Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον
Βιβλίο ΙΒ'
Υπομνηματισμός της σταύρωσης, της παράδοσης του πνεύματος, της ταφής, της ανάστασης, των εμφανίσεων στους μαθητές, της ψηλάφησης από τον Θωμά και της θαυμαστής αλιείας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο ΙΒ'
Υπομνηματισμός της σταύρωσης, της παράδοσης του πνεύματος, της ταφής, της ανάστασης, των εμφανίσεων στους μαθητές, της ψηλάφησης από τον Θωμά και της θαυμαστής αλιείας.
ΚΕΦΑΛΑΙΟΝ <ΤΟ ΕΝ ΤΩι ΔΩΔΕΚΑΤΩι ΒΙΒΛΙΩι.> α. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, κἂν εὑρίσκηται δι᾽ ἡμᾶς Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῶν, προκειμένου ῥητοῦ Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΒΙΒΛΙΟΝ ΔΩΔΕΚΑΤΟΝ <Ἀπέστειλεν οὖν αὐτὸν ὁ Ἄννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα. ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος· εἶπον οὖν αὐτῷ Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; ἠρνήσατο ἐκεῖνος, καὶ εἶπεν Οὐκ εἰμί. λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψε Πέτρος τὸ ὠτίον Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ᾽ αὐτοῦ; πάλιν οὖν ἠρνήσατο Πέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.> ἈΝΑΚΟΠΤΕΙ χρησίμως καθάπερ ἵππον ὀξυδρομοῦντα τὸν τῆς ἐξηγήσεως τρόπον ὁ θεσπέσιος Εὐαγγελιστὴς, καὶ ὀπίσω πάλιν ἀνακομίζεται. διὰ ποίαν αἰτίαν; χρῆν γὰρ δήπου προεπιδεῖξαι τῶν ἐφεξῆς τὴν εἰς τρίτον γενομένην ἄρνησιν τοῦ Πέτρου, καὶ τοῦτον ἔχοντος τοῦ πράγματος τρόπον τὸν αὐτῷ μάλιστα πρέποντά τε καὶ ἐπιτήδειον, καθ᾽ ὃν καὶ τετέλεσται. οἰκονομικῶς τοιγαροῦν ἀναλαμβάνει τὰ ἐν ἀρχαῖς, καὶ ἀπεστάλθαι μὲν λέγει τὸν Ἰησοῦν παρὰ τοῦ Ἄννα πρὸς Καϊάφαν· διερωτώμενον δὲ δείκνυσι τὸν Πέτρον παρά τε τῶν συνθερμαινομένων οἰκετῶν, καὶ παρά τινος τῶν ἐκ γένους τοῦ πληγέντος ὑπ᾽ αὐτοῦ, καὶ τρίτην ἐν τούτοις ἀποπληροῦντα τὴν ἄρνησιν.
εἶτα τῆς τοῦ ἀλεκτρυόνος διαμέμνηται φωνῆς, κατ᾽ οὐδὲν διαπίπτοντα τὸν τοῦ Σωτῆρος ἡμῶν ἀποφαίνων λόγον, προεγνωκότος τε καὶ προηγγελκότος τοῦ ἰδίου μαθητοῦ τὴν ἐν θορύβοις ἀσθένειαν, ἧς οὐδ᾽ ἂν ὅλως ἐπεμνήσθη τάχα, θεοδίδακτος ὢν, ὁ τόδε τὸ σύνταγμα γραφῇ παραδοὺς, εἰ μὴ τὰς τῶν μισοθέων ἐνενόησε φιλοψογίας τε καὶ ἀθυρογλωττίας. εἶπον γὰρ ἄν τινες εὐθὺς τῶν ὅτι μάλιστα πολεμεῖν ἐγνωκότων ταῖς τοῦ Σωτῆρος εὐκλείαις Ἐπιδείξατε τοῦ Πέτρου τὴν ἄρνησιν, πῶς δὲ καὶ ὅποι τετέλεσται τὸ προηγγελμένον διὰ Χριστοῦ, καίτοι τὸ ψευδομυθεῖν καθ᾽ ὑμᾶς οὐκ εἰδότος. ἀλήθειαν γὰρ εἶναί φατε, καὶ ἐξ ἀληθοῦς ἀναλάμψαι Πατρός. ἀναγκαιοτάτην τοιγαροῦν ὁ θεσπέσιος Εὐαγγελιστὴς καὶ τούτων ἡμῖν ἐποιήσατο τὴν ἐξήγησιν, ἀληθεύοντα πανταχῆ δεικνὺς τὸν Κύριον.
Ἀλλ᾽ ἴσως τοῦ μὲν ἔτι τοιούτοις ἡμᾶς κατακρούειν λόγοις ἀφέξεταί τις τῶν δι᾽ ἐναντίας, δεινὸς δὲ τοῦ Πέτρου φανεῖται κατήγορος, καὶ δειλίας ἀσυγκρίτου τὸν γνήσιον γράψεται μαθητὴν, εὐχερῆ δὲ οὕτως ἐρεῖ πρὸς τὴν ἐν λόγοις γενέσθαι διάπτωσιν, ὡς ἤδη καὶ τρίτον διολισθεῖν εἰς ἀπάρνησιν, οὐδ᾽ ὅσον τῆς τῶν δεινῶν ἁψάμενον πείρας, ἤγουν πρὸς αὐταῖς γεγονότα ταῖς τοῦ κινδύνου θύραις. ἀλλ᾽ εἰπεῖν μὲν ἁρμόσει τὰ τοιαῦτα τυχὸν τοῖς ἀμυήτοις ἔτι· ἐγὼ δὲ ὡς ποῤῥωτάτω τὰ τοιαῦτα μεθεὶς, καὶ ταῖς ἐκείνων τερθρείαις ἐῤῥῶσθαι φράσας, εἰς τὴν ὑπὲρ τοῦ γεγονότος ἀπολογίαν τετράψομαι, τοῖς ἤδη κατειθισμένοις νοεῖν μυστήρια τὰ ἐκ τῆς μυστικῆς οἰκονομίας παρατιθεὶς εἰς ἀπόδειξιν. ἔδει γὰρ ἔδει καὶ τῶν τοιούτων εὖ μάλα διαμεμνῆσθαι πραγμάτων τὸν σοφώτατον Εὐαγγελιστὴν, ὑπὲρ τοῦ συνιέναι τοὺς ἀκροωμένους τίνες μὲν ἦσαν καὶ αὐτοὶ τῆς οἰκουμένης οἱ διδάσκαλοι πρὸ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, καὶ πρὸ τῆς καταφοιτήσεως τῆς ἐπ᾽ αὐτοὺς γενομένης τοῦ Ἁγίου Πνεύματος, καὶ τίνες ἐν τοῖς μετὰ ταῦτα, κομισάμενοι τὴν διὰ τοῦ Πνεύματος χάριν, ἣν καὶ “ἐξ ὕψους δύναμιν” ὠνόμασεν ὁ Χριστός. προθυμοτάτους μὲν γὰρ εἰς ἀνάληψιν ἀρετῆς, εὐζωνοτάτους δὲ λίαν εἰς τὸ θέλειν ἕπεσθαι τῷ Χριστῷ, καὶ παντὸς κινδύνου καταθλεῖν καὶ σφόδρα πλειστάκις ἐπιχειρήσαντας θεωρήσαι τις ἄν.
ἀλλ᾽ οὔπω κατηργηκότος τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τοῦ θανάτου τὸ κράτος, σκληρός πως ἦν ἔτι καὶ ἀπρόσιτος παντελῶς ὁ ἐξ αὐτοῦ φόβος· οἱ δὲ οὔπω τὸ Πνεῦμα λαβόντες, ἀλλ᾽ οὐδὲ διὰ τῆς ἄνωθεν κεχαλκευμένοι χάριτος, εἰς τὴν ὑπὲρ φύσιν ἀνδρείαν οὔπω παντελῶς ἐλευθέραν τῆς ἀνθρωπίνης μικροψυχίας τὴν διάνοιαν ἔχοντες, οὐκ ἄθραυστοι κομιδῇ τοῖς ἐκ τοῦ παθεῖν ἐφαίνοντο δείμασιν. ὅνπερ γὰρ τρόπον ὁ σίδηρος, καίτοι κατὰ φύσιν ὑπάρχων σκληρὸς, οὐκ ἂν ἀλωβήτως ὁμιλήσαι τοῖς τῶν λίθων ἀπηνεστέροις, εἰ μὴ τὴν ἐκ τοῦ στομοῦσθαι προσλάβοι δύναμιν· οὕτως ἡ ἀνθρώπου ψυχὴ κἂν σφόδρα νεανιεύηται ταῖς εἰς πᾶν ὁτιοῦν ἀγαθὸν ἀπαρατρέπτοις ἐπιθυμίαις, ἀλλὰ τῆς τῶν ἐντεῦθεν ἀγώνων σκληρότητος οὐ περιέσται ποτὲ, μὴ οὐχὶ πρότερον τῇ διὰ τοῦ θείου Πνεύματος ἁδρυνθεῖσα χάριτι. οὐκοῦν ἀσθενέστεροι μέν πως τὸ ἐν ἀρχαῖς καὶ αὐτοὶ τυχὸν ἦσαν οἱ μαθηταὶ, κομισάμενοι δὲ τὸ Πνεῦμα τοῦ ὑπὲρ πάντας Θεοῦ, τὴν ἑαυτῶν ἤδη παρελάσαντες ἀσθένειαν, εἰς τὴν ἐκείνου στεῤῥότητα μετεπλάττοντο, τῇ κοινωνίᾳ τῇ πρὸς αὐτὸ πρὸς τὴν ὑπὲρ φύσιν ἀνατρέχοντες εὐτολμίαν.
Ἀναγέγραπται τοίνυν χρησίμως καὶ ἡ τῶν ἁγίων ἀσθένεια πρὸς ἔπαινόν τε καὶ δόξαν Θεοῦ, μετατιθέντος εἰς δύναμιν τὸ ἠσθενηκὸς, καὶ ὥσπερ τινὰ πύργον ἀνιστάντος ἄμαχον τὸ καὶ ψιλοῖς εὐανάτρεπτον φόβοις, καὶ μόναις ἔσθ᾽ ὅτε ταῖς ἐκ τοῦ τι παθεῖν ὑποψίαις κατεῤῥαγός. εἴη δ᾽ ἂν εἰς τύπον τε καὶ παραψυχὴν ἡμετέραν, τὸ ἑνί που τυχὸν ἢ ὀλίγοις τῶν ἁγίων συμβεβηκός.
διδασκόμεθα γὰρ ἐντεῦθεν μὴ ταῖς ἑαυτῶν ἀσθενείαις ἐνορῶντας ἔσθ᾽ ὅτε καταναρκᾶν ἀβουλότατα τὸ δουλεύειν τῷ Θεῷ, πεποιθέναι δὲ μᾶλλον ἐπὶ τῷ πάντας νευροῦν ἰσχύοντι, καὶ τοῖς ὑπὲρ φύσιν ἐναβρύνεσθαι κατορθώμασι καὶ παρ᾽ ἐλπίδα χαριζομένῳ. <Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ· καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ᾽ ἵνα φάγωσι τὸ πάσχα.> Κρῖμα δίκαιον κρίνετε, καὶ “ἀθῷον καὶ δίκαιον οὐκ ἀπο- ”κτενεῖς,” διαῤῥήδην οὕτως ἀνακεκραγότος τοῦ νόμου καὶ τῆς θείας ἐντολῆς, ἐπερυθριῶσι μέν πως τῇ τῶν αἰτιῶν ἐρημίᾳ καὶ οὐχ ἑκόντες οἱ δείλαιοι· ἀπροφάσιστον δὲ ἤδη τὴν κατὰ Χριστοῦ μανίαν εὑρίσκοντες, εἰργόμενοί τε τῆς αὐτοκτονίας διὰ τὸν ἐπικείμενον ἁγνισμόν· ἔμελλον γὰρ ἤδη θύειν τὸ πάσχα, κατὰ τὸν οὐδὲν παρ᾽ αὐτοῖς ἰσχύοντα νόμον· Πιλάτῳ προσάγουσιν, ἐκ πολλῆς ἄγαν ἀσυνεσίας τοῖς τῆς ἀδίκου μιαιφονίας ἐγκλήμασιν οὐκ ἂν ὅλως ἐνσχεθῆναι πιστεύσαντες, εἰ αὐτόχειρες μὲν οὐκ ἂν εἶεν αὐτοὶ, προσοίσειαν δὲ μᾶλλον ταῖς ἑτέρου χερσὶν ἐκεῖνο πεισόμενον, κἂν τοῖς διὰ Μωυσέως ἀπᾴδῃ νόμοις ὅπερ ἦν αὐτοῖς κατὰ νοῦν. γελοιότατον δὲ σφόδρα κἀκεῖνο πρὸς τούτῳ πεπραχότες ἁλώσονται.
εὐθύνοντες γὰρ ὡς ἐπὶ τοῖς ἐσχάτοις κατεγνωσμένον τὸν ἡμαρτηκότα μηδὲν, καὶ τὴν οὕτω φρικωδεστάτην ἀσέβειαν τῆς ἑαυτῶν καταχέοντες κεφαλῆς, τὸν τοῦ πραιτωρίου φεύγουσιν οὐδὸν, ὡς ἐσόμενον αὐτοῖς παραίτιον μολυσμοῦ, καὶ τὸ ἀνδράσιν ἐπιμίσγεσθαι τοῖς ἀνάγνοις ἔτι παραιτοῦνται διὰ σπουδῆς. λίθους γὰρ, οἶμαι, καὶ ἀνθρώπων τῶν ὁμογενῶν σώματα καταμολύνειν δύνασθαι πεπιστεύκασι τὴν ἀνθρώπου ψυχήν· τὸ δὲ δὴ πάντων αἴσχιστον τῶν κακῶν, τὴν ἀδικωτάτην μιαιφονίαν, οὐδὲν ὅλως αὐτοῖς προστρίβεσθαι νενομίκασι βλάβος. καὶ τό γε παράδοξον, μᾶλλον δὲ τῶν ἄλλων εὐηθέστερόν τε καὶ ἀλογώτερον, ἁγνεύουσι διὰ τὴν τοῦ προβάτου σφαγὴν, ἕτερον ἡμῖν ἀνατυποῦντος οὐδὲν ἢ τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν σκιάν· οἱ δὲ τὸν τύπον τιμῶντες τοῦ πράγματος εἰς αὐτὴν ὑβρίζουσι τὴν ἀλήθειαν. πλαττόμενοι γὰρ ἐπ᾽ αὐτῷ τὴν ἁγνείαν, τῇ κατὰ Χριστοῦ μιαιφονίᾳ μεμόλυνται. καλῶς οὖν ἄρα, ὁτὲ μὲν τάφους κεκονιαμένους αὐτοὺς ὠνόμαζε, τοῖς ἔξωθεν καὶ ἐκ τέχνης αὐτοῖς ἐπῃωρημένοις περιβλήμασιν ἐξωραϊσμένους, ἔσωθεν γεμὴν δύσοσμον καὶ δυσαχθεστάτην ἔχοντας τὴν ἀκαθαρσίαν· ὁτὲ δὲ πάλιν, διυλίζειν μὲν ἔφη τὸν κώνωπα, καταπίνειν δὲ τὸν κάμηλον. ἀκριβολογούμενοι γὰρ πολλάκις ἐπὶ τοῖς ἁπάντων, ὡς ἔπος εἰπεῖν, ἐλαχίστοις τε καὶ μείοσιν, ἢ καὶ ἐπὶ μηδενὶ παντελῶς· τί γὰρ ὅλως ὁ κώνωψ;
τὰ τῶν ἐγκλημάτων περιπληθέστερα τίθενται παρ᾽ οὐδὲν, καὶ ποτηρίου μὲν καὶ πίνακος ἀπονίζουσι τὸ ἔξω, λόγος δὲ αὐτοῖς παντελῶς οὐδεὶς τῆς ἔνδον ἀκαθαρσίας. ἰδοὺ γὰρ ἰδοὺ καίτοι τοῦ προφήτου λέγοντος Ἱερεμίου σαφῶς “Ἀπό- ”πλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, Ἱερουσαλὴμ, ἵνα “σωθῇς,” τὴν μὲν ἔσω καὶ ἐν διανοίαις ἀσέβειαν οὐδὲν εἶναι κομιδῇ διαπεπιστεύκασι· προσάγοντες δὲ Πιλάτῳ Χριστὸν, παραιτοῦνται τόπους ὡς ἐναγεῖς καὶ ἀνδρῶν ἀπεριτμήτων σώματα, καὶ εἰ μὴ δρῷεν αὐτοὶ ταῖς ἰδίαις χερσὶ τὸ παράνομον, ὑπουργὸν δὲ ὥσπερ τῆς ἑαυτῶν ὠμότητος ποιοῖντο Πιλάτον, ἔξω δὴ πάσης αἰτίας διαμένειν ἐξ ἀνοίας ὑπολαμβάνουσι. θαυμάσειε δ᾽ ἄν τις οὐδὲ ταύτην αὐτῶν ἠγνοηκότας τὴν ἀσέβειαν τοὺς ἁγίους εὑρίσκων προφήτας· ἔφη γάρ που περὶ αὐτῶν ὁ μακάριος Ἡσαΐας “Οὐαὶ τῷ ἀνόμῳ· ”πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται “αὐτῷ.” Ἱεζεκιὴλ δὲ πάλιν “Καθὼς ἐποίησας, οὕτως ἔσται ”σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεταί σοι εἰς κεφα- “λήν σου.” καὶ μὴν καὶ αὐτὸς ὁ θεῖος ἀναφωνεῖ μελῳδός “Ἀπόδος τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς, κατὰ τὰ ἔργα τῶν ”χειρῶν αὐτῶν δὸς αὐτοῖς.” ὥσπερ γὰρ αὐτοὶ τὸν ἁπάντων Σωτῆρα καὶ Χριστὸν τοῖς Ῥωμαίων προσήγαγον στρατηγοῖς, οὕτω τὸ ἴσον ἐξ ἀντιστροφῆς ὑπομένοντες τῇ τῶν Ῥωμαίων παραδέδονται δυναστείᾳ, καὶ τῇ τῶν τότε κρατούντων χειρὶ δεδαπάνηνται.
δεινὸς γὰρ οὕτω κατ᾽ αὐτῶν ἐξεκαύθη πόλεμος, καὶ ἀπηχεστάταις οὕτω κεκοινωνήκασι συμφοραῖς, ὡς εἴπερ ἐξῆν, ὄρεσί τε καὶ πέτραις εἰσδύνοντας ἐντεθνάναι τινὰς πρὸ τῆς τοῦ πολέμου θέας ἥδιον ἂν ἑλέσθαι, καὶ τοῦτο πολλούς· ὃ δὴ αἱρήσεσθαι προαγγέλλων ὁ Κύριος ἔφασκεν “Ὅταν ἴδητε κυκλουμένην ὑπὸ στρατο- ”πέδων τὴν Ἱερουσαλὴμ, τότε ἐρεῖτε τοῖς ὄρεσι Καλύψατε “ἡμᾶς καὶ τοῖς βουνοῖς Πέσατε ἐφ᾽ ἡμᾶς.” <Ἐξῆλθεν οὖν ὁ Πιλάτος ἔξω πρὸς αὐτοὺς καί φησι Τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου;> Παραιτοῦνται μὲν, ὡς ᾤοντο, τὸν ἐκ λίθων καὶ τοίχων μολυσμὸν, ἔξεισι δὲ ὁ Πιλάτος, καὶ διαπυνθάνεται μὲν τῆς πρὸς αὐτὸν ἀφίξεως τὴν αἰτίαν, ἐξαιτεῖ δὲ εἰπεῖν τὰ τοῦ προσοισθέντος ἐγκλήματα, κατακρίνων καθ᾽ ἕτερον τοὺς τῶν Ἰουδαίων καθηγητάς. ἀνὴρ γὰρ ἀλλογενὴς τὸν τῶν Ἰουδαίων δυσωπεῖται θεσμὸν, καὶ τὸ κρατῆσαν παρ᾽ ἐκείνοις ἔθος ἐξ εὐλαβείας αἰσχύνεται.
ἐξέθει γὰρ ἀσυνήθως τοῦ φροντιστηρίου, τὸ ὅσον εἰπεῖν ἐπὶ τῇ δυνάμει τοῦ πράγματος τοῖς Ἰουδαίοις διὰ τούτου φράσας, ὅτι χρὴ τηρεῖσθαι τὸν νόμον· οἱ δὲ τοῖς θείοις ἐντάλμασι φρονοῦντες τὰ ἐναντία, καὶ μικρὰ κομιδῇ τῶν διὰ Μωυσέως τεθεσπισμένων φροντίσαντες, ἄδικον ἐργάζονται φόνον, καὶ ὁ μὲν ἔξω νόμου τοῦ παρ᾽ αὐτοῖς φιλοπευστεῖ τὰ ἐγκλήματα καὶ περιεργάζεται τὰς αἰτίας, τοὺς οὐδὲν ἡμαρτηκότας εὐθύνεσθαι δεῖν ἤγουν εἰσπράττεσθαί τινα δίκην, τῶν ἀτόπων εἶναι παραδεικνύς· οἱ δὲ λέγειν ἔχοντες οὐδὲν, ὡς τῶν ἀγρίων ἕνα προσκομίζουσι λῃστῶν. εὐλογώτατα τοίνυν πρὸς τὴν τῶν Ἰουδαίων εἴρηται συναγωγήν “Ἐδικαιώθη Σόδομα ἐκ σοῦ.” καὶ αὐτὸς δέ που φησὶν ὁ Χριστὸς τὰς ἐν τούτοις τῶν ἐξ Ἰσραὴλ παροινίας καταιτιώμενος “Ἀλλ᾽ οὐδὲ κατὰ τὰ ”δικαιώματα τῶν ἐθνῶν ἐποίησάς μοι.”
καὶ ἀληθὴς ὁ λόγος, εἴπερ Ἕλληνες μὲν τοῖς ἐν ὑπολήψει γεγονόσι θεῶν λίθοις τε καὶ ξύλοις, οὐκ ἂν τὰ συνήθη προσοίσειαν θύματα μεμολυσμέναις τε καὶ ἀνίπτοις χερσὶν, ἀλλ᾽ οὐδ᾽ ἂν ἀνέλοιέν τινα μὴ οὐχὶ τοῖς ἐσχάτοις ἐναλόντα κακοῖς· οἱ δὲ καίτοι θύειν τῷ κατὰ φύσιν Θεῷ τὸ πάσχα μέλλοντες, αἵμασιν ἀθῴοις ἔνοχον τὴν οἰκείαν καθιστῶσι ψυχὴν, καὶ ἀδίκως ἀποκτεῖναι σπουδάζουσι τὸν ἁπάσης ἁμαρτίας ἀλλότριον. <Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ Εἰ μὴ ἦν οὗτος κακοποιὸς, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.> Ἀποροῦσι μὲν αἰτίας εὐλόγου, περιστέλλονται δέ πως τῆς ἀσεβείας τὸ αἶσχος καὶ τὸ δοκεῖν ἀδίκως ἑλέσθαι φονᾶν, σοφιζόμενοι ὡς οὐδόλως ἀποτίσοντα δίκην προσεκόμισαν ἂν τὸν Ἰησοῦν, εἰ μή τι καὶ πταίσας ἥλω, φασίν. ὑποπλάττονται γὰρ ἔτι τοῦ νόμου τὴν τήρησιν, ὁσίαν ἐφ᾽ ἅπασι κρίσιν ποιεῖσθαι προστάττοντος, καὶ τό γε παράδοξον καὶ αὐτὴν ἐξοπλίζουσι τὴν εἰς τὸν νόμον ................. πιστεύεσθαι γὰρ ἀξιοῦσιν ὡς νομοφύλακες, οἱ τοῦ νομοθέτου κατηγορεῖν οὐκ ὀκνήσαντες.
κακὸν δὲ δρᾶσαί φασι τὸν ἐπ᾽ ἀναιρέσει φαυλότητος ἀφιγμένον, ἵνα φαίνηται πάλιν ὁ Χριστὸς διὰ τῆς τοῦ προφήτου φωνῆς Ἡσαΐου περὶ αὐτῶν εἰπών “Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ᾽ ἐμοῦ, δείλαιοί εἰσιν ”ὅτι ἠσέβησαν εἰς ἐμέ· ἐγὼ δὲ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ “δὲ κατελάλησαν κατ᾽ ἐμοῦ ψευδῆ.” <Εἶπεν οὖν αὐτοῖς ὁ Πιλάτος Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν.> Τὸν ἐπ᾽ οὐδενὶ, φησὶ, τῶν ἀτόπων ἐληλεγμένον, ἀδιάκριτον δὲ παρ᾽ ὑμῶν ὑπομένοντα τὴν κατάῤῥησιν ταῖς ἐκ νόμων ὑποθεῖναι ποιναῖς, ἐμοὶ μὲν οὐ θέμις, κρίνατε δὲ μᾶλλον αὐτοὶ κατὰ τὸν ὑμέτερον νόμον, εἴπερ ἄρα, φησὶ, καὶ τὸν ἀνυπαίτιον παντελῶς κολάζεσθαι δεῖν διετάξατο. γέλως δὲ ὄντως οὐ μικρὸς, μᾶλλον δὲ θρήνου διηνεκοῦς ἄξιον, εἰ οἱ μὲν παρ᾽ Ἕλλησι δικαιοῦσι νόμοι τὸν Κύριον, ὡς καὶ κολάζειν ὀκνῆσαι Πιλάτον αὐτὸν ἐπ᾽ ἀσήμοις οὕτως ἐγκλήμασι προσηγμένον, οἱ δὲ καὶ δεῖν ἀποτεθνάναι φασὶ, καίτοι νόμῳ τῷ θείῳ παιδαγωγεῖσθαι μεγαλαυχούμενοι. <Εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα, ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ, ὃν εἶπε σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν.> Κώλυμα γενέσθαι φασὶν αὐτοῖς, καὶ ὥσπερ τι βιαιότατον παραπόδισμα τῆς ἀνοσίου μιαιφονίας, τὸν ἐπὶ τοῦ προβάτου σφαγῇ πληρούμενον ἁγνισμὸν, εἴπερ τις ἦν ὅλως παρὰ τοῖς ἐκεῖνα τετολμηκόσιν.
ἦ γὰρ ἂν καὶ λίαν ἑτοίμως εἰς ἀσέβειαν ἦσαν αὐτουργοὶ, τῆς ἑτέρου συμπνοίας δεηθέντες οὐδαμῶς. εὐπετέστατος γὰρ τῶν Ἰουδαίων ὁ νοῦς εἰς τὸ πᾶν ὁτιοῦν ἐργάζεσθαι πονηρὸν, καὶ μηδενὸς φείσασθαι τῶν ἐκτόπων, ἤγουν ἐπερυθριᾶσαί τινι τῶν ἀπᾳδόντων Θεῷ. ἀξιοῦσι τοιγαροῦν δανεῖσαι Πιλάτον αὐτοῖς τὴν οἰκείαν ὠμότητα, καὶ τῆς Ἰουδαϊκῆς ἀπονοίας γενέσθαι μιμητὴν, ὑπηρετῆσαι δὲ σφίσιν ἔν γε τῷ παρόντι τυχὸν οὐκ ἐλευθέραν πως ἔχουσι τὴν εἰς μανίαν ἀποδρομήν. ἀλλὰ καὶ τοῦτό φασιν ἀληθεύοντα πάλιν ἀποφῆναι τὸν Χριστὸν, καὶ προεγνωκότα μὲν πῶς ἢ τίνα τεθνήξεται τρόπον, προμηνύσαντα δὲ τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς. τί γὰρ ἔφη πρὸς αὐτούς; “Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ”ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν, καὶ σταυρώ- “σουσιν αὐτὸν, καὶ ἀποκτενοῦσι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερ- ”θήσεται.” ἀναγκαία δὲ καὶ τούτων ἡ μνήμη.
προεγνωκότα γὰρ ἔδει παθεῖν, ἵνα μήτις οἴηται τοῖς ἀβουλήτοις περιπεσεῖν τὸν ᾧ πάντα ἐστὶ “γυμνὰ καὶ τετραχηλισμένα,” πιστεύηται δὲ μᾶλλον ὡς ἐθελοντὴς τὸν ὑπὲρ ἡμῶν καὶ δι᾽ ἡμᾶς ὑπέστη σταυρόν. <Εἰσῆλθεν οὖν πάλιν εἰς τὸ πραιτώριον ὁ Πιλάτος καὶ ἐφώνησε τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;> Οὐδὲν ἔχοντες τὸ παράπαν ἐγκαλεῖν, ἤγουν τι παρακομίσαι τῶν ὅσα δικαίαν ἐπισύρεσθαι δοκεῖ τοῖς δεδρακόσι τὴν κόλασιν, ἐγκειμένου δέ πως καὶ τὰς αἰτίας τῆς προσαγωγῆς ἐξαιτοῦντος Πιλάτου, πεπλημμεληκέναι φασὶν εἰς Καίσαρα τὸν Ἰησοῦν, τὴν ἐκείνῳ πεπορισμένην κατὰ τῶν Ἰουδαίων ἀρχὴν εἰς ἑαυτὸν ἁρπάζοντα, καὶ μετατιθέντα τῆς βασιλείας τὴν δόξαν εἰς ἰδίαν ὑπόληψιν. πονηρῶς τε σφόδρα μεμηχάνηται τὸ σκαιώρημα καὶ ὁ τῆς συκοφαντίας ἐξηρτύθη τρόπος· ᾔδεσαν γὰρ ὅτι καὶ οὐχ ἑκὼν ὁ Πιλάτος προνοήσει μὲν πάντως τῆς καθ᾽ ἑαυτὸν ἀσφαλείας, τιμωρήσεται δὲ τάχα καὶ προαλέστερον τὸν ἐπὶ τούτοις ὅλως καταβοώμενον. σεσαλευμένων γὰρ ἀεὶ πρὸς θορύβους καὶ στάσεις, καὶ μεταχωρούντων εὐκόλως ἐπὶ τὸν τῆς ἀντάρσεως τρόπον τὴν τῶν Ἰουδαίων οἰκούντων χώραν, πικρότεροί πως εἰς τοῦτο λοιπὸν οἱ παρὰ Καίσαρος ἐγίνοντο δικασταὶ, καὶ ἀσφαλέστεροι μὲν τῆς εὐταξίας φύλακες, προπετεστάτας δὲ τοῖς εἰς τοῦτο καὶ μάτην ἔσθ᾽ ὅτε κατειρημένοις τὰς τιμωρίας ἐπῆγον.
ἔγκλημα τοιγαροῦν Ἰουδαῖοι ποιοῦνται Χριστῷ τὸ βασιλεῦσαι τοῦ Ἰσραήλ. τοιγάρτοι δικαίως ἐξώσθησαν, προσελήφθη δὲ καὶ ὑπεζεύχθη τὰ ἔθνη, καὶ ὑπὸ τὴν βασιλείαν τέθεινται τοῦ Χριστοῦ. “Αἴτησαι γὰρ παρ᾽ ἐμοῦ, φησὶ, καὶ δώσω σοι ”ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ “πέρατα τῆς γῆς.” παροιστρήσαντος γὰρ ἑνὸς ἔθνους τοῦ ἐξ Ἰσραὴλ, πάντα τὰ ἔθνη δίδοται τῷ Χριστῷ, καὶ ἀντὶ μιᾶς γῆς, φημὶ δὴ τῆς Ἰουδαίων, τὰ τῆς οἰκουμένης πέρατα. ὡς γὰρ ὁ Παῦλός φησι “Τὸ παράπτωμα αὐτῶν πλοῦτος ”κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν.” Ὅπερ οὖν ἀκήκοεν ὁ Πιλάτος διαγογγυζόντων τῶν Ἰουδαίων, ἐναργῶς ἤδη φησὶ, καὶ ἀπολογεῖσθαι κελεύει τὸν Κύριον, εἰ κατὰ ἀλήθειαν αὐτὸς εἴη τῶν Ἰουδαίων ὁ βασιλεύς. ἀγωνιᾷ δὲ, ὡς εἰκὸς, καὶ κινδυνεύειν οἴεται τὴν Καίσαρος ἀρχὴν, φιλοπευστεῖ τε καὶ διὰ τοῦτο λίαν, ὡς ἤδη τὴν δέουσαν ἐπανόρθωσιν ἐπικομίσων τοῖς δεδραμένοις, ἵνα καὶ ἀνέγκλητον ἀποδείξῃ τὴν ἐπιτετραμμένην αὐτῷ παρὰ Ῥωμαίων ἀρχήν. <Ἀπεκρίθη Ἰησοῦς Ἀπὸ σεαυτοῦ σὺ τοῦτο λέγεις, ἢ ἄλλοι εἶπόν σοι περὶ ἐμοῦ;> Κατειρηκότος, φησὶν, ἐναργῶς οὐδενὸς ἐπὶ τούτοις ἐμοῦ, πόθεν ἄρα σοι πρόεισιν ὁ περὶ τούτων λόγος; ἀλλ᾽ οὐδαμόθεν ἀμφίβολον ὅτι τῆς Ἰουδαίων κακονοίας τὸ κακούργημα, καὶ ὁ πικρὸς οὑτοσὶ διεσκεύασται δόλος· οὐ γὰρ δήπου, φησὶν, ἔσῃ μὲν αὐτὸς δικαστὴς, ἔσῃ δὲ καὶ κατήγορος.
