὡς Θεὸς ἐνυπάρχων φυσικῶς τῷ ἰδίῳ γεννήτορι. ἦν γὰρ οὐχ ἑτέρως ἀναπηδᾶν δύνασθαι πρὸς ἀφθαρσίαν τὴν ὑποκειμένην τῇ φθορᾷ φύσιν, εἰ μὴ καταβέβηκεν ἐπ᾽ αὐτὴν ἡ φθορᾶς ἁπάσης καὶ παραλλαγῆς ἀνωτέρω φύσις, ἀνακουφίζουσα τρόπον τινὰ πρὸς τὸ ἴδιον ἀγαθὸν τὸ κάτω πίπτον ἀεὶ, καὶ τῇ κοινωνίᾳ καὶ ἀναμίξει τῇ πρὸς ἑαυτὴν μονονουχὶ καὶ ὅρων ἐξέλκουσα τῶν τῇ γενητῇ φύσει πρεπωδεστέρων, ἀναπλάττουσά τε πρὸς ἑαυτὴν τὸ οὐχ οὕτως ἔχον ἐξ ἑαυτοῦ. τετελειώμεθα τοιγαροῦν εἰς ἑνότητα τὴν ὡς πρὸς Θεὸν καὶ Πατέρα διὰ μεσίτου Χριστοῦ.
τὸν γὰρ φύσει τε καὶ ἀληθῶς Υἱὸν, οὐσιώδη πρὸς αὐτὸν ἔχοντα τὴν ἕνωσιν, λαβόντες ἐν ἑαυτοῖς καὶ σωματικῶς καὶ πνευματικῶς, καθάπερ ἔλεγον ἀρτίως, τῆς ὑπὲρ πάντα φύσεως μέτοχοι καὶ κοινωνοὶ γεγονότες δεδοξάσμεθα.
Παραδεχθῆναι γεμὴν εἰς ἕνωσιν ἡμᾶς τὴν ὡς πρὸς Θεὸν καὶ Πατέρα βούλεται Χριστὸς, ὁμοῦ καὶ τὴν ἐκ τοῦ Πατρὸς ὄνησιν δι᾽ ἑαυτοῦ τῇ φύσει προξενῶν, καὶ τὴν ἐκ τῆς χάριτος δύναμιν ἔλεγχον ὥσπερ τινὰ διαφανῆ συμβήσεσθαι λέγων τῶν οἰομένων αὐτὸν οὐκ εἶναι παρὰ Θεοῦ. ποῖον γὰρ ἕξει τόπον ἢ χώραν ἔτι τῆς ἐπὶ τούτῳ συκοφαντίας ὁ λόγος, εἰ δι᾽ ἑαυτοῦ πρὸς ἕνωσιν ἀναφέρει τῷ Πατρὶ τοὺς διὰ πίστεως δηλονότι καὶ ἀγάπης εἰλικρινοῦς προσοικειωθέντας αὐτῷ; ὅταν τοίνυν, ὦ Πάτερ, τὴν ἕνωσιν ἀποκερδάνωσι τὴν πρός σε δι᾽ ἐμοῦ, τότε γνώσεται μὲν ὁ κόσμος ὅτι σύ με ἀπέστειλας, τουτέστιν εὐδοκίᾳ σῇ βοηθήσων ἀφῖγμαι τῇ γῇ καὶ τοῖς ἐν αὐτῇ πλανωμένοις κατορθώσων τὴν σωτηρίαν· γνώσονται δὲ πρὸς τούτοις οὐδὲν ἧττον, φησὶν, οἱ τῆς οὕτω τριποθήτου μετεσχηκότες χάριτος, ὅτι ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας. ὁ γὰρ εἰς ἑνότητα λαβὼν τὸν καθ᾽ ἡμᾶς τε καὶ ἐξ ἡμῶν, τουτέστι, Χριστὸν, καὶ τῆς οὕτω μεγάλης ἀξιώσας ἀγάπης· γέγονε δὲ ἡμῖν ὁ λόγος ὡς ἐπ᾽ ἀνθρώπου πάλιν· καὶ ἡμῖν ἐφεὶς τὸ ἐξεῖναι τούτου τυχεῖν, πῶς οὐκ ἐν ἴσῳ μέτρῳ τὸν τῆς ἀγάπης ἐποιήσατο λόγον; καὶ θορυβείτω τοῦτο τῶν νουνεχεστέρων μηδένα. πρόδηλον μὲν γὰρ καὶ ἀναμφιλόγως ἔχον, ὡς κατ᾽ οὐδένα τρόπον φιλονεικήσει ποτὲ τῷ ἰδίῳ Δεσπότῃ τὸ δοῦλον· ἀλλ᾽ οὐδὲ ἐν ἴσῳ μέτρῳ τοῖς ποιήμασι τὸν ἴδιον Υἱὸν ἀγαπήσειεν ἂν ὁ Θεὸς καὶ Πατήρ.
πλὴν ἐκεῖνο διασκεπτέον, ὅτι τὸν ἐξ αἰώνων ἀγαπώμενον, ὡς ἀρχὴν ἔχοντα τοῦ ἀγαπᾶσθαι βλέπομεν, ὅτε γέγονεν ἄνθρωπος. οὐκοῦν ὅπερ εἶχε λαβὼν, οὐχ ἑαυτῷ δήπου λαβὼν, ἀλλ᾽ ἡμῖν καὶ τοῦτο ἁλώσεται. ὥσπερ γὰρ ἀνεβίω τὸ τοῦ θανάτου καταλύσας κράτος, οὐχ ἑαυτῷ τὴν ἀνάστασιν κατορθῶν, ᾗ Λόγος ἐστὶ καὶ Θεὸς, ἀλλ᾽ ἡμῖν δι᾽ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ τοῦτο διδούς· ὅλη γὰρ ἦν ἡ ἀνθρώπου φύσις ἐν Χριστῷ, τῶν θανάτου κατορχουμένη δεσμῶν· οὕτως οὐχ ἑαυτῷ τὴν παρὰ Πατρὸς ἀγάπην νοηθήσεται λαβών· ἦν μὲν γὰρ ἀεὶ καὶ διὰ παντὸς ἀγαπητός· ἀλλ᾽ ἵν᾽ ἡμῖν προξενήσῃ τὴν παρὰ Πατρὸς ἀγάπην, δέχεται ταύτην παρ᾽ αὐτοῦ καὶ ὅτε γέγονεν ἄνθρωπος.
ὥσπερ οὖν σύμμορφοι τῆς τε ἀναστάσεως αὐτοῦ καὶ τῆς δόξης ἐσόμεθα, γεγόναμέν τε ἤδη, καθάπερ ἐν ἀπαρχῇ τοῦ γένους καὶ ἐν πρώτῳ Χριστῷ, οὕτω καὶ τῆς ἀγάπης οἱονεὶ τὴν συμμορφίαν ἐσχήκαμεν, παραχωροῦντες μὲν τὸ νικᾶν εἰς ἅπαντα τῷ Μονογενεῖ· τὴν δὲ τῆς θείας φύσεως ἐν τοῖς καθ᾽ ἑαυτοὺς ἀσύγκριτον ἡμερότητα δικαίως θαυμάζοντες, ὡς τοῖς παρ᾽ αὐτοῦ γεγονόσι χαριζομένην τὰ ἑαυτῆς καὶ κοινοποιούσης τοῖς κτίσμασιν, ἅπερ αὐτῇ προσήκει καὶ μόνῃ. <Πάτερ, οὓς δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ αὐτοὶ ὦσι μετ᾽ ἐμοῦ· ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν, ἣν δέδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.> Ἐπευξάμενος τοῖς ἑαυτοῦ μαθηταῖς, μᾶλλον δὲ ἅπασι τοῖς προσιοῦσιν αὐτῷ διὰ τῆς πίστεως, ἐξαιτήσας τε παρὰ Πατρὸς ὑπάρξαι τὴν ἕνωσιν καὶ ἀγάπην καὶ ἁγιασμὸν, ἐπιφέρει παραχρῆμα καὶ ταῦτα· οὐχ ἑτέρων εἶναι δεικνὺς τὸ συνεῖναί τε αὐτῷ καὶ ἀξιοῦσθαι βλέπειν τὴν δόξαν αὐτοῦ, ἢ τῶν ἑνωθέντων τε ἤδη δι᾽ αὐτοῦ τῷ Πατρὶ καὶ τῆς ἀγάπης τετυχηκότων, ἧς ἂν καὶ αὐτὸς ἔχειν νοοῖτο παρὰ Πατρί. ἠγαπήμεθα γὰρ ὡς υἱοὶ καθ᾽ ὁμοιότητα τοῦ κατὰ φύσιν καὶ ἀληθῶς Υἱοῦ. εἰ γὰρ καὶ μὴ ἐν ἴσῳ μέτρῳ τυχὸν, ἀλλ᾽ ἥ γε τοῦ πράγματος ἀκριβεστάτη μίμησις, συμπαρατρέχουσά πως τῷ κατὰ ἀλήθειαν, τὴν ἐκείνου πλάττεται δόξαν.
θέλω τοιγαροῦν ὦ Πάτερ φησὶν ἵν᾽ οἱ κατὰ πρόσοδον τὴν διὰ τῆς πίστεως καὶ διὰ φωταγωγίας τῆς παρὰ σοῦ γεγονότες ἐμοὶ, μετ᾽ ἐμοῦ τε εἶεν καὶ τὴν ἐμὴν βλέπωσι δόξαν. ὅσον δὲ εἶναι δώσομεν ἀγαθὸν, τὸ καὶ αὐτῷ συνεῖναι τῷ Χριστῷ, ποῖος ἂν ἡμῖν ἐκκαλύψαι λόγος; εἴπερ ἐν ἀῤῥήτοις ἐσόμεθα θυμηδίαις, καὶ ὀφθαλμὸς μὲν οὐκ εἶδεν, οὖς δὲ οὐκ ἤκουσε, καὶ οὐκ ἐνεθυμήθη νοῦς, “ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν ”αὐτόν.” τίνος γὰρ ἂν καὶ προσδεήσαι τυχὸν τῶν τελούντων εἰς ἀκράτους εὐθυμίας, τοῖς οἵ γε κεκλήρωνται τὸ καὶ αὐτῷ συνεῖναι τῷ πάντων δεσπότῃ Χριστῷ; καίτοι παντὸς ἀξιώσας θαύματος τὸ χρῆμα φαίνεται καὶ αὐτὸς ἡμῖν ὁ σοφός τε καὶ ἱερώτατος Παῦλος· κρεῖττον γὰρ, φησί “τὸ ”ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι.” ὁ δὲ καὶ τῆς ἐν τῷδε τῷ βίῳ ζωῆς τὸ ἀξίωμα προτιθεὶς τουτὶ τὸ μέγα καὶ ἀξιάγαστον, πῶς οὐκ ἀληθὴς εἰσβήσεται μάρτυς, ὅτι τοῖς ἑαυτοῦ γνησίοις μεγάλην ἀπονέμει τῆς πρὸς αὐτὸν συνουσίας τὴν δωρεὰν, ὁ πάντα πᾶσι διδοὺς πλουσίως; ἐπαγωνιεῖται δὲ οὐδὲν ἧττον τῷ λόγῳ τὸ δι᾽ αὐτοῦ πάλιν πρὸς ἡμᾶς εἰρημένον.
ἔχων γὰρ ἐν ἑαυτῷ λαλοῦντα Χριστὸν καὶ τὰς τοῦ “μέλλοντος αἰῶνος δυνάμεις” ἀποκαλύπτοντα, ἔφη πάλιν ὡδί· διαναστήσονται μὲν γὰρ οἱ νεκροὶ, φησὶν, ἀλλὰ καὶ “ἡμεῖς ”οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα “ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω ”πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.” χαριεῖσθαι δὲ καὶ αὐτὸς ἡμῖν αὐτὸ δὴ τοῦτο σαφῶς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐπήγγελται λέγων “Πορεύομαι καὶ ἑτοιμάσω τόπον ”ὑμῖν, πάλιν ἥξω καὶ παραλήψομαι ὑμᾶς μετ᾽ ἐμαυτοῦ, ἵνα “ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς μετ᾽ ἐμοῦ ἦτε.” Ἢ γὰρ νοοῦντες οὐ σφόδρα πικρῶς, ἀπεριεργότερον ἐκληψόμεθα διὰ τούτου σημαίνεσθαι τὰς ἄνω μονὰς, ἤγουν ἐφ᾽ ἑτέρας ἰόντες ἐννοίας, τόπον ὥσπερ ἀπονεμηθήσεσθαι δώσομεν τὸν αὐτὸν ἡμῖν καὶ Χριστῷ, οἱονεὶ τὰς ἐξ ὁμοιότητος καὶ ἐν ἴσῳ λόγῳ τιμὰς, κατά γε τὸ ἐμφερὲς καὶ τὴν μίμησιν. σύμμορφοι γὰρ ἐσόμεθα τῆς δόξης αὐτοῦ, καὶ συμβασιλεύσομεν αὐτῷ, κατὰ τὰς ἁγίας γραφάς· ὑπισχνεῖται δὲ καθ᾽ ὃν αὐτὸς οἶδε τρόπον καὶ συνανακλιθήσεσθαι μεθ᾽ ἡμῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
Ὅτι μὲν οὖν συνεσόμεθα τῷ Χριστῷ καὶ συμμεθέξομέν τε τῆς δόξης αὐτοῦ καὶ τῆς βασιλείας ἐσόμεθα κοινωνοὶ, παρέντες εἰς τὸ παρὸν διὰ πλειόνων ἔτι δεικνύειν, ὡς οὐδαμόθεν ἀμφίλογον, χωρῶμεν ἐπὶ τὸ ἕτερον, φημὶ δὴ τό Ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν. περιέσται τοιγαροῦν οὐ βεβήλοις καὶ ἁμαρτωλοῖς, ἀλλ᾽ οὐδὲ τοῖς τὸν θεῖον ἀτιμάζουσι νόμον, τὸ ἐν ὁράσει γενέσθαι τῆς δόξης Χριστοῦ, μόνοις δὲ μᾶλλον τοῖς ὁσίοις καὶ ἀγαθοῖς. καὶ τοῦτο πάλιν εἰσόμεθα, προφήτου μὲν λέγοντος “Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν ”δόξαν Κυρίου·” ἐν δέ γε τοῖς εὐαγγελικοῖς κηρύγμασι τοῦ Σωτῆρος Χριστοῦ “Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι ”αὐτοὶ τὸν Θεὸν ὄψονται.” εἶτα τίνες ἂν εἶεν οἱ τὴν καρδίαν ἔχοντες καθαρὰν, εἰ μὴ ἐκεῖνοι δὴ πάντως οἱ τῇ πρὸς Θεὸν ἑνώσει τῇ δι᾽ Υἱοῦ ἐν Πνεύματι, φιλοσαρκίας μὲν ἁπάσης ἀναχωρήσαντες, ἡδονὴν δὲ ὡς ποῤῥωτάτω τὴν κοσμικὴν ποιησάμενοι, καὶ τὴν μὲν οἰκείαν ὥσπερ ἀρνησάμενοι ζωὴν, ἀναθέντες δὲ μόνῃ τῇ θελήσει τοῦ Πνεύματος, καθαρῶς τε καὶ ὁλοτρόπως πολιτευσάμενοι τῷ Χριστῷ, ὁποῖός τις ἦν καὶ ὁ Παῦλος, ἐκ πολλῆς ἄγαν τῆς ἐνούσης αὐτῷ καθαρότητος οὐ καταδείσας εἰπεῖν “Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ ”οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.”
ἀκούω δὲ καὶ ἑτέρου τινὸς τῶν ἁγίων ψάλλοντός τε καὶ λέγοντος “Καρδίαν ”καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαί- “νισον ἐν τοῖς ἐγκάτοις μου· μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ ”προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς “ἀπ᾽ ἐμοῦ· ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, ”καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.” ἀγαλλίασιν γὰρ σωτηρίου τὸ Πνεῦμα καλεῖ, ἅτε δὴ καὶ ὑπάρχον πρόξενον χαρᾶς μὲν ἀτελευτήτου καὶ διηνεκοῦς, ἡγεμονίας δὲ τῆς κατὰ παθῶν τῶν ἐν κόσμῳ παρεκτικόν· Πνεῦμα γάρ ἐστι τοῦ κατὰ ἀλήθειαν σωτηρίου, τουτέστι Χριστοῦ. πολυτρόπως γεμὴν ὀνομάζων αὐτὸ, καὶ καρδίαν προσείρηκε καθαρὰν καὶ πνεῦμα ἐκάλεσεν εὐθὲς, ἅτε δὴ οὐκ ἐχόντων εὐθυτενῆ τὴν καρδίαν, σκαμβὴν δὲ μᾶλλον καὶ διεστραμμένην, ὡς ὁ ψάλλων φησὶ, τῶν οὔπω προσενωθέντων τῷ Θεῷ καὶ ἐν μεθέξει γεγονότων τῆς εὐλογίας Χριστοῦ τῆς διὰ Πνεύματος.