ἐλάλει δὲ ταυτὶ Χριστὸς, εἰς ἐννοίας ἀνακομίζων Πιλάτον, ὡς οὐκ ἂν αὐτόν τι διαλάθοι καὶ τῶν ἀφανεστέρων καὶ ἐν παραβύστῳ κατεσκευασμένων τε καὶ εἰρημένων, ἵνα λοιπὸν ἐννοήσας τὴν ὑπὲρ ἄνθρωπον φύσιν, ὀκνηρότερόν πως ἴοι πρὸς ὑπουργίαν τῆς τῶν προσαγόντων ὠμότητος, ὁμοῦ δὲ κἀκεῖνο διδάσκων, ὅτι λίαν ἀδικεῖ τῆς ἑτέρων φωνῆς ὑπέχειν δίκας ἐκβιαζόμενος τὸν ἐπ᾽ οὐδενὶ τῶν τοιούτων ἐληλεγμένον. <Ἀπεκρίθη ὁ Πιλάτος Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας;> Ἐκφανὲς ἤδη ποιεῖ τὸ τῶν Ἰουδαίων λῃστήριον, καὶ τὴν τῶν κατηγόρων πληθὺν μονονουχὶ παρεκόμισεν εἰς μέσον. ὅμοιον γὰρ ὡσεὶ λέγοι τυχόν Οὐκ ἐμοὶ μᾶλλον ἁρμόσει τὸ εἰδέναι τὰ σὰ, εἰμὶ γὰρ οὐκ Ἰουδαῖος, πρέποι δ᾽ ἂν μάλιστα τοῖς συνέθνοις καὶ συντεθραμμένοις, οἳ καὶ ἴσως ἐγνωκότες τεθνηξόμενον ἄγουσι. κατηγορεῖ τοιγαροῦν τῆς ἑαυτοῦ κεφαλῆς. τὸ γὰρ εἰπεῖν Τί ἐποίησας, οὐδὲν ἕτερον ἢ τοῦτο μᾶλλον ὑποδηλοῖ. σπουδὴ δὲ πολλὴ τῷ ἁγίῳ γέγονεν Εὐαγγελιστῇ, καὶ τὰ ἐπ᾽ αὐτῇ μάλιστα τῇ κρίσει κατὰ λεπτὸν διηγήσασθαι καὶ ὅτι Πιλάτος Τί πεποίηκας ἠρώτα τὸν Ἰησοῦν.
ἦν γὰρ διὰ τούτου μάλιστα μαθεῖν τὴν τῶν ἐγκλημάτων ἀπορίαν, καὶ ὅτι παραδειχθέντος οὐδενὸς, ἤγουν ἐλεγχθέντος ἐπί τισι τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, δυσσεβὴς καὶ ἀδικωτάτη λοιπὸν ἡ τοῦ θανάτου ψῆφος ἐκβέβηκεν. <Ἀπεκρίθη Ἰησοῦς Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμὴ, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο ἂν ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.> Ἔλυσε τῷ Πιλάτῳ τὸν φόβον, ἅτε δὴ τῆς τοῦ Καίσαρος βασιλείας κεχειροτονημένῳ φύλακι· ᾤετο μὲν γὰρ νόμῳ δὴ πάντως τῷ καθ᾽ ἡμᾶς μελετᾶσθαι παρὰ Χριστοῦ τὴν ἄνταρσιν, πεφλυαρηκότων καὶ τοῦτο τῶν Ἰουδαίων. τοῦτο γὰρ δὴ καὶ ὑπῃνίττοντο λέγοντες “Εἰ μὴ ἦν οὗτος ”κακοποιῶν, οὐκ ἄν σοι παρεδώκαμεν αὐτὸν,” τὴν ἄνταρσιν εἶναι λέγοντες τὸ κακόν. ὑπεπλάττοντο γὰρ εὐνοεῖν ἐθέλειν οὕτω Ῥωμαίοις, ὡς μηδόλως ἀνέχεσθαι κἂν γοῦν διὰ γλώττης ἔχειν τὸ τῆς ἀποστάσεως ὄνομα. ταύτης οὖν ἕνεκα τῆς αἰτίας προσαγηοχέναι τε φασὶ καὶ δίκας ἀποτίσοντα παρενεγκεῖν. ἀπολογούμενος δὲ πρὸς ταῦτα Χριστὸς, τὸ μὲν εἶναι βασιλεὺς οὐκ ἠρνήσατο· λέγειν γὰρ ἔδει τὸ ἀληθές· ὅτι δὲ τῆς τοῦ Καίσαρος βασιλείας οὐ πολέμιος ἦν ἀπελέγχει σαφῶς, οὐκ ἐπίγειον οὖσαν τὴν ἑαυτοῦ σημαίνων ἀρχὴν, ἀλλ᾽ οὐρανοῦ τε καὶ γῆς καὶ τῶν ἔτι μειζόνων θεοπρεπῶς ἐξάρχουσαν.
Τίς οὖν ἄρα λοιπὸν ἡ ἀπόδειξις, καὶ πόθεν ἡ τῆς ἐπὶ τούτοις ὑποψίας ἀναίρεσις; τὸ μὴ δορυφόροις τισὶ καὶ προασπισταῖς ἀποκεχρῆσθαι πώποτε, ἤγουν ὅλως ἔχειν τοὺς ἀνθοπλίζεσθαι δεῖν ἑλομένους, καὶ οὐχ ὅπως ἂν τῆς βασιλείας μὴ ἀποπέσοι μόνον, ἀλλὰ γὰρ οὐδ᾽ ἵνα διαδρῴη τὸν ἐπαρτηθέντα κίνδυνον αὐτῷ καὶ τοῦτο διὰ τῆς Ἰουδαίων χειρὸς ἐπιῤῥιπτούμενον· μήτι γε καὶ αὐτοῦ τοῦ κρατοῦντος Ἰουδαίων, τουτέστι, τοῦ Καίσαρος. λελυμένης οὖν ἄρα τῆς εἰς τοῦτο καταβοῆς διὰ τῆς οὕτως ἐναργοῦς ἀποδείξεως, ἀπροφάσιστον ἤδη Πιλάτῳ τὸ κατὰ Χριστοῦ φαίνεται θράσος. οὐδενὸς γὰρ ἐπαναγκάζοντος, ἤγουν ἐξ ἀκολουθίας εἰς τοῦτο καθέλκοντος, ταῖς τῶν Ἰουδαίων ἡδοναῖς τῆς ἑαυτοῦ ψυχῆς χαρίζεται τὴν ἀπώλειαν, καὶ μερίζεται σὺν αὐτοῖς τῆς χριστοκτονίας τὰ ἐγκλήματα. εἰρηκὼς γεμὴν ὁ Χριστὸς ὑπερκόσμιόν τινα εἶναι τὴν ἑαυτοῦ βασιλείαν, οὐ μόνον τοῦ φόβου Πιλάτον ἐξίστησι, καὶ ὑπονοίας ἐλευθεροῖ τῆς κατὰ τὴν ἄνταρσιν, ἀλλά τι καὶ μέγα περὶ ἑαυτοῦ νοεῖν ἀναπείθει, καὶ ἀπάρχεταί πως διὰ τῆς ἀπολογίας τῆς ἐπ᾽ αὐτῷ κατηχήσεως. <Εἶπεν οὖν αὐτῷ ὁ Πιλάτος Οὐκοῦν βασιλεὺς εἶ σύ;> Ἔγκλημα ποιεῖται κατὰ Χριστοῦ τὴν ἀλήθειαν.
ἀκούσας δὲ ὅτι “Ἡ ἐμὴ βασιλεία οὐκ ἔστιν ἐντεῦθεν,” φόβου μὲν ἤδη τοῦ κατὰ τὴν ἄνταρσιν ἀπαλλάττεται· ἵστησι δ᾽ οὖν ὅμως εἰς ὁμολογίαν τοῦ πράγματος, καὶ εἰς ἐγκλήματος ὁρίζει δύναμιν τὸ καὶ ὅλως εἰπεῖν, ὅτι βασιλείαν ἔχει, κἂν μὴ ἐπίγειον εἶναι διισχυρίζηται. συνελαύνων οὖν ὥσπερ εἰς τοῦτο τὸν Ἰησοῦν Συνωμολόγηκας ἤδη, φησὶν, ὅτι βασιλεὺς εἶ σύ. <Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς Σὺ λέγεις ὅτι βασιλεύς εἰμι. ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς. λέγει αὐτῷ ὁ Πιλάτος Τί ἐστιν ἀλήθεια;> Οὐκ ἀρνεῖται τῆς ἑαυτοῦ βασιλείας τὴν δόξαν, οὐδὲ ταῖς τοῦ Πιλάτου φωναῖς ἀπονέμει μόναις τὴν ἐπὶ τούτῳ βεβαίωσιν· βασιλεὺς γάρ ἐστιν, ὡς Θεὸς, καὶ εἰ μή τις βούλοιτο τυχόν· ἀλλ᾽ ἔδειξε πάλιν τῆς ἀληθείας τὴν δύναμιν, καὶ οὐχ ἑκόντα Πιλάτον ἀναπειθούσης εἰπεῖν τοῦ κρινομένου τὴν δόξαν· σὺ γὰρ εἴρηκας, φησὶν, ὅτι βασιλεύς εἰμι ἐγώ.
διά γε τοι τοῦτο γεγεννῆσθαί τε καὶ ἀφικέσθαι φησὶν εἰς τόνδε δηλονότι τὸν κόσμον, ὅτε γέγονεν ἄνθρωπος, ἵνα μαρτυρήσῃ τῇ ἀληθείᾳ, τουτέστιν, ἵνα τοῦ κόσμου τὸ ψεῦδος ἐξελὼν, καὶ τὸν ἐξ ἀπάτης τυραννήσαντα καταστρέψας δαίμονα, βασιλεύουσαν τῶν ὅλων ἐπιδείξῃ τὴν ἀλήθειαν, τουτέστι, τὴν ἀληθῶς τε καὶ φυσικῶς βασιλίδα φύσιν, ᾗ καὶ τὸ κατάρχειν δύνασθαι καὶ κρατεῖν οὐρανοῦ τε καὶ γῆς καὶ παντὸς ἁπαξαπλῶς τοῦ παροισθέντος εἰς γένεσιν, οὐκ ἐκ πλεονεξίας πεπόρισται, ἀλλ᾽ οὐδὲ ἐπακτὸν ἢ ἔξωθεν, οὐσιωδῶς δὲ καὶ φυσικῶς ἐνυπάρχον φαίνεται. ἵνα δὲ πάλιν ἀποφήνῃ Χριστὸς ὅτι τῆς Πιλάτου δυσηκοΐας οὐκ ἠγνόησε τὸ σκληρὸν καὶ δυσπαρακόμιστον εἰς τὸ φρονεῖν ἐθέλειν ὀρθῶς, ἐπάγει χρησίμως Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς. εὐπαράδεκτος γὰρ τῆς ἀληθείας ὁ λόγος τοῖς ἤδη μαθοῦσί τε καὶ ἀγαπῶσιν αὐτὴν, τοῖς δὲ μὴ τοιούτοις, οὐκέτι. καὶ γοῦν ὁ προφήτης ἔλεγεν Ἡσαΐας πρός τινας “Ἐὰν μὴ ”πιστεύσητε, οὐδ᾽ οὐ μὴ συνῆτε.” ὃ καὶ εὐθὺς ἀληθὲς ὑπάρχον ἀποδεικνὺς ὁ Πιλάτος ἔφη Τί ἐστιν ἀλήθεια;
ὅνπερ γὰρ τρόπον τοῖς τὴν τοῦ σώματος ὄψιν λελωβημένοις, καὶ ἐκπεπτωκόσι παντελῶς τῆς δι᾽ ὀφθαλμῶν αἰσθήσεως, ἐν οὐδενὶ τέτακται παντελῶς, ὅσον ἧκεν εἰς εὐχροίας δύναμιν, καὶ εἰ χρυσόν τις παρακομίσειε, καὶ εἰ λαμπρὸν καὶ πολύτιμον ἐπιδείξαι λίθον· ἀλλὰ καὶ αὐτὸ τῆς ἡλίου μαρμαρυγῆς ἀθαύμαστον ἔσται τὸ φῶς, οὐδεμίαν αἴσθησιν ἐνιέντος αὐτοῖς τοῦ πράγματος, ἤγουν ἀπόνασθαί τινος τῶν τοιούτων ἐξόν· οὕτω τοῖς ἔχουσι πεπηρωμένον τὸν νοῦν ἀκαλλεστάτη τις εἶναι δοκεῖ καὶ δυσειδὴς ἡ ἀλήθεια, καίτοι νοητήν τε καὶ θείαν μαρμαρυγὴν ταῖς τῶν ὁρώντων αὐτὴν ἐνιεῖσα ψυχαῖς. <Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθε πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς Ἐγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν. ἔστι δὲ συνήθεια ὑμῖν ἵνα ἕνα δέσμιον ἀπολύσω ὑμῖν ἐν τῷ πάσχα· βούλεσθε οὖν ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;> Εἰς κατάκριμα τῆς Ἰουδαίων ἀφιλοθεΐας τε ὁμοῦ καὶ ὠμότητος, τὴν τοῦ δικαίου καὶ πρέποντος προΐσχεται γνῶσιν, ὁ μὴ τοῖς θείοις μαθήμασιν ἐπαυχῶν, ἀνθρωπίνων δὲ φύλαξ διορισμάτων, καὶ ὧν δῶρον εἶχε τὴν ἀρχὴν, τούτων ὅτι δὴ μάλιστα τὰ θεσπίσματα δυσωπούμενος. ὃ δρῶντάς τε καὶ φρονεῖν ἑλομένους τοὺς τῶν Ἰουδαϊκῶν ταγμάτων καθηγητὰς, ἦν ἂν δήπου καὶ λίαν εἰκὸς τὴν τοῦ διαβόλου πάγην ὑπεκθέοντας, καὶ τὸ τῶν ἄλλων ἁπάντων μυσαρώτατον ὑπεκκλῖναι κακὸν, τὴν κατὰ Χριστοῦ δὲ δηλονότι μιαιφονίαν φημί.
παραιτεῖται τοιγαροῦν ὁ Πιλάτος ἐπ᾽ οὐδενὶ τῶν ἀτόπων ἁλόντος ἢ ἐληλεγμένου καταδικάσαι Χριστοῦ, καὶ τὸν αἰτίας ἁπάσης ὡς ποῤῥωτάτω μὴ δὴ χρῆναι δίκας εἰσπράττεσθαι λέγει, ἀπῳδόν τε εἶναι παντελῶς καὶ τοῖς κατ᾽ αὐτὸν τοῦτο νόμοις εὖ μάλα διισχυρίζεται, τὴν κατὰ τοῦ θείου νόμου φρικωδεστάτην ἀπόνοιαν τῶν Ἰουδαίων ἐκδυσωπῶν. ᾤετο γὰρ δεῖν ἅτε δὴ καὶ τὸν τοῦ δικαίου τε καὶ ἴσου λόγον πρεσβεύειν ἐπαγγελλομένους ἀναπείσειν παραχρῆμα τῇ τοῦ δικαίου καὶ πρέποντος παραθέσει. διενθυμηθεὶς δὲ πάλιν κατά γε τὸ εἰκὸς, ὅτι τῆς τῶν Ἰουδαίων προπετείας οὐ μετρίως κατηγορήσειεν ἂν τὸ πάσης αἰτίας ἀπολελύσθαι τὸν προσηγμένον, ἵνα μὴ διὰ τοῦτο τυχὸν ἰταμώτερον ἐγκέοιντο, καὶ φιλονεικοῖεν ἀτόπως, ὁδὸν ὥσπερ τῷ πράγματι καὶ χρῶμά τι κάλλιστον ἐπινοεῖ, λέγων Ἔστι συνήθεια ὑμῖν ἵνα ἕνα δέσμιον ἀπολύσω ὑμῖν ἐν τῷ πάσχα, βούλεσθε οὖν ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; βασιλέα δὲ τῶν Ἰουδαίων ὀνομάζων τὸν Ἰησοῦν, χαριεντίζεταί τε ὁμοῦ καὶ ὑποχαλᾷ τῷ γελοίῳ τὴν τῶν λελυττηκότων ὀργὴν, ἐν ταὐτῷ τε δεικνύει καὶ μάλα σαφῶς, ὡς ἐπ᾽ αὐτῷ δὴ τούτῳ κατηγορεῖται μάτην· μὴ γὰρ ἂν ἀφέσεως ἀξιῶσαί ποτε τὸν ἐπὶ τυραννίδι καὶ νεωτερισμῷ τῷ κατὰ Ῥωμαίων κατεγνωσμένον, τὸν Ῥωμαίων στρατηγόν. δι᾽ ὧν οὖν ἀνεῖναι προτρέπει, μεμαρτύρηκεν αὐτῷ τὸ παντελῶς ἀνυπαίτιον.
Ταυτὶ μὲν οὖν οἶμαι τὸν τῶν προκειμένων δηλῶσαι σκοπόν· διασκεπτομένῳ δέ μοι καὶ σκοποῦντι κατ᾽ ἐμαυτὸν, πόθεν ἄρα τοῖς Ἰουδαίοις ἐν ἔθει γέγονεν ἐξαιτεῖν ἑνὸς ἄφεσιν, ἢ λῃστοῦ τυχὸν ἢ φονευτοῦ, λογισμὸς μὲν ἐπῆλθεν, ὡς οὐκέτι μὲν πάντα κατὰ τὸν θεῖον αὐτοῖς ἐπράττετο νόμον, ἔθεσι δὲ μᾶλλον ἰδίοις ἀποκεχρῆσθαι δοκοῦν, πρὸς ἐξίτηλον ἐτράποντο πολιτείαν, καὶ οὐ σφόδρα συνᾴδουσαν τοῖς διὰ Μωυσέως τεθεσπισμένοις. ἀλλά μοι τὴν θείαν διερευνῶντι γραφὴν καὶ φιλοθηροῦντι πανταχόθεν τὴν τοῦ πράγματος αἰτίαν, παρέπιπτέ τι τῶν θείων λογίων, ὃ καὶ καλεῖ πως εἰς ὑποψίαν τὸν ἡμέτερον νοῦν, μὴ ἄρα τι πληροῦντες τῶν κατὰ τὸν νόμον καίτοι δυσάγωγοι λίαν ὄντες Ἰουδαῖοι τὴν τοῦ κακουργοῦντος ἐζήτουν ἄφεσιν.
γέγραπται τοίνυν ἐπὶ τέλει τοῦ βιβλίου τοῦ καλουμένου τῶν ἀριθμῶν ὁ περὶ τοῦ φονεύοντος νόμος ἀκουσίως ἤγουν ἑκουσίως· διωρισμένης δὲ τῆς δίκης ἐναργῶς τῆς ἐπὶ τῷ κατὰ βούλησιν φονευτῇ, μέτεισιν εὐθὺς ὁ λόγος εἰς τὸν περὶ τοῦ φονεύοντος ἀκουσίως, εἶτα καὶ οὕτω φησὶ μεθ᾽ ἕτερα “Ἐὰν δὲ ἐξάπινα οὐ δι᾽ ἔχθραν ὡς ”αὐτὸν ᾖ, ἐπιῤῥίψῃ δὲ ἐπ᾽ αὐτὸν πᾶν σκεῦος οὐκ ἐξ ἐνέδρου, “ἢ ἐν παντὶ λίθῳ ἐν ᾧ ἀποθανεῖται ἐν αὐτῷ οὐκ εἰδὼς, καὶ ”πέσῃ ἐπ᾽ αὐτὸν, καὶ ἀποθάνῃ, αὐτὸς δὲ οὐκ ἐχθρὸς αὐτοῦ “ἦν οὐδὲ ζητῶν κακοποιῆσαι αὐτὸν, καὶ κρινεῖ ἡ συναγωγὴ ”ἀνὰ μέσον τοῦ πατάξαντος καὶ ἀνὰ μέσον τοῦ ἀγχιστεύ- “οντος τὸ αἷμα κατὰ τὰ κρίματα ταῦτα, καὶ ἐξελεῖται ἡ ”συναγωγὴ τὸν φονεύσαντα ἀπὸ τοῦ ἀγχιστεύοντος τὸ “αἷμα, καὶ ἀποκαταστήσουσιν αὐτὸν ἡ συναγωγὴ εἰς τὴν ”πόλιν τοῦ φυγαδευτηρίου οὗ ἔφυγε.” τοιαύτης οὖν ἄρα γεγραμμένης ἐντολῆς, εἶτά τινων ὡς εἰκὸς τοῖς τοιούτοις περιπιπτόντων πταίσμασιν, ἵνα πως δοκοῖεν τῶν τῇδε τεθεσπισμένων οὐ παντελῶς ἀλογεῖν, κατὰ πληθὺν συνιόντες Ἰουδαῖοι, τῶν τοιούτων ἐξῄτουν ἕνα. ἔργον γὰρ ὅλης τοῦτο τῆς Συναγωγῆς ὁ νόμος γενέσθαι προσέταττεν. ἀπολύειν γεμὴν ἐξὸν αὐτοῖς, κατά γε τὸ δοκοῦν τῷ νόμῳ, τοῦτο δρᾶν αἰτοῦσι Πιλάτον. καταδεξάμενοι γὰρ ἅπαξ τὴν Ῥωμαίων ἀρχὴν, τὰ πλεῖστα λοιπὸν τῶν καθ᾽ ἑαυτοὺς τοῖς ἐκείνων παρεχώρουν νόμοις.
καὶ γοῦν φονεύειν ἐξὸν τὸν ἐπί τισι τῶν ἀτόπων κατεγνωσμένον, ὡς ἕνα τῶν τοιούτων Πιλάτῳ προσῆγον τὸν Ἰησοῦν, λέγοντες “Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι ”οὐδένα.” εἰ γὰρ καὶ ἐπλάττοντο τυχὸν τὸν ἐπὶ τῷ ἁγνισμῷ τοῦ πάσχα καθαρισμὸν, ἀλλ᾽ οὖν ἐν τούτῳ δὴ μάλιστα κολακεύουσιν, ὡς τοῖς Ῥωμαίων ἐπιτρέποντες νόμοις καὶ ἅπερ αὐτοῖς ἄνωθεν τὸ θεῖον ἐδίδου πρόσταγμα. <Ἐκραύγασαν οὖν πάλιν λέγοντες Μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν· ἦν δὲ ὁ Βαραββᾶς λῃστής.> Ἐξελέγχονται πάλιν κἂν τούτῳ δὴ σφόδρα παρανομήσαντες Ἰουδαῖοι, καὶ ταῖς οἰκείαις μᾶλλον εἴκοντες ἡδοναῖς, ἤγουν τιμῶντες τὰ πάλαι τεθεσπισμένα· τοῦ γὰρ νόμου τοῦ διὰ Μωυσέως, τὸν ἀκουσίως ἁλόντα φονευτὴν ἀνεῖσθαι κελεύοντος, οὐχ ἕνα τῶν τοιούτων· πόθεν; περιβόητον δὲ μᾶλλον ἐξαιτοῦσι λῃστήν. ὅτι δὲ ἀπηνής τε καὶ ἄγριος ὁ μνημονευθεὶς καὶ τῶν τῆς μιαιφονίας ἐγκλημάτων οὐκ ἀμοιρήσας ὁρᾶται, σαφηνιεῖ δὴ λέγων ὁ θεσπέσιος Πέτρος πρὸς τοὺς τῶν Ἰουδαίων λαούς “Ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ”ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν.”
τὸν γὰρ διὰ τοῦτο τῆς ἰσότητος τῆς πρὸς Θεὸν καὶ Πατέρα καταφρονήσαντα καὶ τὴν ἡμετέραν πτωχείαν μετημφιεσμένον, ἵν᾽ ἡμᾶς ἐξέληται τοῦ κατὰ ἀλήθειαν φονευτοῦ, τουτέστι, τοῦ σατανᾶ, τῆς εἰς ἕνα λῃστὴν ἀγάπης ὀπίσω τάττουσιν, οἱ τῇ κατὰ νόμον ἱερωσύνῃ λελαμπρυσμένοι καὶ ὑψηλὴν ἐπὶ τούτοις ἀνατείνοντες τὴν ὀφρὺν, παρελάσαντες δὲ καὶ ὡς οὐδὲν ὅλως παρωσάμενοι τό “Κρῖμα δίκαιον κρί- ”νετε,” δικαιοῦσι τὸν φονευτὴν, Χριστὸν κατακρίνοντες, παμψηφεὶ δὲ λέγουσι Μὴ τοῦτον ἀλλὰ τὸν Βαραββᾶν. Ἰουδαῖοι μὲν οὖν τῆς ἐπὶ τούτῳ δυσσεβείας ἀποτίσουσι δίκας· θαυμάσαι γεμὴν ἀναγκαῖον τὴν θεόπνευστον γραφὴν ὡς ἐκ προσώπου Χριστοῦ καὶ τῆς οὕτως ἀπεγνωσμένης ἐπιγνωσθεῖσαν καταβοῆς· λέγει γὰρ οὕτως ὁ προφήτης Ἱερεμίας “Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν ”μου, ἔδωκα τὴν ἠγαπημένην μου ψυχὴν εἰς χεῖρας ἐχθρῶν “αὐτῆς· ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ”ἔδωκεν ἐπ᾽ ἐμὲ τὴν φωνὴν αὐτῆς.” τί γὰρ ὁ λέων ἐν δρυμοῖς ἐργάζεται, καλὸν ὡς ἔοικεν εἰπεῖν.
φασὶ τοιγαροῦν, ὡς ὅταν τι τῶν ἐν ταῖς ὕλαις κτηνῶν ἀγρεῦσαι βούληται τὸ μέγα τουτὶ καὶ φρικωδέστατον θηρίον, ἐπί τινα πρῶνα τῶν ἐν τοῖς ὄρεσιν ἀρθεὶς, βρυχᾶταί τι μέγα καὶ ἐξαίσιον, καὶ τοσαύτην ἐνεργάζεται τοῖς ἀκροωμένοις τὴν πτοίαν, ὡς οὐκ ἐνεγκόντας τῆς ἀπειλῆς τὸ δυσαχθὲς ἀποκτύπημα, παραχρῆμα πεσεῖν, κἂν ἄνθρωπος εἴη κἂν ζῷον ἕτερον, καὶ φωνῆς ἔργον τῷ θηρὶ γίγνεται τὸ πεσόν. πιστοῦται δέ πως τὸν ἐπὶ τούτῳ λόγον καὶ διὰ τοῦ προφήτου Θεὸς οὕτως εἰπών “Λέων ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται;” γέγονε τοίνυν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, καθάπερ λέων ἐν δρυμῷ τῷ Σωτῆρι Χριστῷ, κατά γε τὸ ἐγχείρημα τῆς ἐπ᾽ αὐτῷ γλωσσαλγίας· πτοίας γὰρ ὅλως ἢ δείματος ἡ θεία φύσις οὐκ ἀνέχεται.
καταβοήσασα γὰρ ἀπέκτεινεν αὐτὸν, καίτοι Πιλάτου προτείνοντος ἑλέσθαι τὴν ἄφεσιν, ἵνα καὶ τῶν διὰ νόμου πεπαιδευμένων ἀμείνους εὑρίσκωνται διὰ πραγμάτων αὐτῶν καὶ οἱ τὸν θεῖον οὔπω μαθόντες νόμον. <Τότε οὖν ἔλαβεν ὁ Πιλάτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσε, καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτὸν, καὶ ἤρχοντο πρὸς αὐτὸν καὶ ἔλεγον Χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα.> Μαστιγοῖ μὲν ἀδίκως, καὶ τὸν τῶν στρατιωτῶν ἐφίησιν ἐσμὸν ἐμπαίζειν αὐτῷ, στεφάνῳ τε τῷ ἐξ ἀκανθῶν περιβαλεῖν, καὶ ἁλουργὲς ἱμάτιον ἐπιῤῥίπτειν, καταικίζεσθαί τε ῥαπίσμασι καὶ ταῖς ἄλλαις ἀτιμίαις. ᾤετο γὰρ δή πως ἐκδυσωπήσειν ἡρέμα τοὺς τῶν Ἰουδαίων λαοὺς, εἰ καὶ μόνην θεάσοιντο καὶ ταύτην ἐκ περιττοῦ παθόντα τὴν κόλασιν τὸν ἁπάσης ἔξω κείμενον αἰτίας. ἐμαστίχθη μὲν ἀδίκως, ἵνα δικαίας ἡμᾶς ἀπολύσῃ πληγῆς, ἐνεπαίχθη καὶ ἐῤῥαπίσθη, ἵν᾽ ἡμεῖς ἐμπαίξωμεν τῷ ἐμπαίξαντι σατανᾷ, καὶ τὴν ἐκ τῆς παραβάσεως προστετριμμένην ἡμῖν διαφύγωμεν ἁμαρτίαν. οἰησόμεθα γὰρ φρονοῦντες ὀρθῶς, πάντα δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τὰ Χριστοῦ γενέσθαι παθήματα, λυτικήν τε καὶ ἀποτρεπτικὴν ἔχοντα δύναμιν τῶν ἡμῖν συμβεβηκότων εὐλόγως διὰ τὴν ἀπόστασιν τὴν ἀπὸ Θεοῦ.
ὥσπερ γὰρ ἤρκεσεν εἰς τὸ καταργῆσαι τὸν ἁπάντων θάνατον, τὸ ὑπὲρ τῆς ἡμετέρας ζωῆς τὴν ἰδίαν προέσθαι σάρκα τὸν οὐκ εἰδότα θάνατον· εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν· οὕτω συνιέναι δίκαιον, ὡς ἐξαρκέσαι πάλιν εἰς τὸ ἀπολῦσαι πάντας καὶ μαστίγων καὶ ἀτιμίας τὸ ταῦτα παθεῖν ὑπὲρ ἡμῶν τὸν Κύριον. ἐπεὶ κατὰ τίνα τρόπον “τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν,” κατὰ τὸ γεγραμμένον; πάντες μὲν γὰρ ἐπλανήθημεν, ἕκαστος “τῇ ”ὁδῷ αὐτοῦ,” καθά φησιν ὁ μακάριος προφήτης Ἡσαΐας, “καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ”περὶ ἡμῶν ὀδυνᾶται.” μεμαλάκισται γὰρ διὰ τὰ παραπτώματα ἡμῶν· καὶ τὰ μὲν ἴδια νῶτα δέδωκεν “εἰς μάστιγας, ”τὰς δὲ σιαγόνας αὐτοῦ εἰς ῥαπίσματα,” καθὰ καὶ αὐτός που φησίν. οἱ μὲν οὖν στρατιῶται καθάπερ τινὰ τῶν ψευδοτυράννων ἑλόντες τὸν Ἰησοῦν ἐμπαίζουσι στρατιωτικῶς. διὰ γάρ τοι τοῦτο στέφανος μὲν ὁ ἐξ ἀκανθῶν ἐπενήνεκται, τὸ ἐπ᾽ ἄκροις ἠρτημένον μετώποις, τῆς ἐπιγείου βασιλείας σύνθημα δηλῶν. τὸ δὲ πορφυροῦν ἱμάτιον, τῆς ἁλουργίδος εἰκὼν ὥσπερ τις καὶ τύπος, ἀλλὰ καὶ ἡ τοῦ γέλωτος αἰτία προστέθειται· προσῄεσαν γὰρ λέγοντες, φησί Χαῖρε ὁ Βασιλεὺς τῶν Ἰουδαίων.