Ὡς ἐν κεφαλαίῳ τοιγαροῦν εἰπεῖν, ἐξαίρετον τοῖς ἑαυτοῦ γνωρίμοις ἀπονεμηθῆναι τὴν χάριν ἠθέλησεν ὁ Σωτὴρ, τὴν ἐκ τοῦ συνεῖναί τε αὐτῷ καὶ ὁρᾶν τὴν δόξαν αὐτοῦ· ἠγαπῆσθαι δέ φησι καὶ πρὸ καταβολῆς κόσμου, ἀρχαιοτάτην ἐν τούτοις εὖ μάλα δεικνὺς τὴν τοῦ καθ᾽ ἑαυτὸν μυστηρίου δύναμιν, καὶ ὅτι προέγνωστο μὲν τῷ Θεῷ καὶ Πατρὶ τῆς ἡμετέρας σωτηρίας ἡ ὁδὸς, ἡ διὰ τῆς τοῦ Χριστοῦ μεσιτείας τετελεσμένη. ἐδόθη μὲν οὖν οὐκ ἐν ἀρχαῖς τοῖς ἐπὶ γῆς ἡ γνῶσις, ἀλλὰ παρεισέδυ νόμος ὁ παιδαγωγὸς τῆς ἐνθέου πολιτείας, διαπλάττων ἡμῖν ἀμυδρὰν ἐν τύποις τὴν εἴδησιν, καιρῷ τῷ πρέποντι τὴν διὰ τοῦ Σωτῆρος τηρήσαντος χάριν τοῦ Θεοῦ καὶ Πατρός. λυσιτελὴς δὲ σφόδρα καὶ ἡ περὶ τούτων ἡμῖν ἀναφαίνεται γνῶσις πρὸς κατάλυσιν ὀφρύος Ἰουδαϊκῆς καὶ φρυάγματος ἀνοσίου τῶν ἐξ Ἰσραὴλ, συνηγορεῖν ἑλομένων εἰσαεὶ τῷ νόμῳ καὶ ὅτε τῆς ἀληθείας παρούσης παρ᾽ οὐδὲν ἔδει λοιπὸν ποιεῖσθαι τοὺς τύπους. χρησιμωτάτη δὲ σφόδρα καὶ πρὸς τὴν τῶν ἑτέρων ἀνατροπὴν, οἰομένων ὅτι πρόσφατος ἡμῖν καὶ νέα βουλὴ τοῦ Πατρὸς τὴν τοῦ μυστηρίου δύναμιν ἐξεμηχανήσατο. διὰ τοῦτο καὶ ὁ Παῦλος τὴν τῶν οὕτω διατιθεμένων ὑπόληψιν ἀναιρῶν, ἔφη που περὶ Χριστοῦ· ὅτι προέγνωστο μὲν “πρὸ καταβολῆς κόσμου,” πεφανέρωται γεμὴν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς.
Σημειωτέον δὲ ὅτι δεδόσθαι φησὶν ἑαυτῷ παρὰ Πατρὸς, αὐτούς τε τοὺς μαθητὰς καὶ τὴν δόξαν τὴν θεοπρεπῆ καὶ τὸ κατὰ πάντων κράτος, οὐ καθὸ φύσει νοεῖται Θεὸς ὁ τῆς δόξης Κύριος, καὶ οὐσιῶδες ἔχων τὸ βασιλικὸν ἀξίωμα· μᾶλλον δὲ καθὸ πέφηνεν ἄνθρωπος, ᾧ πάντα ἐστὶ θεόσδοτα καὶ οὐκ ἐξ ἰδίας φύσεως. πάντα γὰρ τῇ κτίσει παρὰ Θεοῦ· ἴδιον δὲ ὅλως οὐδὲν ἐν αὐτῇ, κἂν ἔχουσά τι τῶν ἀγαθῶν διαφαίνηται. <Πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων, καὶ αὐτοὶ ἔγνωσαν ὅτι σύ με ἀπέστειλας.> Δίκαιον ἐν τούτοις ἀποκαλεῖ τὸν Πατέρα, καίτοι ἑτέρως αὐτὸν ὀνομάσαι δυνάμενος. καὶ γάρ ἐστιν ὅσιος, ἅγιος, ἀμίαντος, κτίστης καὶ δημιουργὸς, καὶ ὅσαπερ ἂν πρέπῃ τῇ τῶν ὅλων βασιλίδι φύσει. τίς οὖν ἡ αἰτία τοῦ κεκλῆσθαι δίκαιον, καίτοι καὶ ἑτέρως ἐξὸν ὀνομάζεσθαι παρὰ Χριστοῦ, φιλομαθὲς ὄντως ἰδεῖν. τὸ γάρτοι μὴ διιππεύειν ἐᾶν τὰ ἐν τῇ θεοπνεύστῳ γραφῇ θεωρήματα, πολλὴν ἂν ἡμῖν ἐκτέκοι τὴν ὄνησιν. οὐκοῦν ἐκεῖνό φαμεν, τὸν ἐν τῷ προκειμένῳ περιαθρήσαντες νοῦν.
ὅτε τοίνυν ἡμᾶς ἁγιάζεσθαι κατ᾽ εὐδοκίαν ἤθελε τοῦ ἰδίου Πατρὸς, τὸ τοῦ παρακλήτου πρόσωπον καὶ τὴν τοῦ μεσίτου χρείαν ἀποπληρῶν ὁ Χριστὸς, τὰς ὑπὲρ πάντων ἡμῶν πρεσβείας ἐποιεῖτο λέγων “Πάτερ ἅγιε, ”τήρησον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου,” οὐχ ἑτέραν εἶναι λέγων τὴν ἀλήθειαν ἢ τὸ ἴδιον Πνεῦμα, δι᾽ οὗ τὰς ἡμετέρας ἀσφαλίζεται ψυχὰς, κατασφραγίζων εἰς ὁμοιότητα τὴν πρὸς ἑαυτὸν, καὶ ἀνατειχίζων ὥσπερ ἀῤῥήτῳ δυνάμει πρὸς ἄμαχον εὐτολμίαν, παραθήγων δὲ δῆλον ὅτι καὶ εἰς προθυμίαν ἀχάλινον τὴν ἐπ᾽ ἀκράτοις ἀγαθουργίαις, ὡς μηδενὸς τὸ παράπαν παρὰ πόδας κειμένου καὶ ὀπίσω καλεῖν ἰσχύοντος, ὀξυτάτῳ φέρεσθαι δρόμῳ πρὸς τὸ δοκοῦν τῷ Θεῷ, καὶ τῶν διαβολικῶν πολυτρόπων μηχανημάτων ἢ καὶ τῆς ἐν κόσμῳ φιληδονίας οὐδένα ποιεῖσθαι λόγον. οἱ γὰρ ἅπαξ κατασφραγισθέντες τῷ Ἁγίῳ Πνεύματι καὶ τὸν ἀῤῥαβῶνα τῆς χάριτος ἔχοντες εἰς νοῦν, πεπυργωμένην ἔχουσι τὴν καρδίαν, ἅτε δὴ καὶ ἐνδυσάμενοι τὴν ἐξ ὕψους δύναμιν. ἵνα τοίνυν τῶν οὕτως ἀξιεράστων ἀπολαύσωμεν ἀγαθῶν, ἐφ᾽ ἡμᾶς ἐκάλει τὸν παρὰ Πατρὸς ἁγιασμὸν ὁ Χριστός. νυνὶ δέ τι τοιοῦτον, ὡς ἐγῷμαι, πάλιν ἐννοήσας φαίνεται.
πρὸς γὰρ ἐκείνοις, οἷς ἔφη περὶ τοῦ δεῖν ἡμᾶς ἁγιάζεσθαι παρὰ Πατρὸς, καὶ τάδε προστέθεικε περὶ ἡμῶν “Κἀγὼ τὴν δόξαν ”ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν· “ἠγάπησας γὰρ αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας,” καὶ πάλιν “Πάτερ, οὓς δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ αὐτοὶ ”ὦσι μετ᾽ ἐμοῦ.” Μετὰ τοίνυν τὸ ταῦτα εἰπεῖν, δίκαιον εὐθὺς ἀποκαλεῖ τὸν Πατέρα καὶ μάλα εἰκότως, οὗ κατ᾽ εὐδοκίαν καὶ θέλησιν γέγονεν ἄνθρωπος ὁ Υἱὸς, ἵνα καὶ τοῦ διὰ Πνεύματος ἁγιασμοῦ καὶ τῆς πρὸς Θεὸν ἑνώσεως καὶ τοῦ ταῖς ἄνω μοναῖς ἐναυλίζεσθαι, συνεῖναί τε καὶ συμβασιλεύειν αὐτῷ τῇ ἀνθρωπείᾳ φύσει γένηται πρόξενος, ἐκτισμένῃ μὲν “ἐπ᾽ ἔργοις ἀγαθοῖς·” ἔκτισε γὰρ οὐκ ἐπὶ κακίᾳ τὸν ἄνθρωπον ὁ Θεὸς ἐν ἀρχαῖς· παρατετραμμένη δὲ πρὸς φαυλότητα ταῖς ἀνοσίοις τοῦ διαβόλου μηχαναῖς, καὶ τῆς ἀρχαίας ἐκείνης καὶ θεοφιλοῦς ἀγωγῆς καθάπερ τινὸς ἰδίας ἐκμεμοχλευμένη κρηπῖδος.
ἦν γὰρ δὴ καὶ ἀληθῶς ὅτι μάλιστα πρέπον τῷ δικαίῳ Πατρὶ τὸ καταῤῥαχθὲν ἐκ πλεονεξίας ὑψῶσαι πάλιν, καὶ τὸ ἐφ᾽ ἃ μὴ προσῆκεν ἐξειλκυσμένον εἰς τὴν ἐν ἀρχαῖς καταστῆσαι θέσιν, καὶ ἀπαλλάξαι μὲν ἁμαρτίας τῆς ἀκαλλεστάτης, μεταπλάσαι δὲ ὥσπερ εἰς εἰκόνα τὴν πρώτην, τὸ καὶ ἐν ἀρχαῖς οὕτω πεποιημένον· τὸν δέ γε συντρίψαντα καὶ ἀνοσίως παραφθεῖραι τετολμηκότα, τουτέστι τὸν σατανᾶν, ταῖς αὐτῷ πρεπούσαις ὑποθεῖναι ποιναῖς, εἰ καὶ μικρὸν οἶμαι γένοιτ᾽ ἂν πᾶν εἶδος ἐκείνῳ κολαστηρίων τοσαύτην ἐνδειξαμένῳ κατὰ Θεοῦ τὴν ἀπόνοιαν. ὦ τοιγαροῦν Πάτερ δίκαιέ φησι “Δίκαιος γὰρ εἶ, καὶ ἀγαθὸς καὶ εὐθὴς ἡ κρίσις σου,” καταπέμψαντος τῷ κόσμῳ πρὸς ἐπικουρίαν καὶ ἀνανέωσιν ἐμὲ τὸν σὸν ἀληθῶς καὶ γνήσιον Υἱόν. ἀλλ᾽ ὢ τῆς ἀνοίας, φησίν· ὄντα γάρ σε τοιοῦτον ὁ κόσμος οὐκ ἔγνω. ἢ γὰρ ἂν εὐθὺς τὴν οὕτω φιλάνθρωπον ἐννοήσαντες ψῆφον καὶ νεῦμα τὸ γαληνὸν, προσέδραμόν τε τῷ σώζοντι, καί σοι προσῆγον ἐθελοντὶ τὴν λατρείαν.
Ταυτὶ μὲν οὖν ὁ Χριστὸς διελέγετο τῷ Πατρὶ, χάριν ὥσπερ τὴν ὑπὲρ ἡμῶν καὶ δι᾽ ἡμᾶς ἀνατιθεὶς, ἐπείπερ δίκαιος ὢν ἐπένευσε μὲν τοῖς ἐκ πλεονεξίας παθοῦσι τὴν σωτηρίαν, κατεδίκασε δὲ τοῦ διαβόλου τὴν ἀπώλειαν. καὶ τὸν μὲν κόσμον φησὶ, τουτέστι, τοὺς ἀντιπράττοντας ἐπὶ τῷ θείῳ τε καὶ εὐαγγελικῷ κηρύγματι, διὰ τὸ φρονεῖν τὰ ἐν κόσμῳ, δίκαιον ὄντα μὴ μαθεῖν τὸν Πατέρα· “τετύφλωκε γὰρ ὁ ”θεὸς τοῦ αἰῶνος τούτου τὰ νοήματα τῶν ἀπίστων,” ὡς ὁ Παῦλός φησιν, “εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ ”εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ·” τοῖς γεμὴν σφετέροις ἐπεμαρτύρησε μαθηταῖς, ὡς εἰδόσι τε καὶ ἐγνωκόσιν αὐτὸν, λαμπρὸν καὶ ἀξιοζήλωτον κἂν τούτῳ πάλιν αὐτοῖς περιτιθεὶς τὸ ἀξίωμα. ἄνω γὰρ πάσης κοσμικῆς ταπεινότητος καὶ σμικροπρεπείας γεγονότας ἀποφαίνει, διὰ τὸ εἰδέναι τὸν Πατέρα, δῆλον δὲ δήπου καὶ ὡμολογημένον, ὅτι καὶ αὐτὸν τὸν Υἱόν. ὅτε τοίνυν κατηγορεῖται μὲν ὁ κόσμος, ὡς μὴ εἰδὼς τὸν Πατέρα, τουτέστι, τὸν ἀληθῆ τε καὶ φύσει Θεόν· μεμαρτύρηνται γεμὴν ὡς εἰδότες οἱ μαθηταί· πῶς οὐ παντί τῳ λοιπὸν ἀναμφίλογον, ὡς οὐκ ἂν εἶεν ἐκ τοῦ κόσμου, γεγονότες ἤδη τοῦ ὑπὲρ κόσμον Χριστοῦ, κατὰ τὸ εἰρημένον παρὰ τοῦ Παύλου “Δι᾽ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ ”τῷ κόσμῳ·” καὶ περὶ ἡμῶν δὲ πάλιν “Οἱ δὲ τοῦ Χριστοῦ ”Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ “ταῖς ἐπιθυμίαις;”
ἔξω δὲ κόσμου φαμὲν γενέσθαι τοὺς μαθητὰς, οὐ θέσει τῇ κατὰ τόπον καὶ σωματικῇ· διαφαίνονται γὰρ “ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες·” ἀλλ᾽ ὅτι περιπατοῦντες ἐπὶ τῆς γῆς ἐν οὐρανῷ πολιτεύονται, καὶ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις ἀποταξάμενοι, μᾶλλον δὲ ἁπάσης κοσμικῆς ἐπιθυμίας τὸν οἰκεῖον ἀνωτέρω στήσαντες νοῦν, εἰς ὑπερφερῆ τινα καὶ ὑψηλοτάτην ἀνεπήδησαν ἀρετὴν, κατὰ τὸ ἐν ψαλμοῖς εἰρημένον “Ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ ”τῆς γῆς σφόδρα ἐπήρθησαν.” οἱ γὰρ ἀνδρεῖοι διὰ Θεὸν φρονήματος ἐπιγείου τὸ χαμαιπετὲς παρελάσαντες, τὰ ἄνω φρονεῖν ἐγνώκασι· τοῦτο γὰρ οἶμαι σημαίνειν τό Ἐπήρθησαν. οὐκοῦν ὁ μὲν κόσμος ἠγνόησε δίκαιον ὄντα σε, φησὶν, ὦ Πάτερ. ἐγὼ γὰρ εἰδώς· βουλὴ γάρ εἰμι καὶ σοφία σή· τῆς ἐμφύτου μοι δόξης καὶ θεοπρεποῦς ἀξίας οὐ σφόδρα φροντίσας, ἐμαυτὸν κεκένωκα καὶ εἰς ἀνθρωπίνην καταβέβηκα πτωχείαν, ἵνα σώσω κατὰ σὴν εὐδοκίαν τὸ τῆς οἰκειότητος τῆς πρὸς ἡμᾶς διολισθῆσαν γένος.