Ἐπυθόμην δὲ τινῶν, μᾶλλον δὲ λίαν ἀρέσκει τισὶ, στέφανον μὲν τὸν ἐξ ἀκανθῶν τὴν τῶν εἰδωλολατρούντων ἔτι κατασημαίνειν πληθὺν, ἀναληφθησομένην ὥσπερ εἰς διάδημα τῷ Χριστῷ διὰ πίστεως τῆς εἰς αὐτὸν, οἳ καὶ ἀκάνθαις ἀγόνοις τε καὶ ἀχρήστοις τὰ ἔθνη παρεικάζουσι διὰ τὸ καρπὸν εὐσεβείας ἔχειν οὐδένα, πεφυκέναι δὲ μᾶλλον ἐπιτηδείαν εἰς πυρὸς τοῦ παμφάγου τροφὴν, καθάπερ ἀμέλει καὶ τὸν ἐν ἀγροῖς συρφετὸν, ἤτοι τὴν ἀγρίαν καὶ γεωργίας τινὸς δίχα φυομένην ἄκανθαν· τὸ δὲ ἀλουργὲς ἄμφιον, ἤτοι τὸ ἱμάτιον τὸ πορφυροῦν, τὴν ἐσομένην κατὰ παντὸς τοῦ κόσμου βασιλείαν φάσκουσι δηλοῦν. παραδεκτὸν δὲ ἅπαν ὃ μὴ τοῦ εὐθέος ἐκπίπτει λόγου, μήτε μὴν ὡς ἀνόνητον ἔσται πεπιστευμένον. οὐκ ἀπόβλητος τοίνυν τῆς θεωρίας ὁ τρόπος, ἀστειοτάτην ἔχων τὴν ἐπιτήρησιν. <Καὶ ἐξῆλθε πάλιν ἔξω ὁ Πιλάτος, καὶ λέγει αὐτοῖς Ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ.> Ὁμολογεῖ μὲν τὸ πταῖσμα, καὶ οὐκ αἰσχύνεται. μαστιγῶσαι γὰρ ἔφη διακενῆς, ἐπιδείξειν δὲ καὶ αὐτοῖς ἐπαγγέλλεται, κατακορέσειν ὥσπερ αὐτῶν τὴν ἀτίθασον ὀργὴν διὰ τῆς οὕτως ἐλεεινῆς ὑποτοπήσας θέας· μόνον δὲ οὐχὶ καὶ καταιτιᾶται λοιπὸν, ὡς φονῶντας ἀδίκως, καὶ τοῦτο ἐκ παῤῥησίας, καὶ ἀναφανδὸν παρανομεῖν ἀναγκάζοντας, τὸν ᾧπέρ ἐστι τῶν ἰδίων νόμων οὐκ ἀζήμιος ἡ παράβασις.
πληροῦται γεμὴν ἐπὶ Χριστῷ, καὶ ἀληθὲς ὑπάρχον ὁρᾶται τὸ εἰρημένον, ὅτι “ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ ”εὑρήσει οὐδέν.” ἄθρει γὰρ ὅπως ἄνω καὶ κάτω πάντα διακυκήσας ὁ σατανᾶς, οὐδὲν ὅλως ἀνευρίσκει τῶν ἐκβεβλημένων παρὰ Θεοῦ καὶ εἰς δύναμιν ἁμαρτίας κατατεταγμένων, ὅπερ ἂν ἴσως, εἰ ἐπενήνεκτο τῷ Σωτῆρι Χριστῷ, κατακρίνεσθαί τε δικαίως ἐποίει καὶ ταῖς παρ᾽ αὐτοῦ κατηγορίαις ἔνοχον. ὅνπερ οὖν τρόπον ἐν Ἀδὰμ ὅλην ἐν ἑνὶ τὴν ἀνθρώπου νενίκηκε φύσιν, κατάφορον ἁμαρτίαις ἀποδείξας αὐτὴν, οὕτω κἀνθάδε νενίκηται παρ᾽ αὐτῆς. ἄνθρωπος γὰρ ἦν εἰ καὶ φύσει Θεὸς ὁ μὴ ἐσχηκὼς ἁμαρτίαν, καὶ ὥσπερ ἡ ἐκ τοῦ παραβῆναι κατάκρισις δι᾽ ἑνὸς εἰς πάντας τοῦ πρώτου τετέλεσται, κατὰ τὸν ἴσον δὴ τρόπον ἡ ἐκ τοῦ δικαιωθῆναι Χριστὸν εὐλογία δι᾽ ἑνὸς τοῦ δευτέρου πρὸς πάντας ἐκτείνεται. καὶ τούτου μάρτυς ὁ Παῦλος λέγων “Ὥσπερ γὰρ δι᾽ ”ἑνὸς εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτω δι᾽ ἑνὸς “εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς.” οὐκοῦν νενοσήκαμεν διὰ μὲν Ἀδὰμ τοῦ πρώτου τὴν παρακοὴν καὶ τὴν ἐκείνης ἀρὰν, πεπλουτήκαμεν δὲ διά γε τοῦ δευτέρου τὴν ὑπακοὴν καὶ τὴν ἐξ αὐτῆς εὐλογίαν. ὁ γὰρ τοῦ νόμου Κύριος ὡς Θεὸς, γέγονε μεθ᾽ ἡμῶν νομοφύλαξ ὡς ἄνθρωπος.
καὶ γοῦν εὑρήσομεν λέγοντα πρὸς ἡμᾶς “Ὁ ἀγαπῶν ”με τὰς ἐντολάς μου τηρήσει, καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ “Πατρός μου τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.” βλέπε γὰρ ὅπως ἐντέταλται μὲν ἡμῖν ὡς νομοθέτης καὶ Θεὸς τὰς αὐτοῦ τηρεῖν ἐντολὰς, ὡς δὲ μεθ᾽ ἡμῶν νομοφύλαξ τηρῆσαι διισχυρίζεται καὶ αὐτὸς τὴν τοῦ ἰδίου Πατρός. <Ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον, καὶ λέγει αὐτοῖς Ἰδοὺ ὁ ἄνθρωπος. ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν λέγοντες Σταύρωσον σταύρωσον.> Ἐπέδειξε μὲν ἀνοσίως κατῃκισμένον, καὶ τοῖς τῶν στρατιωτῶν ἐμπαίγμασιν ἀφορήτως ἐξυβρισμένον τὸν ἁπάντων Κύριον, κατακορεσθήσεσθαί πως καὶ καταλήξειν ἤδη πιστεύσας τὸν ἄκρατον τῶν Ἰουδαίων θυμὸν καὶ ἀπὸ μόνης τῆς οὕτως οἰκτροτάτης τε καὶ ἀτιμοτάτης θέας. οἱ δὲ ἀφεστᾶσι τοσοῦτο τοῦ καὶ εἰπεῖν τι καὶ δρᾶσαι φιλάνθρωπον ἐπ᾽ αὐτῷ καὶ τῶν εἰς χρηστότητα τελούντων ἅψασθαι λογισμῶν, ὡς καὶ ὠμότητος θηριοπρεποῦς πεσόντας ἐπέκεινα πρὸς τὸ μεῖζον αἴρεσθαι τοῦ κακοῦ καὶ θερμοτέραν ποιεῖσθαι τὴν καταβοὴν ἀπηνεστάτῳ θανάτῳ καταδικάζοντας, καὶ τὰ πάντων αἴσχιστα παθεῖν ἀναγκάζοντας. ποῖον γὰρ οὕτω πικρὸν ἂν γένοιτο κολαστήριον, ὡς ὁ ἐπὶ ξύλου σταυρός; μόνοις δὲ, ὡς εἰκὸς, τὴν τῆς τοσαύτης δυσσεβείας ἀρχὴν προσῆψεν ὁ σοφώτατος Εὐαγγελιστὴς τοῖς Ἰουδαίων καθηγηταῖς.
ἄθρει γὰρ ὅπως μετὰ δριμείας ὥσπερ τῆς ἐπιτηρήσεως λέγει Ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπήρεται, ἐκραύγασαν λέγοντες Σταύρωσον σταύρωσον. τοῦ γὰρ ἀγελαίου πλήθους κἂν γοῦν μετρίως τοῖς κατὰ Χριστοῦ γεγονόσιν ἐπερυθριῶντος κακοῖς· διεμέμνηντο γὰρ ἴσως τῶν παρ᾽ αὐτοῦ παραδόξως τετελεσμένων· αὐτοὶ καὶ πρῶτοι τῆς καταῤῥήσεως ἄρχονται, καὶ εἰς ἐκτόπους ἀγριότητας τὸν τῶν ὑπὸ χεῖρα λαῶν ἀνακαίουσι θυμόν. ἀληθὲς οὖν ἄρα τὸ εἰρημένον παρὰ Θεοῦ περὶ αὐτῶν ἐν προφήταις “Ὅτι οἱ ποιμένες ἠφρονεύσαντο, καὶ ”τὸν Κύριον οὐκ ἐξεζήτησαν· διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα “ἡ νομὴ, καὶ διεσκορπίσθησαν.” καὶ ἀληθὴς ὁ λόγος. ἐπειδὴ γὰρ τῆς τῶν ἡγουμένων ποδηγίας οὐκ ἔτυχον εἰς τὸ ἐπιγνῶναι Χριστὸν οἱ νομῆς ἐν τάξει κείμενοι, τουτέστιν, ὁ ἀγελαῖος ὄχλος, διόλωλέ τε καὶ κατώλισθον εἰς ὀλέθριον ἀβουλίαν τὴν ἐπὶ Χριστῷ. ἀναμετρείτω γάρ τις εἰ βούλεται τὴν τῆς δυσσεβείας ἀρχὴν, καὶ ταῖς τῶν ἡγουμένων αὐτὴν ἀναθήσει κεφαλαῖς.
αὐτῶν γὰρ ἡ ἐν ἀρχαῖς ἀνοσιωτάτη γέγονε σκέψις, αὐτοὶ τὸν προδότην τοῖς ἱεροῖς ἐκπριάμενοι χρήμασι καταπωλῆσαι σφίσιν ἀνέπεισαν, αὐτοὶ τὴν σπεῖραν τοῖς ὑπηρέταις συζεύξαντες, καθάπερ τινὰ τῶν ἀτιμοτάτων λῃστῶν καταδεσμεῖν ἐκέλευον αὐτοὶ Πιλάτῳ προσήγαγον, καὶ νῦν μεμαστιγωμένον ὁρῶντες καὶ ταῖς παρὰ πάντων ἀτιμίαις μονουχὶ μεθύοντα προσεκτείνουσι τὴν ὀργὴν, καὶ τὰ ἐξ ἀμέτρου φθέγγονται φθόνου. σκοπὸς γὰρ αὐτοῖς τὸν τοῦ ἀμπελῶνος ἀποκτεῖναι δεσπότην· ᾤοντο γὰρ ἕξειν ἀκινδύνως τὴν κληρονομίαν αὐτοῦ, καὶ εἰ γένοιτο τυχὸν ἐκ μέσου Χριστὸς, αὐτοὶ καθηγήσεσθαι πάλιν καὶ ταῖς παρὰ πάντων τιμαῖς ἐντρυφᾶν. ἀλλ᾽ ὡς ὁ ψάλλων φησίν “Ὁ κατοικῶν ”ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτη- “ριεῖ αὐτούς.” οὐ γὰρ ἐκβέβηκέ τι τῶν κατὰ γνώμην αὐτοῖς, ἀλλ᾽ εἰς πᾶν τοὐναντίον ἐξ ἀντιστρόφου μεταβολῆς ἡ τῶν πραγμάτων μετακεχώρηκε φύσις. <Λέγει αὐτοῖς ὁ Πιλάτος Λάβετε ὑμεῖς αὐτὸν, καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.> Καταπλήττεται Πιλάτος εἰ ἄρα πως καὶ εἰς τοῦτο κατοιχήσεται τόλμης τῶν Ἰουδαίων ὁ δῆμος, καὶ ἡ τῶν ἀρχιερέων ἀπανθρωποτάτη πληθὺς, ὥστε καὶ τὸν οὕτω φρικτὸν ἐπιθεῖναι θάνατον μὴ παραιτεῖσθαι Χριστῷ, καίτοι τῆς εἰς τοῦτο καλούσης αὐτὸν αἰτίας οὐδαμόθεν ἐξηυρημένης.
διὰ γάρ τοι τοῦτό φησι, μονονουχὶ καὶ ὡς ὑβρισμένος ἀγανακτῶν Ἐμὲ ταυτησὶ τῆς ἀδίκου μιαιφονίας ἐποιήσασθε βραβευτήν; ἐγὼ παρὰ πάντας τοὺς Ῥωμαίων νόμους καὶ τῶν ἀνεγκλήτων ἔσομαι φονευτὴς, ταῖς δὲ ὑμετέραις ἀναπεπεισμένος φωναῖς τὸ ἐμαυτοῦ προήσομαι χρήσιμον, καὶ ταῖς παρ᾽ ὑμῶν αἰτήσεσι ῥιψοκινδύνως ὑπηρετῶν, οὐκ ἐν ἐλπίσιν ἔσομαι τοῦ παθεῖν τὰ δεινά; εἰ μὴ γὰρ οἴεσθε τῶν ἀνοσίων τι δρᾶν, εἰ μὴ χαλεπὸν εἶναι τὸ πρᾶγμα λογίζεσθε, ὑμεῖς αὐτοὶ, φησὶν, οἱ τοῖς θείοις ἐπαυχοῦντες μαθήμασιν, οἱ ἐπὶ νόμων εἰδήσει τὴν ὀφρὺν ἔχοντες ὑψηλὴν, πήξατε τὸν σταυρὸν, τολμήσατε τὸν φόνον, ἀνοσιουργήσατε δι᾽ ἑαυτῶν, αὐτοὶ τῆς ἑαυτῶν καταχέοντες κεφαλῆς τὰ ἐκ τῆς τοσαύτης δυσσεβείας ἐγκλήματα, Ἰουδαϊκὸν ἔστω τὸ θράσος, καὶ τὸ τῆς μιαιφονίας εἰς ὑμᾶς αὐτοὺς τετράφθω κακόν. εἰ νόμος ἐστὶ παρ᾽ ὑμῖν, ὁ ποιναῖς ταῖς οὕτω πανδείνοις ὑποτιθεὶς τὸν ἡμαρτηκότα μηδὲν, ὁ κολάζων τὸν ἀνυπαίτιον, πραττέσθω καὶ τοῦτο δι᾽ ὑμῶν, ἐγὼ τῆς ἐπὶ τούτῳ συμπνοίας οὐκ ἀνέξομαι. καὶ ταυτὶ μὲν ἂν οἴοιτό τις τυχὸν τὸν Πιλάτον εἰπεῖν· ὠδίνει γάρ πως ὁ παρ᾽ αὐτοῦ λόγος τῶν τοιούτων τὴν ἔμφασιν.
καταπλαγείη δ᾽ ἄν τις κἂν τούτῳ δὴ πάλιν τὴν τῶν Ἰουδαίων ἀναισχυντίαν, ἐπεὶ μηδὲ ἀνδρὸς ἀλλογενοῦς δικαιοκρισίας αἰσχύνονται, καίτοι τοῦ θείου νόμου περὶ αὐτῶν εἰρηκότος “Ὅτι χείλη ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ”ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ.” <Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι υἱὸν Θεοῦ ἑαυτὸν ἐποίησεν.> Ἐληλεγμένης ἑώλου τῆς παρ᾽ αὐτῶν ἐν ἀρχαῖς συντεθειμένης συκοφαντίας, καὶ νεωτερισμοῦ μὲν ἤγουν ἀντάρσεως τῆς κατὰ τοῦ Καίσαρος ἀρχῆς οὐδεμιᾶς ἀποδεδειγμένης· ἀπεσκευάζετο γὰρ τὰς ἐπὶ τούτοις αἰτίας ὁ Κύριος λέγων “Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ ”τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμὴ, οἱ ὑπηρέται οἱ “ἐμοὶ ἠγωνίζοντο ἂν ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις·” Πιλάτου τε πρὸς ταῦτα καθηκόντως τε καὶ ἀδεκάστως καὶ οὔπω πρὸς χάριν δικάζοντος, λέγοντός τε διαῤῥήδην μηδεμίαν ηὑρῆσθαι πρόφασιν ἐν αὐτῷ, παντελῶς πρὸς ἕτερόν τι μεταχωροῦσιν οἱ πάντολμοι· νόμον γὰρ ἔχειν διισχυρίζονται καταδικάζοντα τοῦ Σωτῆρος τὸν θάνατον. καὶ τίς ὁ νόμος;
ὁ τοῖς βλασφημοῦσιν ἐπαρτήσας, φησὶ, ζημίαν· γέγραπται γὰρ ἐν βιβλίῳ τῷ καλουμένῳ Λευϊτικῷ, ὅτι τινὲς τελοῦντες εἰς Ἰουδαίους ἐμαχέσαντο κατὰ τὸ γεγραμμένον ἐν τῇ παρεμβολῇ, ὧν ὁ ἕτερος τοῦ θείου φησὶν ὀνόματος ἐπιμνησθεὶς, ηὐλόγησεν, ἀντὶ τοῦ κατηράσατο καὶ δεδυσφήμηκεν, εἶτα τεθνάναι προστάττεται, καὶ τῆς ἀνοσίου γλώττης πικρὰς ἀποτῖσαι δίκας, Θεοῦ λέγοντος ἐναργῶς “Ἄνθρωπος ὃς ἂν ”καταράσηται Θεὸν ἁμαρτίαν λήψεται, ὀνομάζων δὲ τὸ “ὄνομα Κυρίου θανατούσθω· λίθοις λιθοβολησάτωσαν αὐ- ”τὸν πᾶσα συναγωγὴ Ἰσραήλ· ἐάν τε προσήλυτος ἐάν τε “αὐτόχθων, ἐν τῷ ὀνομάσαι αὐτὸν τὸ ὄνομα Κυρίου ”τελευτάτω.” Ἀλλ᾽ ἴσως τις πρὸς τοῦτο τυχὸν ἐνδοιάσας ἐρεῖ Τί ἄρα φησὶν ὁ νόμος, τί δέ μοι βούλεται διὰ τούτου δηλοῦν; τὸ μὲν γὰρ τεθνάναι, φησὶ, τὸν ταῖς εἰς Θεὸν δυσφημίαις ἔνοχον, οὐκ ἂν ἔξω φέροιτο τοῦ εἰκότος, πάθοι δ᾽ ἂν αὐτὸ καὶ σφόδρα δικαίως. ἀλλὰ τί δήποτε κἂν εἰς ἕνα τις τῶν ψευδωνύμων ἐξυβρίσῃ θεῶν, ἁμαρτίας οὐκ ἀμοιρεῖ; ἐὰν γάρ τις, φησὶ, καταράσηται Θεὸν, ἁμαρτίαν λήψεται. καὶ τί πρὸς τοῦτό φαμεν; ἀσφαλὴς ὁ νομοθέτης· τὸ γὰρ οἶμαι διαλοιδορεῖσθαι φιλεῖν καὶ τοῖς κατὰ φύσιν οὐκ οὖσι θεοῖς, μελέτη τις ὥσπερ ἐστὶ καὶ τρίβος πρὸς τὴν ἐπὶ τῷ κατὰ φύσιν Θεῷ γλωσσαλγίαν ἡμᾶς παροτρύνουσα. διὰ τοῦτο καὶ δι᾽ ἑτέρων αὐτὸ πάλιν ἀπείργει λέγων “Θεοὺς οὐ κακο- ”λογήσεις.”
ᾤετο γὰρ δεῖν τὸ τῆς θεότητος ὄνομα, καὶ εἰ ψευδὲς ἐνυπάρχοι τισὶ, ταῖς αὐτῷ πρεπούσαις καταγεραίρεσθαι δόξαις. καὶ οὐχὶ πάντως ἡμᾶς τοῖς πεπλανημένοις θεοῖς ἀπονέμειν τινὰ τιμὴν ὁ νόμος διεκελεύσατο, σεπτὸν δὲ ἡγεῖσθαι διδάσκει τὸ τῆς θεότητος ὄνομα καὶ εἰ κλέπτοιτο παρά τινων.
Νόμου τοιγαροῦν θανάτῳ τιμᾶσθαι προστάττοντος τὸν ὑποπίπτοντά πως τοῖς ἐκ δυσφημίας ἐγκλήμασιν, ὑποκεῖσθαι τῇ δίκῃ φασὶ τὸν Κύριον· υἱὸν γάρ φησι Θεοῦ ἑαυτὸν ἐποίησε. χρὴ δὲ ἡμᾶς διαμεμνῆσθαι πάλιν, ποῖ δὴ καὶ πῶς τὸ τοιοῦτο εἴρηται παρὰ Χριστοῦ. οὐκοῦν ἐπὶ τῇ κολυμβήθρᾳ ποτὲ τῇ ἐπίκλην προβατικῇ, τοῦ μακροῦ τε καὶ δυσαχθοῦς ἀῤῥωστήματος ἀπέλυσε τὸν παράλυτον ἐν ἡμέρᾳ σαββάτου. οἱ δὲ θαυμάσαι δέον τὸν οὕτω τερατουργὸν, ἐσκανδαλίζοντο πάλιν τὴν τοῦ νόμου λύσιν ἐπιφημίζοντες διὰ μόνον τὸ σάββατον. ἀλλὰ καὶ τότε Χριστὸς ἀπελογεῖτο λέγων “Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζο- ”μαι·” εἶτά φησιν ἐπὶ τούτοις ὁ Εὐαγγελιστής “Διὰ τοῦτο ”οὖν ἐδίωκον αὐτὸν Ἰουδαῖοι τὸν Ἰησοῦν, ὅτι οὐ μόνον ἔλυε “τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ”ἑαυτὸν ποιῶν τῷ Θεῷ.” ἐσκανδαλίζοντο τοιγαροῦν Ἰουδαῖοι, Πατέρα καλοῦντος ἴδιον Χριστοῦ τὸν ἁπάντων Κύριον, ὅτε πρὸς τοῦτο πραοτάτην ἐποιεῖτο τὴν πρὸς αὐτοὺς διάλεξιν οὕτω λέγων “Ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν Ἐγὼ ”εἶπα θεοί ἐστε, καὶ υἱοὶ ὑψίστου πάντες. εἰ δὲ ἐκείνους “εἶπε, φησὶ, θεοὺς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ ”οὐ δύναται λυθῆναι ἡ γραφή· ὃν ὁ Πατὴρ ἡγίασε καὶ “ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι βλασφημεῖς, ”ὅτι εἶπον Θεοῦ υἱός εἰμι;”
ἀλλ᾽ οὐδενὸς τῶν τοιούτων διαμεμνημένος τῶν Ἰουδαίων ὁ δῆμος, ἔγκλημα ποιοῦνται τῇ ἀληθείᾳ τὴν ἀλήθειαν, καὶ ἐπείπερ ὅπερ ἐστὶ κατὰ φύσιν εἴρηκεν ὁ Χριστὸς, διὰ ταύτην αὐτὸν τὴν αἰτίαν τεθνάναι πρέπειν διισχυρίζονται. ἀλλὰ γὰρ τῇ τοῦ προφήτου κεχρήσομαι διὰ τοῦτο φωνῇ “Πῶς ἐρεῖτε ὅτι σοφοί ἐσμεν ἡμεῖς, ”καὶ νόμος Κυρίου μεθ᾽ ἡμῶν ἐστιν;” ἢ γὰρ οὐκ ἔδει δι᾽ ἐρεύνης ἀκριβοῦς ἰέναι πρότερον, τίς καὶ πόθεν ἐστὶν ὁ Χριστός· καὶ εἰ μὲν ἥλω ψευσάμενος, εὐθύνειν δὴ τότε καὶ μάλα δικαίως, ἤγουν τ᾽ ἀληθῆ λέγοντα προσκυνεῖν; τί τοίνυν ἀφέντες τὴν ζήτησιν, καὶ τὴν ἐκ τῶν ἱερῶν γραμμάτων πληροφορίαν, ἐπὶ μόνην οἴχεσθε τὴν κατάῤῥησιν, καὶ κατηγορίας πρόφασιν ἐποιήσασθε τὴν ἀλήθειαν;
ἔδει Πιλάτῳ λέγοντας ὅτι υἱὸν Θεοῦ ἑαυτὸν ἐποίησεν, ἐγκαλεῖν αὐτῷ καὶ τὰ τῆς θεότητος ἔργα καὶ τὴν ἐπὶ τοῖς παραδόξοις καταιτιᾶσθαι μεγαλουργίαν· ἔδει μετ᾽ ἐκεῖνο βοᾶν, ὅτι τεθρήμερος μὲν ἀνεβίω νεκρὸς διὰ μιᾶς τοῦ Σωτῆρος φωνῆς παλινδρομήσας εἰς ζωήν· ἔδει παρενεγκεῖν τὸν μονογενῆ τῆς χήρας υἱὸν, καὶ τοῦ ἀρχισυναγώγου τὸ κόριον· ἔδει καὶ τῆς θεοπρεπεστάτης ἐκείνης διαμεμνῆσθαι φωνῆς, ἐπὶ μὲν τῷ τῆς χήρας υἱῷ “Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι,” ἐπὶ δὲ τῷ κορίῳ “Ἡ παῖς ἔγειραι·” ἐχρῆν ἐπὶ τούτοις διδάσκειν, ὅτι τυφλοῖς μὲν τὸ βλέπειν, λεπροῖς δὲ τὴν κάθαρσιν ἐχαρίσατο, καὶ πρὸς τούτοις, ὅτι μιᾷ κατεστόρεσεν ἀπειλῇ καὶ θαλάττης ἀγρίας κίνησιν καὶ πνευμάτων ῥαγδαίων καταφορὰν, καὶ εἴ τι πρὸς τούτοις εἴργασται Χριστός. ἀλλ᾽ ἐκεῖνα μὲν ἀχαρίστοις καταχωννύουσι σιωπαῖς, καὶ τὰ δι᾽ ὧν ἦν αὐτὸν ὁρᾶσθαι Θεὸν παρέντες δυστρόπως ἐπὶ μόνους βαδίζουσι παραλογισμούς· ἀνδρὶ δὲ ἀλλογενεῖ καὶ τὴν θείαν ὅλως οὐκ εἰδότι γραφὴν, ἄνθρωπον ὁρῶντι τὸν Ἰησοῦν, ἐπιβοῶσιν οἱ δείλαιοι Υἱὸν Θεοῦ ἑαυτὸν ἐποίησε, καίτοι τῆς θεοπνεύστου γραφῆς ἐν ἀνθρωπείῳ σχήματι τὸν τοῦ Θεοῦ Λόγον ἐπιφοιτήσειν ποτὲ τῷ κόσμῳ βοώσης· “Ἰδοὺ γὰρ, φησὶν, ἡ παρ- ”θένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ “ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον Μεθ᾽ ”ἡμῶν ὁ Θεός.”
τὸ δὲ ἐκ παρθένου τεχθὲν, τί ἂν ἕτερον εἴη λοιπὸν ἢ ἄνθρωπος καθ᾽ ἡμᾶς, ὅσον εἰς τὴν τοῦ σώματος ὄψιν τε καὶ φύσιν; ἦν γὰρ μετὰ τοῦ εἶναι ἄνθρωπος καὶ Θεὸς ἀληθῶς. <Ὅτε οὖν ἤκουσεν ὁ Πιλάτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν, καὶ λέγει τῷ Ἰησοῦ Πόθεν εἶ σύ; ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ.> Περιτρέπεται τοῖς Ἰουδαίοις τὸ κακούργημα πρὸς τὸ παρ᾽ ἐλπίδα. οἱ μὲν γὰρ εἰς ὕψος τὴν τοῦ ἐγκλήματος αἴρουσιν ἀφορμὴν, εἰς αὐτὸ διεπταῖσθαι λέγοντες τὸ θεῖον τὸ ἐγχείρημα τῷ Χριστῷ· ὁ δὲ τὴν τοῦ πράγματος ὑπεροχὴν, εὐλαβείας ποιεῖται προσθήκην, καὶ φορτικωτέραν δέχεται τὴν ἐκ τοῦ δείματος ἀπειλὴν, ἀκριβής τε γίνεται περὶ αὐτὸν ἢ πρότερον ἦν, καὶ φιλοπευστεῖ λεπτότερον, τίς δὴ ἄρα καὶ πόθεν ἐστὶν, οὐκ ἀπιστήσας, ὥς γε μοι φαίνεται, ὅτι καὶ ἄνθρωπος ὢν, υἱὸς εἶναι δύναται Θεοῦ. δέχεται γεμὴν τὴν ἐπὶ τούτῳ διάληψίν τε καὶ πίστιν, οὐκ ἐκ τῶν ἱερῶν γραμμάτων, ἀλλ᾽ ἐκ πλάνης Ἑλληνικῆς· ἡμιθέους γὰρ καὶ θεῶν καλοῦσι παῖδας οἱ παρ᾽ Ἕλλησι μῦθοι πολλούς. Ῥωμαῖοι δὲ πάλιν δεισιδαιμονέστερόν πως τὰ τοιαῦτα δρῶντες, ἀεὶ τὴν θείαν ἐπωνυμίαν τοῖς ἐπιφανεστέροις τῶν ἰδίων ἐχαρίζοντο βασιλέων· βωμοὺς δὲ ἱστάντες, καὶ τεμένη δειμάμενοι, πολλοὺς ἀνεστήλωσαν.
περιεργάζεται τοιγαροῦν ὁ Πιλάτος πικρότερόν τε καὶ ἀκριβέστερον ἤπερ ἐν ἀρχαῖς, τίς δὴ ἄρα καὶ πόθεν ἐστὶν ὁ Χριστός. ὁ δὲ, φησὶν, οὐκ ἀπεκρίθη αὐτῷ λόγον, τῶν ἰδίων, κατά γε τὸ εἰκὸς, ἐπιμνησθεὶς ῥημάτων. τί γὰρ ἔφη πρὸς αὐτόν; “Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει ”μου τῆς φωνῆς.” εἰδωλολάτρης δὲ ὢν ὁ Πιλάτος, πῶς ἂν ἐπήκουσε τῆς τοῦ Σωτῆρος φωνῆς, ἀλήθειάν τε καὶ τῆς ἀληθείας τέκνον ἑαυτὸν εἶναι φάσκοντος; ἢ πῶς ἂν ὅλως τὸ τῆς ἀληθείας ὄνομα παρεδέξατο καὶ τετίμηκεν, ὁ καὶ ἐν ἀρχαῖς αὐτὸ διαπτύσας καὶ εἰπὼν “Τί ἐστιν ἀλήθεια,” διὰ τὸ τοῖς ψευδωνύμοις ἔτι λατρεύειν θεοῖς καὶ τῷ τῆς ἀπάτης ἐγκεχῶσθαι σκότῳ; <Λέγει οὖν αὐτῷ ὁ Πιλάτος Ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε, καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε;> Ὠιήθη ὁ Πιλάτος ἀπονοίας ἔργον εἶναι τὴν σιωπήν. διὰ τοῦτο τὴν ἐκ τῆς ἀρχῆς ἐξουσίαν, καθάπερ τινὰ ῥάβδον ἐπανατείνεται, καὶ παρατρέψειν δύνασθαι καὶ οὐχ ἑκόντα τῷ φόβῳ νομίζει πρὸς ἀνόνητον ἀπολογίαν. ῥέψειν γὰρ ἀπαραποδίστως ἐφ᾽ ὅπερ ἂν βούλοιτό φησιν, εἴτ᾽ οὖν κολάζειν, εἴτε καὶ ἐλεεῖν ἕλοιτο τυχόν· παρωθοῦντος δὲ οὐδενὸς εἰς ἀβούλητον κρίσιν, ἐπ᾽ αὐτῷ δὴ κεῖσθαι καὶ μόνῳ τὴν ἐπὶ τῷ κατηγορουμένῳ ῥοπήν. καταιτιᾶται τοίνυν, ὡς ὑβρισμένος διὰ σιωπῆς οὐκ εὐκαίρου, καὶ ὅσον ἧκεν εἰς τοῦτο παρατεθηγμένος ἤδη πρὸς μανίαν τὴν κατ᾽ αὐτοῦ.
ἐνενόει γὰρ οὐδαμῶς τῆς σιωπῆς τὸ μυστήριον. ἐπαθρήσεις γεμὴν κἀν τούτῳ καλῶς πληρούμενον τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς προαγγελθέν “Ὡς πρόβατον γὰρ, φησὶν, ἐπὶ σφαγὴν ἤχθη, ”καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως “οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ, ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ ”κρίσις αὐτοῦ ἤρθη.” καὶ ταυτὶ μὲν ἡμῖν ὁ μακάριος Ἡσαΐας ἔφη· τὸ δὲ Χριστοῦ πρόσωπον ἀναλαβών φησί που πάλιν ὁ μελῳδὸς ἐν Πνεύματι “Ἐθέμην τῷ στόματί ”μου φυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον “μου. ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν.” νοήσεις δὲ τὸ ἐξ ἀγαθῶν, ἀντὶ τοῦ κακῶν. εὐφήμως γὰρ ἔθος τῇ θείᾳ γραφῇ τὰ τοιαῦτα λαλεῖν, ὅταν εἰς αὐτὸ τὸ θεῖον φέρηται πρόσωπον. <Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ᾽ ἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν. διὰ τοῦτο ὁ παραδιδούς με σοι μείζονα ἁμαρτίαν ἔχει.> Τίς μὲν ἢ πόθεν ἢ τίνος ἐξέφυ πατρὸς, ἐναργέστερον οὐ φησί.