ἠγνοηκότος δὲ καὶ τοῦτο τοῦ κόσμου, πεπλουτήκασι τὴν γνῶσιν οἱ μαθηταὶ, συνέντες κατὰ ἀλήθειαν ὅτι σύ με ἀπέστειλας, τουτέστι, τοῖς σοῖς ἀφῖγμαι νεύμασι πέρας ἐπιθήσων τὸ ἀγαθὸν, διὰ τοῦ κινδυνεύουσαν ἀνασῶσαι τὴν γῆν. <Καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω· ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοῖς ᾖ, κἀγὼ ἐν αὐτοῖς.> Ἐγνωκέναι φησὶ τὸν Πατέρα καὶ Θεὸν, ἑαυτόν τε ἅμα καὶ τοὺς αὐτῷ προσεδρεύοντας μαθητάς. ἵνα δὲ μή τις εἰς ὑπονοίας ἐκτόπους ἐξ ἀπάτης ὑπενεχθεὶς, ἐν ἴσῳ τῷ τρόπῳ γενέσθαι τὴν γνῶσιν οἰηθείη τυχὸν ἔν τε αὐτῷ τῷ Χριστῷ καὶ τοῖς μαθηταῖς, διαστέλλει παραχρῆμα καὶ φανοτάτην ἐργάζεται τὴν διαφορὰν, ἑαυτὸν μὲν ἀποκαλύπτοντα, τοὺς δὲ τὴν γνῶσιν ἑλόντας δι᾽ αὐτοῦ παραχρῆμα δεικνύς. ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ἐπείπερ ἐστὶ καὶ Λόγος καὶ βουλὴ καὶ σοφία τοῦ Πατρὸς, οἶδεν ἀδιδάκτως τὰ ἐν αὐτῷ, καὶ τοῦ τεκόντος αὐτὸν τὰ βάθη περιεργάζεται, καθάπερ ἀμέλει καὶ ὁ νοῦς ὁ ἀνθρώπινος τὰ ἐν αὐτῷ, καὶ ἡ ἐν ἡμῖν τε καὶ καθ᾽ ἡμᾶς νοουμένη σύνεσις οὐδὲν τὸ παράπαν τῶν ἐν ἡμῖν ἀγνοοῦσα φαίνεται· οἱ δέ γε θεσπέσιοι μαθηταὶ τὸ μὲν δύνασθαι νοεῖν τι περὶ Θεοῦ καρπὸν τῆς ἰδίας οὐκ ἔχουσι γνώσεως, φωταγωγούμενοι δὲ διὰ τοῦ Πνεύματος τῇ τῶν μυστηρίων ἀκριβείᾳ προσβάλλουσι τοῦ Υἱοῦ, συνιέναι τε οὕτω δύνανται τὸν Πατέρα.
χρησίμως οὖν ἄρα καὶ λίαν εἰκότως ἐπήνεγκεν ὁ Χριστὸς ὅτι καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω.
Ἐπιτήρει δὲ ὅπως ἴση δι᾽ ἀμφοῖν ἐνέργεια, φημὶ δὴ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, πρὸς τὴν τῆς θεοπτίας κατάληψιν ἀποτελουμένη φαίνεται. σοφοῖ μὲν γὰρ ὁ Πατὴρ, ἀποκαλύπτων τὸν ἴδιον Υἱόν· σοφοῖ δὲ οὐδὲν ἧττον καὶ ὁ Υἱὸς, ἀποκαλύπτων τὸν Πατέρα. καὶ γοῦν τῷ μακαρίῳ Πέτρῳ φησὶ περὶ τὰ μέρη Καισαρείας τῆς καλουμένης Φιλίππου “Μακάριος εἶ Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ”ἀπεκάλυψέ σοι, ἀλλ᾽ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.” διωμολογήκει γὰρ ὁ μαθητὴς καὶ πιστεῦσαι διισχυρίσατο, ὅτι αὐτὸς εἴη Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. αὐτὸς δὲ νυνὶ περὶ ἑαυτοῦ φησιν Ὅτι ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω. οὐ γὰρ κατέληξεν ἀποκαλύπτων ἡμῖν ὁ Μονογενὴς τοῦ καθ᾽ ἑαυτὸν μυστηρίου τὴν δύναμιν ἀποκαλύψας τοῖς πρώτοις ἐν ἀρχαῖς· ἐνεργεῖ δὲ τοῦτο διὰ παντὸς, ἐνσπείρων ἑκάστῳ τὸν διὰ τοῦ Πνεύματος φωτισμὸν, καὶ χειραγωγῶν εἰς ἐπίγνωσιν τῶν ὑπὲρ νοῦν καὶ λόγον τοὺς ἀγαπῶντας αὐτόν. τί δὲ δὴ κατορθῶν καὶ κατὰ τίνα τρόπον ἡμᾶς ὠφελῶν ἀποκαλύψαι μὲν ἤδη τοῖς μαθηταῖς, γνωρίσειν γεμὴν καὶ τοῖς μετὰ ταῦτα διισχυρίζεται τὸν Πατέρα, πάλιν αὐτὸς ὑπέδειξεν εἰπών Ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοῖς ᾖ κἀγὼ ἐν αὐτοῖς.
τοῖς γὰρ διὰ θεωρίας εἰλικρινοῦς ἐπιγνῶναι δυνηθεῖσι τὸν Θεὸν καὶ Πατέρα, πεπαιδευμένοις δὲ κατὰ ἀκρίβειαν τοῦ κατὰ Χριστὸν μυστηρίου τὸν λόγον, ὑπάρξει δὴ πάντως καὶ ἀναμφιλόγως περιέσται τὸ τελείως ἀγαπᾶσθαι παρὰ Πατρὸς, καθ᾽ ὁμοιότητα τοῦ Υἱοῦ. τελειότατα γὰρ ἀγαπᾷ τὸν ἴδιον Υἱὸν ὁ Πατήρ· ἐναυλίζεται δὲ καὶ αὐτὸς ὁ Χριστὸς, διὰ τοῦ Ἁγίου δηλονότι Πνεύματος, συνάπτων εἰς οἰκειότητα τὴν πνευματικὴν δι᾽ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρὶ τὸν ἐγνωκότα αὐτὸν, ἀπαράφθορόν τε τῆς θεογνωσίας ἐν ἑαυτῷ τὸν λόγον ὠδίνοντα. ἐγνώρισε δὲ ἡμῖν τὸ ὄνομα τοῦ Πατρὸς, Υἱὸν ἡμῖν ἑαυτὸν ἐπιδείξας. παρέψεται γὰρ καὶ ἰσοδρομήσει πάντη τε καὶ πάντως τῇ περὶ τοῦ γεννήματος γνώσει καὶ ἡ περὶ τοῦ γεννήσαντος αὐτὸν, καθάπερ οὖν ἀληθὲς καὶ τὸ ἔμπαλιν.
Εἰ δὲ ἀληθὴς ὁ λόγος καὶ ἀναμφιλόγως παραδεκτὸν, ὅτι Πατρὶ μὲν ὁ Υἱὸς, Υἱὸς δὲ αὖ πάλιν τῷ Πατρὶ συννοεῖταί τε καὶ συνεισάγεται, καὶ συνειστρέχει δι᾽ ἀμφοῖν ἡ ἑκατέρου γνῶσις· πῶς ἔτι ποίημα κατά τινας τῶν ἀνοσίων ἐστὶν ὁ Υἱός; Υἱὸν μὲν γὰρ εἴ τις λέγοι, τὴν περὶ Πατρὸς ἐνέθηκε γνῶσιν τοῖς ἀκροωμένοις· ποίημα δὲ ὀνομάσας εἰς ἔννοιαν ἀναφέρει τοῦ ποιήσαντος αὐτό. ἐπειδὴ δὲ Πατέρα καλεῖ τὸν Θεὸν ὁ Υἱὸς, οὐ ποιητὴν ἢ δημιουργὸν, οἶδε δηλονότι γέννημα κατὰ ἀλήθειαν ἑαυτὸν ὑπάρχοντα. διὸ νοεῖταί τε καὶ ἔστιν ὁ Υἱὸς υἱὸς, καὶ οὐ ποίημα κατ᾽ ἐκείνους· δι᾽ ὃ ποιητὴς ὁ ποιῶν καὶ οὐκέτι πατήρ. ἀδικήσει δὲ οὐδὲν τὴν τοῦ λόγου δύναμιν, τὸ καὶ ἐφ᾽ ἡμῶν τετάχθαι τυχὸν τὸ τῆς γεννήσεως, ἤτοι τὸ τῆς υἱότητος ὄνομα. τὰ γάρ τοι κυρίως τε καὶ ἰδικῶς ἀνακείμενά τε καὶ προσόντα τῷ κατὰ φύσιν Υἱῷ, ταῦτα καὶ ἐφ᾽ ἡμᾶς κατεκομίσθη, πολλάκις κατακεχρημένης ἔσθ᾽ ὅτε τῆς ἁγίας γραφῆς καὶ τοῖς κατὰ θέσιν υἱοῖς τὰ τοῦ κατὰ φύσιν περιτιθείσης ἔσθ᾽ ὅτε.
θαυμαστὸν δὲ οὐδὲν, εἰ καὶ τὴν τοῦ γεννήματος ἐλάχομεν κλῆσιν, ἐκ φιλανθρωπίας Θεοῦ τιμῆσαι θελήσαντος, ἐπεὶ καὶ θεοὺς ὠνόμασε τοὺς ἀπὸ γῆς ὄντας ὁμολογουμένως. <Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐξῆλθε σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάῤῥου τῶν κέδρων, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ· ᾔδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις συνήχθη ὁ Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.> Καταφωτίσας τοὺς μαθητὰς καὶ εἰς ἕκαστα τῶν τελούντων εἰς ἀρετὴν τοῖς καθήκουσιν ἀποτορνεύσας λόγοις, ἀστειοτάτην δὲ σφόδρα καὶ θεοφιλῆ πολιτείαν ἑλέσθαι προστάξας, καὶ πρὸς τούτοις ἔτι πνευματικῶν ἀναπλήσειν αὐτοὺς χαρισμάτων ὑποσχόμενός τε αὐτὸς, καὶ τὰς ἄνωθεν καὶ παρὰ Πατρὸς εὐλογίας καταπεμφθήσεσθαι σφίσιν εἰπὼν, ἔξεισιν ἤδη προθύμως, τὸν τοῦ πάθους καιρὸν οὐκ ἀποσειόμενος, οὔτε μὴν τὸν ὑπὲρ ἁπάντων καταδείσας θάνατον. πῶς γὰρ ἦν εἰκὸς τοῦτο δρᾶν τὸν ᾧ γε παρέστη παθεῖν, ἵνα τῷ ἰδίῳ πάθει τὴν ἁπάντων ἀπάθειαν ἐκπρίηται, ἀφιγμένον τε διὰ τοῦτο καὶ μόνον, ἵνα τῷ οἰκείῳ αἵματι τὴν σύμπασαν γῆν κατακτήσηται τῷ Θεῷ καὶ Πατρί;
πλειστάκις μὲν οὖν ἐμπαροινεῖν ἑλομένων τῶν Ἰουδαίων αὐτῷ, λιθόλευστόν τε ποιεῖν ἐξ ἀπονοίας ἐπιχειρούντων, ἀπέδρα θεοπρεπῶς, ἀφανῆ μὲν ἑαυτὸν καθιστὰς, ὑπεξάγων δὲ καὶ μάλα ῥᾳδίως τῆς τῶν ζητούντων χειρός· οὐ γὰρ ἤθελέ πω παθεῖν, οὔπω καιροῦ καλοῦντος εἰς τοῦτο τοῦ πρέποντος. ἐπειδὴ δὲ ἤδη παρῆν, τὴν ἑστίαν ἀφεὶς ἐν ᾗ τοὺς ἰδίους μεμυσταγώγηκε μαθητὰς, ἀφικνεῖται πρὸς τόπον, ἐν ᾧπερ ἦν ἔθος ἐνδιαιτᾶσθαι συχνῶς, αὐτῷ τε τῷ πάντων Σωτῆρι Χριστῷ καὶ τοῖς ἁγίοις μαθηταῖς. ἔδρα δὲ τοῦτο πάλιν, ἀταλαίπωρον καθιστὰς τῷ προδότῃ τὴν εὕρεσιν. κῆπος δὲ ὁ χῶρος ἦν τὸ τοῦ ἀρχαίου σχῆμα παραδείσου πληρῶν· ἀνακεφαλαίωσις γὰρ ὥσπερ ἐγίγνετο τῶν τόπων καὶ πάντων, ὡς ἔπος εἰπεῖν, ἐπαναδρομὴ πρὸς τὸ ἀρχαῖον. ἐν παραδείσῳ μὲν γὰρ τῶν καθ᾽ ἡμᾶς σκυθρωπῶν συμβέβηκεν ἡ ἀρχὴ, ἐν κήπῳ δὲ καὶ τὸ Χριστοῦ πάθος δέχεται τὴν ἀρχὴν, ἁπάντων ἡμῖν τῶν πάλαι συμβεβηκότων εἰσφέρον τὴν ἐπανόρθωσιν. <Ὁ οὖν Ἰούδας παραλαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων.> Ἀναγκαιότατα πάλιν ὁ θεσπέσιος Εὐαγγελιστὴς ἐν τῷ κήπῳ γενέσθαι φησὶ τὸν Ἰησοῦν, οὐ πλήθους ἀνδρῶν ἑτέρων, οὐκ ὄχλου συνθέοντος, ἤγουν ἐπαμύνειν αὐτῷ διεσκεμμένου, μόνον δὲ μόνοις συνόντα τοῖς ἑαυτοῦ μαθηταῖς, ἵνα τῆς τοῦ προδότου καρδίας καταστήσῃ καταφανὲς τὸ σαθρὸν εἰς σύνεσιν.
δεινὸν γὰρ λίαν ἐν ἑκάστῳ τὸ συνειδὸς, καὶ θορύβους ἐντεκεῖν καὶ πικρὰς ἀνασκαλεῦσαι δειλίας, ὅταν τι τῶν ἀνοσίων ἐπιχειρῶμεν ἔσθ᾽ ὅτε. τοιοῦτον οἶμαί τι πεπονθὼς ὁ προδότης, τήν τε σπεῖραν αὐτὴν πολεμικοῖς ὀργάνοις ἐνηρμοσμένην καὶ τοὺς τῶν Ἰουδαίων ὑπηρέτας ἐπικομίζεται, καθάπερ τινὰ τῶν διαβοήτων εἰς κακουργίαν ὑπὸ χεῖρα ληψόμενος. ᾔδει γὰρ, ὡς εἰκὸς, ὡς οὐκ ἂν ἕλοι ποτὲ μὴ οὐχὶ παθεῖν ᾑρημένον, ἰόντα τε πρὸς τοῦτο δι᾽ ἐθελουσίου ῥοπῆς· ἀλλ᾽ ἐκ τῆς τῶν δρωμένων ἀνοσιότητος παρεφθαρμένος τὸν νοῦν, καὶ μεθύων ὥσπερ τοῖς ὑπὲρ λόγον τολμήμασιν, οὐδὲ ὅποι ποτὲ φέρεται βλέπει, καὶ ἀνηνύτοις ἐπιχειρῶν οὐκ αἰσθάνεται. ᾤετο γὰρ ὅτι τῇ τῶν ἑπομένων πληθύϊ καὶ ἀνθρωπίνῃ χειρὶ τῆς θείας αὐτοῦ δυνάμεως περιέσται ποτέ. καὶ μή τοι θαυμάσῃς εἰ νοσεῖ τι τῶν τοιούτων ὁ δείλαιος, καὶ γέλωτος ἄξια πεφρονηκὼς εὑρίσκεται. ἑτέρῳ γὰρ ἤδη τῆς ἑαυτοῦ ψυχῆς ἀναθεὶς τοὺς οἴακας καὶ καταπωλήσας τῷ διαβόλῳ τῶν ἰδίων θελημάτων τὴν ἐξουσίαν, ὅλος ἦν τῆς ἐκείνου μανίας, εἰσπεπηδηκότος ἅπαξ καὶ πικροῦ τινος ὄφεως δίκην ἐμφωλεύοντος αὐτῷ. ἀποθαυμάσαι δ᾽ ἄν τις, καὶ λίαν εἰκότως, ἀκαταλήκτων τε δακρύων ἀξίαν ἐρεῖ τὴν τοῦ προδότου κατάπτωσιν.