μυστικὸν γὰρ οὕτως ἐπασωτεύεσθαι λόγον εἰς ἀλλογενοῦς ἀκοὰς οὐδὲ ἡμῖν αὐτοῖς ἐφίησι, λέγων “Μὴ δῶτε τὰ ”ἅγια τοῖς κυσὶ, μηδὲ βάλετε τοὺς μαργαρίτας ὑμῶν ἔμ- “προσθεν τῶν χοίρων·” προϊσχομένῳ γεμὴν τὴν ἐκ τῆς ἀρχῆς ἐξουσίαν, καὶ πρὸς πᾶν ὁτιοῦν περιτρέπειν δύνασθαι κατὰ τὸ αὐτῷ καὶ μόνῳ δοκοῦν τὴν ἐπ᾽ αὐτῷ κρίσιν ἀσυνέτως ὑπισχνουμένῳ, χρησιμώτατα λίαν ἀντεξάγει τὴν παρ᾽ ἑαυτοῦ δύναμίν τε καὶ ἐξουσίαν, διωκωλύει δὲ ὥσπερ εἰκαίῳ τε καὶ ἀσυνέτῳ φυσήματι καὶ κατ᾽ αὐτῆς τῆς θείας ἐξογκούμενον δόξης. καὶ γάρ τοι κατὰ ἀλήθειαν οὐ μετρίαν ἂν ἐνεποίησέ τισι τὴν ζημίαν, τὸ πρὸς ἀβουλήτους αἰκίας καθειλκύσθαι νομίζειν καὶ οὐχ ἑκόντα Χριστὸν, καὶ τῆς Ἰουδαίων ἡττῆσθαι πλεονεξίας, καίτοι κατὰ φύσιν ὄντα Θεὸν, καὶ τῶν ὅλων βασιλέα κεκηρυγμένον παρὰ τῆς ἁγίας καὶ θεοπνεύστου γραφῆς. ἔλυσε τοίνυν ἡμῖν τοῦ σκανδάλου τὴν ἀφορμὴν, καὶ τὴν ἐπὶ τούτῳ πλάνησιν πρόῤῥιζον ὥσπερ καταστρέφει λέγων Εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν. ἄνωθεν δὲ δεδόσθαι τὴν ἐξουσίαν τῷ Πιλάτῳ φησὶν, οὐχ ὡς ἀβούλητον ἐπιφέροντος τοῦ Θεοῦ καὶ Πατρὸς τῷ ἰδίῳ γεννήματι τὸ ἐπὶ τῷ σταυρῷ πάθος, ἀλλ᾽ ὡς αὐτοῦ μὲν τοῦ Μονογενοῦς ἐπιδόντος ἑαυτὸν τῷ παθεῖν ὑπὲρ ἡμῶν, ἀφέντος δὲ τοῦ Πατρὸς τὸ ἐπ᾽ αὐτῷ πληροῦσθαι μυστήριον.
δόσις μὲν οὖν ἄρα σαφῶς ἐν τούτοις ἡ παρὰ Πατρὸς συναίνεσίς τε καὶ συγχώρησις, καὶ αὐτὴ δὲ ἡ θέλησις τοῦ Υἱοῦ νοεῖταί τε καὶ λέγεται. ὅτι γὰρ οὐκ ἂν ἐβιάσατο τὴν τοῦ Σωτῆρος δύναμιν ἡ πληθὺς, ἀμφίβολον μὲν οὐδαμῶς· πλὴν εἰδέναι ῥᾴδιον, ἐξ ὧν πολλάκις ἐπιβουλεύσαντες, ὤνησαν μὲν οὐδὲν, ἐλεγχθέντες δὲ μόνον, ὡς ὑβρισταὶ κατεκρίθησαν. καὶ γοῦν ἠθέλησαν αὐτὸν πιάσαι, καθά φησιν ὁ Εὐαγγελιστὴς, ἀλλ᾽ ἐξελθὼν “διὰ μέσου αὐτῶν ἐπορεύετο, καὶ παρῆγεν οὕτως.” τὸ δέ Οὕτως φησὶν, ἀντὶ τοῦ, οὐχ ὑπεσταλμένως, οὐ περιδεὴς, οὐ τὸ τῶν διαδιδρασκόντων ἐπιτηδεύσας σχῆμα, ἀνειμένως δὲ μᾶλλον καὶ βαδίσματι τῷ κατὰ συνήθειαν καὶ θορύβου παντὸς ἐλευθέρῳ. θείᾳ γάρ τινι καὶ ἀποῤῥήτῳ δυνάμει κατακρύψας ἑαυτὸν, τοὺς τῶν φονώντων τότε διέλαθεν ὀφθαλμούς· οὐ γὰρ ἤθελέ πω παθεῖν, ἀλλ᾽ οὐδὲ ἐφεὶς τὸ δύνασθαι ταῖς τῶν διωκόντων ὀργαῖς ἀνεθέλητον ὥσπερ ἑλέσθαι τὸν κίνδυνον. νεύματι τοιγαροῦν ἰδίῳ, καὶ εὐδοκίᾳ Θεοῦ καὶ Πατρὸς δεδόσθαι φησὶ τῷ Πιλάτῳ τὴν ἐξουσίαν, τοῦ καὶ ὅλως δεδυνῆσθαί τι δρᾶν εἰς αὐτὸν, ὧν ἤδη τετόλμηκεν. ἀχείρωτος γὰρ παντελῶς καὶ οὐκ ἂν ἁλοίη παρά του τῶν ὄντων ἡ θεία τε καὶ ἀνωτάτω φύσις, ᾗ καὶ τὸ πάντων δύνασθαι κρατεῖν ἔνεστι φυσικῶς. μείζονα δὲ καταγράφει τὴν ἁμαρτίαν, δῆλον δὲ ὅτι τὴν εἰς ἑαυτὸν, τῷ Πιλάτῳ προσκεκομικότι, καὶ σφόδρα δικαίως.
ὁ μὲν γὰρ ἀρχή τις ὥσπερ καὶ θύρα τῆς εἰς αὐτὸν δυσσεβείας ἐγένετο· τολμημάτων δὲ ἀλλοτρίων ὁ δικαστὴς ὑπουργὸς, καὶ μεριστὴς τῆς Ἰουδαίων ἀνοσιότητος ἐξ ἀκαίρου δειλίας ἀνεδείκνυτο. τίς οὖν ὁ παραδοὺς, βλέπει δὲ εἰς τίνα τῶν ἐγκλημάτων ἡ πρωτουργία; οἶμαι μὲν ὅτι τὸν εὐωνότατον μαθητὴν, μᾶλλον δὲ προδότην ἤδη καὶ τῆς ἰδίας λυμεῶνα ψυχῆς, ἤγουν ἐπ᾽ ἐκείνῳ τῶν ἡγουμένων τὸν ὄχλον, καὶ αὐτὸν δὲ τῶν Ἰουδαίων τὸν δῆμον, ᾧ καὶ τῆς δυσσεβείας ἀναθεὶς τὸ πλέον, οὐκ ἔξω ταύτης παντελῶς τὴν τοῦ Πιλάτου τέθεικε κεφαλήν. <Ἐκ τούτου ὁ Πιλάτος ἐζήτει αὐτὸν ἀπολῦσαι· οἱ δὲ Ἰουδαῖοι ἔκραζον λέγοντες Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι.> Ἐπιτείνεται μὲν τῷ Πιλάτῳ τὸ δεῖμα, καὶ γοργοτέραν ἐνεργάζεται τὴν εὐλάβειαν, ὄκνον τε τὸν εἰς τὸ φονεύειν ἐμποιεῖ τὸ διὰ τῶν Ἰουδαίων ἀναφωνούμενον. ἐπεβόων γάρ “Ὅτι υἱὸν Θεοῦ ἑαυτὸν ἐποίησεν,” ὃν δὴ καὶ μάλιστα κινδύνου μὲν ἀνεῖναι παντὸς, συκοφαντίας δὲ ἁπάσης ἐλευθεροῦν προετεθύμητο, πτοίαν ἔχων εἰς νοῦν τὴν ἐπὶ τούτῳ δεινήν. ὃ δὴ συνέντες οἱ ἐξ Ἰσραὴλ, πρὸς τὴν ἐν ἀρχαῖς ὑπονοστοῦσι ψευδομυθίαν, δημαγωγῆσαι λέγοντες τὸν Ἰησοῦν, πλημμελῆσαί τε κατ᾽ αὐτῆς τῆς τοῦ Καίσαρος ἀρχῆς, καὶ τῆς Ῥωμαίων καταστρατεύσασθαι βασιλείας, ὅσον εἰς δύναμιν ἐγχειρήματος· βασιλέα γὰρ, φησὶν, ἑαυτὸν ἐποίησε.
καὶ ὅρα τὸ δυσμήχανόν τε καὶ δυσοργότατον τῶν συκοφαντεῖν ἑλομένων κίνημα. πρῶτον μὲν γὰρ, κατὰ τῆς τοῦ Καίσαρος ἀρχῆς δεδρᾶσθαι τὸ τόλμημα διετείνοντο παμψηφεὶ βοῶντες οἱ δείλαιοι. ἀλλ᾽ ὡς οὐ σφόδρα κατηγωνίζοντο, τὴν ἑαυτοῦ βασιλείαν οὐκ ἐπίγειον εἶναι φάσκοντος τοῦ Χριστοῦ, καίτοι τὰς Ῥωμαίων τιμὰς διεκδικοῦντι Πιλάτῳ τὴν εἰς αὐτὸ τὸ θεῖον ἁμαρτίαν εἰσήγαγον λέγοντες “Υἱὸν Θεοῦ ἑαυτὸν ἐποίησεν.” ᾤοντο γὰρ οἱ τάλανες ἀκονήσειν διὰ τούτου καὶ οὐχ ἑκόντα Πιλάτον εἰς ἀδιάκριτον ὀργὴν, εὐτολμότατον δὲ καταστήσειν εἰς τὸ καθορίσαι τοῦ Σωτῆρος τὸν θάνατον, τῆς εἰς Θεὸν εὐσεβείας πρόσχημα, τὴν εἰς τοῦτο κίνησιν ποιησάμενον· ἀλλ᾽ ὡς ἀνήνυτον αὐτοῖς τὸ κακουργηθὲν ἀπεδείκνυτο, πάλιν ἐπὶ τὸ ἐξ ἀρχῆς ἀναθέουσι θράσος, κατὰ τῆς τοῦ Καίσαρος ἀρχῆς τετολμῆσθαι λέγοντες τὰ ἐγχειρήματα, καὶ τῆς ἐκείνου καθοπλίζεσθαι δόξης τὸν δικαστὴν ἀνέδην ἐπιβοῶντες, εἰ μὴ βούλοιτο διεκδικεῖν καὶ τῇ πρεπούσῃ καθυποθεῖναι δίκῃ τὸν ἀντειρηκότα Καίσαρι κατ᾽ αὐτοὺς, διὰ τοῦ καὶ ὅλως ἀνέχεσθαι λαβεῖν τοῦ βασιλέως τὴν κλῆσιν, καίτοι τοῦ Καίσαρος οὐ τὴν ἐπουράνιον διεκδικοῦντος ἀρχὴν, ἧς δὴ καὶ μάλιστα Χριστὸς ἦν δεσπότης, ἀλλὰ τὴν κάτω καὶ ἐπίγειον, ἣ καὶ τῆς ἐξουσίας ἤρτητο τοῦ Χριστοῦ. δι᾽ αὐτοῦ γὰρ βασιλεῖς βασιλεύουσι, κατὰ τὸ γεγραμμένον, καὶ τύραννοι δι᾽ αὐτοῦ κρατοῦσι γῆς.
ἀθυρογλωττοῦσι τοιγαροῦν οἱ πάντων ἀνθρώπων ἀνοσιώτατοι, καὶ τὴν τοῦ Σωτῆρος διασύρουσι δόξαν ἐκ πολλῆς ἄγαν ἀφιλοθεΐας, οἷς καὶ δικαίως ὁ μακάριος προφήτης Ἡσαΐας ἐπιπλήττει λέγων “Ὑμεῖς δὲ ”προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης, “ἐν τίνι ἐνετρυφήσατε; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσ- ”σαν ὑμῶν, καὶ ἐπὶ τίνι ἠνοίξατε τὸ στόμα ὑμῶν; οὐχ “ὑμεῖς ἐστε τέκνα ἀπωλείας, σπέρμα ἄνομον;” οὐ γὰρ καθ᾽ ἑνὸς τῶν τυχόντων ἐποιοῦντο τὴν καταβοὴν, καὶ τὴν ἀπύλωτον ἁπλώσαντες γλῶσσαν, πᾶν εἶδος ἁπλῶς ἐπετήδευον συκοφαντίας, ἀλλὰ κατ᾽ αὐτοῦ τοῦ ἰδίου Δεσπότου καὶ τοῦ πάντων κρατοῦντος μετὰ τοῦ Πατρός. τοιγάρτοι δικαίως καὶ τέκνα ἀπωλείας καὶ ἄνομον σπέρμα κεχρηματίκασί τε καὶ γεγόνασιν ἀληθῶς. <Ὁ οὖν Πιλάτος ἀκούσας τὸν λόγον τοῦτον ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθά· ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα ἦν ὡσεὶ ἕκτη, καὶ λέγει τοῖς Ἰουδαίοις Ἴδε ὁ βασιλεὺς ὑμῶν.> Ὅλον ὥσπερ ἐπιγράφει ταῖς Ἰουδαίων μάλιστα κεφαλαῖς τῆς ἐπὶ Χριστῷ μιαιφονίας τὸ ἔγκλημα ταῦτα λέγων ὁ Εὐαγγελιστής.
νενικῆσθαι γὰρ μονονουχὶ καὶ οὐχ ἑκόντα Πιλάτον ταῖς παρ᾽ αὐτῶν ἐνστάσεσιν ἀναφανδὸν ἤδη φησὶ, καὶ τὸν μὲν τοῦ δικαίου παρώσασθαι λόγον, ὀλίγα δὲ σφόδρα τῆς ἀκολουθίας φροντίσαι· διά τε τοῦτο κατεσπάσθαι πρὸς τὸ τοῖς φονῶσι δοκοῦν, καίτοι πολλάκις αὐτοῖς προσλαλήσαντα καὶ διαῤῥήδην προσπεφωνηκότα, μηδενὸς τὸ παράπαν ὑπαίτιον ηὑρῆσθαι τὸν Ἰησοῦν, ὃ δὴ καὶ αὐτὸν ταῖς ἐσχάταις ὑποθήσει δίκαις. κατόπιν γὰρ τοῦ δοκοῦντός τισι τὴν τοῦ δικαίου πέμψας τιμὴν, καὶ τὸν ἐπ᾽ οὐδενὶ τῶν ἀτόπων ἐληλεγμένον ταῖς Ἰουδαίων μανίαις δωρούμενος, αὐτομάρτυς τῆς ἑαυτοῦ δυσσεβείας ἁλώσεται γεγονώς. ἄνεισι τοίνυν ἐπὶ τοῦ συνήθους βήματος, ὡς ἂν ἤδη φονικὴν ἐξοίσων κατὰ Χριστοῦ τὴν ψῆφον. ἐπισημαίνεται δὲ τήν τε ὥραν καὶ τὴν ἡμέραν ὁ θεσπέσιος Εὐαγγελιστὴς χρησίμως καὶ ἀναγκαίως, διά τε αὐτὴν τὴν ἀνάστασιν, καὶ τὸ παρὰ τοῖς ὑποχθονίοις τριήμερον, ἵνα φαίνηται πάλιν ἀληθεύων ὁ Κύριος τοῖς Ἰουδαίοις εἰπών “Ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ ”κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως “ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ”ἡμέρας καὶ τρεῖς νύκτας.” ἐπ᾽ αὐτοῦ δὲ τοῦ βήματος ἐπιδείξας τὸν Ἰησοῦν ὁ Ῥωμαίων στρατηγός Ἴδε φησὶν ὁ βασιλεὺς ὑμῶν. καὶ τί δὴ τοῦτο πάλιν ἐστίν;
ἢ γὰρ τοῖς ὄχλοις προσπαίζει λοιπὸν καὶ χαρίζεται μετὰ γέλωτος τὸ ἀθῷον αἷμα τοῖς ἀδίκως αὐτὸ διψήσασιν, ἢ τάχα πως καὶ ὀνειδίζει διασύρων εἰς ὠμότητα τὸν Ἰουδαῖον, ἅτε δὴ καὶ ἀνασχόμενον ὅλως τοσούτοις ἰδεῖν περιπεσόντα κακοῖς, ὃν αὐτοί φασι καὶ ὀνομάζουσιν ὅλως βασιλέα τοῦ Ἰσραήλ. <Ἐκραύγασαν οὖν ἐκεῖνοι Ἆρον ἆρον σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλάτος Τὸν βασιλέα ὑμῶν σταυρώσω;> Ἐπιβοῶσι μὲν οὐδὲν ἧττον τὰ ἐν ἀρχαῖς, οὐκ ἐξιστάμενοι τῆς μιαιφονίας, οὐ πρὸς ἡμερότητα μετατιθέμενοι διὰ τὰ ἐμπαίγματα, οὐ ταῖς ἐπενηνεγμέναις αἰκίαις αὐτῷ πρὸς ἠπιότητά πως μεταχωρήσαντες, πρὸς ἀπηνεστέραν δὲ μᾶλλον ἀποταυρούμενοι γνώμην, σταυροῦσθαι παρακαλοῦσι τὸν ἐγείραντα παρ᾽ αὐτοῖς τοὺς νεκροὺς, καὶ τοσούτων αὐτοῖς θαυμάτων ἀναδεδειγμένον ἐργάτην, ἐφ᾽ ᾧ δὴ καὶ λίαν λυπεῖται Πιλάτος, εἰ καὶ τὸν οὕτω λαμπρὰν ἐσχηκότα παρ᾽ αὐτοῖς τὴν ὑπόληψιν, ὡς Υἱόν τε Θεοῦ καὶ βασιλέα νομίζεσθαι, οὐ τεθνάναι δεῖν μόνον, ἀλλὰ καὶ ὠμῶς ἀποθνήσκειν ἐντόνως οὕτω φασί· σταυροῦ γὰρ τὸ χεῖρον οὐδέν. ἔλεγχον τοίνυν ὥσπερ τινὰ καὶ ὀνειδισμὸν ποιεῖται τὴν καταβοὴν ὁ δικάζων, εἰ σταυροῦσθαι βούλονται τὸν ὅλως ἐπὶ τούτοις τεθαυμασμένον, ἃ μεγάλην οὕτως ἔχει τὴν ὑπεροχὴν, ὡς ὑπερκεῖσθαι παντὸς ἐπιγείου πράγματος.
τί γὰρ ἴσον, τί δὲ οὐκ ἔλαττον Υἱοῦ τε Θεοῦ καὶ βασιλέως; <Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.> Ἀπελάκτισεν ἐν τούτοις ὁ ἠγαπημένος Ἰσραὴλ, καὶ τῆς πρὸς Θεὸν φιλίας ἀναφανδὸν ἐξάλλεται, καὶ κατὰ τὴν Μωυσέως φωνὴν ἐγκαταλέλοιπε Θεὸν τὸν γεννήσαντα αὐτὸν, “καὶ Κυρίου τοῦ βοηθοῦ αὐτοῦ οὐκ ἐμνήσθη.” ἄθρει γὰρ ὅπως “ὄψις πόρνης ἐγένετο” αὐτῷ κατὰ τὸ γεγραμμένον, “ἀπηναισχύντησε πρὸς πάντας,” ἀπείρηκε τὸ ἴδιον καύχημα, καὶ τὸν ἑαυτοῦ δεσπότην ἠρνήσατο. ἐπὶ τούτοις αὐτοῖς ᾐτιᾶτο διὰ φωνῆς Ἱερεμίου λέγων καὶ πάλαι Θεός “Ὅτι πορεύθητε εἰς νήσους Χεττιεὶμ, καὶ εἰς Κηδὰρ ”ἀποστείλατε, καὶ γνῶτε εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, “καὶ οὗτοι οὐκ εἰσὶ θεοί· ὁ δὲ λαός μου ἠλλάξατο τὴν ”δόξαν αὐτοῦ,” καὶ πάλιν “Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ ”καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος, ὅτι δύο καὶ “πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν ”ὕδατος ζωῆς, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους “οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν.” τῶν γὰρ ἑτέρων ἐθνῶν τῶν ἀνὰ πᾶσαν ὄντων τὴν οἰκουμένην τῆς ἰδίας πλάνης ἀπρὶξ ἐξημμένων, ἀραρότως τε ἀγαπώντων οὓς ἐνόμισαν εἶναι θεοὺς, καὶ οὐ λίαν εὐμετάφορον εἰς ἀπόστασιν ἐχόντων διάνοιαν, οὔτε μὴν εὐκόλως εἰς ἑτέρας μεθισταμένων λατρείας, ἀπεπήδησεν ὁ Ἰσραὴλ τῇ τοῦ Καίσαρος ἑαυτὸν προσνέμων ἀρχῇ, καὶ τὴν τοῦ Θεοῦ βασιλείαν ἀπεδύσατο.
τοιγάρτοι καὶ σφόδρα δικαίως ταῖς τοῦ Καίσαρος ἐδόθη χερσὶν, οὗ καὶ ἐν ἀρχαῖς τὴν ἐξουσίαν καταδεξάμενος, αὐτός τε διόλωλε κακῶς, ὑπέμεινέ τε τῆς χώρας τὴν ἐξανάστασιν καὶ τὰ ἐκ τοῦ πολέμου πάθη καὶ τὰς ἀνηκέστους ἐκείνας συμφοράς.
Ἐπιτήρει δὲ πάλιν ἐν τούτοις τοῦ συγγραφέως τὴν ἀκρίβειαν. οὐ γὰρ τὸν δῆμον ἔφη τῆς οὕτω δυσσεβεστάτης κατάρξαι φωνῆς, ἀλλὰ πάλιν αὐτοὺς τοὺς ἡγεῖσθαι λαχόντας. ἐκραύγασαν γὰρ, φησὶν, οἱ ἀρχιερεῖς, πανταχοῦ δεικνὺς, ὅτι τοῖς ἡγουμένοις κατακολουθοῦν τὸ ὑπήκοον ἠνέχθη κατὰ πετρῶν, καὶ εἰς τὸ τῆς ἀπωλείας κατώλισθε βάραθρον. εὐθύνονται τοίνυν οἱ ἀρχιερεῖς, ὡς οὐ μόνον τὰς ἰδίας ἀπολλύντες ψυχὰς, ἀλλὰ καὶ τοῖς ὑπὸ χεῖρα λαοῖς τῆς ὀλεθρίου μιαιφονίας αὐτοὶ γεγονότες ἡγεμόνες καὶ στρατηγοὶ καὶ παραίτιοι, καθάπερ ἀμέλει καὶ ὁ προφήτης αὐτοὺς κατῃτιᾶτο βοῶν “Ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ, καὶ ὡς δίκτυον ”ἐκτεταμένον ἐπὶ τὸ ἰταβύριον, ὃ οἱ ἀγρεύοντες τὴν θήραν “κατέπηξαν.” σκοπιὰν γὰρ ἐν τούτοις ἀποκαλεῖ τὴν τῶν ὑπὸ χεῖρα πληθὺν, τεταγμένην ὥσπερ τὴν τῶν ἡγουμένων κατασκέπτεσθαι πολιτείαν, διαπλάττειν δὲ οὕτω τὴν ἑαυτῶν. σκοποὶ γὰρ διὰ τοῦτο παρὰ τοῖς ἁγίοις κέκληνται γράμμασιν οἱ λαῶν προτεταγμένοι. παγὶς οὖν ἄρα καὶ δίκτυον τῇ σκοπιᾷ γεγόνασιν οἱ ἀρχιερεῖς αὐτοὶ καὶ τῆς ἀρνήσεως ἀρξάμενοι, καὶ τοὺς ἄλλους ἅπαντας συναναπείσαντες λέγειν Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.
τολμῶσι δὲ τοῦτο λέγειν οἱ δείλαιοι, καίτοι τοῦ Θεοῦ καὶ Πατρὸς διὰ φωνῆς τοῦ προφήτου τὴν τοῦ Σωτῆρος αὐτοῖς προκαταγγέλλοντος ἄφιξιν, οὕτω τε βοῶντος “Χαῖρε σφόδρα θύγατερ Σιὼν, ”κήρυττε θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχε- “ταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ”ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον.” οἱ δὲ καίτοι τῷ πώλῳ τῆς ὄνου τὸν Ἰησοῦν ἐποχούμενον ἀνενεγκόντες εἰς Ἱεροσόλυμα, πανδημί τε νηπίοις ὁμοῦ ταῖς ὑπὲρ ἄνθρωπον καταστέψαντες εὐφημίαις, ἔφασκον γάρ “Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνό- ”ματι Κυρίου,” καταβοῶσι νυνὶ, μόνην ἐπιγραφόμενοι τὴν Ῥωμαίων ἀρχὴν, καὶ τῆς ὑπὸ Θεῷ βασιλείας τὸν οἰκεῖον ὥσπερ ἀπολύοντες αὐχένα. τοῦτο γὰρ ἦν ἐναργῶς τὸ λέγειν Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.
ἀλλ᾽ εὑρήσομεν πάλιν καὶ τότε μὲν ἐπὶ τῷ Σωτῆρι Χριστῷ παρὰ τῶν λαῶν γεγενημένην τὴν εὐφημίαν, παρὰ δὲ τῆς τῶν ἀρχιερέων δυσβουλίας καὶ ταύτην ταῖς ἄλλαις προστετολμῆσθαί φαμεν τὴν καταβοήν. <Τότε οὖν παρέδωκεν αὐτοῖς αὐτὸν ἵνα σταυρωθῇ.> Ταῖς τῶν Ἰουδαίων ἀκράτοις ὀργαῖς ἀπονέμει λοιπὸν καὶ οὐχ ἑκὼν ὁ Πιλάτος τὴν εἰς πᾶν ὁτιοῦν καὶ τῶν ἔξω νόμων ἀποδρομὴν, καὶ τὴν τοῖς δικάζουσι πρέπουσαν ἐξουσίαν ἀφελὼν, ἀταμιεύτοις ἤδη φέρεσθαι τοῖς θυμοῖς ἀνεγκλήτως ἐφίησι, σταυροῦν ἐπιτρέψας τὸν ἐπ᾽ οὐδενὶ μὲν τῶν φαύλων ἁλόντα παντελῶς, ὅτι δὲ μόνον Υἱὸν ἑαυτὸν ἔφη Θεοῦ παραλόγως κρινόμενον.
Ἰουδαίοις μὲν οὖν τὸ πᾶν τοῦ τολμήματος ἐπιγράψαι τις ἂν, καὶ τὴν τῆς πρωτουργίας εἰκότως ἂν οἶμαι καὶ καλῶς ἀναθείη γραφήν· αὐτοὶ γὰρ γεγόνασι τῆς κατὰ Χριστοῦ δυσσεβείας ἀρχή· τὴν δέ γε Πιλάτου κεφαλὴν τῆς ἐκείνων ἀνοσιότητος οὐκ ἀμοιρῆσαί φαμεν, ἀλλ᾽ εἶναι τοῖς δράσασι συνυπαίτιον, ἐπείπερ ἐκρύεσθαί τε καὶ διασώζειν ἐξὸν τῆς τῶν φονώντων μανίας, οὐχ ὅπως ἐξείλετο μόνον, ἀλλὰ καὶ παρέδωκεν οὐχ ἁπλῶς, ἀλλ᾽ ἵνα σταυρώσειαν. <Παρέλαβον οὖν τὸν Ἰησοῦν, καὶ βαστάζων ἑαυτῷ τὸν σταυρὸν ἐξῆλθεν εἰς τὸ λεγόμενον κρανίου τόπον, ὃ λέγεται Ἑβραϊστὶ Γολγοθᾶ, ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ᾽ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν.> Ἀπάγουσι μὲν ὡς τεθνηξόμενον ἤδη τὸν τῆς ζωῆς ἀρχηγὸν, ἐπράττετο δὲ καὶ τοῦτο ὑπὲρ ἡμῶν, δυνάμει τῇ θείᾳ καὶ τέχνῃ τῇ ὑπὲρ νοῦν εἰς ἀδόκητόν τινα καὶ ἀντίστροφον θέσιν ἐκτελευτῶντος τοῦ πάθους· παγὶς γὰρ ὥσπερ τῷ τοῦ θανάτου κράτει, τὸ Χριστοῦ πάθος ἐσκευάζετο, καὶ ἀνανεώσεως ἀρχὴ τῆς εἰς ἀφθαρσίαν καὶ καινότητα ζωῆς ὁ τοῦ Κυρίου θάνατος ἦν. τὸ δὲ ἐφ᾽ ᾧπερ ἔμελλε σταυροῦσθαι ξύλον ἐπωμάδιον ἔχων πρόεισι λοιπὸν κατακεκριμένος ἤδη καὶ τὴν ἐφ᾽ αἵματι ψῆφον ἐπ᾽ οὐδενὶ παντελῶς ὑπομείνας κακῷ, καὶ τοῦτο δι᾽ ἡμᾶς. τὰς γὰρ τοῖς ἡμαρτηκόσιν ἐπηρτημένας εὐλόγως ἐκ τοῦ νόμου δίκας εἰς ἑαυτὸν ἐκομίζετο.
γέγονε γὰρ “ὑπὲρ ἡμῶν κατάρα,” κατὰ τὸ γεγραμμένον, “ἐπικατάρατος γάρ φησι, πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου.” ἐπάρατοι δὲ πάντες ἡμεῖς, τὸν θεῖον ἀποπληροῦν οὐκ ἀνεχόμενοι νόμον, “πολλὰ γὰρ πταίομεν ἅπαντες,” εὐολισθοτάτη τε πρὸς τοῦτο λίαν ἡ ἀνθρώπου φύσις. ἐπειδὴ δὲ πάλιν ὁ θεῖος ἔφη που νόμος “Ἐπικατάρατος ὃς οὐκ ἐμμένει πᾶσι τοῖς ”ἐγγεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου, τοῦ ποιῆσαι “αὐτά·” ἡμῶν ἄρα, καὶ οὐχ ἑτέρων ἡ ἀρά. οἷς γὰρ ἔγκλημα μὲν ἡ παράβασις, τὸ δὲ τοῦ διορισθέντος ἐξολισθεῖν εὐπετέστατον, αὐτοῖς ἂν εἴη καὶ τὸ εὐθύνεσθαι πρέπον. οὐκοῦν ἐπάρατος δι᾽ ἡμᾶς ὁ μὴ εἰδὼς ἁμαρτίαν, ἵν᾽ ἡμᾶς ἀπολύσῃ τῆς ἀρχαίας ἀρᾶς. ἐξήρκει γὰρ τοῦτο παθὼν ὑπὲρ πάντων ὁ ὑπὲρ πάντας Θεὸς, καὶ τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς τὴν ἁπάντων λύτρωσιν ἐξωνούμενος.
Ἐπικομίζεται τοίνυν, οὐ τὸν αὐτῷ πρέποντα σταυρὸν ὁ Χριστὸς, ἀλλὰ τὸν ἡμῖν ἐπηρτημένον τε καὶ χρεωστούμενον, ὅσον ἧκεν εἰπεῖν εἰς τὴν διὰ νόμου κατάκρισιν. ὥσπερ γὰρ γέγονεν ἐν νεκροῖς, οὐ δι᾽ ἑαυτὸν, ἀλλὰ δι᾽ ἡμᾶς, ἵν᾽ ἡμῖν ἀρχηγὸς τῆς εἰς αἰῶνα ζωῆς εὑρεθῇ, καταλύσας δι᾽ ἑαυτοῦ τοῦ θανάτου τὸ κράτος, οὕτω καὶ τὸν ἡμῖν πρέποντα σταυρὸν εἰς ἑαυτὸν ἀναλαμβάνει, τὴν ἐκ τοῦ νόμου κατάκρισιν ἐν ἑαυτῷ κατακρίνων, ἵνα πᾶσα λοιπὸν ἀνομία ἐμφράξῃ στόμα αὐτῆς, κατὰ τὸ ἐν ψαλμοῖς μελῳδούμενον, τοῦ μὴ ἔχοντος ἁμαρτίαν ὑπὲρ τῆς ἁπάντων ἁμαρτίας καταδεδικασμένου. ὀνήσει δὲ σφόδρα τὰς ἡμετέρας ψυχὰς τὸ ἐπὶ Χριστῷ τετελεσμένον, εἰς τύπον ἀνδρείας φημὶ δὴ τῆς κατ᾽ εὐσέβειαν. περιέσται γὰρ οἶμαι καθ᾽ ἕτερον ἡμῖν οὐδένα τρόπον τῆς τελειότητος ἐφικέσθαι τῶν ἀγαθῶν, καὶ τῆς πρὸς Θεὸν ὁλοτελοῦς ἑνώσεως, εἰ μὴ τῆς ἐπιγείου ζωῆς ἀμείνω τε ποιησαίμεθα τὴν εἰς αὐτὸν ἀγάπησιν, καὶ προκινδυνεῦσαι τῆς ἀληθείας ἐθέλοιμεν προθυμότατα, καλοῦντος ἡμᾶς εἰς τοῦτο καιροῦ. καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, πᾶς, φησὶν, “ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ”ὀπίσω μου οὐκ ἔστι μου ἄξιος·” τὸ δὲ λαβεῖν τὸν σταυρὸν, οὐδὲν οἶμαι σημαίνειν ἕτερον, ἢ τὸ ἀποτάξασθαι μὲν τῷ κόσμῳ διὰ Θεὸν, δευτέραν δὲ τῶν ἐν ἐλπίσιν ἀγαθῶν καὶ αὐτὴν ποιεῖσθαι τὴν μετὰ σώματος εἰ τύχοι ζωήν.