ὁ γὰρ ἄρτι συνεστιώμενος τῷ Χριστῷ καὶ ὁμόσιτος ὢν, τραπέζης τε τῆς ἁγίας μέτοχος, καὶ λόγων τῶν εἰς εὐσέβειαν συναπολαύσας τοῖς ἄλλοις, ἀκηκοώς τε λέγοντος ἐναργῶς “Ὅτι εἷς ἐξ ὑμῶν παραδώσει ”με,” ἐξ αὐτῶν, ὡς ἔπος εἰπεῖν, τῶν περιτραπεζίων ἐξάλλεται δίφρων καὶ τῆς κατακλίσεως ἄρτι τάχα διαναστὰς, δρομαῖος ἄπεισι μισθαρνήσων Ἰουδαίοις, οὐ λόγων τῶν εἰς εὐσέβειαν διαμεμνῆσθαι θελήσας, οὐκ ἐλπίδος τῆς εἰς τὸ μέλλον εἰς ἐπιθυμίαν ἐλθὼν, ὀλίγα δὲ κομιδῇ καὶ τοῦ δοθέντος αὐτῷ φροντίσας ἀξιώματος, καὶ ἁπαξαπλῶς εἰπεῖν, ἁπάντων ὁμοῦ τῶν αἰωνίων ἀγαθῶν τὸ μικρὸν οὕτω καὶ εὐτελὲς προθεὶς ἀργύριον, καὶ πάγη καὶ λίνον διαβολικὸν εὑρίσκεται τῷ Χριστῷ, καὶ τῆς Ἰουδαίων ἀθεότητος πρωτοστάτης τε ἅμα καὶ συνεργός.
Ἔπεισι δέ μοι κἀκεῖνο πρὸς τούτοις οὐ μετρίως διαγελᾶν. ὄχλοι μὲν γὰρ οἱ τῷ προδότῃ συνθέοντες τὴν κατὰ Χριστοῦ μελετῶσιν ἔφοδον, φανοὺς δὲ καὶ δᾷδας ἁψάμενοι. παρῃτοῦντο γὰρ οἶμαι, κατά γε τὸ εἰκὸς, τὰ ὡς ἐν σκότῳ διαπταίσματα καὶ τὸ βόθροις ἀκουσίως ἐγκαταπηδᾶν· φιλεῖ γάρ πως ἐν σκότῳ τὰ τοιαῦτα συμβαίνειν. ἀλλ᾽ ὢ τῆς ἀνοίας· οὐχ ὁρῶσιν οἱ τάλανες ἐκ πολλῆς ἀμαθίας τῷ λίθῳ προσπταίοντες, περὶ οὗ φησιν ὁ Θεὸς καὶ Πατήρ “Ἰδοὺ τίθημι ”ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου.” καὶ οἱ μικρὸν ἔσθ᾽ ὅτε καταφρίττοντες βόθρον, εἰς πηγὰς ἀβύσσου καὶ εἰς τὰ κατώτατα τῆς γῆς καταπηδῶντες οὐκ αἰσθάνονται, καὶ οἱ τὴν τῆς ἑσπέρας ἀχλὺν παραιτούμενοι, τῆς διηνεκοῦς καὶ ἀκαταλήκτου νυκτὸς οὐδένα ποιοῦνται λόγον. ἔμελλον γὰρ τῷ θείῳ φωτὶ δυσσεβῶς ἐπιβουλεύσαντες, τουτέστι Χριστῷ, περιπατεῖν ἐν σκότῳ καὶ ἀωρίᾳ, κατὰ τὴν τοῦ προφήτου φωνήν· καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ καὶ εἰς αὐτὸ τὸ ἐξώτερον κατοιχήσεσθαι σκότος, ἐκεῖ τῆς εἰς Χριστὸν ἀσεβείας ἀποτίσοντες τοὺς λόγους, καὶ πικρᾷ καὶ ἀτελευτήτῳ παραδοθησόμενοι κρίσει. <Ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ᾽ αὐτὸν, ἐξῆλθε καὶ λέγει αὐτοῖς Τίνα ζητεῖτε; ἀπεκρίθησαν αὐτῷ Ἰησοῦν τὸν Ναζωραῖον. λέγει αὐτοῖς ὁ Ἰησοῦς Ἐγώ εἰμι. εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ᾽ αὐτῶν.
ὡς οὖν εἶπεν αὐτοῖς Ὅτι ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσον χαμαί.> Διὰ νυκτὸς ὁ προδότης τοὺς τῶν Ἰουδαίων ὑπηρέτας ὁμοῦ τῇ σπείρᾳ διακομίζων ἐφίκετο. καὶ γάρ τοι καθάπερ ἔφαμεν ἀρτίως, ᾤετο μὲν ὅτι καὶ οὐχ ἑκόντα λήψεται, τῇ τῶν ἑπομένων πολυχειρίᾳ καταθαρσήσας· εὑρήσει γεμὴν ἐμφιλοχωροῦντα τοῖς συνήθεσι τόποις, οὔπω τῆς ἡμέρας ἀνείσης τὴν ἑτέρωσέ ποι πρόοδον, ἐνιζανούσης δὲ ὥσπερ τοῖς καταλύμασιν ἔτι τὸν Κύριον τῆς νυκτός. ἵνα τοίνυν αὐτὸν καθ᾽ ἑκάτερον ἀνθρωπίνως διεσκεμμένον ἐλέγξῃ Χριστὸς, ἕωλά τε πεφρονηκότα κἂν τούτῳ πάλιν, φθάνει μὲν αὐτὸς τῆς ἐφόδου τὴν ἀρχὴν, ἔξεισι δὲ καὶ μάλα προθύμως ὑπαντήσων αὐτοῖς, ὅτι μήτε ἠγνόει τὸ τολμώμενον διὰ τούτου δεικνὺς, καὶ ὅτι λαθεῖν τε ἅμα καὶ διαδρᾶναι προεγνωκότι ῥᾷον, αὐτόκλητος ἴησιν ἐπὶ τὸ πάθος, οὐκ ἐκ τῆς τινῶν πλεονεξίας ἀνεθελήτῳ κινδύνῳ περιπεσὼν, ἵνα μήτε γελῶσιν οἱ παρ᾽ Ἕλλησι σοφοὶ, σκάνδαλόν τε καὶ κατηγόρημα τῆς ἑαυτῶν ἐλαφρίας ποιούμενοι τὸν σταυρὸν, μήτε μὴν ὁ κυριοκτόνος Ἰουδαῖος ὑψηλὴν ἀνασπάσῃ κατὰ Χριστοῦ τὴν ὀφρὺν, κατισχῦσαι νομίζων καὶ οὐχ ἑκόντος αὐτοῦ. διαπυνθάνεται δὲ τῶν ἡκόντων ἐπὶ τὴν σύλληψιν, τίνα δὴ ἄρα διερευνώμενοι πάρεισιν, οὐκ ἀγνοήσας· πόθεν;
ἀλλ᾽ ἵνα τοὺς διὰ τοῦτο παρόντας καὶ θεωμένους αὐτὸν καὶ διὰ τούτου πάλιν ἐλέγξας οὐδ᾽ ὅσον ἐπιγιγνώσκειν ἰσχύοντας τὸν ζητούμενον, ἡμᾶς βεβαιώσῃ πρὸς τὸ φρονεῖν ὀρθῶς, ὡς οὐκ ἂν ἥλω ποτὲ, μὴ οὐχὶ τοῖς ζητοῦσιν αὐτὸν ἐθελοντὴς προσιών. ἄθρει γὰρ ὅπως αὐτοῦ διαῤῥήδην τό Τίνα ζητεῖτε λέγοντος, οὐκ ἐπήγαγον εὐθὺς, ὅτι σὲ συλληψόμενοι τὸν λαλοῦντα πάρεσμεν, ἀλλ᾽ ὡς περί τινος τῶν οὔπω παρόντων μήτε μὴν ὁρωμένων, Ἰησοῦν φασι τὸν Ναζωραῖον.
Ἀλλ᾽ ἦν τινας ἴσως εἰκὸς πρὸς τοῦτο εἰπεῖν Ἠγνόει τυχὸν ὁ στρατιώτης, συνηγνοήκασι δὲ καὶ οἱ τῶν Ἰουδαίων ὑπηρέται τὸν Ἰησοῦν. πρὸς δὴ τοῦτό φαμεν, ὅτι μάλιστα μὲν οὐκ εὐλόγως τις ἡμῖν τὸ τοιοῦτον ἐρεῖ. πῶς γὰρ ἂν ἠγνόησαν οἱ τῶν ἱερᾶσθαι κεκληρωμένων ὑπὸ χεῖρα διὰ παντὸς τὸν “ἐν τῷ ἱερῷ καθ᾽ ἡμέραν” διδάσκοντα, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν; πλὴν ἵνα μηδὲ τοῖς τοιούτοις τινὲς ἐπιθαρσήσαντες λόγοις, ἔξω που τοῦ πρέποντος ἔρχωνται λογισμοῦ, προαναβλέψας ὁ θεσπέσιος Εὐαγγελιστὴς προστέθεικεν ἀναγκαίως, ὅτι σὺν τοῖς στρατιώταις καὶ τοῖς ὑπηρέταις εἱστήκει καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτόν. εἶτα πῶς ἠγνόησεν ἂν ὁ προδότης τὸν Κύριον; ἀλλ᾽ ἐρεῖς δὴ πάλιν, ὅτι νὺξ ἦν καὶ σκότος, καὶ οὐκ ἦν ἑτοίμως ἰδεῖν τὸν ζητούμενον. εἶτα πῶς οὐκ ἀξιάγαστος ὁ τοῦ βιβλίου συγγραφεὺς, ἀπρονόητον οὐκ ἀφεὶς οὐδὲ τὸ οὕτω μικρόν; εἴρηκε γὰρ ὅτι φανοὺς καὶ δᾷδας ἁψάμενοι τῷ κήπῳ προσέβαλον. λελυμένης τοιγαροῦν καὶ τῆς ἐπὶ τούτοις εὑρεσιλογίας, τὸ θεοπρεπὲς ἀξίωμα διαφαίνεται τοῦ Χριστοῦ, ἑαυτὸν μὲν τοῖς ζητοῦσι προσάγοντος, μὴ μὴν ἔτι καὶ ἐπιγινωσκομένου. ἵνα γὰρ τοῦτο παθόντας ἐλέγξῃ, τὸ μὴ δύνασθαί φημι διαγινώσκειν αὐτὸν, τό Ἐγώ εἰμί φησιν ἐναργῶς.
ἀλλ᾽ ἵνα πρὸς τούτῳ καὶ τὸ τῆς πολυχειρίας ἕωλον ἀποφήνῃ, καὶ τὴν παντὸς ἀνθρώπου δύναμιν οὐδὲν οὖσαν παντελῶς, ὡς πρὸς τὴν ἄῤῥητόν τε καὶ θείαν ἰσχὺν, πράῳ τε καὶ ἡμέρῳ λόγῳ προσδιαλεχθεὶς, καταστρώννυσιν εἰς γῆν τῶν ζητούντων τὸν ὄχλον, ἵν᾽ ἐκεῖνο μάθωμεν, ὅτι τῶν γενητῶν ἡ φύσις ἀφορήτως ἔχουσα καὶ πρὸς ἕνα τοῦ Θεοῦ λόγον, καὶ τοῦτο φιλάνθρωπον, πῶς ἂν διοίσῃ τὴν ἀπειλὴν, κατὰ τὸ ἐν ψαλμοῖς εἰρημένον “Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι ἀπὸ τῆς ”ὀργῆς σου;” σημεῖον δὲ ὥσπερ τῆς καθόλου νοουμένης τοῦ ἔθνους καταπτώσεως, οἰκονομεῖται τὸ μερικὸν καὶ τὸ τοῖς ἐπὶ τὴν σύλληψιν ἐλθοῦσι συμβεβηκός. καὶ γοῦν Ἰουδαίους ὁ προφήτης Ἱερεμίας κατολοφύρεται λέγων “Οἶκος Ἰσραὴλ ”ἔπεσεν, οὐκ ἔστιν ὁ ἀναστήσων αὐτόν.” εἴη δ᾽ ἂν καὶ εἰκὼν ἀναγκαίου πράγματος τὸ συμβεβηκός. διδάσκει γὰρ ὅτι παντὶ τῷ πονηρεύεσθαι κατὰ Χριστοῦ μελετήσαντι πάντη τε καὶ πάντως ἀποκείσεται τὸ πεσεῖν. <Πάλιν οὖν ἐπηρώτησεν αὐτούς Τίνα ζητεῖτε; οἱ δὲ εἶπον Ἰησοῦν τὸν Ναζωραῖον. ἀπεκρίθη Ἰησοῦς Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν. ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν, ὅτι οὓς δεδωκάς μοι, οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.> Ἐρωτᾷ μὲν εἰς δεύτερον οἰκονομικῶς, ἵνα τῆς ἐντεθείσης αὐτοῖς κατὰ νοῦν πωρώσεως ἀποφήνῃ τὸ μέγεθος.
παρῃρημένοι γὰρ ὥσπερ τοῦ νοῦ τὴν ἀκρίβειαν, καὶ τὰς φρένας παρακεκομμένοι διὰ τὴν ἀσέβειαν, αὐτῷ προσλαλοῦντες ἠγνόουν τῷ παρ᾽ αὐτῶν ζητουμένῳ. πλὴν ὅπερ ἔφη Χριστὸς ἀληθὲς ὑπάρχον καὶ αὐτοῖς ἡμῖν ἀποφαίνει πράγμασιν· “Ἐγὼ ”γάρ εἰμι, φησὶν, ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν “ψυχὴν ἑαυτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.” προασπίζει τοιγαροῦν τῆς τῶν ἀποστόλων σωτηρίας ὁ Κύριος, καὶ προκινδυνεύων αὐτόμολος εἰς αὐτοὺς πάρεισι τοὺς οἵπερ ἧκον ἀποκομίζειν ἐπὶ τὸ πάθος, ἐσταλμένοι δὲ δηλονότι παρά τε τῶν ἀρχιερέων καὶ Φαρισαίων. ὡς οὖν ἐρωτήσαντι τὸ τίνα παρεῖεν ἂν ἐναποληψόμενοί τε καὶ τοῖς τοῦ θανάτου περιδήσοντες βρόχοις, Ἰησοῦν ἔφασαν τὸν Ναζωραῖον, ἑαυτὸν ἐπιδείξας καὶ μονονουχὶ τῆς νωθείας αἰτιασάμενος, ἀπάγειν ἐκέλευσεν ἀνέντας τοὺς ἄλλους. ἕνα γὰρ ἐχρῆν ὑπὲρ πάντων ἀποθανεῖν, τὸν τῆς ἁπάντων ζωῆς ἀντάξιον, “ἵνα καὶ νεκρῶν ”καὶ ζώντων κυριεύσῃ.” Ἦν γὰρ καὶ ἑτέρως ἀπίθανον κομιδῇ τὸ νομίζεσθαι παρά τισι καὶ αὐτὸν τῶν ἁγίων ἀποστόλων τὸν θάνατον ἐπὶ καταλύσει πεπράχθαι θανάτου καὶ φθορᾶς, ὅτε καὶ αὐτοὶ τοῖς ἐκ θανάτου καὶ φθορᾶς ἠλευθερωμένοις ἐναριθμηθεῖεν ἂν καὶ μάλα εἰκότως, μίαν ὡς πρὸς ἡμᾶς λαχόντες τὴν φύσιν, καθ᾽ ὧν καὶ τὸ τοῦ θανάτου τετυράννηκε κράτος.
μόνον οὖν ἄρα καὶ πρῶτον ἐχρῆν τὸν ἐκ τοῦ ζῶντος ὄντα Πατρὸς, τῆς ἁπάντων ζωῆς ἀντίλυτρον τὸ ἴδιον τῷ θανάτῳ παραδοῦναι σῶμα, ἵνα καὶ ἀκολουθῆσαν τῇ τοῦ ἑνωθέντος αὐτῷ Λόγου ζωῇ, τῇ τῶν σωμάτων ὁδοποιήσῃ φύσει τὸ δύνασθαι λοιπὸν καὶ τῶν τοῦ θανάτου κατανεανιεύεσθαι βρόχων. ἀπαρχὴ γὰρ τῶν κεκοιμημένων ὁ Κύριος καὶ πρωτότοκος ἐκ νεκρῶν, λειοτάτην ὥσπερ τοῖς μεθ᾽ ἑαυτὸν ἀποτελῶν διὰ τῆς ἰδίας ἀναστάσεως τὴν εἰς ἀφθαρσίαν ἀναδρομήν. ὑπεξάγει τοιγαροῦν τοῦ παραυτίκα κινδύνου τοὺς μαθητὰς, αὐτῷ δὴ πρέπειν τότε μάλιστα τὸν ἆθλον εἰδὼς, καὶ οὐχ ἑτέρου τινὸς ἔργον τὴν τῶν καθ᾽ ἡμᾶς ἐπανόρθωσιν ἀποφαίνων, ἀλλ᾽ αὐτῆς καὶ μόνης τῆς τῶν ὅλων βασιλευούσης οὐσίας.