ἀλλ᾽ ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τὸν ἡμῖν πρέποντα διακομίζων σταυρὸν οὐκ ἐρυθριᾷ, καὶ τοῦτο παθὼν διὰ τὴν εἰς ἡμᾶς ἀγάπησιν· ἡμεῖς δὲ οἱ δείλαιοι, καίτοι μητέρα τὴν ὑπὸ πόδας ταυτηνὶ καὶ ἀναίσθητον ἔχοντες γῆν, καὶ ἐκ τοῦ μηδενὸς εἰς τὸ εἶναι κεκλημένοι, τῶν ὑπὲρ τῆς εὐσεβείας ἱδρώτων οὐδ᾽ ὅσον ἀποθίγειν ἀποτολμῶμεν ἔσθ᾽ ὅτε, ἀλλὰ καὶ εἴ τι γένοιτο παθεῖν διὰ τὴν εἰς Χριστὸν εὐσέβειαν, ἀφόρητον εὐθὺς ποιούμεθα τὴν αἰσχύνην, καὶ τὸν τῶν δι᾽ ἐναντίας ἤτοι τῶν εἰωθότων φιλοψογεῖν, ὡς ὀλέθριόν τι χρῆμα παραιτούμενοι γέλωτα, τῆς ὀλίγης ταυτησὶ καὶ προσκαίρου φιλοδοξίας κατόπιν ἐῶντες τὸ δοκοῦν τῷ Θεῷ, τὴν ἁπάντων, ὡς ἔπος εἰπεῖν, μητέρα τῶν κακῶν νοσοῦμεν ὑπεροψίαν, καὶ τοῖς ἐντεῦθεν ἐγκλήμασι περιπίπτομεν. ὑπὲρ γὰρ τὸν κύριον οἱ δοῦλοι, καὶ ὑπὲρ τὸν διδάσκαλον οἱ μαθηταὶ, φρονοῦμέν τε καὶ πράττομεν. ἀλλ᾽ ὢ τῆς οὕτω δεινῆς ἀσθενείας, παρὰ πόδας ἡμῖν οὐκ οἶδ᾽ ὅπως κειμένης, καὶ τῆς τοῦ πρέποντος θήρας ἀποσφαλλούσης τὸν νοῦν.
Ἰστέον δὲ ὅτι καὶ ὁ θεσπέσιος Πέτρος οὐ φορητὴν ἐποιήσατό ποτε τὴν πρόῤῥησιν, τὰ ἐπὶ τῷ σταυρῷ προαπαγγείλαντος πάθη τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ· ὁ μὲν γὰρ ἔφασκεν “Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ”ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν, καὶ σταυρώ- “σουσιν αὐτὸν, καὶ ἀποκτενοῦσιν·” ὁ δὲ τῆς οἰκονομίας οὔπω συνεὶς τὸ μυστήριον, ἅτε δὴ φιλόθεός τε καὶ φιλοδιδάσκαλος ὢν, ἐξ εὐλαβείας κεκινημένος, ἔφασκεν “Ἵλεώς σοι Κύριε, ”οὐ μὴ ἔσται σοι τοῦτο·” καὶ τί πρὸς ταῦτα Χριστός; “Ὕπαγε ὀπίσω μου σατανᾶ σκάνδαλόν μου εἶ, ὅτι οὐ φρο- ”νεῖς τὰ τοῦ Θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.” ἀλλ᾽ ἔστιν ἐντεῦθεν οὐ μετρίαν ἡμῖν συλλέξαι τὴν ὄνησιν· εἰσόμεθα γὰρ ὅτι καιροῦ καλοῦντος εἰς ἐπίδειξιν ἀνδρείας τῆς κατὰ Θεὸν, καὶ ἀγῶνας τοὺς ὑπὲρ ἀρετῆς εἰσβαίνοντας τληπαθεῖν ἀναγκαῖον, ἀλλὰ κἂν οἱ σφόδρα τιμῶντές τε καὶ ἀγαπῶντες ἀποκωλύωσί τι δρᾶν τῶν ὅσα τελεῖ πρὸς κατόρθωσιν ἀρετῆς, τὴν ἐν ἀνθρώποις τυχὸν ἀδοξίαν προτείνοντες, ἤγουν ἐννοήσαντές τι κοσμικὸν, προσεκτέον οὐδαμῶς. διαφέρουσι γὰρ κατ᾽ οὐδένα τρόπον τοῦ σατανᾶ, ᾧ τὸ σκάνδαλα τιθέναι φίλον, τετριμμένον τε καὶ σύνηθες, ἀπάταις τισὶ καὶ λόγοις ἔσθ᾽ ὅτε μαλακοῖς, τῆς τοῦ συμφέροντος θήρας ἐξέλκειν τὸν ἐκ φιλοθέου γνώμης εἰς τοῦτο παρωρμημένον.
καί μοι δοκεῖ τοιοῦτόν τι βούλεσθαι δηλοῦν ὅταν λέγῃ Χριστός “Ἐὰν ”οὖν ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζῃ σε, ἔξελε αὐτὸν “καὶ βάλε ἀπὸ σοῦ.” τὸ γὰρ ἀδικοῦν οὐκ οἰκεῖον ἔτι, κἂν τῷ τῆς ἀγάπης θεσμῷ πρὸς ἑνότητα σφίγγηται, κἂν ἡ φύσις αὐτῷ τὸ τῆς πρὸς ἡμᾶς οἰκειότητος χαρίζηται δίκαιον.
Λῃστῶν δὲ δυὰς συνεσταυρώθη Χριστῷ, τῆς τῶν Ἰουδαίων κακουργίας ἐπινοούσης καὶ τοῦτο. ἀτιμότατον γὰρ ὥσπερ καὶ αὐτὸν τοῦ Σωτῆρος ἐπιδεικνύντες τὸν θάνατον, συγκατακρίνουσι τοῖς ἀνόμοις τὸν δίκαιον. σημεῖον δ᾽ ἂν εἶεν οἱ τῷ Σωτῆρι παρηρτημένοι κατάκριτοι, τῶν ὅσον οὐδέπω συναφθήσεσθαι μελλόντων αὐτῷ δύο λαῶν, φημὶ δὴ τοῦ ἐξ Ἰσραὴλ καὶ τοῦ ἐξ ἐθνῶν. κατάκριτος δὲ διὰ τί τῶν τοιούτων ὁ τύπος; Ἰουδαίους μὲν γὰρ ὁ νόμος κατακρίτους ἐδείκνυεν, ἔνοχοι γὰρ ἦσαν ταῖς παραβάσεσιν, Ἕλληνας δὲ ἡ πλάνη· λελατρεύκασι γὰρ τῇ κτίσει παρὰ τὸν κτίσαντα.
Καὶ καθ᾽ ἕτερον δὲ τρόπον οἱ Χριστῷ κολλώμενοι καὶ συσταυροῦνται πάντως αὐτῷ· θάνατον γὰρ ὥσπερ τὸν ἐκ τῆς ἀρχαίας ἀναστροφῆς ὑπομένοντες πρὸς νέαν τινὰ καὶ εὐαγγελικὴν ἀναμορφοῦνται ζωήν. καὶ γοῦν ὁ Παῦλος ἔλεγεν “Οἱ δὲ τοῦ Ἰησοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν ”σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις,” καὶ πάλιν ὡς ἐν τοῖς καθ᾽ ἑαυτὸν περὶ πάντων “Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ”ἀπέθανον, ἵνα Θεῷ ζήσω, Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ “οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός·” ἐπιστέλλει δὲ καὶ πρός τινας “Εἰ οὖν ἀπεθάνετε ἐκ τοῦ κόσμου, τί ὡς ζῶντες ”ἐν τῷ κόσμῳ χρηματίζετε;” θάνατος γὰρ κοσμικῆς ἀναστροφῆς εἰς ἀρχὰς ἀναφέρει τῆς ἐν Χριστῷ πολιτείας καὶ ζωῆς. οὐκοῦν ἡ συσταύρωσις τῶν δύο λῃστῶν, σημαίνει πως ἡμῖν διὰ τοῦ συμβεβηκότος, τῶν δύο λαῶν τὴν παράστασιν, συντεθνηξομένων ὥσπερ τῷ Σωτῆρι Χριστῷ, κατά γε τὸ ἀποτάξασθαι κοσμικαῖς ἡδοναῖς, καὶ μηκέτι ζῆν ἑλέσθαι σαρκικῶς, συζησομένων δὲ μᾶλλον τῷ ἰδίῳ Δεσπότῃ, ὅσον ἧκεν εἰς τὸ αὐτῷ πολιτεύεσθαι, καὶ αὐτῷ τὴν ἰδίαν ἀναγράψαι ζωήν.
λυμαίνεται δὲ οὐδὲν τῇ τῆς εἰκόνος δυνάμει, τὸ κακούργους εἶναι τοὺς συγκεκρεμαμένους· “ἦμεν γὰρ τέκνα ”φύσει ὀργῆς” πρὸ τῆς εἰς Χριστὸν πίστεως, καὶ θανάτῳ πάντες ἔνοχοι, καθάπερ εἴπομεν ἐν ἀρχῇ. <Ἔγραψε δὲ καὶ τίτλον ὁ Πιλάτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον ΙΗΣΟΥΣ Ο ΝΑΖΩΡΑΙΟΣ Ο ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ.> Τοῦτο δὴ πάντως ἐστὶ τὸ καθ᾽ ἡμῶν χειρόγραφον, ὃ καὶ προσηλῶσαί φησιν ὁ θεσπέσιος Παῦλος τῷ ἰδίῳ σταυρῷ τὸν Κύριον, θριαμβεῦσαί τε ἐν αὐτῷ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ὡς νενικημένας δηλονότι καὶ τῆς ἰδίας ἀποπεσούσας ἀρχῆς. εἰ γὰρ καὶ οὐκ αὐτὸς τὸν τίτλον ἔπηξεν ὁ Σωτὴρ, ἀλλ᾽ ὁ τῆς Ἰουδαίων μανίας συνεργάτης καὶ ὑπουργὸς, ἀλλ᾽ οὖν τῷ ἐφεῖναι γενέσθαι καὶ τοῦτο ὡς αὐτουργὸς ἀναγέγραπται. τεθριάμβευκε δὲ τὰς ἀρχὰς ἐν αὐτῷ. προὔκειτο γὰρ τοῖς ἐθέλουσιν εἰς ἀνάγνωσιν, τὸν ὑπὲρ ἡμῶν παθόντα σημαῖνον, καὶ τὴν ἰδίαν διδόντα ψυχὴν τῆς ἁπάντων ζωῆς ἀντίλυτρον. πάντες μὲν γὰρ οἱ ὄντες ἐπὶ τῆς γῆς, ἐπείπερ ἀρκύων εἴσω τῶν τῆς ἁμαρτίας πεπτώκαμεν· “πάντες γὰρ ἐξέκλιναν, ”ἅμα ἠχρειώθησαν” κατά γε τὸ γεγραμμένον· ταῖς τοῦ διαβόλου κατηγορίαις γεγονότες ἔνοχοι, στυγνόν τε καὶ ἀμειδῆ διεζῶμεν βίον.
εἶχε δὲ καθ᾽ ἡμῶν χειρόγραφον, τὴν ἐκ τοῦ θείου νόμου τοῖς παραβαίνουσιν ἐπηρτημένην ἀρὰν, καὶ τὴν κατὰ τοῦ τῆς ἀρχαίας ἐκείνης παρολισθήσαντος ἐντολῆς ἐξενεχθεῖσαν ψῆφον, καθ᾽ ὁμοιότητα τὴν ἐκείνου, κατὰ παντὸς ἐρχομένην τοῦ γένους, ἅτε δὴ καὶ παρὰ πάντων παραλυομένου τοῦ δοκοῦντος Θεῷ. οὐ γὰρ δήπου λελύπηται μὲν ἐν Ἀδὰμ διαπταίσαντι Θεὸς, οὐκέτι δὲ ἦν τοιοῦτος ἐν τοῖς μετ᾽ ἐκεῖνον ἀτιμάζουσι τὸ τῷ κτίσαντι δοκοῦν, ἀλλ᾽ ὡς ἐφ᾽ ἑνὸς κατὰ πάντων ὁ τοῖς πλημμελοῦσιν ἐπηρτημένος ἐξετείνετο νόμος. ἦμεν οὖν ἐπάρατοι, καὶ τῇ θείᾳ ψήφῳ κατακεκριμένοι, διά τε τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ τὴν ἐκ τοῦ μετ᾽ ἐκεῖνον διορισθέντος νόμου· ἀλλὰ τοῦτο τὸ καθ᾽ ἡμῶν χειρόγραφον ἐξήλειψεν ὁ Σωτὴρ, προσηλώσας τὸν τίτλον τῷ ἰδίῳ σταυρῷ, σαφῶς εὖ μάλα σημαίνοντα τὸν ἐπὶ τῷ ξύλῳ θάνατον, ὃν ὑπὲρ τῆς τῶν καταδεδικασμένων ὑπέστη ζωῆς. ἐξέτισε γὰρ ὑπὲρ ἡμῶν τὰς ὑπὲρ τῶν ἐγκλημάτων δίκας. εἰ γὰρ καὶ εἷς ἦν ὁ πάσχων, ἀλλ᾽ ἦν ὑπὲρ πᾶσαν τὴν κτίσιν, ὡς Θεὸς, καὶ τῆς ἁπάντων ζωῆς ἀξιώτερος. διά τοι τοῦτο, καθὰ καὶ ὁ ψάλλων φησὶν, ἐνέφραξε μὲν ἀνομία πᾶσα τὸ στόμα αὐτῆς, κατηργήθη δὲ τρόπον τινὰ τῆς ἁμαρτίας ἡ γλῶττα, καταλέγειν ἔτι τῶν ἡμαρτηκότων οὐκ ἔχουσα. δεδικαιώμεθα γὰρ, ἐκτετικότος ὑπὲρ ἡμῶν τὰ ὀφλήματα τοῦ Χριστοῦ· “τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν,” κατὰ τὸ γεγραμμένον.
ὥσπερ δὲ διὰ τοῦ ξύλου τὸ ἐκ τῆς ἀποπτώσεως ἡμῖν ἐξεμηχανήθη κακὸν, οὕτω δὴ πάλιν διὰ ξύλου γέγονεν ἡ εἰς ὅπερ ἦμεν ἐν ἀρχαῖς ἀναδρομὴ, καὶ τῶν οὐρανίων ἀγαθῶν ἡ τριπόθητος ἐπανάληψις, καὶ αὐτὴν ὥσπερ τοῦ νοσήματος τὴν ἀρχὴν ἀνακεφαλαιουμένου δι᾽ ἡμᾶς εἰς ἑαυτὸν τοῦ Χριστοῦ. <Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστὶ Ῥωμαϊστὶ Ἑλληνιστί.> Εὐμηχάνως δὴ λίαν καὶ διὰ θείας τινὸς καὶ ἀῤῥήτου πάλιν οἰκονομίας ἀνατεθεῖσθαι τὸν τίτλον φαίη τις ἂν τριπλῆν ἔχοντα τὴν γραφὴν, Ἑβραϊστὶ, Ῥωμαϊστὶ, Ἑλληνιστί· προὔκειτο γὰρ ἐναργῶς τὴν τοῦ Σωτῆρος ἡμῶν βασιλείαν ὁμολογῶν διὰ τριῶν τέως τῶν ἁπασῶν ἐπιφανεστέρων γλωσσῶν, καὶ ἀπαρχὴν ὥσπερ τινὰ τῷ σταυρωθέντι προσάγων τῆς περὶ αὐτοῦ λαληθείσης προφητείας. ἔφη γάρ που Δανιὴλ ὁ σοφώτατος, ὅτι “αὐτῷ ἐδόθη ἡ τιμὴ καὶ ἡ βασι- ”λεία καὶ πᾶσαι αἱ φυλαὶ καὶ γλῶσσαι αὐτῷ δουλεύ- “σουσιν,” ἀλλὰ καὶ Παῦλος ἡμῖν ὁ ἱερώτατος ἐπιστέλλει βοῶν, ὅτι “πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ ”καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι “Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.” ἀπαρχὴ τοιγαροῦν ὥσπερ τις ἀληθὴς τῆς τῶν γλωσσῶν ὁμολογίας ὁ τίτλος ἦν, βασιλέα κηρύσσων τὸν Ἰησοῦν.
ἦν δὲ καὶ ἑτέρως τῆς Ἰουδαίων ἀφιλοθεΐας κατήγορος, μονονουχὶ διαῤῥήδην ἀνακεκραγὼς τοῖς συνθέουσι πρὸς ἀνάγνωσιν, ὅτι τὸν οἰκεῖον ἐσταύρωσαν βασιλέα καὶ Κύριον, τῆς εἰς αὐτὸν ἀγάπης ἀλογήσαντες παντελῶς, καὶ πρὸς τὴν ἁπασῶν ἐσχάτην ἀναισθησίαν πεσόντες οἱ δείλαιοι. <Ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων Μὴ γράφε Ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ᾽ ὅτι ἐκεῖνος εἶπε Βασιλεύς εἰμι τῶν Ἰουδαίων. ἀπεκρίθη ὁ Πιλάτος Ὃ γέγραφα γέγραφα.> Ἀφορήτως ἔχουσι πρὸς τὴν ἐπὶ τῷ τίτλῳ γραφὴν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καὶ δριμὺς αὐτοὺς εἰσέδραμε φθόνος. ἀρνοῦνται δὲ πάλιν τὴν Χριστοῦ βασιλείαν, καὶ ἀληθῶς μὲν αὐτὸν οὐ κατάρξαι φασὶν, οὔτε μὴν εἰς βασιλέα παραδεδέχθαι πώποτε, λόγῳ γεμὴν κεχρῆσθαι τοιούτῳ φασὶν, ἐκ πολλῆς ἄγαν τῆς ἐνούσης αὐτοῖς εὐηθείας ἠγνοηκότες καὶ τοῦτο, ὡς οὐκ ἂν ψευδομυθήσαι ποτὲ τῆς ἀληθείας ἡ φύσις· ἀλήθεια δὲ ὁ Χριστός· βασιλεὺς οὖν ἄρα τῶν Ἰουδαίων, εἴπερ οὕτως ἑαυτὸν ἐλέγχεται κεκληκὼς, καθὰ καὶ αὐτοὶ δι᾽ οἰκείας τοῦτο κρατύνουσι φωνῆς. ἀποσείεται δὲ Πιλάτος μεταποιεῖσθαι τὴν γραφὴν ἐξαιτεῖν ἐθέλοντας, οὐ μέχρι παντὸς τὴν τοῦ Σωτῆρος ἡμῶν ἀδικῆσαι δόξαν συγχωρούμενος, θείῳ δηλονότι καὶ ἀῤῥήτῳ νεύματι.
πεπηγμένη γὰρ καὶ ἀσυκοφάντητος ἡ Χριστοῦ βασιλεία, κἂν Ἰουδαῖοι μὴ βούλωνται, παραχαράττειν ἐπιχειροῦντες τῆς εἰς αὐτὸν δόξης τὴν ὁμολογίαν. <Οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. ἦν δὲ ὁ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι᾽ ὅλου. εἶπον οὖν πρὸς ἀλλήλους Μὴ σχίσωμεν αὐτὸν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ ἡ λέγουσα Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον· οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.> Διενείμαντο μὲν οἱ στρατιῶται τὰ τοῦ Σωτῆρος ἱμάτια, θηριοπρεποῦς ἀγριότητος καὶ τῆς ἐνούσης αὐτοῖς ἀπανθρωπίας καὶ τοῦτο δεικνύντες σημεῖον. ἐν ἔθει γάρ πως ἐστὶ τοῖς κολασταῖς ἥκιστα μὲν ἐπαλγεῖν ταῖς τῶν κατακρίτων ταλαιπωρίαις, ἀπηνέστερον δὲ ἢ προσῆκεν ἔσθ᾽ ὅτε τοῖς προστεταγμένοις ὑπηρετεῖν, καὶ ταῖς τῶν πασχόντων ἐπανδρίζεσθαι συμφοραῖς, καὶ ὥσπερ τινὰ κλῆρον καθικόμενον εἰς αὐτοὺς, ἐξ ἀναγκαίου τε καὶ νομίμου λόγου, τὸν τῶν ἱματίων ποιεῖσθαι σφετερισμόν. εἰς τέσσαρα τοίνυν διελόντες μέρη τὰ διηρπασμένα, σῶόν τε καὶ ἀδιάτμητον τηροῦσι τὸν ἕνα. διαῤῥηγνύναι γὰρ οὐ δοκεῖ τὸ μὴ παντελῶς ἀχρειοῦν ἀρέσαν αὐτοῖς· κληρωτὸν τοιγαροῦν ἐποιήσαντο δῶρον.
οὐ γὰρ ἐνεχώρει ψεύσασθαι λέγοντα τὸν Χριστὸν διὰ τῆς τοῦ ψάλλοντος φωνῆς “Διεμερίσαντο τὰ ”ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον “κλῆρον.” ταυτὶ μὲν οὖν ἅπαντα προανεφωνεῖτο χρησίμως, ἵν᾽ εἰδείημεν ἡμεῖς ταῖς τῶν πραγμάτων ἐκβάσεσι τοὺς λόγους συμβάλλοντες, ὅτιπερ αὐτός ἐστιν ὁ προηγγελμένος ἥξειν τε ὑπὲρ ἡμῶν ἐν τῇ καθ᾽ ἡμᾶς εἰκόνι, καὶ ὑπὲρ τῆς ἁπάντων ζωῆς τεθνάναι προσδοκώμενος. οὐ γὰρ δή τις οἰήσεται νοῦν ἔχων, ὡς ἠνέσχετο ἂν καὶ αὐτὸς ὁ Σωτὴρ, κατὰ τὴν τῶν Ἰουδαίων ἀσυνεσίαν, διυλίζειν τὸν κώνωπα, τουτέστι τὰ λεπτά τε καὶ ἰσχνότατα τῶν παθημάτων προαναφωνεῖν, ὡς καὶ τῆς τῶν ἱματίων μεμνῆσθαι διανομῆς, καταπίνειν δὲ ὥσπερ τὴν κάμηλον, τουτέστι τὰ μεγάλα καὶ ὑπερφερῆ τῶν τολμημάτων εἰς ἀσέβειαν οὐ πολλοῦ τινος ἀξιῶσαι λόγου, προκεχρησμῴδηκε δὲ μετ᾽ ἐκείνων καὶ ταῦτα· πρῶτον μὲν ἵνα γινώσκωμεν, ὅτι Θεὸς κατὰ φύσιν ὑπάρχων. τῶν ἔσεσθαι μελλόντων ἠγνόησεν οὐδὲν, εἶτα πρὸς τούτοις, ἵνα πιστεύωμεν αὐτὸν ἀληθῶς εἶναι τὸν προκεκηρυγμένον, διὰ πολλῶν ὅσων τῶν ἐπ᾽ αὐτῷ τετελεσμένων ἐπὶ τὴν τῆς ἀληθείας ἐπίγνωσιν ποδηγούμενοι.
Εἰ δὲ δεῖ τι πάλιν καὶ ἐπὶ τῇ τῶν ἱματίων διανομῇ περισκεψαμένους εἰπεῖν, ὃ καὶ βλάβος μὲν οἴσει παντελῶς οὐδὲν, ὀνήσει δὲ τάχα τοὺς ἐντευξομένους, ἐρῶ δὴ καὶ τοῦτο. εἰς τέσσαρα μέρη τὰ τοῦ Σωτῆρος διελόντες ἱμάτια, ἀμέριστον τηροῦσι τὸν ἕνα, τῆς ἀφράστου σοφίας τοῦ Μονογενοῦς διοικουμένης ὥσπερ τι καὶ διὰ τούτου σημεῖον μυστικῆς οἰκονομίας, δι᾽ ἧς ἔμελλε τὰ τέσσαρα τῆς οἰκουμένης ἀνασώζεσθαι μέρη. ἐμερίσαντο γὰρ οἱονεί πως καὶ ἀμερίστως ἔχει τὰ τέσσαρα τῆς οἰκουμένης μέρη τὸ ἅγιον ὄντως τοῦ Λόγου περίβλημα, τουτέστι τὸ σῶμα αὐτοῦ. κατακερματιζόμενος γὰρ ἐν τοῖς καθ᾽ ἕνα, καὶ τὴν ἑκάστου ψυχὴν ἁγιάζων μετὰ τοῦ σώματος διὰ τῆς ἰδίας σαρκὸς ὁ Μονογενὴς, ὁλοκλήρως καὶ ἀμερίστως ἐν ὅλοις ἐστὶν εἷς ὑπάρχων πανταχῆ· μεμέρισται γὰρ οὐδαμῶς κατὰ τὴν τοῦ Παύλου φωνήν. τοιαύτην ἡμῖν τοῦ κατ᾽ αὐτὸν μυστηρίου τὴν δύναμιν καὶ ἡ τοῦ νόμου καταγράφει σκιά. διετύπου γὰρ λαμβάνεσθαι τὸν ἀμνὸν κατὰ τὸν αὐτῷ πρέποντα καιρὸν, λαμβάνεσθαι δέ πως, οὐχ ἑκάστῳ κατὰ κεφαλὴν ἀμνὸν ἕνα, κατ᾽ οἶκον δὲ μᾶλλον καὶ κατὰ πληθύν· συλλήψεται γὰρ, φησὶν, ἕκαστος τὸν γείτονα καὶ τὸν πλησίον αὐτοῦ.
καὶ μερίζεσθαι μὲν οὕτω κεκέλευκεν εἰς πολλοὺς τὸν ἀμνὸν, ἀλλ᾽ ἵνα μὴ πάλιν ἐξ οἴκου πρὸς οἶκον ἀποκομισθέντων αὐτοῦ τῶν κρεῶν καταμερίζεσθαί πως διὰ τοῦτο δοκῇ, προσεπιτάττει λέγων “Ἐν οἰκίᾳ μιᾷ βρωθή- ”σεται· οὐκ ἐξοίσετε ἀπὸ τῶν κρεῶν αὐτοῦ ἔξω.” ἄθρει γὰρ ὅπως, καθάπερ ἔφην ἀρτίως, καὶ ἐν τύποις αὐτῷ καὶ σκιαῖς τετήρηκεν ἡ γραφὴ τὸ μερίζεσθαι μὲν εἰς πολλοὺς, οἵπερ ἂν εἶεν ἐν ἑκάστῃ τυχὸν οἰκίᾳ, προμηθέστατα δὲ πάλιν καὶ τὸ μὴ μερίζεσθαι δοκεῖν, ἀλλὰ τελείως τε καὶ ὁλοκλήρως ὡς ἕνα ἐν πᾶσι μεριστῶς τε ἅμα καὶ ἀμερίστως εὑρίσκεσθαι. τοιοῦτον δή τι νοήσεις καὶ ἐπὶ τοῖς ἱματίοις αὐτοῦ· τὰ μὲν γὰρ εἰς τέσσαρα διενεμήθη μέρη, μεμένηκε γεμὴν ἀδιανέμητος ὁ χιτών.
Λυπεῖ δὲ οὐδὲν προσθεῖναι κἀκεῖνο, ὡς εἴπερ τις ἕλοιτο τὸν χιτῶνα τὸν ἄνωθεν ὑφαντόν τε καὶ ἄραφον, ὅσον ἧκεν εἰς θεωρίας δύναμιν, εἰς δήλωσιν περιτρέπειν τοῦ ἁγίου σώματος τοῦ Χριστοῦ, διὰ τὸ συνόδου καὶ οἱονεὶ συμβολῆς τινος δίχα τῆς ἀνδρός τε καὶ γυναικὸς γενέσθαι τοῦτο, τῇ δὲ τοῦ Πνεύματος ἐνεργείᾳ καὶ τῇ δυνάμει τῇ ἄνωθεν εἰς τὸ αὐτῷ πρέπον ἐξυφάνθαι σχῆμα, δεδέχθω καὶ τοῦτο. τὰ γὰρ δὴ τῶν θεωρημάτων, οὐδὲν κατὰ τῶν ἀναγκαίων εἰσκομίζοντα βλάβος, ὠδίνοντα δὲ μᾶλλον τὸν ἐφ᾽ ᾧπερ ἄν τις ὠφελοῖτο τυχὸν, πῶς οὐκ ἀμαθὲς οὐκ ἀποσείεσθαι, μᾶλλον δὲ πῶς οὐκ ἀκόλουθον ἐπαινεῖν, τῆς ἀρίστης ὄντα διανοίας εὑρήματα; <Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλοπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή.> Διαμέμνηται καὶ τούτου χρησίμως ὁ θεσπέσιος Εὐαγγελιστὴς, οὐδένα τῶν ἱερῶν ἀποπίπτοντα λόγων καὶ κατὰ τοῦτο δεικνύς. τί δὲ δὴ πάλιν εἰς τοῦτό φαμεν; ἐκθήσομαι γάρ. παρισταμένας εἰσφέρει τῷ σταυρῷ, τήν τε μητέρα αὐτοῦ, καὶ σὺν αὐτῇ τὰς ἑτέρας, δῆλον δὲ ὅτι κλαούσας. φιλόδακρυ γάρ πως ἀεὶ τὸ θηλειῶν ἐστι γένος, καὶ πολὺ δὴ λίαν εἰς θρήνους εὐπετὲς, ὅταν δὴ μάλιστα καὶ πλουσίας ἔχοι τοῦ δακρυῤῥοεῖν τὰς ἀφορμάς. τί δὴ οὖν ἄρα τὸ λεπτομυθεῖν ἀναπεῖσαν τὸν μακάριον Εὐαγγελιστὴν, ὡς καὶ τῆς τῶν γυναίων διαμεμνῆσθαι παραμονῆς;
σκοπὸς γὰρ αὐτῷ γέγονε διδάξαι κἀκεῖνο, ὅτι καὶ αὐτὴν κατὰ τὸ εἰκὸς τὴν τοῦ Κυρίου μητέρα τὸ ἀδοκήτως συμβεβηκὸς ἐσκανδάλισε πάθος, καὶ μικροῦ τοῦ πρέποντος ἐξέστησε λογισμοῦ πικρὸς ὢν λίαν ὁ ἐπὶ τῷ σταυρῷ θάνατος· καὶ πρός γε τούτῳ, τὰ τῶν Ἰουδαίων ἐμπαίγματα, καὶ αὐτοὶ δὲ τάχα προσεδρεύοντες τῷ σταυρῷ καὶ διαγελῶντες οἱ στρατιῶται τὸν ἐξηρτημένον, καὶ αὐτῆς ἐν ὄψει τῆς μητρὸς τὸν τῶν ἱματίων τολμήσαντες μερισμόν. μὴ γὰρ ἐνδοιάσῃς, ὅτι τοιούτους τινὰς εἰσεδέξατο λογισμούς Γεγέννηκα μὲν ἐγὼ τὸν ἐπὶ ξύλου γελώμενον· ἀλλ᾽ Υἱὸν ἑαυτὸν ἀληθινὸν εἶναι λέγων τοῦ πάντων κρατοῦντος Θεοῦ, τάχα που καὶ διεσφάλετο, ἐπλανᾶτο κατὰ τὸ εἰκός “Ἐγώ ”εἰμι λέγων ἡ ζωή·” πῶς ἐσταυρώθη; κατὰ τίνα δὲ τρόπον τοῖς τῶν φονώντων ἐνεπνίγη βρόχοις; πῶς οὐ κεκράτηκε τῆς τῶν διωκόντων ἐπιβουλῆς; πῶς δὲ οὐ κάτεισιν ἀπὸ τοῦ σταυροῦ, καίτοι τῷ Λαζάρῳ παλινδρομεῖν ἐπιτάξας εἰς ζωὴν, καὶ ὅλην τοῖς θαύμασι καταπλήξας τὴν Ἰουδαίαν; καὶ εἰκός γε δὴ σφόδρα τὸ μυστήριον οὐκ εἰδὸς ἐν τοιούτοις τισὶ τὸ γύναιον ὀλισθῆσαι διαλογισμοῖς· χρὴ γὰρ ἐννοεῖν ποιοῦντας ὀρθῶς, ὅτι τῶν συμβεβηκότων ἡ φύσις δεινὴ πρὸς τὸ καταστρέψαι καὶ τὸν νήφοντα λογισμόν.