Περιτρέπει γεμὴν ὁ σοφὸς Εὐαγγελιστὴς εἰς ἀπόδειξιν ἐναργῆ τῆς οἱονεὶ καθόλου καὶ γενικωτάτης ἐσομένης φειδοῦς εἰς τοὺς προσιόντας αὐτῷ διὰ πίστεως τὸ μερικῶς τε καὶ ἰδικῶς εἰς τοὺς συνόντας αὐτῷ τὸ τηνικαῦτα γεγενημένον. παρηγγύησε γὰρ, φησὶν, ἀφεῖναι τοὺς μαθητὰς, ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι οὓς ἔδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα. ὅτι γὰρ καὶ τῶν μετὰ ταῦτα φείσεται, πῶς ἀμφίβολον; τὸ γὰρ ἐν ὀλίγοις οὐ ῥᾳθυμηθὲν, πῶς ἂν καταφρονηθείη τυχὸν ἐν πλείοσι; καὶ ὁ φειδὼ τοσαύτην πεποιημένος εἰς εὐαριθμήτους κομιδῇ, πῶς ἂν ἀλογήσαι καὶ τῶν ὑπὲρ φύσιν τὴν ἀριθμοῦ; πολλοὶ γὰρ λίαν οἱ πεπιστευκότες. εἰς εἰκόνα τοίνυν τοῦ γενικωτάτου δέχου τὸ μερικὸν, καὶ δι᾽ ὧν οὐ βούλεται κινδυνεύειν ὅλως τοὺς ἑαυτοῦ γνωρίμους, ποία τις ἔσται καὶ πόση κατὰ τῶν αὐτὸν ἀποκτεινάντων ὀργὴ, περιαθρῆσαι ῥᾷον. ὃ γὰρ ἀνεθέλητον ἔχει, πῶς οὐχὶ πάντως μισεῖ;
τοὺς δὲ τῶν παρ᾽ αὐτοῦ μισουμένων ἐργάτας ὅτι πικρά τις καὶ ἀτελεύτητος ἐκδέξεται κρίσις, πῶς ἂν εἴη λοιπὸν ἢ πόθεν ἀμφίβολον; <Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισε τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτίον τὸ δεξιόν· ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος.> Εἴτα τί τὸ ἀναγκάζον, ἐρεῖ τις τυχὸν, τὸν θεσπέσιον Εὐαγγελιστὴν μεμνῆσθαι καὶ τούτων, ὡς καὶ μαχαίρᾳ παρά γε τὸ εἰωθὸς κεχρημένον ἐπιδεῖξαι τὸν μαθητὴν κατὰ τῶν ἡκόντων εἰς σύλληψιν τοῦ Χριστοῦ, θερμότερόν τε καὶ ἀπηνέστερον ἤπερ ἔδει κεκινημένον, ἐπί τε τούτοις αὐτῷ καὶ ἐπιτιμῶντα Χριστόν. καὶ περιττὴ μὲν ἴσως φανεῖταί τισιν ἡ τούτων ἐξήγησις, ἔχει δὲ οὐχ οὕτως. οὐ γὰρ τῆς τυχούσης ἡμῖν ὠφελείας εἰσκεκόμικεν ἡμῖν ὑπογραμμόν. εἰσόμεθα γὰρ διὰ τοῦ γεγονότος, μέχρι μὲν τίνος ἀκατηγορήτως πρόεισι τῆς εἰς Χριστὸν εὐσεβείας ὁ ζῆλος, τί δὲ δὴ δρᾶν ἐθέλοντες ἐν τοῖς τοιούτοις ἀγῶσιν, οὐκ ἄν τι προσπταίσαιμεν τῶν ἐφ᾽ οἷς λυπεῖται Θεός. οὐ γὰρ δὴ σίδηρον ἀνατείνειν, ἢ λίθους ἐξαίρειν κατά τινων, ἤγουν ξύλῳ παίοντας τοὺς δι᾽ ἐναντίας, τῇ εἰς Χριστὸν εὐσεβείᾳ συναθλεῖν ὁ τοῦ πράγματος ἡμᾶς ἐφίησι τύπος· τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικὰ, κατὰ τὴν τοῦ Παύλου φωνήν· ἀλλ᾽ ἠπιότητι μᾶλλον καὶ τοῖς φονῶσι προσφέρεσθαι, ὅταν ἡμῖν τὸ διαφεύγειν αὐτοὺς ἀποκλείωσιν οἱ καιροί.
πολὺ γὰρ δή τι τὸ ἄμεινον, ὑπὲρ τῶν εἰς ἡμᾶς ἀδικημάτων ἑτέρους εὐθύνεσθαι παρὰ τοῦ τὰ δίκαια κρίνοντος, ἤπερ οὖν ἡμᾶς αὐτοὺς τὸν ἐφ᾽ αἵμασιν ἐξαιτεῖσθαι λόγον, πρόφασιν ποιουμένους τὴν εὐσέβειαν. φαίη δ᾽ ἄν τις καὶ ἑτέρως εἶναι τῶν ἀτοπωτάτων, τῷ τῶν διωκόντων θανάτῳ τιμᾶν τὸν ἐπὶ θανάτου λύσει καὶ αὐτὸν ἡδέως παθόντα τὸν θάνατον. καὶ αὐτῷ δέ πως ἦν ἀναγκαίως ἕπεσθαι κατὰ τοῦτο Χριστῷ. εἰ μὲν γὰρ ἐκαλεῖτο πρὸς θάνατον, ὡς ἐξ ἀνάγκης καὶ βίας, ὡς οὐκ ἔχων ἀνατρέπειν ἐξ ἰδίας ἰσχύος ἀπλεονέκτητον οὖσαν διὰ πληθὺν τῶν ὑπηρετῶν τὴν ἔφοδον, ἦν ἂν ἴσως οὐδὲν ἀπεικὸς τοὺς ἀγαπᾶν ἑλομένους αὐτὸν παντὶ λοιπὸν ἐπαμύνειν σθένει καὶ διὰ παντὸς ἰέναι τολμήματος, ἵνα δὴ καὶ ἐκσώσειαν τὸν ἐκ τῆς τινῶν δυσσεβείας ἀβουλήτως κινδυνεύοντα. ἐπειδὴ δὲ Θεὸς ὑπάρχων ἀληθινὸς, ἄρδην τε τοὺς ἐπιόντας ἀπολέσαι δυνάμενος καὶ παρ᾽ αὐτὰς, ὡς ἔπος εἰπεῖν, τοῦ ἀγῶνος τὰς ἀπαρχὰς, τοσαύτης αὐτοὺς καταγεύσας ἰσχύος, ὡς ἑνὶ καὶ πράῳ καταστρῶσαι λόγῳ· ἔπεσον γὰρ πάντες εἰς τὰ ὀπίσω· πῶς ἡμᾶς ἐχρῆν ἀχαλίνοις ὥσπερ καὶ ἀταμιεύτοις ὀργαῖς χωρεῖν ἐπ᾽ ἐκεῖνα βούλεσθαι προαλέστερον, ἅπερ αὐτὸς οὐκ ἔδρα, καίτοι σφόδρα ῥᾳδίως δυνάμενος; ἔχομεν δέ τι τοιοῦτον καὶ ἑτέρωθί που γεγραμμένον παρὰ τοῖς ἁγίοις εὐαγγελισταῖς.
ἧκε μὲν γάρ ποτε καταλύσων ὁ Κύριος εἴς τινα τῶν ὁμόρων τῇ Ἰουδαίᾳ κώμην· ἦν δὲ αὕτη Σαμαρειτῶν· οἱ δὲ προσιόντα σκληρῶς ἀπετρέποντο. καὶ δὴ πρὸς τοῦτο δηχθέντες οἱ μαθηταὶ προσῄεσάν τε καὶ ἔφασκον “Κύριε, ”θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπ᾽ οὐρανοῦ καὶ ἀναλῶσαι “αὐτούς;” πρὸς αὐτοὺς δὲ πάλιν ὁ Σωτὴρ, ἄφετε αὐτούς· ἢ οὐκ οἴδατε ὅτι “δύναμαι παρακαλέσαι τὸν Πατέρα μου, ”καὶ παραστήσει μοι ἄρτι δώδεκα λεγεῶνας ἀγγέλων;” οὐ γὰρ ἧκεν ὡς Θεὸς τῇ ἰδίᾳ καὶ ἐμφύτῳ δυνάμει χρησόμενος κατὰ τῶν ἐμπαροινούντων αὐτῷ, μᾶλλον δὲ τῆς εἰς ἄκρον ἡμῖν ἀνεξικακίας γενέσθαι διδάσκαλος, ἀοργησίας τε τῆς ἁπασῶν ἀνωτάτω καταστῆναι τύπος. διὸ καὶ ἔλεγε “Μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.” Ὁ μὲν οὖν τοῦ Πέτρου σκοπὸς τὴν μάχαιραν ἀνατείνοντος κατὰ τῶν δι᾽ ἐναντίας, οὐκ ἔξω φέρεται νομικῆς ἐντολῆς. πόδα γὰρ ἀντὶ ποδὸς καὶ χεῖρα ἀντὶ χειρὸς καὶ τραῦμα ἀντὶ τραύματος καὶ μώλωπα ἀντὶ μωλώπων ἀντεπάγειν ἀνεγκλήτως τοῖς ἀδικοῦσιν ἐκέλευε. τί δὲ δράσοντες ἕτερον ἧκον οἱ μαχαίραις ὡπλισμένοι καὶ ξύλοις, καὶ ὅπλοις ἐνηρμοσμένοι, καὶ συνειλεγμένοι κατὰ πληθὺν, ἢ πάντως ἐκεῖνα τὰ δι᾽ ὧν ἦν εἰκὸς περὶ τῶν ἐσχάτων κινδυνεῦσαι τοὺς μαθητάς;
ὅτι γὰρ καὶ ξύλα καὶ μαχαίρας ἐπεκομίζοντο, σαφὲς ἡμῖν κατέστησεν ὁ Σωτὴρ, ἑτέρωθί που πρὸς αὐτοὺς εἰρηκώς “Ὡς ἐπὶ λῃστὴν ”ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθ᾽ “ἡμέραν ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων καὶ οὐκ ἐκρατή- ”σατέ με.” νομικὸν οὖν ἄρα τοῦ Πέτρου τὸ κίνημα καὶ τοῖς ἀρχαίοις οὐκ ἀπᾷδον θεσμοῖς· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐπείπερ ἀφῖκτο τὰ ὑπὲρ νόμον εἰσηγησόμενος, καὶ ἀναμορφώσων ἡμᾶς εἰς ἡμερότητα τὴν καθ᾽ ἑαυτὸν, τοῖς κατὰ νόμον ἐπιτιμᾷ κινήμασιν, ὡς οὐκ ἔχουσι τελείαν τοῦ κατὰ ἀλήθειαν ἀγαθοῦ τὴν κατόρθωσιν. οὐ γὰρ ἐν ταῖς τῶν ἴσων ἀντεπαγωγαῖς τὸ τελείως ἐστὶν ἀγαθὸν, ἀνεξικακίαις δὲ μᾶλλον ταῖς ἀνωτάτω διαφαίνεται.
Ἐνδοιάσειε δέ τις καὶ μετὰ ταῦτα τυχὸν, ἐρεῖ δὲ καθ᾽ ἑαυτόν Εἶτα πόθεν τῷ Πέτρῳ μάχαιρα; ἐροῦμεν δὲ πάλιν, ὅτι μάλιστα μὲν τὸ ἀμύνεσθαι δεῖν κατὰ νόμον τοὺς ἀδικεῖν ᾑρημένους εἰσκεκόμικέ πως καὶ τὴν τοῦ σιδήρου χρείαν. τί γὰρ εἰ σιδήρῳ τις πλήττειν ἤθελε τοὺς οὐδὲν ἀδικήσαντας, πῶς ἂν τῶν ἴσων ἦλθεν εἰς πεῖραν; πλὴν εἰκὸς, ἅτε δὴ καὶ διὰ μέσης νυκτὸς τῶν καταλυμάτων ἐκθεόντας τοὺς ἁγίους ἀποστόλους, ὕλαις τε καὶ κήποις ἐμβαλεῖν προσδοκήσαντας, καὶ θηρίων ἀγρίων ἔφοδον ὑποβλέπεσθαι· θηρίων δὲ ἦν ὅτι μάλιστα τροφὸς τῶν Ἰουδαίων ἡ χώρα. ὅταν δὲ καὶ πρὸς τοῦτο λέγῃς Εἶτα τί μαχαίρας ἔδει τοῖς μαθηταῖς; οὐ γὰρ ἂν ἐξήρκεσεν κινδυνεύουσιν ὁ Χριστὸς, ὥστε δηλονότι καὶ θῆρας ἀποσοβεῖν, καὶ τὸν ἐντεῦθεν αὐτοῖς ἐξελάσαι φόβον; ναὶ δὴ καὶ τοῦτο, φαμὲν, ἄριστά τις ἐρεῖ, δυνατὸς γὰρ εἰς ἅπαντα Χριστός· πλὴν εὑρήσομεν, ὅτι καὶ ἕτερα κατορθοῦν ἰσχύοντος τοῦ Χριστοῦ, ταῖς καθ᾽ ἡμᾶς συνηθείαις διέζων οἱ μαθηταί· ἢ γὰρ οὐχὶ δώσομεν καὶ ἄρτους ἐκ λίθων ἀποτελεῖν δύνασθαι τὸν Χριστὸν, καὶ ἐκ τοῦ μηδενὸς ἀναδεικνύειν ἀργύριον, τὸ πρὸς δαπάνην αὐτοῖς ἀρκέσαι δυνάμενον; ἀλλὰ καὶ ἄρτους ἐπεκομίζοντο, καὶ γλωσσόκομον ἐπεφέροντο, τὰ παρὰ τῶν προσφερόντων συλλέγοντες.
διαπλεῦσαι δέ ποτε σὺν αὐτοῖς ἐθελήσαντος τοῦ Χριστοῦ, συνεισέβησαν εἰς πλοῖον, καίτοι καὶ βαδίσαι δι᾽ αὐτῶν ὑδάτων ἐξὸν, εἴπερ ἤθελε καὶ τοῦτο Χριστός. εἰκαῖον οὖν ἄρα τὸ ἐπισκήπτειν ταῖς κατὰ ἄνθρωπον ἀκολουθίαις, εἴ που τις βλέποι κεχρημένους τοὺς μαθητάς.
Ἀποκόπτει δὲ ὁ Πέτρος τὸ δεξιὸν τοῦ παιδὸς ὠτάριον, ἀκοῆς ὥσπερ ἐρήμους τῆς δεξιᾶς τοὺς τῶν Ἰουδαίων λαοὺς, ὡς ἐν τύπῳ συμβεβηκότι δεικνύντος τοῦ πράγματος. οὐ γὰρ ἠθέλησαν συνιέναι τὰ διὰ Χριστοῦ. ὑπακοὴν δὲ τετιμήκασι τὴν εὐώνυμον, μόναις ταῖς σφῶν ἀπονοίαις καταπειθόμενοι, “πλανῶντές τε καὶ πλανώμενοι” κατὰ τὸ γεγραμμένον, ἐπεί τοι καὶ τὸν πάλαι διορισθέντα πατοῦντες νόμον ἐτράποντο πρὸς “διδασκαλίας ἐντάλματα ἀνθρώπων.” <Εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ Βάλε τὴν μάχαιράν σου εἰς τὴν θήκην αὐτῆς· τὸ ποτήριον ὃ δέδωκέ μοι ὁ Πατὴρ οὐ μὴ πίω αὐτό;> Πολιτείας μὲν εὐαγγελικῆς ὠδίνει θεσμὸν τὸ παράγγελμα καὶ δύναμιν ἐντολῆς, οὐ τῆς κατὰ νόμον τὸν διὰ Μωυσέως τοῖς ἀρχαιοτέροις λελαλημένης, ἀλλὰ τῆς διὰ Χριστοῦ τεθειμένης, ἣ καὶ τοσοῦτον ἀπείργει τοῦ χρῆσθαι μαχαίραις, μᾶλλον δὲ καὶ τὸ ἀνταμύνεσθαι δεῖν, ὡς εἰ καί τις βούλοιτο ῥαπίζειν ἡμᾶς εἰς τὴν τῶν σιαγόνων μίαν, καὶ δευτέραν εἰ τύχοι προσαπαιτεῖν στρέφοντας καὶ τὴν ἄλλην, πρόῤῥιζον ὥσπερ τῆς ἑαυτῶν ψυχῆς τὴν ἀνθρωπίνην ἐκτέμνοντας ὀλιγοψυχίαν. πλὴν εἰ καὶ μήπω τις περὶ τοῦ χρῆναί φησιν ἀνεξικακεῖν παρ᾽ ἐμοῦ διώρισται νόμος, λογισμοῦ τοῦ πρέποντος ὁ σὸς, ὦ Πέτρε, διέσφαλται νοῦς, καὶ τῇ τῶν πραγμάτων φύσει πολὺ δὴ λίαν ἀπῳδὸν ἐποιήσω τὸ ἐγχείρημα.
δεδογμένου τε γὰρ καὶ συναρέσαντος τῷ Θεῷ καὶ Πατρὶ τοῦ πιεῖν τουτὶ τὸ ποτήριον ἐμὲ, τουτέστιν, ἐθελοντὶ ὑπομεῖναι τὸν ὥσπερ εἰς ὕπνον καροῦντα θάνατον, ἐπὶ καταλύσει θανάτου καὶ φθορᾶς, πῶς ὑπεκνεύειν ἀκόλουθον, καίτοι τοσαύτης ἀγαθῶν ἰδέας ἀνίσχειν πεπιστευμένης τῷ τῶν ἀνθρώπων γένει διὰ τοῦ πιεῖν αὐτό; ὁ μὲν οὖν τῶν προκειμένων ἐν τούτοις εὖ μάλα περιορίζεται νοῦς· ἴσον δὲ τούτῳ ἐστὶν ἐκεῖνο πάλιν· ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, βεβαιοτέρους εἰς πίστιν ἀπεργάζεσθαι θέλων τοὺς ἑαυτοῦ μαθητὰς καὶ τὸ ἐπὶ τῷ τιμίῳ σταυρῷ προανατρέπων σκάνδαλον, ἔφη ποτὲ κατὰ μόνας αὐτοῖς προσδιαλεγόμενος “Ἰδοὺ ”ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου “παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν καὶ σταυρώσουσιν ”αὐτὸν, καὶ ἀποκτενοῦσι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται.” Πέτρος δὲ ὁ θεσπέσιος, οὐ τὸ ἐκ τοῦ πάθους ἐννοήσας ἀγαθὸν, ἀποβλέψας δὲ εἰς μόνην τὴν ἐκ τοῦ παθεῖν ἀδοξίαν “Ἵλεώς σοι Κύριε, φησὶν, οὐ μὴ ἔσται σοι τοῦτο.” καὶ τί πρὸς τοῦτο Χριστός; “Ὕπαγε ὀπίσω μου, σατανᾶ, σκάν- ”δαλόν μου εἶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ ἀλλὰ τὰ τῶν “ἀνθρώπων.”
τοῦ μὲν γὰρ φρονεῖν ἐθέλοντος τὰ δοκοῦντα Θεῷ ἔργον ἂν εἴη καὶ σκοπὸς παρ᾽ οὐδὲν μὲν ποιεῖσθαι τὰς ἐν κόσμῳ τιμὰς, καὶ τῆς ἐν ἀνθρώποις εὐκλείας οὐδενὸς ἀξιῶσαι λόγου τὴν ζημίαν, ἔστ᾽ ἂν διὰ τοῦ καὶ τοῦτο παθεῖν τὸ τοῖς ἑτέροις ἐξανύηται χρήσιμον· ἡ γὰρ ἀγάπη, φησὶν, “οὐ ζητεῖ τὰ ἑαυτῆς·” τοῦ γεμὴν εἰς μόνα τετραμμένου τε καὶ βλέποντος τὰ ἀνθρώπινα, τὸ ἀφόρητον ἡγεῖσθαι τῶν ἐπὶ γῆς δοξαρίων τὴν ἀπώλειαν, καὶ εἰς μόνον ὁρᾶν τὸ ἴδιον ἀγαθὸν, τοῖς δὲ τοῦ πέλας μὴ ἐπαλγύνεσθαι κακοῖς. ὥσπερ τοίνυν ἐν ἐκείνοις σκάνδαλον ἐλέγετο τοῦ Χριστοῦ, καίτοι σκανδαλίζεσθαι μὴ εἰδότος, λαλήσας μὲν ἐξ ἀγάπης τῆς οὐκ ἀνεγκλήτως ἔχειν ἰσχυούσης ὁ Πέτρος, διὰ τὸ μόνον ἰδεῖν εἰς τὸ ἀπὸ τοῦ σταυροῦ πάθος, καὶ οὐχὶ τὰ ἐκ τοῦ πάθους ἀγαθά· ἀνατρέπειν γὰρ ἐπειρᾶτο τὸ ὅσον ἐφ᾽ ἑαυτῷ, τὸ δεδογμένον τε καὶ ὁρισθὲν ὑπὲρ τῆς ἁπάντων γενέσθαι ζωῆς· οὕτω κἀνθάδε διὰ ζήλου καὶ μαχαίρας καὶ θερμοῦ λίαν ἐγχειρήματος τοῦτο αὐτὸ πράττων ὁρᾶται· πλὴν ἐπιτιμᾶται πάλιν, οὐ μόνον ἀκούσας Βάλε τὴν μάχαιράν σου εἰς τὴν θήκην αὐτῆς, ἀλλ᾽ ὡς ἕτερός τις ἔφη τῶν εὐαγγελιστῶν προστεθεικότος Χριστοῦ “Πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν ”μαχαίρᾳ ἀπολοῦνται.”
ὃ δὲ δὴ φθάσαντες εἴπομεν, ἀναλαβόντες ἐροῦμεν, οὐκ ἀνεθελήτως τοῦ πάθους εἰσβαίνοντος, οὔτε μὴν ἐκ πλεονεξίας Ἰουδαϊκῆς ἐπενηνεγμένου, κατὰ τίνα δὴ τρόπον ἀμύνεσθαι χρὴ καὶ ἀνείργειν ὅλως καὶ τοῦτο μαχαίρᾳ τὸ κατὰ συγχώρησιν τῶν ἐπιόντων θράσος, καὶ τὰς ἀνοσίους τῶν Ἰουδαίων ἐπιβουλάς; τὸν δὲ Πατέρα καὶ Θεὸν δεδωκέναι φησὶ τὸ ποτήριον αὐτῷ, τουτέστι, τὸν θάνατον, καίτοι διὰ τῆς τῶν Ἰουδαίων ἀφιλοθεΐας ἐξηρτυμένον, ἐπείπερ οὐδ᾽ ἂν ὅλως συνέβη, μὴ οὐχὶ συμβῆναι δι᾽ ἡμᾶς ἐφέντος αὐτοῦ. τοιγάρτοι καὶ πρὸς αὐτὸν ἔφη Πιλάτον μεγαλοῤῥημονοῦντα Χριστός “Οὐκ εἶχες κατ᾽ ἐμοῦ ἐξουσίαν ”οὐδεμίαν, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν.” ἐν ἐξουσίας γὰρ λόγῳ Πιλάτῳ γενέσθαι φησὶ τὴν εἰς τὸ χρῆναι παθεῖν ἐθελούσιον ὁρμὴν τοῦ Υἱοῦ, καὶ τὴν ἄνωθεν καὶ παρὰ Πατρὸς εἰς τοῦτο συναίνεσιν. <Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτὸν, καὶ ἀπήγαγον πρὸς Ἄνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου.
ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀποθανεῖν ὑπὲρ τοῦ λαοῦ.> Συνεσταλμένων ἤδη τῶν παραποδισμάτων, ἀποτινάξαντός τε τῆς ἑαυτοῦ χειρὸς τοῦ Πέτρου τὴν μάχαιραν, ὑποθέντος τε ὥσπερ ταῖς τῶν Ἰουδαίων χερσὶν ἑαυτὸν τοῦ Χριστοῦ, καίτοι μὴ παθεῖν ἐξὸν καὶ διαδρᾶναι ῥᾷον, ἀνημέρως ἤδη φέρονται τοῖς θυμοῖς, καὶ εἰς ἄμαχον ὥσπερ ἀνακαίονται θράσος, οἵ τε στρατιῶται σὺν τῷ καθηγεῖσθαι λαχόντι καὶ οἱ σὺν αὐτοῖς ὑπηρέται. εἴκοντα δὲ ἤδη πρὸς πᾶν ὁτιοῦν αὐτοῖς ἑλόντες τὸν Κύριον, δεσμοῖς μὲν ἐντείνουσι, καίτοι διὰ τοῦτο πρὸς ἡμᾶς ἀφιγμένον, ἵνα δεσμῶν ἡμᾶς ἐξέληται διαβολικῶν, καὶ ἐκ τῶν τῆς ἁμαρτίας ἀπολύσῃ βρόχων. ἀποκομίζουσι δὲ πρὸς Ἄνναν, πενθερὸν ὄντα τοῦ Καϊάφα, ὅθεν πως ἡμῖν ἔπεισιν ἤδη νοεῖν, ὅτι τοῦ κατὰ Χριστὸν ἀνοσιουργήματος αὐτὸς ἦν ἄρα τεχνίτης καὶ διασκευαστὴς, παρ᾽ αὐτοῦ τε κατὰ τὸ εἰκὸς μεμισθαρνηκότα τὸν προδότην τὴν συλληψομένην τὸν Χριστὸν ἐξαιτῆσαι πληθύν. αὐτῷ τοιγαροῦν ἀποκομίζεται πρώτῳ. ἐδόκει γὰρ τοῖς Ἰουδαίοις, καὶ αὐτοῖς ἡμῖν ἀποδεῖξαι πράγμασιν ἀληθὲς ὑπάρχον ἤδη καὶ παρὸν ὅπερ ἐφαίνοντο λέγοντες διὰ τῆς τοῦ προφήτου φωνῆς “Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι.”
δύσχρηστος γὰρ ὄντως Ἰουδαίοις ἦν ὁ Χριστὸς, οὐχὶ τοιοῦτος ὑπάρχων αὐτὸς, ἀλλ᾽ ἐπείπερ αὐτοῖς ἕξιν ἔχουσι τὴν φιλαμαρτήμονα καὶ φιλήδονον, οὐδὲν ἐδόκει τῶν ἀρίστων εἰσφέρειν, τὴν ὑπὲρ νόμον δικαιοσύνην εἰσηγούμενος, καὶ τὸ δοκοῦν ὄντως τῷ φιλαρέτῳ Θεῷ περιστολῆς τινος δίχα παρατιθεὶς εἰς ἐπίγνωσιν, οὐ τοιαύτην ἔχοντος τοῦ νόμου τὴν ὁδὸν, διὰ σκιᾶς δὲ μᾶλλον καὶ αἰνιγμάτων πλαγίως καὶ μόλις τὸ πεφυκὸς ὠφελεῖν τοῖς ἀκροωμένοις παρασημαίνοντος. ὅνπερ οὖν τρόπον τοῖς μὲν οὖν τὴν ὄψιν λελωβημένοις δύσχρηστόν πως ἐστὶ τοῦ ἡλίου τὸ φῶς, οὐδεμίαν αὐτοῖς ἐμποιοῦν τὴν ὄνησιν, παραποδιζούσης εἰς τοῦτο τῆς νόσου, τοῖς δὲ τὴν ἕξιν κεκακωμένοις τὰ τῶν ἐδεσμάτων ὑγιεινὰ δυσχρηστότερά πως τῶν ἑτέρων εἶναι δοκεῖ, καίτοι προξενεῖν εἰδότα τὴν τριπόθητον ὑγίειαν· οὕτω καὶ τοῖς Ἰουδαίοις ὁ Κύριος δύσχρηστός τις ἐδόκει, καίτοι τῆς σωτηρίας ὑπάρχων πρύτανις. οὐ γὰρ ἦν αὐτοῖς τὸ σώζεσθαι φίλον.
Ἀπέστειλαν δὲ αὐτὸν δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα. ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀποθανεῖν ὑπὲρ τοῦ λαοῦ. τεθήρευται μὲν οὖν διὰ τῆς Ἄννα δυστεχνίας, καὶ τῆς ὑπουργίας τῶν εἰς τοῦτο μεμισθωμένων, τὸ ἱερόν τε καὶ ἅγιον θῦμα, τουτέστι Χριστὸς, ἀρκύων δὲ εἴσω κατειλημμένος, ἐπὶ τὸν τῆς ἀδίκου σφαγῆς ἄγεται πρόξενον, ἤτοι καθηγητήν· Καϊάφας δὲ οὗτος ἦν, καίτοι τῇ τῆς ἱερωσύνης κατεστεμμένος χάριτι. καὶ λόγῳ μὲν φαίνεται κατάρξας αὐτὸς τῆς μιαιφονίας, ἀπαρχὴ δὲ καὶ αὐτοῦ λοιπὸν ἁλοὺς τοῦ τολμήματος. δέχεται γὰρ δεδεμένον τὸν Ἰησοῦν, καὶ καρπὸν ὥσπερ τινὰ τῆς ἑαυτοῦ συμβουλῆς καὶ τῶν ἀνοσίων σκεμμάτων ὁ δείλαιος ἐποιήσατο τὸ πάντων ὅτι μάλιστα τῶν κακῶν ἀνοσιώτατον δρᾶμα. τί γὰρ ἂν γένοιτο τῆς ἐπὶ Χριστῷ δυσσεβείας τὸ δυσαχθέστερον; <Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος καὶ ὁ ἄλλος μαθητής.> Κατεπτοημένων, ὡς φαίνεται, τῶν ἑτέρων μαθητῶν καὶ τὴν παραυτίκα τῶν φονώντων διαδιδρασκόντων ὀργὴν, τῆς εἰς Χριστὸν ἀγάπης ὁ Πέτρος ἐξέχεται, θερμοτέροις ἀεὶ κινήμασι πρὸς τοῦτο βαδίζων καὶ ῥιψοκινδύνως ἀκολουθεῖ, καὶ τὸ τῶν ἐκβησομένων κατασκέπτεται πέρας, συνθέοντός τε αὐτῷ καὶ διὰ τῆς ἴσης εὐτολμίας εἰς ὁμοίαν ἀναβαίνοντος ἕξιν τοῦ ἑτέρου μαθητοῦ· Ἰωάννης δὲ οὗτος ἦν, ὁ τοῦδε τοῦ θείου συγγράμματος θεοφιλὴς ὄντως δημιουργός.
ἑαυτὸν γὰρ εἶναί φησι τὸν ἕτερον μαθητὴν, ὀνομάζει δὲ οὐκ ἐναργῶς, φιλοκομπίας ὑπόληψιν παραιτούμενος, καὶ τὸ δοκεῖν εἶναι τῶν ἄλλων ἐν ἀμείνοσι, τῶν ἰδίων ἐνθυμημάτων ὡς ποῤῥωτάτω τιθείς. τὰ γάρ τοι τῶν ἀνδραγαθημάτων ἐξαίρετα, καὶ εἰ φαίνοιτο τυχὸν ἐνόντα τισὶ τῶν οἵ γε φρονοῦσιν ὀρθῶς, ἀλλ᾽ οὐκ ἂν ἴοι ποτὲ διὰ τῆς αὐτῶν γλώττης εἰς ἑτέρων ἀκοάς. ἀκοσμότατον γάρ τι χρῆμα παντελῶς τὸ μὴ διὰ τῆς ἑτέρων φωνῆς ἐγκωμιάζεσθαι μᾶλλόν τινας ἤπερ ἐξ ἰδίου στόματος. καὶ γοῦν ὁ παροιμιαστής “Ἐγκωμιαζέτω σε,” φησὶν, “ὁ πέλας καὶ μὴ τὸ σὸν στόμα, ἀλλότριος καὶ μὴ ”τὰ σὰ χείλη.” <Ὁ δὲ μαθητὴς ἐκεῖνος γνωστὸς ἦν τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθε τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως.> Προνοητικώτατα πάλιν καὶ μέχρι τῆς τούτων κάτεισι μνήμης, καὶ λεπτολογεῖν οὐ παραιτεῖται λίαν διὰ τὸ πᾶσι λυσιτελές. ἐπειδὴ γὰρ ἔμελλε καὶ τὰ ἐν αὐτῇ γεγονότα τε καὶ εἰρημένα τῇ τοῦ ἀρχιερέως αὐλῇ τοῖς ἰδίοις ἐγκατατάττειν συγγράμμασιν, ἀναγκαιοτάτην ὥσπερ καὶ τὴν τοῦ δεδυνῆσθαι συνεισδραμεῖν ἀπολογίαν ἡμῖν ἐποιήσατο· γνωστὸς γὰρ ἦν φησι τῷ ἀρχιερεῖ. συνεισβάλλει τοιγαροῦν ἀδιακωλύτως, τῆς εἰς τὸν ἡγούμενον γνώσεως· φιλίαν γὰρ οὐκ ἠξίωσεν εἰπεῖν· ἀπαραπόδιστον αὐτῷ προξενούσης τὴν εἰς τὸ εἴσω διέλευσιν.