θαυμαστὸν δὲ οὐδὲν εἰ παρώλισθέ πως εἰς τοῦτο γυνή· εἰ γὰρ καὶ αὐτὸς ὁ τῶν ἁγίων μαθητῶν πρόκριτος Πέτρος ἐσκανδαλίσθη ποτὲ, λέγοντος τοῦ Χριστοῦ καὶ διδάσκοντος ἐναργῶς, ὅτι μέλλοι παραδοθῆναι “εἰς χεῖρας ἁμαρτωλῶν,” καὶ σταυρὸν ὑπομένειν καὶ θάνατον, ὡς ἀναφωνῆσαι προαλέστερον “Ἵλεώς ”σοι Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο·” τί τὸ παράδοξον, εἰ πρὸς ἐννοίας ἀσθενεστέρας ὁ τρυφερὸς τοῦ γυναίου συνηρπάζετο νοῦς; καὶ ταῦτά φαμεν οὐ καταστοχαζόμενοι μάτην, ὡς ἄν τῳ δοκοίη, ἀλλ᾽ ἐκ τῶν γεγραμμένων περὶ τῆς τοῦ Κυρίου μητρὸς ἰόντες εἰς ὑποψίας. μεμνήμεθα γὰρ ὅτι Σιμεὼν ὁ δίκαιος, ὅτε βρέφος ὄντα τὸν Κύριον “εἰς τὰς ”ἀγκάλας ἐδέξατο,” κατὰ τὸ γεγραμμένον, προευχαριστήσας καὶ εἰπών “Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ ”τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ “σωτήριόν σου,” καὶ πρὸς αὐτὴν ἔφη τὴν ἁγίαν παρθένον “Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν ”τῷ Ἰσραὴλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον· καὶ σοῦ δὲ “αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία· ὅπως ἂν ἀποκα- ”λυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.” ῥομφαίαν γὰρ ἔλεγε τὴν ὀξεῖαν τοῦ πάθους προσβολὴν πρὸς λογισμοὺς ἐκτόπους κατατέμνουσαν τοῦ γυναίου τὸν νοῦν.
δοκιμάζουσι γὰρ οἱ πειρασμοὶ τὰς τῶν πασχόντων καρδίας, καὶ τοὺς ἐνόντας αὐταῖς ἀπογυμνοῦσι λογισμούς. <Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρί Γύναι, ἴδε ὁ υἱός σου. εἶτα λέγει τῷ μαθητῇ Ἴδε ἡ μήτηρ σου. καὶ ἀπ᾽ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.> Προενόησε τῆς μητρὸς, ἀλογήσας ὥσπερ τῆς τοῦ πάθους ἀκμῆς· ἦν γὰρ καὶ πάσχων ἀπαθής. παραδίδωσι δὲ τῷ ἠγαπημένῳ μαθητῇ, Ἰωάννης δὲ οὗτος ἦν ὁ τοῦ βιβλίου συγγραφεὺς, ἀπάγειν δὲ οἴκαδε κελεύει, καὶ ἐν τάξει ποιεῖσθαι μητρὸς, αὐτῇ τε αὖ πάλιν παρεγγυᾷ τὸν γνήσιον οἴεσθαι μαθητὴν οὐδὲν ἕτερον ὑπάρχειν ἢ εἰς υἱὸν ἀληθῶς, διὰ φειδοῦς δηλονότι καὶ φιλοστοργίας, τὴν τοῦ κατὰ φύσιν υἱοῦ πληροῦντά τε καὶ ἀπομιμούμενον χρείαν.
Ἀλλ᾽ ὥσπερ ᾠήθησαν τῶν ἀσυνέτων τινές Ἆρα μὴ φιλοσαρκήσας ταυτὶ δήπου φησὶν ὁ Χριστός; ἄπαγε τῆς δυσβουλίας· ἁρμόσει γὰρ μόνοις τοῖς ἀπόπληκτον ἔχουσι τὴν διανοίαν, τὸ πρὸς τοῦτο μωρίας κατολισθεῖν. τί οὖν ἄρα τῶν χρησίμων εἰργάζετο διὰ τούτου Χριστός; πρῶτον μὲν ἐκεῖνό φαμεν, ὅτι μάθημα κρατύνειν ἤθελε τὸ καὶ νόμῳ τετιμημένον. τί γὰρ ὁ διὰ Μωυσέως ἔφη θεσμός; “Τίμα τὸν ”πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται.” καὶ οὐ μέχρι τοῦ προτρέπεσθαι δεῖν τὸν ἐπὶ τούτῳ λόγον ἡμῖν ἐποιήσατο, ἀλλ᾽ ἤδη καὶ τὴν ἐσχάτην ἡμῖν προσηπείλησε δίκην τοῖς μὴ τοῦτο δρᾶν ἑλομένοις· ἐν ἴσῳ δὲ ὥσπερ τέθεικε λόγῳ τὸ εἰς Θεὸν ἁμαρτεῖν καὶ τοὺς κατὰ σάρκα φύσαντας. τὸν μὲν γὰρ δύσφημον ὁ νόμος τὴν ἐπὶ θανάτῳ ψῆφον ὑπομένειν κεκέλευκεν· “Ὀνομάζων γὰρ, φησὶ, τὸ ὄνομα Κυρίου ”θανάτῳ θανατούσθω·” τὸν δὲ τοῖς γονεῦσιν ἀκρατῆ καὶ ἀχάλινον ἐξοπλίζοντα γλῶσσαν ταῖς ἰσοστάθμοις ὑπετίθει ποιναῖς· “Ὁ κακολογῶν γὰρ, φησὶ, πατέρα ἢ μητέρα θανάτῳ ”τελευτάτω.” εἶτα τοσαύτην τοῦ νομοθέτου τιμὴν ἀπονέμεσθαι δεῖν διατεταχότος παρ᾽ ἡμῶν τοῖς φύσασι, πῶς οὐκ ἔδει τὴν οὕτω διαβόητον ἐντολὴν καὶ ταῖς τοῦ Σωτῆρος κρατύνεσθαι ψήφοις, καὶ ἐπείπερ ἡ παντὸς ἀγαθοῦ καὶ ἁπάσης ἀρετῆς ἰδέα διὰ πρώτου κεχώρηκεν αὐτοῦ, τί μὴ ταῖς ἄλλαις συνέθει καὶ αὐτή; τρόπος γὰρ ὄντως ἀρετῆς ὁ τιμαλφέστατος ἡ εἰς γονέας τιμή.
τὸ δὲ μὴ πάρεργον ποιεῖσθαι τὴν εἰς αὐτοὺς ἀγάπησιν, κἂν ἀφόρητοί τινες ἡμᾶς περικλύζωσι συμφοραὶ, πόθεν ἦν εἰπέ μοι μαθεῖν, εἰ μὴ ἐν πρώτῳ καὶ διὰ πρώτου Χριστοῦ; ἄριστος γὰρ ἀληθῶς ὁ τῶν ἁγίων διαμεμνημένος ἐντολῶν, καὶ τῆς τοῦ πρέποντος θήρας οὐκ ἐξωθούμενος, οὐχ ὁ ἐν γαλήνῃ πραγμάτων, ἀλλ᾽ ὁ ἐν χειμῶνι καὶ κλύδωνι τοῦτο μὴ παθών.
Πρὸς δέ γε τοῖς εἰρημένοις κἀκεῖνό φημι, ὅτι τῆς οἰκείας μητρὸς σκανδάλῳ περιπεσούσης καὶ λογισμῶν ἀταξίαις ἐμπεφυρμένης, πῶς οὐκ ἔδει προνοεῖν τὸν Κύριον; Θεὸς γὰρ ὢν ἀληθινὸς, καὶ εἰς τὰ τῆς καρδίας βλέπων κινήματα, καὶ τὰ ἐν τῷ βάθει γινώσκων, πῶς ἂν ἠγνόησε τὰς κατ᾽ ἐκεῖνο δὴ μάλιστα καιροῦ συνταραττούσας αὐτὴν ἐννοίας ἐπὶ τῷ τιμίῳ σταυρῷ; εἰδὼς οὖν ἄρα τοὺς ἐν αὐτῇ διαλογισμοὺς, ἀρίστῳ μυσταγωγῷ παρεδίδου τῷ μαθητῇ, τὸ τοῦ μυστηρίου βάθος ἐκδιηγεῖσθαι καλῶς τε καὶ οὐκ ἀνικάνως ἔχοντι. σοφὸς γὰρ ἦν ὄντως καὶ θεολόγος, ὃς καὶ δέχεταί τε καὶ ἀποκομίζει χαίρων, πᾶσαν ἐπ᾽ αὐτῇ πληρώσων τοῦ Σωτῆρος τὴν βούλησιν. <Μετὰ τοῦτο Ἰησοῦς ἰδὼν ἤδη ὅτι πάντα τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφὴ, λέγει Διψῶ. σκεῦος ἔκειτο ὄξους μεστόν· σπόγγον οὖν μεστὸν ὄξους ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι.> Πεπληρωμένης ἁπάσης ἀσεβείας ἐπὶ Χριστῷ παρὰ τῆς τῶν Ἰουδαίων ἀνοσιότητος, καὶ λοιπὸν ἐλλείποντος οὐδενὸς εἰς τὸ φαίνεσθαι τελείως ἔχουσαν τὴν ὑπὲρ λόγον ὠμότητα, πάσχει τι πάλιν ἐν τελευταίοις ἡ σὰρξ ἴδιόν τε καὶ φυσικόν· εἰσδέχεται γὰρ τὸ διψῆν ταῖς πολυτρόποις αἰκίαις ξηρανομένη. δεινοὶ γὰρ οἱ πόνοι πρὸς τὸ ἀναγκᾶσαι διψῆν, ἐμφύτῳ τινὶ καὶ ἀφράστῳ θερμότητι τὴν ἐν τῷ βάθει δαπανῶντες ἰκμάδα, καὶ διαπύροις τισὶ προσβολαῖς τὸ τοῦ πάσχοντος διακαίοντες σπλάγχνον.
ἦν μὲν γὰρ οὐ χαλεπὸν τῷ πάντα ἰσχύοντι Θεῷ Λόγῳ ἀποστῆσαι καὶ τοῦτο τῆς ἰδίας σαρκὸς, ἀλλ᾽ ὥσπερ ἑκὼν ἐφῆκε παθεῖν τὰ ἕτερα, πάσχει καὶ τοῦτο καθ᾽ ἑκούσιον βούλησιν. οὐκοῦν ἐζήτει πιεῖν. οἱ δὲ ἦσαν οὕτως ἀφιλοικτίρμονες καὶ ἀγάπης τῆς φιλοθέου μακρὰν, ὡς ἀντὶ ποτοῦ πεφυκότος ὠφελεῖν, τὸ ἀδικοῦν ἐπιδοῦναι, καὶ προσθήκην ἀσεβείας καὶ αὐτὸ τῆς ἀγάπης τὸ χρῆμα ποιήσασθαι. τὸ γὰρ ὅλως αἰτοῦντι προσενεγκεῖν, πῶς οὐχὶ τὸ τῆς ἀγάπης ἐπλάττετο σχῆμα; ἀλλ᾽ οὐκ ἦν ἐφικτὸν διαψεύσασθαί ποτε τὴν θεόπνευστον γραφὴν, ὡς ἐκ προσώπου λέγουσαν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ περὶ αὐτῶν “Καὶ ”ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου “ἐπότισάν με ὄξος.” Ἀλλ᾽ ὁ μὲν μακάριος Εὐαγγελιστὴς Ἰωάννης, τὸν σπόγγον τοῦ ὄξους ὑσσώπῳ περιθέντας προσκομίσαι φησί· Λουκᾶς γεμὴν οὐδενὸς τὸ παράπαν ἐπιμνησθεὶς τοιούτου, μόνον ὅτι προσήγαγον ὄξος διισχυρίσατο· Ματθαῖος δὲ καὶ Μάρκος καλάμῳ τὸν σπόγγον περιτεθεῖσθαί φασι. καὶ διαφωνῆσαι μὲν ἴσως οἰήσονταί τινες τοὺς ἁγίους εὐαγγελιστάς· πάθοι δ᾽ ἂν οἶμαι τῶν εὖ φρονούντων οὐδεὶς ἔν γε τοῖς τοιούτοις αὐτό. τὸ γὰρ εἶδος τῆς ἀσεβείας, οὐχὶ δὴ πάντως τε καὶ ἀναγκαίως καὶ τίνα τρόπον ἐπράττετο ζητητέον; τοιγάρτοι καὶ ὁ θεσπέσιος Λουκᾶς οὐδενὸς ἀξιώσας λόγου τῆς προσαγωγῆς τὸν τρόπον, ἀπεριεργότερον ὄξος αὐτῷ διψῶντι προσκεκομίσθαι φησίν.
ἔστι δὲ οὐκ ἀμφίβολον, ὡς οὐκ ἂν ἀλλήλοις ἐν τοῖς οὕτω μικροῖς καὶ τοῦ μηδενὸς ἀξίοις ἀντεφώνησαν οἱ εὐαγγελισταὶ, καίτοι συνενεχθέντες καὶ ἐν τοῖς ἀναγκαίοις ὅτι μάλιστα συμβαίνοντές τε καὶ συμφθεγγόμενοι. τίς οὖν ἡ διαφορὰ, θεραπείας δὲ τίνα δέξεται τρόπον; οὐδαμόθεν ἀμφίβολον, ὅτι πολλοί τινες ἦσαν τῆς κατὰ Χριστοῦ δυσσεβείας οἱ ὑπηρέται, φημὶ δὴ στρατιώτας, οἵπερ αὐτὸν ἀπεκόμισαν ἐπὶ τὸν σταυρόν· πλεῖστοι δὲ καὶ τῶν Ἰουδαίων τὸν τῆς ὠμότητος ἐμερίζοντο τρόπον, καὶ οἱ μὲν καλάμῳ περιθέντες τὸν σπόγγον, οἱ δὲ τῷ ξύλῳ τῆς καλουμένης ὑσσώπου, βοτάνης δὲ εἶδος ἡ ὕσσωπος, ἐπότιζον τὸν Ἰησοῦν, ἔπραττον δὲ καὶ τοῦτο κατὰ τῆς οἰκείας οἱ δείλαιοι κεφαλῆς. τὸ γὰρ μηδαμόθεν ἐλεεῖσθαι δεῖν ἑαυτοὺς οὐκ εἰδότες κατεσκεύαζον, ἅπαν μὲν ἡμερότητος καὶ φιλανθρωπίας εἶδος ἀποδυσάμενοι, τοῖς δὲ οὕτω παραλόγοις τολμήμασι μόναις ταῖς ἑαυτῶν δυσσεβείαις ἁμιλλώμενοι. τοιγάρτοι διὰ φωνῆς Ἱεζεκιὴλ τοῦ προφήτου πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, φημὶ δὴ τὴν Ἱερουσαλὴμ ἔφασκεν ὁ Θεός “Καθὼς ἐποίησας, οὕτως ἔσται σοι· τὸ ”ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου,” διὰ δὲ φωνῆς Ἡσαΐου πρὸς τὸν ἀνομώτατον Ἰσραήλ “Οὐαὶ τῷ ”ἀνόμῳ, πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβή- “σεται αὐτῷ.”
ἐφ᾽ ἅπασι μὲν οὖν τοῖς ἤδη τετελεσμένοις ἀνοσίοις τε καὶ ἐκτοπωτάτοις τολμήμασιν ἐπράχθη καὶ τοῦτο κατὰ Χριστοῦ· ἔσται δ᾽ οὖν ὅμως εἰς ὄνησιν ἡμετέραν ὁ ὑπογραμμός. εἰσόμεθα γὰρ καὶ διὰ τούτου πάλιν, ὅτι τοῖς φιλόθεον ἔχουσι τὴν ἕξιν, καὶ ἀγάπῃ τῇ εἰς Χριστὸν ἐρηρεισμένοις, ἀκατάληκτος ὥσπερ τις ἕψεται πόλεμος παρὰ τῶν φρονούντων τὰ ἐναντία, οἳ καὶ μέχρις ἐσχάτης ἀναπνοῆς τὴν κατ᾽ αὐτῶν μανίαν οὐκ ἀποδύσονται, δριμεῖς πανταχόθεν ἐξαρτύοντες πειρασμοὺς, καὶ πᾶν εἶδος ἐπινοεῖν σπουδάζοντες τοῦ πεφυκότος ἀδικεῖν. ἀλλ᾽ ὥσπερ οὐ κατέληξεν ὁ πόνος, ἀκατάληκτον ἔσται καὶ τῆς εὐθυμίας τὸ μῆκος· καὶ ὥσπερ οὐκ ἐλώφησε τὰ δεινὰ καὶ ἡ ἐκ τοῦ πειράζεσθαι θλίψις, οὕτως οὐ πεπαύσεται τῶν ἁγίων τὰ ἀγαθὰ, διαμενεῖ δὲ πάντως καὶ ἔσται διηνεκὴς ἡ ἐκ τῆς εὐδοκιμήσεως χάρις. <Ὅτε οὖν ἔλαβε τὸ ὄξος ὁ Ἰησοῦς, εἶπε Τετέλεσται· καὶ κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα.> Προστεθειμένου τοῖς ἄλλοις καὶ τούτου, τετελέσθαι φησὶν ὁ Σωτὴρ τῆς Ἰουδαίων ἀσεβείας δηλονότι τὸ μέτρον, καὶ τῆς εἰς αὐτὸν παροινίας τὴν ὑπερβολήν. τί γὰρ ἦν ἔτι τοῖς Ἰουδαίοις τὸ ἀνεπιτήδευτον, τί δὲ τῶν εἰς ἄκρον ἡκόντων ἀπανθρωπίας οὐ μεμελέτητο; ποῖος γὰρ αἰκίας παρελείφθη τρόπος, ὕβρεως δὲ τῆς ἐσχάτης τί παρέντες ἐφαίνοντο;
τοιγάρτοι δικαίως τὸ τετελέσθαι φησὶν, ἀλλ᾽ ὥρας ἤδη καλούσης τῆς εἰς τὸ καὶ αὐτοῖς ἐθέλειν τοῖς ἐν ᾅδου διακηρύξαι πνεύμασιν. ἐπεδήμησε γὰρ, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ, καὶ αὐτὸν ὑπὲρ ἡμῶν εἰσέβη τὸν θάνατον, καὶ τὸ κοινὸν δὴ τοῦτο τῆς ἡμέτερας φύσεως ὑπομένει πάθος, δῆλον δὲ ὅτι κατὰ τὴν σάρκα, καίτοι ζωὴ κατὰ φύσιν ὑπάρχων ὡς Θεὸς, ἵνα σκυλεύσας τὸν ᾅδην κατορθώσῃ τῇ ἀνθρωπείᾳ φύσει τὴν εἰς ζωὴν ἀναδρομὴν, “ἀπαρχὴ τῶν κεκοιμημέ- ”νων,” καὶ πρωτότοκος ἐκ νεκρῶν ἀναδεδειγμένος, κατὰ τὰς γραφάς. ἔκλινε τοίνυν τὴν κεφαλήν· ὡς γὰρ ἐξ ἔθους καὶ τούτου τοῖς τεθνεῶσι συμβαίνοντος, διὰ τὸ παρεῖσθαι λοιπὸν τοὺς τῆς σαρκὸς τόνους, ἀποφοιτήσαντος ἤδη τοῦ συνέχοντος αὐτὴν καὶ συντείνοντος πνεύματος, ἤτοι τῆς ψυχῆς, κατεχρήσατο ταῖς λέξεσιν ὁ Εὐαγγελιστής. καὶ μὴν καὶ τὸ φάναι δὴ πάλιν ὅτι παρέδωκε τὸ πνεῦμα τῆς καθ᾽ ἡμᾶς συνηθείας οὐκ ἀποκείσεται· οὕτω γὰρ οἱ πολλοὶ τό Ἀπέσβη καὶ τέθνηκε λέγουσιν. εἰκὸς δὲ δὴ πάλιν οἰκονομικῶς τε καὶ ἀναγκαίως, οὐχ ἁπλῶς ὅτι τέθνηκεν εἰπεῖν τὸν ἅγιον Εὐαγγελιστὴν, ἀλλ᾽ ὅτι παρέδωκε τὸ πνεῦμα, εἰς χεῖρας δηλονότι τοῦ Θεοῦ καὶ Πατρὸς, κατὰ τὸ εἰρημένον ὡς παρ᾽ αὐτοῦ “Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου,” καὶ ἡμῖν δὲ αὐτοῖς ἀγαθῆς ἐλπίδος ἀρχὴν καὶ θεμέλιον ἡ τοῦ λόγου κατεβάλετο δύναμις.
δεῖν γὰρ οἶμαι διακεῖσθαι, καὶ μάλα εἰκότως, ὅτι τῶν ἀπὸ γῆς σωμάτων αἱ τῶν ἁγίων ἀποδημοῦσαι ψυχαὶ, καθάπερ εἰς χεῖρας φιλοστοργοτάτου Πατρὸς, τῇ τοῦ Θεοῦ χρηστότητι καὶ φιλανθρωπίᾳ μονονουχὶ παρατίθενται καὶ οὐ, καθάπερ τινὲς τῶν ἀπίστων ὑπειλήφασι, τὰς ἐπιτυμβίους περιμένουσαι χοὰς ἐμφιλοχωροῦσι τοῖς μνήμασιν, ἀλλ᾽ οὐδὲ καθάπερ αἱ τῶν φιλαμαρτημόνων εἰς τὸν τῆς ἀμέτρου κολάσεως κατακομίζονται τόπον, τουτέστιν, εἰς ᾅδου· τρέχουσι δὲ μᾶλλον εἰς χεῖρας τοῦ πάντων Πατρὸς, καὶ ταύτην ἡμῖν ἐγκαινίσαντος τὴν ὁδὸν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ· παρέδωκε γὰρ εἰς χεῖρας τοῦ ἰδίου γεννήτορος τὴν ψυχὴν, ἵνα καὶ ἡμεῖς, ἀρχὴν λαβόντες ὡς ἐν ἐκείνῃ καὶ δι᾽ ἐκείνης, λαμπρὰς ἔχωμεν τὰς ἐλπίδας, ἀραρότως διακείμενοι καὶ πεπιστευκότες, ὅτι τὸν τῆς σαρκὸς ὑπομείναντες θάνατον ἐν χερσὶν ἐσόμεθα Θεοῦ, καὶ πολὺ δὴ λίαν ἐν ἀμείνοσιν ἤπερ ἦμεν μετὰ σαρκός. διὸ καὶ ὁ σοφὸς ἡμῖν ἐπιστέλλει Παῦλος ὅτι κρεῖττον τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι. <Ὡς δὲ ἐξέπνευσεν, ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον ἀπὸ ἄνωθεν ἕως κάτω.> Τὸ ἐν τῷ ναῷ καταπέτασμα ὀθόνη τις ἦν καθιεμένη διαμπὰξ εἰς αὐτὸ τοῦ οἴκου τὸ μεσαίτατον, καὶ συσκιάζουσά πως τὰ ἐσωτέρω, καὶ βάσιμον ὥσπερ μόνῳ τιθεῖσα τῷ ἀρχιερεῖ τὴν ἐνδοτέρω σκηνήν. οὐ γὰρ δὴ τοῖς ἐθέλουσιν ἀνίπτοις ἐφεῖτο ποσὶν ἐπὶ τὸ ἔσω διάττοντας τὰ ἅγια τῶν ἁγίων ἀφυλάκτως ὁρᾶν.
ἀναγκαιοτάτην δὲ σφόδρα τὴν ἐκ τῶν καταπετασμάτων διατομὴν καὶ ὁ Παῦλος ἡμῖν ἐπιδεικνὺς ἐν τῷ πρὸς Ἑβραίους ἔφη γράμματι “Σκηνὴ γὰρ κατεσκευάζετο ”ἡ πρώτη, ἥτις λέγεται ἁγία· μετὰ δὲ τὸ δεύτερον κατα- “πέτασμα σκηνὴ ἡ λεγομένη ἅγια ἁγίων, χρυσοῦν ἔχουσα ”θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμ- “μένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος ἡ χρυσῆ ἔχουσα ”τὸ μάννα, καὶ αἱ πλάκες τῆς διαθήκης καὶ ἡ ῥάβδος “Ἀαρὼν ἡ βλαστήσασα.” ἀλλ᾽ “εἰς μὲν τὴν πρώτην,” φησὶ, “σκηνὴν εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, ”εἰς δὲ τὴν δευτέραν μόνος ὁ ἀρχιερεὺς ἅπαξ τοῦ ἐνιαυτοῦ “οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπέρ τε ἑαυτοῦ καὶ τῶν ”τοῦ λαοῦ ἀγνοημάτων, τοῦτο δηλοῦντος τοῦ Πνεύματος “τοῦ Ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι ”τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν.” ἦν μὲν γὰρ οὐκ ἀμφίλογον, ὅτι ταῖς πρώταις τοῦ ναοῦ θύραις περιτετάνυστο καταπέτασμα. διὸ καὶ εἰς τὴν πρώτην ἐλογίζετο σκηνὴν, ἐκαλεῖτο δὲ ἁγία· οὐ γὰρ δή τις ὅλως ἀνίερον εἶναί τινα τοῦ ναοῦ τόπον ἐρεῖ, διαψεύσεται γὰρ, ἐπείπερ ὅλος ἅγιος ἦν. μετὰ δὲ τὴν πρώτην σκηνὴν τὸ μεταξὺ καταπέτασμα δευτέραν ὥσπερ εἰργάζετο, τὴν ἐσωτέρω φημὶ, τὰ ἅγια τῶν ἁγίων.
ἀλλ᾽ ὥσπερ ὁ μακάριος ἔφη Παῦλος, διὰ τῶν ἐν τύποις ἡμῖν σχημάτων ἐδήλου τὸ Πνεῦμα τὴν τοῖς ἁγίοις πρεπωδεστέραν οὔπω πεφανερῶσθαι τρίβον, εἰργομένων ἔτι τῶν λαῶν, καὶ στάσιν ἐχούσης τῆς πρώτης αὐλῆς. οὔπω γὰρ ὄντως ὁ τῆς πολιτείας διεφαίνετο τρόπος τῆς δοθείσης διὰ Χριστοῦ τοῖς διὰ τοῦ Πνεύματος κεκλημένοις πρὸς ἁγιασμὸν, οὔπω τὸ περὶ αὐτοῦ πεφανέρωτο μυστήριον, ἔτι τῆς ἐν γράμμασιν ἰσχυούσης ἐντολῆς. διὸ καὶ εἰς τὴν πρώτην αὐλὴν ὁ νόμος ἵστη τοὺς Ἰουδαίους. προεισβολὴ γὰρ ὥσπερ τις καὶ ἵν᾽ οὕτως εἴπω προαύλιόν ἐστι τῆς εὐαγγελικῆς παιδεύσεώς τε καὶ πολιτείας ἡ νομική. ἡ μὲν γάρ ἐστιν ἐν τύποις, ἡ δὲ βλέπει πρὸς ἀλήθειαν. καὶ ἁγία μὲν ἡ πρώτη σκηνὴ, ἅγιος γὰρ ὁ νόμος καὶ ἡ ἐντολὴ δικαία καὶ ἀγαθή· ἁγία δὲ ἁγίων ἡ ἐσωτέρα· ἅγιοι γὰρ ὄντες οἱ τῆς κατὰ νόμον δικαιοσύνης μετειληφότες, γεγόνασιν ἁγιώτεροι τὴν πίστιν παραδεξάμενοι, δῆλον δὲ ὅτι τὴν εἰς Χριστὸν, καὶ τῷ θείῳ τε καὶ Ἁγίῳ διακεχρισμένοι Πνεύματι. μείζων οὖν ἄρα τῆς νομικῆς δικαιοσύνης ἡ διὰ πίστεως, καὶ πολὺ δὴ λίαν πλουσιώτερος ὁ ἁγιασμός. τοιγάρτοι καὶ ὁ σοφώτατος Παῦλος ἥδιστά τε καὶ λίαν ἑτοίμως τὴν ἐν νόμῳ δικαιοσύνην ἐζημιῶσθαί φησιν, ἵνα Χριστὸν κερδάνῃ, καὶ εὑρεθῇ “ἐν αὐτῷ μὴ ἔχων ἰδίαν ”δικαιοσύνην τὴν ἐν νόμῳ, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ “Χριστοῦ.”
καὶ ὀπίσω δέ τινες ἔπιπτον, καὶ καλῶς τρέχοντες ἐβασκαίνοντο, γαλάται δὲ οὗτοι, μετὰ τὴν ἐν πίστει δικαιοσύνην, εἰς τὴν τοῦ νόμου παλινδρομήσαντες ἐντολὴν, καὶ εἰς πολιτείαν ὑπονοστήσαντες τὴν ἐν τύποις καὶ γράμμασιν, οἷς δὴ καὶ σφόδρα δικαίως ὁ Παῦλος διεμαρτύρατο λέγων “Ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφε- ”λήσει. κατηργήθητε ἀπὸ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαι- “οῦσθε, τῆς χάριτος ἐξεπέσατε.” ἀλλ᾽ ἵνα τὸν τοῦ προκειμένου χρησίμως καὶ ἀναγκαίως ἀναμηρυσώμεθα λόγον, σχίζεται τοῦ ναοῦ τὸ καταπέτασμα ἀπὸ ἄνωθεν ἕως κάτω, τὰ ἅγια τῶν ἁγίων ἀνακαλύπτοντος ὥσπερ ἤδη τοῦ Θεοῦ, καὶ βατὴν τοῖς πιστεύουσιν εἰς Χριστὸν τὴν ἔσω λοιπὸν τιθέντος σκηνήν. πρόκειται γὰρ ἤδη τῶν θείων ἡμῖν μυστηρίων ἡ γνῶσις, οὐκέτι τῇ παχύτητι τοῦ νομικοῦ γράμματος καθάπερ τινὶ καταπετάσματι κατημφιεσμένη, οὐδὲ τὸ ἐκ τῆς ἱστορίας ἔχουσα κατακάλυμμα, ἤγουν τὸ ἐν τύποις ἀφανὲς τοῖς τῆς διανοίας ἡμῶν ὄμμασιν ἀνατειχίζουσα, ἀλλ᾽ ἐν ἁπλότητι πίστεως καὶ ἐν ὀλίγοις κομιδῇ τοῖς ῥήμασιν· “Ἐγγὺς γάρ ”σου, φησὶ, τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ “καρδίᾳ σου, τουτέστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν, ”ὅτι ἐὰν εἴπῃς ἐν τῷ στόματι σου Κύριος Ἰησοῦς, καὶ “πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς ἤγειρεν αὐτὸν ἐκ ”νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, “στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.”
ὅλον γὰρ ἡμῖν ἐν τούτοις ὁρᾶται τὸ τῆς εὐσεβείας μυστήριον. ἀλλ᾽ ἕως μὲν οὔπω τῆς ἡμετέρας ὑπεραθλήσας ζωῆς τὸν τῆς σαρκὸς θάνατον ὑπέμεινεν ὁ Χριστὸς, ἥπλωτό πως ἔτι τὸ καταπέτασμα· ἐκράτει γὰρ ἔτι τῆς κατὰ νόμον ἐντολῆς ἡ δύναμις. ἐπειδὴ δὲ πάντα τετέλεστο τὰ ἐπὶ Χριστῷ τολμήματα παρὰ τῆς Ἰουδαίων ἀνοσιότητος, καὶ λοιπὸν ἐξέπνευσε δι᾽ ἡμᾶς, καὶ τοῦτο παθὼν ὁ Ἐμμανουὴλ, καιρὸς ἦν ἤδη περιῤῥήγνυσθαι λοιπὸν τὸ ἀρχαῖον ἐκεῖνο καὶ πλατὺ καταπέτασμα, τουτέστι, τὴν τοῦ νομικοῦ γράμματος ἀσφάλειαν, καὶ ἀπογυμνοῦσθαι τοῖς διὰ πίστεως ἡγιασμένοις ἐν Χριστῷ τῆς ἀληθείας τὸ κάλλος. σχίζεται δὲ διόλου τὸ καταπέτασμα, τὸ γάρ Ἄνωθεν ἕως κάτω τί ἂν ἕτερον ἡμῖν ἢ τοῦτο σημαίνει; καὶ διὰ ποίαν αἰτίαν; οὐ γὰρ μερικὴν ἔχει τὴν ἀποκάλυψιν τὸ σωτήριον κήρυγμα, τελεώτατον δὲ ἡμῖν τῶν θείων ἡμῖν μυστηρίων ἐνίησι φωτισμόν. διὸ καὶ ὁ ψάλλων ἔφη που πρὸς τὸν Θεὸν, ὡς ἐκ προσώπου τοῦ νέου λαοῦ “Τὰ ἄδηλα καὶ τὰ ”κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι,” καὶ μὴν καὶ ὁ θεσπέσιος ἐπιστέλλει Παῦλος τοῖς πιστεύσασιν εἰς Χριστόν “Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι ”τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ, ὅτι ἐν παντὶ ἐπλουτί- “σθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ σοφίᾳ καὶ πάσῃ ”γνώσει.”
ὅτι τοίνυν ἐν πάσῃ σοφίᾳ καὶ ἐν πάσῃ γνώσει καὶ ἐν παντὶ λόγῳ καταπλουτήσειν ἔμελλον οἱ τοῦ Σωτῆρος προσκυνηταὶ, ἀθόλωτον δηλαδὴ καὶ παντὸς ἐλευθέραν συσκιάσματος τὴν τοῦ κατ᾽ αὐτὸν μυστηρίου δεχόμενοι γνῶσιν, ἐδήλου τὸ καταπέτασμα διεσχισμένον οὐ μερικῶς, ἀλλ᾽ ὅλον δι᾽ ὅλου. τοῦτο γάρ ἐστι τό Ἄνωθεν ἕως κάτω. οἰκειότατον δὲ καὶ πολὺ μᾶλλον πρεπωδέστατον τῇ τῶν θείων μυστηρίων ἀποκαλύψει φαμὲν τὸν καιρὸν, καθ᾽ ὃν τὴν ψυχὴν ὑπὲρ ἡμῶν τέθεικεν ὁ Σωτὴρ, ὡς ἀπολακτίσαντος ἤδη τοῦ Ἰσραὴλ τὴν χάριν, καὶ τῆς εἰς Θεὸν ἀγάπης ὁλοκλήρως ἀποπηδήσαντος, διὰ τῆς εἰς αὐτὸν παροινίας καὶ ἀπηχεστάτων τολμημάτων. ἐλλελοιπὸς γὰρ οὐδὲν τοῖς ἐκείνων ἀνοσιουργήμασι κατίδοι τις ἂν καὶ μέχρι θανάτου κατακομισθέντα μαθὼν τὸν τῆς ζωῆς χορηγόν.
Οἶμαι μὲν οὖν ἀποχρώντως ἡμῖν εἰρῆσθαι καὶ ταῦτα, καὶ οὐκ ἀπὸ σκοποῦ τοῦ πρέποντος τὸν τῶν θείων θεωρημάτων ἐξοίχεσθαι λογισμόν· ἐπειδὴ δὲ μετὰ δριμείας τινὸς τῆς ἐπιτηρήσεως εὑρίσκεται λέγων ὁ θεσπέσιος Εὐαγγελιστής Ὡς δὲ ἐξέπνευσεν, ἐῤῥάγη τὸ καταπέτασμα τοῦ ναοῦ· μόνον γὰρ οὐχὶ τὸν τοῦ πράγματος καιρὸν διὰ τούτων ἡμῖν ἀναγκαίως ἐπισημαίνεται· φέρε δή τι πρὸς οἷς ἔφαμεν ἀρτίως ἐπινοήσωμεν ἕτερον, οὐ μετρίαν ἔχον, ὥς γε μοι δοκεῖ, τὴν ἐν τῷ νοεῖσθαι κομψείαν· ἁλώσεται γὰρ οὐδαμῶς τῆς τῶν ἀναγκαίων διαπίπτον χρείας τε καὶ χάριτος. ἔθος τοιγαροῦν παρὰ τοῖς Ἰουδαίων δήμοις τε καὶ ἡγουμένοις ἐκράτει τοιοῦτον· ἐπαθροῦντες γάρ τι πραττόμενον ὃ λυπεῖν ὅτι μάλιστα τὸν νομοθέτην ἐδόκει, ἤγουν ἐπαΐοντές τι τῶν ἀπηχεστάτων, ῥημάτων δὲ δηλονότι φημὶ τῶν τελούντων εἰς βλασφημίαν, τὴν ἐσθῆτα περιεῤῥήγνυντο, καὶ τὸ τοῖς πενθοῦσι πρέπον ἐπλάττοντο σχῆμα, ἀπολογούμενοι τρόπον τινὰ διὰ τούτου Θεῷ, καὶ δι᾽ ὧν ἔχειν ἐδόκουν οὐ φορητῶς, τῆς τῶν πεπλημμεληκότων μανίας καθορίζοντες δίκην, ἔξω τε πάσης τῆς ἐπὶ τούτοις αἰτίας τὴν οἰκείαν ὥσπερ ποιούμενοι κεφαλήν.
καὶ γοῦν τοῦ Σωτῆρος οἱ μαθηταὶ, Βαρνάβας δὲ οὗτοι καὶ Παῦλος, ὅτε τινὲς αὐτοὺς τῶν οὔπω πεπιστευκότων οἰηθέντες εἶναι θεούς· “ἐκάλουν γὰρ ”τὸν μὲν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν·” τοῖς ἱερεῦσιν ὁμοῦ θυσίας καὶ στέμματα παρενεγκόντες, ἐπεχείρουν ἤδη καὶ θυσίαις τιμᾶν, τοῦ δωματίου καταπηδήσαντες, ἅτε δὴ καὶ τῆς θείας δόξης ἀδικουμένης, εἰ προκομισθεῖεν ὅλως ἀνθρώποις θυσίαι, διέῤῥηξαν τὰ ἱμάτια ἑαυτῶν, καθὰ γέγραπται, καὶ τὸ ἀμαθὲς τῶν εἰδωλολατρούντων ἐγχείρημα τοῖς καθήκουσιν ἀπεκρούοντο λόγοις. κρινομένου δὲ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ παρὰ τοῖς Ἰουδαίων καθηγηταῖς, καὶ τίς τε εἴη καὶ πόθεν διδάσκειν ἀπαιτουμένου, λέγοντός τε σαφῶς “Ἀμὴν λέγω ὑμῖν, ἀπ᾽ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ”καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν “νεφελῶν τοῦ οὐρανοῦ,” τῶν ἱερῶν ἀναπήδησας δίφρων ὁ Καϊάφας “διέῤῥηξε τὰ ἱμάτια ἑαυτοῦ λέγων Ἐδυσφή- ”μησεν.” ἔθει τοιγαροῦν τῷ παρ᾽ αὐτοῖς κρατήσαντι καὶ αὐτὸς ὁ θεῖος ὥσπερ ἐχρήσατο ναὸς, διαῤῥήξας ὡς ἱμάτιον τὸ ἴδιον καταπέτασμα, τοῦ Σωτῆρος ἡμῶν εὐθὺς ἀποπνεύσαντος. τῆς γὰρ Ἰουδαίων ἀφιλοθεΐας κατεψηφίζετο τὴν εἰς αὐτὸν δυσσέβειαν.
θείᾳ δὲ δὴ πάντως ἐνεργείᾳ καὶ τοῦτο ἐπληροῦτο, ἵνα πενθοῦντα τὸν Ἰσραὴλ καὶ αὐτὸν ἡμῖν τὸν ἅγιον ἐπιδείξῃ ναόν. <Οἱ οὖν Ἰουδαῖοι, ἐπεὶ παρασκευὴ ἦν, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ· ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνη τοῦ σαββάτου· ἠρώτησαν τὸν Πιλάτον, ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν.> Οὐκ εὐλάβειαν ἐπιμαρτυρῶν τοῖς ἀγρίως τε καὶ ἀνημέρως μιαιφονεῖν εἰωθόσι, καὶ ἐπὶ τοῖς οὕτως ἀνοσίοις κατεγνωσμένοις, τὰ τοιαῦτά φησιν ὁ μακάριος Εὐαγγελιστὴς, ἐκεῖνο δὲ πάλιν ἐπιδεικνὺς ἀσυνέτως τε καὶ ἀμαθῶς ὑπομένοντας, ὅπερ ἔφη Χριστός· διυλίζουσι γὰρ “τὸν κώνωπα, τὴν κάμη- ”λον καταπίνοντες,” τὰ μὲν γὰρ τῶν ἀσεβημάτων ὑπερφερῆ τε καὶ πάνδεινα λόγου παντελῶς οὐδενὸς ἀξιοῦντες ἁλίσκονται· τὰ δέ γε λεπτότατά τε καὶ σμικρότατα μετὰ πολλῆς τινος τῆς ἀκριβείας περιεργάζονται, καθ᾽ ἑκάτερον ἀμαθαίνοντες. καὶ γείτων ὁ ἔλεγχος. ἰδοὺ γὰρ ἰδοὺ Χριστὸν ἀποκτείναντες τὴν ἐν σαββάτῳ αἰδὼ ποιοῦνται περὶ πολλοῦ, καὶ τοῖς ὑπὲρ λόγον τολμήμασι τὸν νομοθέτην ὑβρίσαντες, τὴν εἰς τὸν νόμον εὐλάβειαν σχηματίζονται· μεγάλην δὲ οὖσαν ἐκείνου δὴ μάλιστα τοῦ σαββάτου τὴν ἡμέραν προσποιοῦνται τιμᾶν, οἱ τὸν τῆς μεγάλης ἡμέρας ἀνελόντες Κύριον, αἰτοῦσί τε χάριν τὴν αὐτοῖς καὶ μόνοις πρεπωδεστάτην.
συνθραύεσθαι γὰρ αὐτῶν τὰ σκέλη παρακεκλήκασι, θερμοτέραν τοῦ θανάτου τὴν ἔφοδον, διὰ τῆς ἀφορήτου λοιπὸν αἰκίας τοῖς ἤδη καμοῦσι κατασκευάζοντες. <Ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ, ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, ἀλλ᾽ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε, καὶ ἐξῆλθεν εὐθὺς αἷμα καὶ ὕδωρ. καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινή ἐστιν αὐτοῦ ἡ μαρτυρία, καὶ ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύσητε. ἐγένετο γὰρ ταῦτα, ἵνα πληρωθῇ ἡ γραφή Ὀστοῦν οὐ συντριβήσεται ἀπ᾽ αὐτοῦ. καὶ πάλιν ἑτέρα γραφὴ λέγει Ὄψονται εἰς ὃν ἐξεκέντησαν.> Τὴν τῶν Ἰουδαίων ἀποπληροῦντες αἴτησιν οἱ γείτονα τῆς ἐνούσης αὐτοῖς ὠμότητος νοσοῦντες μανίαν, τοὺς Πιλάτου δὲ δῆλον στρατιώτας φαμὲν, τῶν μὲν δύο λῃστῶν, ἅτε δὴ καὶ ἐν ζῶσιν ἔτι κατειλημμένων, τὰ σκέλη συνθραύουσιν, ὀξυτέραν αὐτοῖς τῆς ἀνηκέστου συμφορᾶς τιθέντες τὴν ἀπειλὴν, καὶ ὥσπερ ἐξ ἀνάγκης ἤδη δυσαχθεστέρας συνωθοῦντες εἰς θάνατον.
ἀποκλίναντα δὲ τὴν κεφαλὴν εὑρόντες τὸν Ἰησοῦν, ἀποπνεύσαντά τε ἤδη κατειληφότες, εἰκαῖον ἔτι νομίζουσι τὸ συνθραῦσαι τὰ σκέλη, βραχὺ δέ τι καὶ ἀπιστήσαντες, ὡς ἤδη τεθνήκοι, λόγχῃ διανύττουσι τὴν πλευρὰν, ἡ δὲ μεμιγμένον ὕδατι τὸ αἷμα διέβλυσε, τῆς μυστικῆς εὐλογίας καὶ τοῦ ἁγίου βαπτίσματος εἰκόνα καὶ ἀπαρχὴν ὥσπερ τινὰ τιθέντος ἡμῖν τοῦ Θεοῦ τὸ γεγενημένον. Χριστοῦ γὰρ ὄντως ἐστὶ καὶ παρὰ Χριστοῦ τὸ ἅγιον βάπτισμα, καὶ τῆς μυστικῆς εὐλογίας ἡ δύναμις ἐκ τῆς ἁγίας ἡμῖν ἀνέφυ σαρκός.
Πιστοῦται γεμὴν ὁ σοφώτατος Εὐαγγελιστὴς ἀπὸ τῶν συμβεβηκότων τοὺς ἀκροωμένους, ὅτι περ αὐτὸς εἴη ὁ Χριστὸς, ὁ πάλαι διὰ τῆς ἁγίας γραφῆς προαναφωνούμενος· συνῳδὰ γὰρ τοῖς περὶ αὐτοῦ γεγραμμένοις ἐξέβη τὰ πράγματα. οὔτε γὰρ ὀστοῦν αὐτοῦ συνετρίβη, καὶ τῇ τῶν στρατιωτῶν ἐξεκεντήθη λόγχῃ, κατὰ τὰς γραφάς. ἐπόπτην δὲ ὥσπερ καὶ θεωρὸν τοῦ πράγματος αὐτὸν γενέσθαι φησὶ τὸν περὶ τῶν τοιούτων μαρτυρήσαντα μαθητὴν, εἰδέναι τε κατὰ ἀλήθειαν, ὅτι μεμαρτύρηκεν ἀληθῆ, ἑαυτὸν κἂν τούτῳ καὶ οὐχ ἕτερόν τινα σημαίνων. παρῃτήσατο γὰρ γυμνότερον εἰπεῖν, τὴν τῆς φιλοδοξίας ὑπόληψιν ὡς ἀνόσιόν τι χρῆμα καὶ νόσον ἀποκρουόμενος τὴν ἐσχάτην. <Περὶ τῆς αἰτήσεως τοῦ κυριακοῦ σώματος.> <Μετὰ δὲ ταῦτα ἠρώτησε τὸν Πιλάτον ὁ Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλάτος.
ἦλθεν οὖν καὶ ἦρε τὸ σῶμα αὐτοῦ.> Κατηγορεῖ μὲν ὁ λόγος καὶ τῆς Ἰουδαίων ἀνοσιότητος οὐ μετρίως καταβοᾷ, σφαλερὸν εἶναι δεικνὺς καὶ οὐ παντελῶς ἀζήμιον τὸ μαθητεύεσθαι τῷ Χριστῷ· λανθάνειν γὰρ ὅτι μάλιστα διεσπουδακότα τὸν ἐπιεικέστατον τουτονὶ νεανίαν, φημὶ δὴ τὸν Ἰωσὴφ, εἰσκεκόμικεν ἐναργῶς, καίτοι ταῖς διὰ Χριστοῦ διδασκαλίαις ἀναπεπεισμένον λατρείαν ἑλέσθαι τὴν ὄντως ἀληθῆ καὶ τῆς νομικῆς ἐντολῆς ἀμείνω τε καὶ ἡδίονα τῷ φιλαρέτῳ Θεῷ, ὁμοῦ δὲ καὶ βεβαιοῖ τὸ εἰς πίστιν ἡμῖν ἀναγκαῖον. ἔδει γὰρ ἔδει πιστεύειν ὅτι τέθεικεν ὑπὲρ ἡμῶν τὴν ψυχὴν ὁ Χριστός. ὅπου γὰρ ἐνταφιασμὸς, πῶς οὐκ ἀναγκαίως ἕψεται τὸ διακεῖσθαι καὶ ἀραρότως, ὅτι καὶ θάνατος ἦν; καταψηφίσαιτο δ᾽ ἄν τις, καὶ οὐκ ἀπὸ σκοποῦ, τὴν ἐσχάτην ἀγριότητα τῆς Ἰουδαίων ἀλαζονείας καὶ γνώμης ἀσυμπαθοῦς καὶ ἀφιλοστόργου φρονήματος, οἳ μηδὲ τὴν τοῖς τεθνεῶσι χρεωστουμένην ἀπονέμουσιν αἰδὼ τῷ Χριστῷ, μηδὲ ὁσίᾳ τιμῶσιν, ἄπνουν καὶ νεκρὸν ὁρῶντες κείμενον, καίτοι γινώσκοντες ὅτι αὐτός ἐστιν ὁ Χριστὸς, πολλάκις δὲ καὶ θαυματουργοῦντα καταπεπληγμένοι, εἰ καὶ δριμὺς ὢν ὁ φθόνος γνησίως αὐτοῖς ἐνιζάνειν τὴν ἐκ τῆς θαυματουργίας ὄνησιν συγκεχώρηκεν οὐδαμῶς.
εἰς κρῖμα τοίνυν τῆς Ἰουδαίων ἀπανθρωπίας, καὶ εἰς ἔλεγχον τῶν Ἱεροσολυμιτῶν ὁ ἐκ τῆς Ἀριμαθαίας ἔρχεται μαθητὴς καὶ ταῖς καθηκούσαις θεραπείαις τιμᾷ, ὃν γυμνῇ μὲν οὔπω, λαθραίᾳ δ᾽ οὖν ὅμως τῇ πίστει τετίμηκε διὰ τὸν φόβον τῶν Ἰουδαίων, καθά φησιν ὁ μακάριος Εὐαγγελιστής. <Ἦλθε δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς αὐτὸν νυκτὸς τὸ πρῶτον, φέρων μίγμα σμύρνης καὶ ἀλόης, ὡσεὶ λίτρας ἑκατόν.> Οὐχ ἕνα φησὶ μαθητὴν βεβουλεῦσθαι σωφρόνως προθυμότατά τε καὶ λίαν ἐλθεῖν εἰς περιστολὴν τοῦ ἁγίου σώματος, ἐπισυνάπτει δὲ τῷ πρώτῳ καὶ δεύτερον· Νικόδημος οὗτος ἦν· μαρτυρίαν ὥσπερ τὴν κατὰ νόμον τετιμημένην συλλέγων τῷ πράγματι. “Ἐπὶ στόματος γὰρ, φησὶ, δύο ἢ καὶ τριῶν ”μαρτύρων σταθήσεται πᾶν ῥῆμα.” δύο τοιγαροῦν οἱ ἐνταφιάσαντες, Ἰωσήφ τε καὶ Νικόδημος, ἔχοντες μὲν εἴσω τὴν πίστιν εἰς νοῦν, ἀσυνέτῳ γεμὴν ἔτι καταπτοούμενοι δείματι, καὶ τῆς ἐπιγείου τιμῆς τε καὶ δόξης οὔπω προτιμήσαντες τὴν παρὰ Θεῷ. ἦ γὰρ ἂν τὸν ἐκ τῶν Ἰουδαίων ἀποπεμψάμενοι φόβον, καὶ ὀλίγα παντελῶς τῆς εἰς ἐντεῦθεν φροντίσαντες ἀπειλῆς, ἐλευθέραν τῇ πίστει παρέσχον τὴν ἄδειαν, ὅσιοί τε καὶ ἀγαθοὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐντολῆς ἐδείχθησαν φύλακες. <Ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησαν αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶ τοῖς Ἰουδαίοις ἐνταφιάζειν.
ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινὸν ἐν ᾧ οὐδέπω οὐδεὶς ἦν τεθειμένος.> Ἐλογίσθη μὲν ἐν νεκροῖς, ὁ δι᾽ ἡμᾶς μὲν ἐν νεκροῖς κατὰ σάρκα, ζωὴ δὲ δι᾽ ἑαυτὸν καὶ τὸν φύσαντα νοούμενός τε καὶ ὑπάρχων κατὰ ἀλήθειαν. ἵνα δὲ πᾶσαν πληρώσῃ δικαιοσύνην, τὴν τῷ ἀνθρωπίνῳ δὲ δηλονότι πρέπουσαν σχήματι, οὐχὶ τῷ τεθνάναι μόνον καθ᾽ ἑκούσιον βούλησιν τὸν οἰκεῖον ὑπετίθει ναὸν, ἀλλὰ καὶ τοῖς μετὰ τοῦτο, φημὶ δὴ πάλιν, τῷ τε ἐνταφιασμῷ καὶ καταθέσει τῇ εἰς τὸ μνημεῖον. ἐν κήπῳ δὲ τοῦτο καὶ καινὸν εἶναί φησιν ὁ συγγραφεὺς, κατασημαίνοντος ὥσπερ ἡμῖν ἐν τύπῳ καὶ ὑπογραμμῷ τοῦ πράγματος, ὅτι τῆς εἰς τὸν παράδεισον εἰσδρομῆς καὶ πρόξενος ἡμῖν καὶ ἀρχὴ γέγονεν ὁ Χριστοῦ θάνατος. “πρόδρομος ”γὰρ ὑπὲρ ἡμῶν εἰσῆλθεν” αὐτός. τί γὰρ ἕτερον ἢ αὐτὸ δὴ τοῦτο κατασημήνειεν ἂν τὸ νεκρὸν ἐν κήπῳ διακεκομίσθαι τὸν Ἰησοῦν; διὰ δὲ τῆς τοῦ μνημείου καινότητος, τὸ ἀτριβὲς ὥσπερ καὶ ξένον τῆς ἐκ θανάτου πρὸς ζωὴν ἀναδρομῆς, καὶ ἡ κατὰ τῆς φθορᾶς ἐπινοηθεῖσα καινοτομία διὰ Χριστοῦ σημαίνεται. καινὸς γὰρ ἡμῶν ὁ θάνατος ἐν θανάτῳ Χριστοῦ εἰς ὕπνου τρόπον τινὰ μετατεθειμένος δύναμίν τε καὶ χρείαν. ζῶμεν γὰρ τῷ Θεῷ ζήσειν μέλλοντες, κατὰ τὰς γραφάς. τοιγάρτοι καὶ ὁ μακάριος Παῦλος ἄνω τε καὶ κάτω κεκοιμημένους καλεῖ τοὺς ἐν Χριστῷ τελευτήσαντας.
πάλαι μὲν γὰρ κατὰ τῆς ἡμετέρας φύσεως τὸ δεινὸν τοῦ θανάτου κατεθρασύνετο. βεβασίλευκε γὰρ “ἀπὸ Ἀδὰμ καὶ μέχρι ”Μωυσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώ- “ματι τῆς παραβάσεως Ἀδὰμ,” καὶ πεφορέκαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, καθ᾽ ὁμοιότητα τὴν ἐκείνου, τὸν ἐκ τῆς θείας ἀρᾶς ὑπομένοντες θάνατον. ἐπειδὴ δὲ ὁ δεύτερος ἡμῖν ἐπέλαμψεν Ἀδὰμ, ὁ θεῖός τε καὶ ἐξ οὐρανοῦ, καὶ τῆς ἁπάντων ὑπεραθλήσας ζωῆς, τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς τὴν ἁπάντων ζωὴν ἐξεπρίατο, καὶ τὸ τῆς φθορᾶς καταλύσας κράτος ἀνεβίω πάλιν, μετεπλάσθημεν εἰς εἰκόνα τὴν πρὸς αὐτὸν, καινὸν ὥσπερ τινὰ θάνατον ὑπομένοντες, οὐκ εἰς ἀτελεύτητον ἡμᾶς καταλύοντα φθορὰν, ἀλλ᾽ ὕπνον ἐμβάλλοντα τὸν ἐλπίδος γέμοντα καλῆς, καθ᾽ ὁμοιότητα δὲ δηλονότι τοῦ καὶ ταύτην ἡμῖν ἐγκαινίσαντος τὴν ὁδὸν, τουτέστι Χριστοῦ.
Εἰ δὲ δή τις ἐθέλοι προσκατασκευάσαι διὰ τοῦ καινὸν εἶναι τὸ μνημεῖον εἰπεῖν, μηδένα τε ὅλως ἐν αὐτῷ τεθεῖσθαι πρότερον, καλῶς ἂν ἔχοι καὶ τοῦτο. ἵνα γάρ φησι μὴ ἕτερός τις παρὰ τὸν Ἰησοῦν ἐγηγέρθαι πιστεύηται, καινὸν εἶναί φησι τὸ μνῆμα, οὐδενὸς ἐν αὐτῷ τεθέντος πώποτε. <Ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.> Οὐχὶ μόνον ἁπλῶς ὅτι κεκήδευταί φησιν, ἤγουν ὅτι κῆπος ἦν ἐγγὺς τοῦ σταυροῦ, καὶ καινὸν ἐν αὐτῷ μνημεῖον, ἀλλ᾽ ὅτι καὶ κατετέθη δηλοῖ, οὐδὲ τὸ βραχὺ τῶν γεγονότων καταλιπὼν ἀνεξήγητον. ἀναγκαιοτάτη γὰρ ὄντως εἰς τὴν τοῦ μυστηρίου συναίνεσίν τε καὶ σύστασιν, ἡ περὶ τοῦ τεθνάναι Χριστὸν ὁμολογία καὶ γνῶσις. διὰ τοῦτο καὶ ὁ σοφώτατος Παῦλος τὸν τῆς πίστεως ἡμῖν κανόνα διοριζόμενος οὕτω φησίν “Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ”ἐν τῇ καρδίᾳ σου, τουτέστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσ- “σομεν, ὅτι ἐὰν εἴπῃς ἐν τῷ στόματί σου Κύριος Ἰησοῦς, ”καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς ἤγειρεν αὐτὸν “ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιο- ”σύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν,” ἀλλὰ καὶ ἑτέρωθί που πάλιν “Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ ”καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν “ἡμῶν κατὰ τὰς γραφὰς, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται ”τῇ ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς γραφάς.”
οὐκοῦν ἀναγκαιοτάτην καὶ τὴν περὶ τούτων ἡμῖν ἐξήγησιν ὁ τοῦ βιβλίου ποιεῖται συγγραφεύς. ἔδει γὰρ ἔδει πιστεύειν ὅτι καὶ ἀπέθανε καὶ ἐτάφη. λοιπὸν γὰρ εἰσβήσεται μετὰ τοῦτο τὸ πιστεύειν ἀληθῶς, ὅτι καὶ τὰ τοῦ θανάτου διαῤῥήξας δεσμὰ, πρὸς τὴν ἰδίαν ὡς Θεὸς ἀνεφοίτησε ζωήν. οὐ γὰρ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπὸ τοῦ θανάτου. ζωὴ γὰρ ὢν κατὰ φύσιν, πῶς ἂν ὑπέμεινε τὴν φθοράν; ὁ δὲ ἐν ᾧ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμὲν, πῶς ἂν τοῖς τῆς ἡμετέρας φύσεως ὑπηνέχθη νόμοις, καὶ οὐχὶ μᾶλλον ὡς Θεὸς ἐζωογόνησεν εὐκόλως τὸ ζωῆς ἐπιδεές; <Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν· ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητὴς, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον· ἔτρεχον δὲ οἱ δύο ὁμοῦ, καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν. ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, καὶ τὸ σουδάριον ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον.
τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε καὶ ἐπίστευσεν· οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι.> Οὐκ ἂν ἐκαρτέρησεν οἴκοι μένειν ἡ σπουδαιοτάτη καὶ φιλόθεος αὕτη γυνὴ, οὐδ᾽ ἂν ἀπελείφθη τοῦ μνήματος, εἰ μὴ τὸν ἐπὶ τῷ σαββάτῳ καταδείσασα νόμον, καὶ τὴν τοῖς παραβαίνουσιν ἐπαρτηθεῖσαν δίκην, τὸ τῆς εἰς τοῦτο προθυμίας παρέκοψε θερμὸν, καὶ τοῖς ἀρχαίοις ἔθεσιν ἀπονέμουσα τὸ ἔτι κρατεῖν, τῶν ὅτι μάλιστα ποθουμένων καὶ οὐχ ἑκοῦσαν ἐξείργειν ᾤετο δεῖν τὴν ἑαυτῆς διάνοιαν. οἰχομένου δὲ ἤδη τοῦ σαββάτου, καὶ ἄρτι τῆς γείτονος ἀνατελλούσης ἡμέρας, δρόμῳ μέτεισι τὸν τόπον· εἶτα τῶν τοῦ μνημείου στομάτων ἐκκεκυλισμένον ἰδοῦσα τὸν λίθον, εἰς εὐλόγους ὑποψίας συναρπάζεται, καὶ τὸν ἀτελεύτητον τῶν Ἰουδαίων ἐννοήσασα φθόνον, μετακεκομίσθαι νομίζει τὸν Ἰησοῦν, ταῖς ἐκείνων ἀπονοίαις καὶ τοῦτο μετὰ τῶν ἄλλων ἐπιγράφουσα τὸ δυσσέβημα. ἐπειδὴ δὲ ἐν τούτοις τὸ γύναιον ἦν, καὶ τοῖς ἐκ τοῦ εἰκότος ἐβάλλετο λογισμοῖς, πρὸς τοὺς ἀγαπῶντας τὸν Κύριον ὑπονοστεῖ, συλλήπτορας ὥσπερ τῆς ἐπ᾽ αὐτῷ ζητήσεως τοὺς τῶν μαθητῶν γνησιωτάτους ποιεῖσθαι σπουδάζουσα.
ἱδρυμένην δὲ ὥσπερ καὶ ἀπόρθητον ἔχουσα τὴν πίστιν, οὐ παρεκομίσθη πρὸς ὀλιγωρίαν διὰ τῶν ἐπὶ τῷ σταυρῷ παθῶν, Κύριον δὲ συνήθως ἀποκαλεῖ καὶ τεθνεῶτα Χριστόν· τοιαύτη γὰρ ὄντως ἡ φιλόθεος ἕξις. οἱ δὲ ἐπείπερ ἐπύθοντο ταυτὶ τοῦ γυναίου διηγγελκότος· Πέτρος δὲ ἦσαν καὶ Ἰωάννης ὁ τοῦ βιβλίου συγγραφεὺς, ἑαυτὸν γὰρ εἶναί φησι τὸν ἕτερον μαθητήν· ὅσον ἦν εἰκὸς δύνασθαι συντείνονται δρόμῳ, καὶ πρὸς αὐτὸ τὸ μνημεῖον ἀφίκοντο γοργῶς, καὶ τοῦ παραδόξου γίνονται θεωροὶ, ἀποχρώντως ἔχοντες εἰς μαρτυρίαν τοῦ πράγματος· δύο γὰρ ἦσαν κατὰ τὸν νόμον. καὶ ἐγηγερμένῳ μὲν ἐκ νεκρῶν οὔπω περιτυγχάνουσι τῷ Χριστῷ, ἀπὸ δὲ τῆς τῶν ὀθονίων συλλογῆς ἐννοοῦσι τὴν ἀνάστασιν, πιστεύουσί τε λοιπὸν, ὅτι καὶ αὐτὰ τὰ τοῦ θανάτου διέῤῥηξε δεσμὰ, τοῦτο καὶ πάλαι βοώσης τῆς ἁγίας γραφῆς. οὐκοῦν τοῖς ἀληθέσι προμηνύμασι τὰ ἐκ τῶν πραγμάτων συμβαίνοντα τέλη καταλαμβάνοντες, ἑδραιοτάτην ἤδη δέχονται τὴν πίστιν.
Σημειωτέον δὲ ὅτι ὁ μὲν μακάριος Εὐαγγελιστὴς Ἰωάννης τὸν τῆς ἀναστάσεως ἡμῖν καταμηνύων καιρόν Τῇ μιᾷ φησι τῶν σαββάτων πρωῒ σκοτίας ἔτι οὔσης ἔρχεται εἰς τὸ μνημεῖον Μαρία ἡ Μαγδαληνή· Ματθαῖος γεμὴν τὴν αὐτὴν ἡμῖν ποιούμενος δήλωσιν, ἑσπέρας ἔφη βαθείας οὔσης γενέσθαι τὴν ἀνάστασιν. ἀλλ᾽ οἶμαι μηδένα διαφωνεῖν οἴεσθαι τοὺς πνευματοφόρους, μήτε μὴν διαφόρους τῆς ἀναστάσεως ἐξηγεῖσθαι καιρούς. εἰ γάρ τις βούλοιτο τῶν σημαινομένων ἐννοῆσαι τὴν δύναμιν, εἰς ταὐτὸν συμβαινούσας εὑρήσει τὰς τῶν ἁγίων φωνάς. ὄρθρος γὰρ ὡς ἐγῷμαι βαθὺς καὶ ἑσπέρα βαθεῖα, πρὸς ἕν τι καταφέρει τὸ σημαινόμενον, καὶ εἰς τὸν μεσαίτατον, ἵν᾽ οὕτως εἴπω, τοῦ τῆς νυκτὸς διαστήματος ἔρχεται τόπον. οὐδεμία τοιγαροῦν ἡ διαφωνία.
ὁ μὲν γὰρ ἀπὸ τοῦ τέλους τῆς νυκτὸς, ὁ δὲ ἀπὸ τῆς ἀρχῆς λαβὼν, πρὸς τὸ βάθος ἕρπει τῶν ὡρῶν, καὶ εἰς αὐτὸ κάτεισι, καθάπερ ἔφην ἀρτίως, τὸ μεσαίτατον. <Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί· Μαρία δὲ εἱστήκει πρὸς τὸ μνημεῖον ἔξω κλαίουσα.> Ἀποχρῶσαν ἤδη τῇ τοῦ Σωτῆρος ἡμῶν ἀναστάσει τὴν πληροφορίαν συλλέξαντες οἱ σοφώτατοι μαθηταὶ, ἱδρυμένην τε λοιπὸν καὶ ἀσάλευτον ὠδίνοντες πίστιν, ἀπό τε τῆς τῶν δρωμένων ἐκβάσεως, καὶ τῆς τῶν ἁγίων γραφῶν προῤῥήσεως, οἴκαδε πάλιν ἀνεκομίζοντο, καὶ πρὸς τοὺς σφετέρους κατά γε τὸ εἰκὸς συλλειτουργοὺς ἠπείγοντο, διαγγελοῦντές τε τὸ θαῦμα, καὶ διασκεψόμενοι μετὰ τοῦτο τὴν τῶν πρακτέων ὁδόν. ἴοι δ᾽ ἂν οὐκ ἀπὸ σκοποῦ τὸ καὶ ἕτερόν τι πεπράχθαι νομίζειν παρ᾽ αὐτῶν. ἐν ἀκμαῖς γὰρ ὄντος ἔτι τοῦ τῶν Ἰουδαίων θυμοῦ, καὶ φονώντων ἐκθύμως τῶν καθηγεῖσθαι λαχόντων κατὰ παντὸς μὲν ἀνθρώπου τὸν τοῦ Σωτῆρος ἡμῶν θαυμάζοντος λόγον, καὶ τὴν ἄῤῥητον αὐτοῦ καὶ θεοπρεπεστάτην ἀποδεχομένου δύναμίν τε καὶ δόξαν, μάλιστα δὲ κατ᾽ αὐτῶν τῶν ἁγίων μαθητῶν· τὸ ἐμπεσεῖν εἰκότως παραιτούμενοι, πρὸ αὐγῆς τῆς τελείας ἀποφοιτῶσι τοῦ μνήματος, ὡς οὐκ ἐξὸν ἀκινδύνως τοῦτο δρᾶν, εἰ ὁρῷντο μεθ᾽ ἡμέραν, τῆς τοῦ ἡλίου λαμπάδος τοῖς ἁπάντων αὐτοὺς ἀνακαλυπτούσης ὄμμασι.