ἵνα τοίνυν πιστεύηται καὶ τὰ ἐν τῇ αὐλῇ πεπραγμένα συντιθεὶς, ὡς οὐ διὰ τῆς ἑτέρων δεδιδαγμένος φωνῆς, ἀλλ᾽ αὐτὸς τῶν πεπραγμένων θεωρός τε ἅμα καὶ αὐτήκοος καταστὰς, χρησιμωτάτην ἡμῖν ἐποιήσατο καὶ τὴν περὶ τῆς γνώσεως ἐξήγησιν. <Ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος, ὃς ἦν γνωστὸς τοῦ ἀρχιερέως, καὶ εἶπε τῇ θυρωρῷ καὶ εἰσήγαγε τὸν Πέτρον.> Οὐκ ἂν ὑστέρησεν, ὅσον ἧκεν εἰς προθυμίαν τῆς ἰδίας ψυχῆς, τοῦ συνεισβαλεῖν ὁ Πέτρος, εἰ μὴ τῆς προθυραίου παιδὸς ἡ τήρησις οὐκ ἀκίνδυνον ἐτίθει τοῖς οὐ πρότερον ἐγνωσμένοις τὴν εἰς τὸ εἴσω παραδρομήν. καὶ βιασθῆναι μὲν τὸ γύναιον ὑπ᾽ ἀνδρὸς ἦν δήπου πάντως οὐ χαλεπὸν, τῶν γεμὴν τελούντων εἰς ἀταξίαν ἐγκλημάτων οὐκ ἐλεύθερον. εἴργεται τοίνυν, ὡς ἐξ ἀνάγκης, καίτοι λίαν ἀλύων ὁ μαθητὴς, μέχρις ἂν οὐ μετρίως λελυπῆσθαι διὰ ταύτην αὐτὸν τὴν αἰτίαν ἐννοήσας ὁ ἕτερος, συνεισκεκόμικεν ἑαυτῷ, τῇ τοῖς πυλῶσι προσεδρευούσῃ λαλήσας, καὶ χάριν αἰτήσας τοῦ συζηλοῦντος αὐτῷ τὴν συνεισβολήν. <Λέγει οὖν τῷ Πέτρῳ ἡ παιδίσκη ἡ θυρωρός Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου;
λέγει ἐκεῖνος Οὐκ εἰμί.> Προηγγελκότος ἤδη τῷ Πέτρῳ τὴν εἰς τρίτον ἐσομένην ἐξάρνησιν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ ὅτι πρὶν ὄρνιθα φωνῆσαι τὸν ᾠδὸν ἀτονήσει πως περὶ τὴν πίστιν, ἐξηγεῖται λοιπὸν ἀνὰ μέρος ὁ θεσπέσιος Εὐαγγελιστὴς, ὅποι τε καὶ ὅπως τὸ πρᾶγμα τετέλεσται. διαπυνθάνεται τοίνυν ἡ τοῖς πυλῶσιν ἐνιδρυνθεῖσα γυνὴ, μὴ ἄρα τις εἴη τῶν τελούντων ἐν μαθηταῖς τοῦ τὴν ἄδικον ὑπομένοντος κρίσιν. ἀποφάσκει δὲ ὁ Πέτρος, καὶ ὥσπερ τι τῶν ἐγκλημάτων ἀποσκευάζεται, λέγων Οὐκ εἰμὶ, καὶ οὐχὶ δὴ πάντως καταδείσας τὸ ἁλῶναι τυχὸν, οὐδὲ τὴν τῆς ἀληθείας ἀνάῤῥησιν παραιτούμενος, ἀλλὰ τὸ πᾶν ὁτιοῦν ὑπομεῖναι καὶ τῶν ἀβουλήτων, εἰ τύχοι, δεύτερον ὥσπερ τι καὶ ὀπίσω τιθεὶς τοῦ συνεῖναι Χριστῷ.
ἐξ ἀγάπης οὖν ἄρα τὸ πταῖσμα, καὶ ῥίζαν πως ἔχει τὴν φιλοθεΐαν ἡ ἄρνησις, οὐκ ἐξ ἀκριβοῦς μὲν λίαν συμβαίνουσα λογισμοῦ, μνωμένη δ᾽ οὖν ὅμως τῷ συνεῖναι ποθοῦντι τὸ σπουδαζόμενον. <Εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακίαν πεποιηκότες, ὅτι ψύχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ καὶ ὁ Πέτρος ἑστὼς μετ᾽ αὐτῶν καὶ θερμαινόμενος.> Εἴσω θυρῶν ἐλάσας ὁ Πέτρος καὶ τοῖς οἰκέταις ἐναποληφθεὶς, τὰ ἐκείνων δρᾶν ὑποκρίνεται, καίτοι τῇ λύπῃ κεκακωμένος, καὶ δύσοιστον ἔχων ἐν καρδίᾳ τὴν ἀθυμίαν, ἵνα μὴ τῷ κατηφεῖ καὶ συμμεμυκότι προσώπῳ κατάφωρος εὑρεθεὶς, ὡσανεὶ τῷ κρινομένῳ συναλγύνεσθαι φιλῶν, τῆς τῶν ποθουμένων ἐκπέμπηται θήρας. ἀπίθανον γὰρ κομιδῆ τὸ φιλοσαρκεῖν οὕτως οἴεσθαι τὸν μαθητὴν, ὡς ἐν τοσαύταις ὄντα βαρυθυμίαις, τῶν ἐκ χειμῶνος καταψυγμάτων ἐκμηχανᾶσθαι τὴν ἄκεσιν· ἀλλ᾽ οὐδ᾽ ἂν εἰ μετῆν καὶ τῶν ἔτι μειζόνων ἀπολαῦσαι χρηστῶν, κάμνοντος οὕτω Χριστοῦ τυχεῖν ἠνέσχετο. οἰκονομικῶς δὲ λίαν τῇ τῶν θεραπόντων ἀκηδίᾳ συμπλάττεται, καὶ ὡς μηδενὸς τὸ παράπαν κατωθοῦντος εἰς ἀθυμίαν τὰ ἐκ τοῦ χειμῶνος ἀποκρούεται βλάβη, ἵν᾽ ὥσπερ τις τῶν τῆς οἰκίας γνωρίμων καὶ διὰ τούτου πιστεύηται, διαδράσαι τε οὕτω λοιπὸν καὶ τὸ εἴπερ τις ἔροιτο πάλιν ἀρνήσασθαι. ἀλλ᾽ οὐκ ἦν διαψεύσασθαι τοῦ Σωτῆρος τὸν λόγον.
ὃ γὰρ ἔγνω πάντως ἐσόμενον ὡς Θεὸς, τοῦτο τῷ μαθητῇ προμεμήνυκεν. <Ὁ οὖν ἀρχιερεὺς ἠρώτησε τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ.> Ὁ νομομαθὴς καὶ διδάσκαλος, ᾧ καὶ τὸ θεῖον διαγορεύει κήρυγμα Κρῖμα δίκαιον κρίνετε, καθάπερ τινὰ τῶν διαβοήτων ἁρπάσας λῃστῶν τὸν Κύριον, διά τε σπείρας στρατιωτῶν ὡπλισμένων καὶ πληθύος ἀνοσίων ὑπηρετῶν, περὶ διδαχῶν καὶ μαθητῶν ἐρωτᾷ, τὴν τῶν ἐγκλημάτων ἀπορίαν διὰ τούτου σημαίνων. οὐ γὰρ ᾔδει τὸ ἁμαρτεῖν ὁ κρινόμενος. ἐρωτᾷ δὲ περὶ τῆς διδαχῆς αὐτοῦ, πότερόν ποτε τοῖς διὰ Μωυσέως ἀπῳδός ἐστι νόμοις, ἤγουν τοῖς πάλαι τεθεσπισμένοις ὁμοστιβὴς καὶ σύνδρομος, καὶ τίς ἄρα τοῖς ὑπ᾽ αὐτῷ μεμαθητευμένοις ἐνυπάρχει σκοπὸς, τοῖς ἀρχαίοις ἔθεσι παιδαγωγεῖσθαι φιλεῖν, ἤγουν τινὰ ξένην καὶ καινοπρεπῆ τῆς λατρείας ἐπιτηδεύειν τὴν ἀγωγήν. ἐποίει δὲ τοῦτο δυστρόπως· ᾤετο γὰρ ὅτι κατερεῖ μὲν ἐναργῶς τοῦ νόμου Χριστὸς, ἀπόβλητα δὲ τὰ διὰ Μωυσέως εἰπὼν, αὐτὸς καθ᾽ ἑαυτοῦ τῆς τῶν Ἰουδαίων γλωσσαλγίας ἀνακινήσει θράσος, ἵνα καὶ φαίνηται λοιπὸν δικαίαν ὥσπερ ἀποτιννὺς τοῦ θεομαχεῖν ἑλέσθαι τὴν δίκην. θεομαχεῖν γὰρ ἄντικρυς ἦν τὸ τοῖς θείοις ἀντιτάττεσθαι νόμοις, εἴπερ τις ἄρα τῶν καθ᾽ ἡμᾶς ἥλω τι τοιοῦτον εἰπὼν ἢ δράσας.
ὡς ἀνθρώπῳ δὲ ἔτι ψιλῷ προσέχουσι τῷ Χριστῷ, καὶ τὸν τοῦ νόμου Κύριον ἐπὶ τῇ τοῦ νόμου παραβάσει δικαίως εὐθύνειν νομίζουσιν, οὐ μεμνημένοι τοῦ λέγοντος “Ἀσεβὴς ὁ λέγων βασιλεῖ Παρα- ”νομεῖς.” <Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς Ἐγὼ παῤῥησίᾳ λελάληκα τῷ κόσμῳ, ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντες Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν.> Τὸ πᾶσι, φησὶν, ἐγνωσμένον ὡς ἀφανὲς ἐπιζητεῖν, εἰκαῖον ἂν ἔχοι τὸν πόνον, καὶ ᾧπερ ἂν ἕποιτο τὸ μὴ ἀγνοεῖσθαι τυχὸν, πῶς ἂν ἔτι προσείη τοῦ λαθεῖν ἡ ὑπόληψις; καὶ δοκεῖ μέν πως ἡμῖν ταυτὶ δὴ φάναι Χριστὸς, ὑπὲρ τοῦ τὰς αἰτίας ἀποφορτίζεσθαι διὰ τῆς τῶν ἡγουμένων πονηρίας συντεθειμένας τε ἤδη καὶ δυσμηχάνως ἐξηρτυμένας· οἶμαι δέ τι καὶ ἕτερον ὑποδηλοῦν διὰ τούτων αὐτόν. ἐγὼ γάρ φησιν ἐν παῤῥησίᾳ λελάληκα τῷ κόσμῳ, τουτέστι, τὰ διὰ τῆς Μωυσέως ὑμῖν μεσιτείας κεχρησμῳδημένα διὰ τύπων ἔρχεται καὶ σκιᾶς, καὶ ἀναφανδὸν οὐ διδάσκει τὸ δοκοῦν τῷ Θεῷ, πλάττεται δὲ μᾶλλον τῆς ἀληθείας ἐφ᾽ ἑαυτοῖς τὴν ὑπόληψιν, καὶ τῇ παχύτητι τοῦ γράμματος κατημφιεσμένα γυμνὴν οὐκ εἰσφέρει τῶν ἀναγκαίων τὴν εἴδησιν· ἐγὼ ἐν παῤῥησίᾳ λελάληκα τῷ κόσμῳ· αἰνιγμάτων γὰρ δίχα καὶ σκιᾶς τῆς τῶν ἀγαθῶν ἰδέας παρέδειξα τὴν κατόρθωσιν, καὶ πλαγίας ἁπάσης ἐξῃρημένης εὐθυτενῆ τῆς εἰς Θεὸν εὐσεβείας ἀπέδειξα τὴν ὁδόν.
ἐγὼ λελάληκα τῷ κόσμῳ, οὐχ ἑνί φησι γένει τῶν ἐξ Ἰσραήλ· εἰ γὰρ καὶ μήπω τυχὸν τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἔκπυστά πως ἐστὶ τὰ ἡμέτερα, ἀλλ᾽ ἔσται κατὰ καιρούς. ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ. καὶ τί τοῦτό ἐστι, πῶς οὐκ ἀναγκαῖον ἰδεῖν; εἰς ἀνάμνησιν, ὡς ἔοικε, καὶ οὐχ ἑκόντας καλεῖ τοὺς τῶν Ἰουδαίων προεστηκότας προφητείας ἐχούσης ὧδε περὶ αὐτοῦ. τί γὰρ ἔφη πάλιν ἡμῖν ὁ θεῖος Ἡσαΐας, ὡς ἐκ προσώπου Χριστοῦ “Οὐκ ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν ”τόπῳ γῆς σκοτεινῷ,” καὶ πάλιν “Ὅλην τὴν ἡμέραν ”ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ “ἀντιλέγοντα.” τὸ γὰρ μήτε ἐν κρυφῇ μήτε ἐν τόπῳ λαλεῖν σκοτεινῷ, τί ἂν ἕτερον εἴη λοιπὸν, ἢ τὸ ποιεῖσθαι μὲν ἐν παῤῥησίᾳ τὰς διαλέξεις, λαλεῖν δὲ ἐν τόποις οὐκ ὀλίγην ἔχουσι τῶν ἀκροωμένων τὴν σύνοδον; καλῶς δὲ σφόδρα καὶ ἀναγκαίως τῆς τοῦ προφήτου πρὸς ἀνάμνησιν ἄγει φωνῆς, ἵνα δὴ μάθοιεν, ὅτι κρίνουσι δυσσεβῶς τὸν ἐν ἐλπίσιν αὐτοῖς χρεωστούμενον. Ἰουδαίων γὰρ ἡ ἐπαγγελία, κατὰ τὴν τοῦ Παύλου φωνήν. <Τί με ἐρωτᾷς; ἐρώτησον τοὺς ἀκηκοότας, τί ἐλάλησα αὐτοῖς· ἴδε οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ.> Ἐπιπλήττει τοῖς νομομαθέσιν, ὡς καὶ αὐτὸν ἠδικηκόσι τὸν ἐφ᾽ ᾧ σεμνύνονται νόμον. τῷ γὰρ οὔπω κατεγνωσμένῳ πρόωρον ὥσπερ ἐπενεγκόντες τὴν κόλασιν, περιττῶς ἔτι ζητοῦσι τὰ πταίσματα.
τί τοίνυν φησὶν ἐρωτᾷς καὶ καλεῖς εἰς ἀπολογίαν τὸν ἤδη παθόντα τὴν ἔφοδον, πρεσβυτέραν τε τῶν ἐλέγχων λαχόντα τὴν τιμωρίαν; προσβαλεῖς δὲ καὶ ἑτέρως τοῖς εἰρημένοις. οἱ μεμισηκότες ἤδη, φησὶ, καὶ ταῖς οὕτω δειναῖς ἀτιμίαις περιβεβληκότες, εἴτι περ λέγοιμι τῶν κατ᾽ ἐμαυτὸν, οὐκ ἂν ἴσως ὀκνήσαιεν καὶ τὸ ψεύδη βοᾶν. οὐκοῦν παρὰ τῆς ἑτέρων διδάσκεσθε φωνῆς. ἀταλαίπωρος παντελῶς τῶν μαρτύρων ἡ ζήτησις· οἵδε γὰρ γεγόνασι τῶν ἐμῶν κατήκοοι λόγων. καὶ νομιεῖ μέν τις τυχὸν, ὅτι καρδίας εἰδὼς καὶ νεφροὺς, ὑπέδειξέ τινας τῶν παρεστηκότων ὡς ἐκ τοῦ παρατυχόντος ἀκροασαμένους αὐτοῦ. τὸ δὲ οὐχ οὕτως ἔχει. παρέδειξε γάρ τινας τῶν ὑπηρετῶν, οἳ καὶ πάλαι τὴν παρ᾽ αὐτοῦ διδαχὴν τεθαυμάκασι, καὶ πῶς ἢ πότε, πάλιν εἰπεῖν ἀναγκαῖον ὑπὲρ σαφηνείας τῶν εἰρημένων. οὐκοῦν αὐτὸς ἡμῖν οὑτοσὶ πάλιν ὁ θεσπέσιος Εὐαγγελιστὴς λελάληκέ τι τοιοῦτον, ὡς ἐξηγουμένου ποτὲ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ τοῖς συνδεδραμηκόσιν Ἰουδαίοις τὸν περὶ τῆς τῶν οὐρανῶν βασιλείας διαπτύσσοντος λόγον, διεπρίοντο πάλιν οἱ τῶν Ἰουδαϊκῶν ταγμάτων ἡγούμενοι, καὶ θερμὸν ἐπ᾽ αὐτῷ τὸν φθόνον ὠδίνοντες, ἐκ μέσου ποιεῖν ἐσπούδαζον. λέγει δὲ οὕτως ὁ Εὐαγγελιστής “Καὶ ἀπέστειλαν οἱ ἀρχιε- ”ρεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν.”
ἀλλ᾽ ὡς πολὺς καὶ μακρὸς ὁ παρὰ τοῦ Σωτῆρος ἡμῶν ἐξετείνετο λόγος, οἱ παρὰ τῶν Ἰουδαίων ἀπεσταλμένοι τοῖς ἄλλοις ἅπασι συνεπείθοντο, καὶ τεθαυμάκασι πλέον ἤπερ τις ἕτερος τῶν τελούντων εἰς ὄχλους. λέγει δὲ οὕτω πάλιν ὁ Εὐαγγελιστής “Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ ”Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι Διατί οὐκ ἠγάγετε “αὐτόν; ἀπεκρίθησαν οἱ ὑπηρέται Οὐδέποτε ἐλάλησεν ”οὕτως ἄνθρωπος. ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι “Μὴ καὶ ὑμεῖς πεπλάνησθε;” ἀκούεις ὅπως ἀναπεπεισμένους ἤδη τοὺς ὑπηρέτας καὶ τεθαυμακότας εὑρίσκοντες, ἀγωνιῶσιν οἱ Φαρισαῖοι. τοῦτο τοιγαροῦν εἰδὼς ὁ Σωτήρ Ἐρώτησόν φησι τοὺς ἀκηκοότας· ἴδε οὗτοι ἴσασιν ἃ εἶπον ἐγώ. αὐτοὺς γὰρ ἐκείνους τοὺς τότε παρεστηκότας ὁρῶν, τό Οὗτοι φησὶν, ἢ κἀκεῖνο σημαίνων, ὅτι καὶ αὐτοὶ τεθαυμάκασι τῆς ἐμῆς διδασκαλίας τὸ κάλλος οἱ τῆς ὑμετέρας ἀνοσιότητος ὑπουργοί. <Ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς παρεστηκὼς τῶν ὑπηρετῶν ἔδωκε ῥάπισμα τῷ Ἰησοῦ, εἰπὼν αὐτῷ Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ;> Προκεκήρυκται μὲν διὰ τῆς τοῦ προφήτου φωνῆς ὡς ἐσόμενον ἐπὶ Χριστῷ καὶ τοῦτο· “Τὸν νῶτόν μου δέδωκα,” φησὶν, “εἰς μάστιγας καὶ τὰς σιαγόνας μου εἰς ῥαπίσματα.”
διεξάγεται γεμὴν εἰς τὸ πάλαι προαναφωνούμενον πέρας, εἰς κρῖμα μὲν τῆς Ἰουδαίων ἀλαζονείας, εἰς ἀναίρεσιν δὲ καὶ καταστροφὴν τῆς ὀφειλομένης ἡμῖν ἀτιμίας, ἐπείπερ ἡμάρτομεν ἐν Ἀδὰμ τῷ πρώτῳ τὴν θείαν πατήσαντες ἐντολήν. ἀτιμάζεται γὰρ ὑπὲρ ἡμῶν, ἐπείπερ αὐτὸς τὰς ἁμαρτίας ἡμῶν αἴρει, κατὰ τὴν τοῦ προφήτου φωνὴν, καὶ περὶ ἡμῶν ὀδυνᾶται. ὥσπερ γὰρ θανάτου λύσιν εἰργάζετο, θανάτῳ παραδοὺς τὸ ἴδιον σῶμα· τὸν αὐτὸν οἶμαι τρόπον τῆς ἐπηρτημένης ἡμῖν ἀτιμίας διὰ τὴν παράβασιν καὶ τὴν ἀρχέκακον ἁμαρτίαν, λύσιν ἔχει τὸ ῥάπισμα τὴν ἐπὶ Χριστῷ πληροῦν ἀτιμίαν. εἷς γὰρ ὁ πάντων ἀντάξιος ὑπὲρ πάντων ἠτιμάζετο. πλὴν ὅλην ἂν οἶμαι φρίξαι τὴν κτίσιν, εἴπερ ἐν αἰσθήσει κέκλητο τοῦ τολμήματος· ὁ γὰρ τῆς δόξης Κύριος τῇ τοῦ παιόντος ἀνοσίᾳ χειρὶ κατῃκίζετο.
Οὐκ ἀμοιρήσαι γεμὴν ἐρεύνης ἂν οἶμαι φιλομαθοῦς τὸ ἐθελῆσαι μαθεῖν, ἄνθ᾽ ὅτου τυχὸν ὁ πάντολμος οὑτοσὶ καὶ ἀνοσιουργὸς ὑπηρέτης ῥαπίζει τὸν Ἰησοῦν, σκληρὸν μὲν ὅλως ἢ δύσοργον εἰπόντα μηδὲν, πραοτάτην δὲ λίαν τὴν ἐφ᾽ ἅπασι τοῖς ἐπενηνεγμένοις ἀπολογίαν ποιούμενον. ἀλλ᾽ οὐδ᾽ ἂν αὐτὸν ἴδοι τις τῶν Ἰουδαίων τὸν προεδρεύοντα παίειν αὐτῷ διατεταχότα, καὶ τοῖς οὕτω παραλόγοις ἐπιπηδᾶν δυσσεβήμασι. καὶ προβαλοῦνται μὲν ἴσως τινὲς τὴν τοῖς ὑπηρέταις ἐντριβῆ καὶ μελετωμένην συνήθειαν, οἳ τοῖς ἡγουμένοις προσάγοντες τοὺς ἐπί τισι τῶν ἔξω νόμου κατειρημένους, λαλεῖν μὲν ἐπιεικέστερον καὶ οὐχ ἑκόντας ἀναγκάζουσι, παραφθεγξαμένους δέ τι τῶν ἀπηχεστέρων ἔσθ᾽ ὅτε καὶ ἀτιμάζουσιν. ἀλλ᾽ οὐ ταύτην οἶμαι τὴν αἰτίαν τῆς ἐπὶ Χριστῷ μανίας συμβῆναι τότε, πρόφασιν δὲ τοῦ τολμήματος ἑτέραν εὑρήσομεν, τοῖς ἤδη προειρημένοις τὸν νοῦν ἐνερείσαντες. ἐλέγομεν γὰρ ἀρτίως, ὅτι τοῖς ἡγουμένοις προσκεκρούκασι τῶν ὑπηρετούντων τινὲς, οἳ προσετάχθησαν μὲν συλλαβέσθαι τὸν Ἰησοῦν, ἐπανῆκον δὲ οὕτω μεμυσταγωγημένοι καὶ τεθαυμακότες αὐτὸν, ὡς διαῤῥήδην εἰπεῖν “Οὐδέποτε ἐλά- ”λησεν οὕτως ἄνθρωπος.” ἐφ᾽ ᾧ καὶ σφόδρα λελυττηκότες ἔφασκον οἱ Φαρισαῖοι “Μὴ καὶ ὑμεῖς πεπλάνησθε; μή τις ”ἐκ τῶν Φαρισαίων ἢ ἐκ τῶν ἡγουμένων ἐπίστευσεν εἰς “αὐτόν; ἀλλ᾽ ὁ ὄχλος οὗτος οἱ μὴ εἰδότες τὸν νόμον ”ἐπάρατοί εἰσιν.”
ἐπειδὴ τοίνυν τοῦ Σωτῆρος ὁ λόγος πρὸς ἀνάμνησιν ἐκάλει τοὺς ἡγουμένους τῆς κατὰ τῶν ὑπηρετῶν κεκινημένης τότε βαρυθυμίας· μάρτυρας γὰρ αὐτοὺς τῆς ἑαυτοῦ διδασκαλίας παρεκόμιζε λέγων “Ἴδε οὗτοι ἴσασιν ἃ ”εἶπον ἐγώ·” ἀποκρουόμενος τῆς εἰς αὐτὸν εὐνοίας τὴν ὑποψίαν, καὶ τῶν ἡγουμένων τὸν νοῦν ἐφ᾽ ἑτέρας ὥσπερ παρατρέπων ἐννοίας ὁ ἐπὶ τῷ θαυμάσαι Χριστὸν παρ᾽ ἐκείνοις ἐγκαλούμενος, ἐπιστομίζει ῥαπίσματι, τὰ λυποῦντα λέγειν οὐκ ἐφιεὶς τῶν ὑπηρετεῖν τεταγμένων τὸ φιλοκίνδυνον στῖφος. <Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;> Ἀδικοῦντα μὲν λίαν ἐλέγχει τὸν ὑπηρέτην, καὶ εἴπερ τις ἦν ὁ κρινόμενος τῶν οὐ σφόδρα λαμπρῶν. πλήττει γὰρ ἀσυνέτως ὃν ἥκιστα χρῆν, οὐκ ἐκθέσμοις ῥήμασιν εἰς τοῦτο κεκινημένος, ἤγουν ἑτέραν τινὰ τοῦ θράσους ἔχων τὴν ἀφορμὴν, ἐκ μόνης δὲ μᾶλλον τῆς ἐμφύτου μανίας εἰς ἠθῶν ἀγριότητα θηριοπρεπῆ κατωθούμενος. κατηγόρησον γὰρ, εἰ δοκεῖ, καὶ τῶν ἡμετέρων καταγωνίζου λόγων, ὡς οὐκ ὀρθῶς εἰρημένων· εἰ δὲ τοῦτο ποιεῖν οὐ δύνασαι, πλήττεις ἄνθ᾽ ὅτου λοιπὸν τὸν ἀνεγκλήτως φθεγξάμενον;
Τετριμμένος μὲν οὖν οὑτοσὶ καὶ σφόδρα συνήθης τοῖς θεωρήμασι λόγος· οἶμαι δὲ ἔγωγε τὴν τοῦ προκειμένου δύναμιν ἑτέρωσέ ποι χωρεῖν. διελέγχει γὰρ ἴσως τὸν ὑπηρέτην, ὡς ἀδικοῦντα μειζόνως, οὐχ ὅτι πέπαικεν ἁπλῶς, ἀλλ᾽ ὅτι προτεθαυμακὼς ἤδη τὸν διδάσκαλον, ἐπ᾽ οὐδενὶ δὲ νυνὶ καταγνοὺς, ἀτιμάζειν ἠνέσχετο. εἰ μὲν γὰρ οὐχ ἥλως ποτὲ τοῖς παρ᾽ ἐμοῦ, φησὶ, λόγοις· εἰ μή σοι τὰ κάλλιστα διδάσκειν ἐδόκουν καὶ παράδοξός τις εἶναι πεπίστευμαι τῶν ἱερῶν γραμμάτων ἐξηγητής· εἰ μὴ αὐτὸς ἦσθα τότε βοῶν “Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος·” τάχα τις ἦν λόγος ταῖς σαῖς ἀπειρίαις ἐπιδιδοὺς τὸν ἔλεον, καὶ τῆς ἐπὶ τούτοις αἰτίας ἔξω τιθείς· ἐπειδὴ δὲ ἔγνως τε καὶ τεθαύμακας καὶ οὐκ ἂν ἴσως, φησὶ, τῶν ἐμῶν κατεμαρτύρησας λόγων, εἰ τὸ τῆς ἑαυτοῦ διαμεμνῆσθαι φωνῆς ἔν γε τῷ παρόντι διελογίζου καλὸν, πῶς οὐκ ἀπροφάσιστον ἔχοις τὴν ἁμαρτίαν; καὶ προσβαλεῖς μὲν τοιῶσδε τοῖς θεωρήμασι· πλὴν ἔστιν ἰδεῖν, ὡς ἀσύγκριτόν τινα καὶ ὑπερφυᾶ τῆς εἰς ἄκρον ἀνεξικακίας ἐν τούτοις ἡμῖν ὁ Σωτὴρ καταγράφει τὸν τύπον, καὶ τῆς ἀνωτάτω καὶ ὑπερφεροῦς ἡμερότητος τὴν ἰδέαν, ὡς ἐν εἰκόνος τάξει λαμπρᾶς ἀνατυποῖ τὰ καθ᾽ ἑαυτόν.
ὁ γὰρ ἑνὶ καὶ μόνῳ νεύματι πάντας ἄρδην Ἰουδαίους ἀπολέσαι δυνάμενος, δουλοπρεπῶς ῥαπίζεται· καὶ δρᾷ μὲν οὐδὲν, ἀντεπάγει δὲ τῶν ἀδικούντων οὐδενὶ τὴν παραχρῆμα κόλασιν, ἐπεὶ μηδέ ἐστι καθ᾽ ἡμᾶς ἀσθενὴς, ἢ ὀργαῖς ἢ λύπαις τυραννούμενος, ἢ τῷ τῆς πλεονεξίας βάρει νικώμενος, δυσωπεῖ δὲ πράως τὸν ἐφεστηκότα, τὸν οὐδὲν ἐκτόπως λαλήσαντα μὴ χρῆναι παίειν εἰπὼν, καὶ αὐτοῖς δὲ τοῖς δοκοῦσιν εἶναι δεινοῖς ἐναποληφθεὶς τῶν οἰκείων ἐπιτηδευμάτων οὐκ ἀλογεῖ. λογισμῷ γὰρ ἀναπείθει τῷ δέοντι τῆς ἐν τούτοις προπετείας ἀποχωρεῖν τῆς τῶν Ἰουδαίων ὑπεροψίας τὸν ὑπουργὸν, κομισάμενος μὲν αὐτὸς “πονηρὰ ἀντὶ ἀγαθῶν,” κατὰ τὸ γεγραμμένον, ἀντιδιδοὺς δὲ τοῖς ἀτιμάζουσιν ἀντὶ πονηρῶν ἀγαθά.
Ἀλλ᾽ ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς καὶ ῥαπιζόμενος ἀνεξικακεῖ, καίτοι Θεὸς ὑπάρχων ἀληθινὸς, γῆς τε καὶ οὐρανοῦ Κύριος· ἡμεῖς δὲ οἱ τάλανες, οἱ “γῆ καὶ σποδὸς,” οἱ σμικροὶ καὶ ἐλάχιστοι, καὶ τῇ τῶν λαχάνων χλόῃ παρεικασμένοι· “Ἄν- ”θρωπος γὰρ ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, καὶ ὡσεὶ ἄνθος “τοῦ ἀγροῦ οὕτως ἐξανθήσει,” κατὰ τὸ γεγραμμένον· τινὸς ἔσθ᾽ ὅτε τῶν ἀδελφῶν διαπεσόντος εἰς λόγον, καὶ βραχύ τι παραφθεγξαμένου τῶν εἰωθότων λυπεῖν, δρακόντων μὲν δίκην ἐκπικραίνεσθαι δεῖν ἐπ᾽ αὐτῷ λογιζόμεθα, μυρίοις δὲ ἄνθ᾽ ἑνὸς κατασφενδονῶντες λόγοις οὐ κορεννύμεθα, οὐ ταῖς ἀνθρωπίναις μικροψυχίαις κιχρῶντες τὴν ἄφεσιν, οὐ τὴν κοινὴν τῆς φύσεως ἐννοοῦντες ἀσθένειαν, οὐ τῷ φιλαλλήλῳ καταχωννύντες τρόπῳ τὰς ἐντεῦθεν ὀργὰς, οὐκ εἰς αὐτὸν ἀποβλέποντες “τὸν τῆς πίστεως ἡμῶν ἀρχηγὸν καὶ τελειω- ”τὴν Ἰησοῦν,” ἀλλ᾽ ἑαυτοὺς ἐκδικεῖν σπουδάζοντες, καὶ τοῦτο πικρῶς, καίτοι τῆς θείας λεγούσης γραφῆς, ποτὲ μὲν ὅτι “ὁδοὶ μνησικάκων εἰς θάνατον,” ποτὲ δὲ πάλιν “Τὴν ”κακίαν ἕκαστος τοῦ ἀδελφοῦ αὐτοῦ μὴ μνησικακείτω ἐν “ταῖς καρδίαις ὑμῶν.” ἀλλὰ γὰρ εἰς τύπον ἡμῖν ἡμερότητος τῆς εἰς ἀλλήλους καὶ τῆς ὑπὲρ λόγον ἀνεξικακίας αὐτὸς ὁ πάντων Δεσπότης προκείσθω Χριστὸς, ὃς καὶ ταύτης ἕνεκα τῆς αἰτίας πρὸς ἡμᾶς που φησίν “Οὐκ ἔστι μαθητὴς ὑπὲρ ”τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ.”
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.