καὶ οὐ δήπου δειλίαν ἐροῦμεν τὴν ἄνανδρον αἰτίαν ὥσπερ αὐτοῖς τῆς οὕτως ἐμμελεστάτης καταστῆναι φυγῆς, οἰησόμεθα δὲ μᾶλλον τοῦ χρησίμου τὴν γνῶσιν ταῖς τῶν ἁγίων ψυχαῖς ἐντεθεῖσθαι παρὰ Χριστοῦ, ἀωρὶ κινδυνεύειν οὐκ ἐπιτρέποντος τοὺς οἵπερ ἔμελλον ἔσεσθαι τῆς οἰκουμένης φωστῆρες καὶ διδάσκαλοι. ἔδει γὰρ ἀληθῆ τὸν παρ᾽ αὐτοῦ φαίνεσθαι λόγον, ὃν ἔφη περὶ αὐτῶν πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα “Πάτερ ἅγιε, τήρησον ”αὐτοὺς, φησὶν, ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, ἵνα ὦσιν “ἓν καθὼς ἡμεῖς ἕν. ὅτε ἤμην μετ᾽ αὐτῶν, ἐγὼ ἐτήρουν ”αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, καὶ ἐφύλαξα “αὐτοὺς, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ”ἀπωλείας.” ὑποφεύγουσι τοίνυν οἱ μαθηταὶ, περιμεῖναι δεῖν οἰόμενοι τὸν τῆς παῤῥησίας καιρόν. ἔδρων δὲ τοῦτο τοῖς τοῦ Σωτῆρος καταπειθόμενοι λόγοις. “παρήγγειλε γὰρ ”αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, καθὰ γέγραπται, “περιμένειν δὲ τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἣν ἤκουσαν ”αὐτοῦ, ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, αὐτοὶ δὲ βαπτισθή- “σονται ἐν Πνεύματι Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας·” ὃ δὴ καὶ εἰς πέρας ἐκβεβηκὸς εὑρήσομεν κατὰ τὰς ἡμέρας τῆς ἁγίας πεντηκοστῆς, ὅτε “ὤφθησαν αὐτοῖς διαμεριζό- ”μεναι γλῶσσαι ὡσεὶ πυρὸς, καὶ ἐκάθισεν ἐφ᾽ ἕνα ἕκαστον “αὐτῶν.”
τότε γὰρ λίαν εἰς εὔτονόν τε καὶ εὐτολμοτάτην μετασκευασθέντες διάνοιαν, καὶ τῆς ἀνθρωπίνης ἀσθενείας ὡς ποῤῥωτάτω κείμενοι ταῖς τῶν Ἰουδαίων μανίαις ἀνθωπλίζοντο, καὶ λόγον οὐδένα τῆς παρ᾽ ἐκείνων ἐπιβουλῆς ποιεῖσθαι δεῖν ἐδοκίμαζον. οἱ μὲν οὖν σοφώτατοι μαθηταὶ κατεκρύπτοντο χρησίμως, καθάπερ ἔφην ἀρτίως· ἡ δέ γε φιλόχριστος Μαριὰμ, ἅτε δὴ καὶ παντὸς ἐλευθέρα δείματος, καὶ τὴν τῶν Ἰουδαίων ὀργὴν οὐκ ἔχουσα λίαν ἐν ὑποψίαις, προσεδρεύει μὲν ἰταμώτερον, τὸ δὲ ταῖς θηλείαις ἀεί πως προσπεφυκὸς ὑπομένει πάθος, ἀνοιμώζει γὰρ ἀπληστότερον, καὶ ἀκορέστως τῶν ἰδίων ὀμμάτων ἀποθλίβει τὸ δάκρυον, οὐχ ὅτι τετελεύτηκε καταθρηνοῦσα μόνον, ἀλλ᾽ ὅτι καὶ μετατεθεῖσθαι τοῦ μνήματος ᾠήθη τὸν Κύριον. <Ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσὶν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ. καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι Γύναι, τί κλαίεις;> Ἄθρει δὴ πάλιν, ὡς οὐκ ἀμισθὶ τὸ ἐπὶ Χριστῷ καταχεῖται δάκρυον, ἀλλ᾽ οὐδὲ τῆς εἰς αὐτὸν ἀγάπης μακρὰν ὁ καρπὸς, γείτων δὲ ὥσπερ καὶ παρεζευγμένη τοῖς πόνοις ἕψεται χάρις καὶ πλουσία πάντως ἀντίδοσις.
ἰδοὺ γὰρ ἰδοὺ προσεδρευούσῃ τῇ Μαριὰμ, καὶ πόθῳ μὲν φιλοθέῳ τηκούσῃ τὸ σπλάγχνον, γνήσιον δὲ τῷ Δεσπότῃ τηρούσῃ τὸ φρόνημα, διὰ φωνῆς ἁγίων ἀγγέλων τοῦ καθ᾽ ἑαυτὸν μυστηρίου τὴν γνῶσιν ὁ Σωτὴρ ἐχαρίζετο. ἐθεᾶτο γὰρ ἀγγέλους ἐν ἐσθήμασι λαμπροῖς, τῆς ἀγγελικῆς καθαρότητος τὸ εἰλικρινέστατον κάλλος τῆς τῶν ἱματίων σημαινούσης περιστολῆς, οἳ καὶ τοῦ θρηνεῖν ἀποπαύοντες λέγουσι Γύναι τί κλαίεις; οὐ γὰρ δήπου τὴν αἰτίαν τῆς τῶν δακρύων καταβολῆς ἀξιοῦσι μαθεῖν· ᾔδεσαν γὰρ καὶ εἰ μὴ λέγοι τυχὸν ἡ γυνὴ, καὶ αὐτὸς δὲ ὁ τοῦ πράγματος σκοπὸς οὐ μετρίαν ἐξ ἑαυτοῦ εἶχε τὴν δήλωσιν· παραινοῦσι δὲ μᾶλλον περιστεῖλαι τὸ δάκρυον, ὡς οὐκ ἐν καιρῷ τῷ πρέποντι, καὶ ἐφ᾽ οἷς ἥκιστα χρῆν ἑλομένῃ τὸν θρῆνον· λελυμένου γὰρ τοῦ θανάτου καὶ ἀτονησάσης ἤδη τῆς φθορᾶς, ἐγηγερμένου δὲ διὰ τοῦτο τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ καινοτομήσαντος τοῖς νεκροῖς τὴς εἰς ἀφθαρσίαν καὶ ζωὴν ἀναδρομὴν, τοῦ δὴ χάριν καιροῦ μὲν, ὦ γύναι, τοῦ πρέποντος ἀποσφάλλῃ, φασὶν, ἀλύεις δὲ δὴ, καὶ σφόδρα πικρῶς, τῆς τῶν πραγμάτων ἐκβάσεως καλούσης εἰς τὸ ἐναντίον; χαίρειν γὰρ ὄντως καὶ διευθυμεῖσθαι μᾶλλον ἐχρῆν. τί τοιγαροῦν κλαίεις, ἀδικοῦσα τρόπον τινὰ τὸ τῇ πανηγύρει χρεωστούμενον σχῆμα;
Φαίνονται δὲ καθεζόμενοι πρός τε τῇ κεφαλῇ καὶ τοῖς ποσὶν ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ, μόνον οὐχὶ καὶ διὰ τούτου τῇ γυναικὶ σημαίνοντες οἰομένῃ μετατεθεῖσθαι τὸν Κύριον, ὡς οὐκ ἂν ἠδίκησέ τις τὸ ἅγιον σῶμα, προσεδρευόντων ἀγγέλων καὶ δυνάμεων ἁγίων κύκλῳ τὸν θεῖον ναὸν περιεχουσῶν· ᾔδεσαν γὰρ τὸν ἴδιον δεσπότην. ζητήσαι δ᾽ ἄν τις, καὶ μάλα εἰκότως, διὰ ποίαν αἰτίαν τοῖς μὲν ἁγίοις μαθηταῖς οὐδὲν προσελάλησαν οἱ μακάριοι ἄγγελοι, οὐδὲ μὴν ὤφθησαν ὅλως, φαίνονται δὲ καὶ προσλαλοῦσι τῇ γυναικί. ἐροῦμεν οὖν, ὅτι σκοπὸς ἦν τῷ Σωτῆρι Χριστῷ τοῦ καθ᾽ ἑαυτὸν μυστηρίου τὴν πληροφορίαν ταῖς τῶν ἀγαπώντων αὐτὸν ἐγκατασπείρειν ψυχαῖς, ἐτελεῖτο δὲ διάφορος τῆς πληροφορίας ὁ τρόπος, τῇ τῶν πληροφορουμένων ἕξει προσεοικώς τε καὶ πρέπων. τοῖς μὲν οὖν ἁγίοις μαθηταῖς αὐτὴ τῶν πραγμάτων ἡ ἔκβασις τῇ παρὰ ταῖς θείαις γραφαῖς ἐλπίδι συμβαίνουσα πρὸς πληροφορίαν ἐξήρκεσε, καὶ πίστιν ἐνετίθει τὴν οὐδαμόθεν ἀμφίβολον.
πεπιστευκότες γὰρ ἀνεχώρουν ταῖς ἁγίαις γραφαῖς, καὶ ἦν πως ἔτι περιττὸν τοῖς οὕτω βεβαίαν ἔχουσι τὴν πίστιν καὶ τὸ διὰ τῆς τῶν ἁγίων ἀγγέλων ἐκδιδάσκεσθαι φωνῆς· ἀναγκαιότατον δὲ τὸ χρῆμα τῇ γυναικὶ, τὴν ἱεράν τε καὶ θείαν οὐκ ἐπισταμένῃ γραφὴν, οὔτε μὴν καθ᾽ ἕτερόν τινα τρόπον τὸ βαθὺ τῆς ἀναστάσεως εἰδυίᾳ μυστήριον. <Λέγει αὐτοῖς Ὅτι ἤραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστι.> Βραδεῖα μέν πως εἰς σύνεσιν ἡ γυνὴ, μᾶλλον δὲ σύμπαν τὸ θηλειῶν γένος. μανθάνει γὰρ οὔπω τὸ ἐκ τῆς ὀπτασίας ὑποδηλούμενον, ἀπαγγέλλει δ᾽ οὖν ὅμως τοῦ θρήνου τὴν πρόφασιν. ἐπειδὴ δὲ Κύριον ὀνομάζουσα τὸν Χριστὸν οὐ κατέληξεν, ἐδείκνυε δὲ καὶ διὰ τούτου τὴν εἰς αὐτὸν ἀγάπησιν, εὐλόγως ἤδη καὶ αὐτῆς τῆς τῶν ποθουμένων ἀπολαύει θέας. ὁρᾷ γὰρ τὸν Ἰησοῦν, εἰ καὶ οὔπω παρόντα νοεῖ, καὶ διὰ ποίαν αἰτίαν; ἢ γὰρ ἔτι δυνάμει θεοπρεπεῖ κατακρύπτοντος ἑαυτὸν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ οὐ λίαν ἕτοιμον εἰς ἐπίγνωσιν τοῖς τῶν θεωμένων παρέχοντος ὀφθαλμοῖς, ὑπομένει τὴν ἄγνοιαν· ἢ ἐπείπερ ὄρθρος ἦν ἔτι βαθὺς, τὴν τοῦ φαινομένου διάκρισιν οὐκ εἶχεν εὐκόλως ἑλεῖν, οὐκ ἐφιείσης τρόπον τινὰ τοῦτο δρᾶν τῆς νυκτὸς, παραδεικνυούσης δὲ μόλις τοῦ πλησίον ἰόντος τὸ σχῆμα.
τοιγάρτοι καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων διαμέμνηταί πως τῶν ἐν τῇδε τῇ νυκτὶ περιπάτων, καὶ ἰκμάδων τῶν ἐκ δρόσου τῆς ἑωθινῆς, οὕτω λέγων “Ὅτι ἡ ”κεφαλή μου ἐπλήσθη δρόσου καὶ οἱ βόστρυχοί μου ψεκά- “δων νυκτός.” <Λέγει αὐτῇ ὁ Ἰησοῦς Γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ Κύριε, εἰ σὺ ἐβάστασας αὐτὸν, εἰπέ μοι ποῦ ἔθηκας αὐτὸν, κἀγὼ ἀρῶ αὐτόν.> Σκοτίας μὲν οὔσης ἔτι καὶ λελυμένης οὔπω παντελῶς τῆς νυκτὸς, θεωρεῖ τὸν Ἰησοῦν ἐγγὺς γεγονότα μόλις, καὶ τίς μέν ἐστιν ἀγνοεῖ, τὴν τοῦ σώματος εἰκόνα καὶ τοῦ προσώπου τὸν χαρακτῆρα διακρίνειν οὐκ ἔχουσα· κατακροᾶται δὲ λέγοντος τό Γύναι τί κλαίεις; καὶ πρᾶος μὲν ἀληθῶς τοῦ Σωτῆρος ὁ λόγος, ἐντεκεῖν δ᾽ οὖν ὅμως εἰς ὑποψίαν ἱκανὸς, ὅτι πρέποι μάλιστά τινι τῶν τοῦ κήπου προεστηκότων· διακεῖσθαι δὲ πάλιν ἀκόλουθον οὐχὶ πάντως ἐρωτῶντα τοῦ κλαίειν τὰς ἀφορμὰς τὰ τοιαῦτα φάναι τὸν Κύριον, ἀλλ᾽ οὐδὲ μαθεῖν ἐθέλοντα τὸν παρ᾽ αὐτοῦ ζητούμενον, ἀφιστάντα δὲ μᾶλλον τοῦ κατοιμώζειν αὐτὴν, καθάπερ ἀμέλει καὶ ἡ τῶν μακαρίων ἀγγέλων δυὰς, αὐτὸς γὰρ ἦν καὶ ἐν ἐκείνοις λαλῶν. τί τοίνυν κλαίεις, ὦ γύναι φησί· τίνα ζητεῖς; τουτέστι, περίστειλόν σου τὸ δάκρυον, ἔχουσα τὸν ζητούμενον.
ἐγώ σοι, φησὶν, ἡ τοῦ θρήνου πρόφασις, ὡς τεθνεὼς δηλονότι καὶ ἀνήκεστα παθὼν, καὶ πρὸς τούτοις ἔτι τῶν μνημάτων ἐκκεκομισμένος. ἐπειδὴ δὲ ζῶ καὶ πάρειμι, παρεῖσα τοὺς γόους μεταχώρει πρὸς εὐθυμίαν. οὐκοῦν τὸ θρηνεῖν περιστέλλοντος ἡ ἐρώτησις. ἔδει γὰρ ἔδει καὶ τούτου τοῦ μέρους ἐπανορθωτὴν γενέσθαι τὸν Κύριον. διὰ μὲν γὰρ τὴν ἐν Ἀδὰμ παράβασιν πρὸς ὅλην εἴρητο τοῦ ἀνθρώπου τὴν φύσιν, ὡς ἐν ἀπαρχῇ τοῦ γένους τῷ πρώτῳ, τό “Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ,” πρὸς δέ γε τὴν γυναῖκα καὶ ἰδικῶς, τό “Ἐν λύπαις τέξῃ τέκνα.” οὐκοῦν τὸ πλουτεῖν ἐν λύπαις ὡς ἐν τάξει ποινῆς ἐπεκρεμᾶτο τῇ γυναικί. ἦν οὖν ἀναγκαῖον διὰ τῆς τοῦ καταδικάσαντος φωνῆς, τὸ τῆς ἀρχαίας ἐκείνης ἀρᾶς ἀναλύεσθαι βάρος, ἀφαιροῦντος ἤδη τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ καὶ τῆς θηλείας τὸ δάκρυον, μᾶλλον δὲ παντὸς τοῦ θηλειῶν γένους, ὡς ἐν ἀπαρχῇ τῇ Μαριάμ. πρώτη γὰρ αὕτη γυναικῶν, τῷ τοῦ Σωτῆρος ἐπιστυγνάσασα πάθει, καὶ λύπην λαβοῦσα τὴν ἐπ᾽ αὐτῷ, τῆς τοῦ κλαίειν ἀνακοπτούσης ἠξιώθη φωνῆς, διικνουμένης δηλονότι τῆς τοῦ λόγου δυνάμεως καὶ εἰς ἅπαν τὸ θηλειῶν γένος, εἴπερ ἐπαλγύνοιτο τοῖς κατὰ Χριστοῦ τολμήμασι τὴν εἰς αὐτὸν τιμήσασα πίστιν, καὶ μονονουχὶ τὸ ἐν ψαλμοῖς ἐκεῖνο λέγουσα “Οὐχὶ τοὺς μισοῦντάς σε Κύριε ἐμίσησα, καὶ ἐπὶ ”τοῖς ἐχθροῖς σου ἐξετηκόμην; τέλειον μῖσος ἐμίσουν “αὐτοὺς, εἰς ἐχθροὺς ἐγένοντό μοι.”
Ἀλλ᾽ ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θρηνεῖν ἀπαλλάττων αὐτὴν τὰ τοιαῦτά φησιν, ἡ δὲ τῶν γηπόνων ἕνα νομίζουσα τὸν λαλοῦντα ὑπάρχειν, μετακομίσειν εὖ μάλα προθύμως τοῦ Σωτῆρος τὸ λείψανον ἐφ᾽ ἑτέρους ὑπισχνεῖτο τόπους, εἰ παραδειχθείη μόνον, ὅπου περ αὐτὸν μετατέθεικεν. οὔπω γὰρ συνεῖσα τὸ μέγα τῆς ἀναστάσεως μυστήριον, ταῖς εἰς τοῦτο καλούσαις ὑποψίαις ἐβάλλετο. δυσμαθέστεραι γάρ πως αἱ γυναικῶν εἰσι φρένες, καὶ ἀμελετήτως ἔχουσι πρὸς τὸ δύνασθαι ῥᾳδίως καὶ τοῖς οὐ σφόδρα δυσκόλοις προσβαλεῖν, καὶ πολλῷ γε πλεῖον τοῖς ὑπὲρ λόγον θαύμασιν. <Λέγει αὐτῇ ὁ Ἰησοῦς Μαρία.
στραφεῖσα δὲ ἐκείνη λέγει αὐτῷ ἑβραϊστί Ῥαββουνὶ, ὃ λέγεται διδάσκαλε, καὶ προσέδραμεν ἅψασθαι αὐτοῦ.> Καλεῖ πρὸς ἐπίγνωσιν τὴν ἐμφανεστέραν ἤδη τοῦ γυναίου τὸν νοῦν, ἑαυτὸν δὲ παραθεὶς ἀδιακωλύτως εἰς θέαν, ἅτε δὴ καὶ ἀγαπώσῃ γοργότερον, μονονουχὶ καὶ καταιτιᾶται λοιπὸν οὐ μετρίως μελλήσασαν εἰς τὸ δύνασθαι νοεῖν, ὅτιπερ αὐτὸς εἴη ὁ Χριστός· ὑπεμφαίνει γάρ τι τοιοῦτον καλέσας ὀνομαστί· ἡ δὲ συνίησί τε παραχρῆμα, καὶ τῶν ἐν ἀρχαῖς ὑποψιῶν δι᾽ αὐτῆς ἤδη τῆς θέας ἀποπηδήσασα, τὴν αὐτῷ συνήθη προσάγει τιμὴν Ῥαββουνὶ λέγουσα, τουτέστι Διδάσκαλε, θυμηδίας δὲ τῆς ἀνωτάτω τὸν οἰκεῖον ἐμπλήσασα νοῦν προσέθει θερμῶς ἁψομένη τε τοῦ ἁγίου σώματος, καὶ τὴν εὐλογίαν κερδανοῦσα τὴν παρ᾽ αὐτοῦ. <Λέγει αὐτῇ ὁ Ἰησοῦς Μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου.> Οὐκ εὐκάτοπτος τοῖς πολλοῖς ἡ τοῦ λόγου δύναμις, κέκρυπται γὰρ ἐν αὐτῷ μυστήριον· βασανιστέον δ᾽ οὖν ὅμως διὰ τὸ χρήσιμον. χαριεῖται γὰρ ἡμῖν τῶν ἑαυτοῦ ῥημάτων τὴν γνῶσιν ὁ Κύριος. ἀπείργει μὲν γὰρ ἐπιτρέχον αὐτῷ τὸ γύναιον, καὶ τοῖς ποσὶ περιπλέκεσθαι προθυμούμενον οὐκ ἐᾷ· τὴν δέ γε τοῦ πράγματος αἰτίαν φανερὰν ἡμῖν καθιστάς Οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου φησίν. ἀλλὰ τί δὴ τοῦτο δηλοῦν οἰησόμεθα, ζητητέον.
τί γὰρ εἰ μήπω πρὸς τὸν ἐν τοῖς οὐρανοῖς ἀναβέβηκε Πατέρα, πρόφασις δὲ αὕτη πῶς ἂν γένοιτο διαρκὴς τοῦ μὴ χρῆναι θιγεῖν τῆς ἁγίας σαρκὸς τοὺς ἀγαπῶντας αὐτόν; ἆρα γάρ τις ἀνεγκλήτως οἰήσεται τὸν ἐκ τῆς ἐπαφῆς μολυσμὸν παραιτούμενον, ἢ καὶ ἵνα καθαρὸς πρὸς τὸν ἐν τοῖς οὐρανοῖς ἀνίοι Πατέρα, ταυτὶ πρὸς ἐκείνην εἰπεῖν τὸν Κύριον; εἶτα πῶς οὐκ ἀσύνετός τε ὢν κομιδῇ καὶ παράφρων ἁλώσεται; οὐ γὰρ ἂν ἡ θεία φύσις μολυνθείη ποτέ. ὅνπερ γὰρ τρόπον καὶ βορβόροις ἔσθ᾽ ὅτε καὶ ταῖς κατὰ γῆν ἑτέραις ἀκαθαρσίαις τῆς ἡλιακῆς ἀκτῖνος προσβάλλον τὸ φῶς οὐδὲν ὑπομένει τὸ βλάβος, μένει γὰρ τοῦθ᾽ ὅπερ ἐστὶν, ἀκηλίδωτον δηλονότι, καὶ τῆς τῶν παραπιπτόντων δυσωδίας ἀμοιρῆσαν παντελῶς, οὕτως ἡ θεία τε καὶ πάναγνος φύσις τὸν ἐκ τοῦ μολύνεσθαι ῥύπον οὐκ ἂν ἐπιδέξαιτό ποτε. τίς οὖν ἄρα ἐστὶν ὁ τοῦ κεκωλύσθαι λόγος προσιοῦσαν αὐτῷ τὴν Μαριὰμ, καὶ τῆς ἁγίας σαρκὸς γλιχομένην ἀποθιγεῖν; τί δ᾽ ἂν βούλοιτο κατασημῆναι λέγων ὁ Κύριος Οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα, διασκεπτέον ἤδη κατά γε τὸ ἡμῖν ἐφικτόν. φαμὲν τοίνυν, ὅτι τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ἡ πρόφασις πολλὴ μέν τις ἐστὶ καὶ διάφορος, μία δὲ αὕτη καὶ ἀναγκαιοτάτη, καὶ διὰ τῆς αὐτοῦ παραδειχθεῖσα φωνῆς “Οὐ ”γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετά- “νοιαν.”
Πρὸ τοίνυν τοῦ σωτηρίου σταυροῦ καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως, οὔπω τῆς καθ᾽ ἡμᾶς οἰκονομίας τὸ αὐτῇ πρέπον λαβούσης τέλος, δικαίοις τε καὶ ἀδίκοις ἐπεμίσγετο, καὶ συνήσθιε μὲν τελώναις καὶ ἁμαρτωλοῖς, ἐλευθέραν δὲ καὶ τοῖς ἐθέλουσιν ἅπτεσθαι τῆς ἁγίας σαρκὸς ἐδίδου τὴν πρόσοδον, ἵνα πάντας ἁγιάσῃ καὶ καλέσῃ πρὸς ἐπίγνωσιν τῆς ἀληθείας, καὶ ἀνακομίσῃ πρὸς ἕξιν τὴν ὑγιᾶ τοὺς ἠῤῥωστηκότας, καὶ τοῖς ἐξ ἁμαρτιῶν συντετριμμένους νοσήμασι. τοιγάρτοι καὶ ἔφη πάλιν αὐτοῖς “Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ”ἀλλ᾽ οἱ κακῶς ἔχοντες.” οὐκοῦν πρὸ μὲν τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν ἀδιαφόρως ἐπεμίσγετο δικαίοις τε καὶ ἁμαρτωλοῖς· ἀπεσόβει δὲ παντελῶς οὐδένα τῶν προσιόντων αὐτῷ. καὶ γοῦν εἰς τὸν οἶκον τοῦ Φαρισαίου κατακεκλιμένῳ ποτὲ, γυνὴ παρειστήκει κλαίουσα, “ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλὸς,” καθὰ γέγραπται, καὶ τὴν ἀειφιλόκοσμον ἀπολύσασα τρίχα, καὶ μόλις ἀνεῖσα τῶν ἀρχαίων κακῶν περιέματτε τοὺς πόδας, καὶ διακωλύσας οὐ φαίνεται· ἀλλὰ καὶ ὅτε τοῦ ἀρχισυναγώγου τὸ κόριον ἐγερῶν ἀπῄει, πάλιν προσελθοῦσα “γυνὴ ἐν ῥύσει ”αἵματος οὖσα ἥψατο τοῦ κρασπέδου αὐτοῦ,” καὶ χαλεπαίνοντα μὲν οὐδαμῶς εὑρήσομεν, λόγου δὲ μᾶλλον αὐτὴν ἀξιώσαντα χρηστοῦ· “Θύγατερ γὰρ, ἔφη, ἡ πίστις σου σέσωκέ σε, ”πορεύου εἰς εἰρήνην.”
ἀλλὰ τότε μὲν οἰκονομικῶς, καὶ τοῖς ἀκαθάρτοις ἔτι καὶ μεμολυσμένον ἔχουσι καὶ σῶμα καὶ νοῦν, ἀδιακωλύτως ἐξῆν καὶ αὐτῆς τῆς ἁγίας ἅπτεσθαι σαρκὸς τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ ἁπάσης εὐλογίας ἀπολαύειν τῆς παρ᾽ αὐτοῦ· ἐπειδὴ δὲ τὴν καθ᾽ ἡμᾶς πληρώσας οἰκονομίαν, καὶ αὐτὸν ὑπέμεινε τὸν σταυρὸν καὶ τὸν ἐπὶ σταυρῷ θάνατον, ἀνεβίω τε πάλιν, καὶ θανάτου κρείττονα τὴν οἰκείαν φύσιν ἀποδεικνὺς, ἀποκωλύει λοιπὸν, καὶ οὐχ ἑτοίμως ἔτι χαρίζεται τοῖς προσιοῦσιν αὐτῷ τὸ καὶ αὐτῆς τῆς ἁγίας ἅπτεσθαι σαρκὸς, τύπον ταῖς ἁγίαις ἐκκλησίαις καὶ τῷ καθ᾽ ἑαυτὸν μυστηρίῳ τὸ πρᾶγμα τιθεὶς, ὃν καὶ αὐτὸς ἡμῖν ὁ διὰ τοῦ πανσόφου Μωυσέως ἐδήλου νόμος, ὅτε καὶ εἰς εἰκόνα Χριστοῦ διετύπου σφάζεσθαι τὸν ἀμνόν· “πᾶς γάρ φησιν ”ἀπερίτμητος οὐκ ἔδεται ἀπ᾽ αὐτοῦ,” ἀπερίτμητον λέγων τὸν ἀκάθαρτον. ἀκάθαρτος δὲ κατά γε τὴν οἰκείαν φύσιν ἡ ἀνθρωπότης νοοῖτ᾽ ἂν εἰκότως. τί γὰρ ἡ ἀνθρώπου φύσις ὡς πρὸς τὴν ἐνοῦσαν τῷ Θεῷ καθαρότητα; δεῖ τοιγαροῦν οὐκ ἀπεριτμήτους ἔτι, τουτέστιν, ἀκαθάρτους τυγχάνοντας τοῦ ἁγίου σώματος ἅπτεσθαι, καθαροὺς δὲ μᾶλλον ἀποδεδειγμένους, διὰ τῆς ἐν πνεύματι νοουμένης περιτομῆς. “περιτομὴ γὰρ καρδίας ἐν πνεύματι,” κατὰ τὴν τοῦ Παύλου φωνήν. ἀλλ᾽ οὐκ ἂν ἐν ἡμῖν ἡ ἐν πνεύματι γένοιτο περιτομὴ, μὴ ἐνοικισθέντος ἐν ἡμῖν τοῦ Ἁγίου Πνεύματος, διά τε τῆς πίστεως καὶ τοῦ ἁγίου βαπτίσματος.
πῶς οὖν οὐκ ἔδει τὴν Μαριὰμ ἐξείργεσθαι τέως τῆς τοῦ σώματος ἐπαφῆς, τοῦ ἁγίου δὲ δηλονότι, λαβοῦσαν οὔπω τὸ Πνεῦμα; εἰ γὰρ καὶ ἐγήγερτο Χριστὸς ἐκ νεκρῶν, ἀλλ᾽ οὔπω τὸ Πνεῦμα δέδοτο τῇ ἀνθρωπότητι παρὰ Πατρὸς δι᾽ αὐτοῦ. ἀνελθὼν γὰρ πρὸς τὸν Θεὸν καὶ Πατέρα, κατέπεμψεν ἡμῖν αὐτὸ, διὸ καὶ ἔλεγε “Συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω, ἐὰν γὰρ μὴ ἀπέλθω, ὁ ”παράκλητος οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς· ἐὰν δὲ ἀπέλθω, “πέμψω αὐτὸν πρὸς ὑμᾶς.” οὔπω τοιγαροῦν καταπεμφθέντος ἡμῖν τοῦ Ἁγίου Πνεύματος, οὔπω γὰρ ἀναβεβήκει πρὸς τὸν Πατέρα, ὡς οὔπω τὸ Πνεῦμα λαβοῦσαν ἀπείργει τὴν Μαριὰμ, λέγων Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα, τουτέστιν, οὔπω τὸ Ἅγιον Πνεῦμα κατέπεμψα πρὸς ὑμᾶς. ἐντεῦθεν ταῖς ἐκκλησίαις ὁ τύπος. τοιγάρτοι καὶ τῆς ἱερᾶς τραπέζης ἐξείργομεν καὶ τοὺς ἐγνωκότας μὲν αὐτοῦ τὴν θεότητα καὶ ὁμολογήσαντας ἤδη τὴν πίστιν, τουτέστι, τοὺς ἔτι κατηχουμένους, μὴ μὴν καὶ τὸ Ἅγιον Πνεῦμα πλουτήσαντας. τοῖς γὰρ οὔπω βεβαπτισμένοις οὐκ ἐνοικεῖ. ἐπὰν δὲ τοῦ Ἁγίου Πνεύματος ἀποδειχθεῖεν μέτοχοι, τότε καὶ ἅπτεσθαι τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὸ κωλύον οὐδέν. τοιγάρτοι καὶ τοῖς μετασχεῖν ἐθέλουσιν εὐλογίας τῆς μυστικῆς, οἱ τῶν θείων μυστηρίων προσφωνοῦσι λειτουργοί ΤΑ ἉΓΙΑ ΤΟΙΣ ἉΓΙΟΙΣ, πρεπωδεστάτην εἶναι διδάσκοντες τῶν ἁγίων τὴν μέθεξιν τοῖς ἡγιασμένοις ἐν Πνεύματι.
ΚΕΦΑΛΗ Α. <Ὅτι κατὰ φύσιν Θεός ἐστιν ὁ Υἱὸς, κἂν εὑρίσκηται δι᾽ ἡμᾶς Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῶν.> <Πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ πατέρα ὑμῶν καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.> ΔΙ᾽ αἰτίας μὲν ἃς ἤδη προείπαμεν, οὐκ ἐφίησι θιγεῖν τῆς ἑαυτοῦ σαρκὸς καίτοι σφόδρα διψήσασαν τούτου τυχεῖν ἐκ φιλοθεΐας τὴν Μαριάμ· ἀμείβεται δὲ τῆς προσεδρείας αὐτὴν, καὶ τῆς οὕτως ἐντόνου πίστεως καὶ ἀγάπης διπλοῦν ἀπένειμε τὸν μισθὸν, οὐκ ἄκαρπον τοῖς ἐπιτηδεύουσιν ἀποδεικνὺς τὴν εἰς ἑαυτὸν εὐσέβειαν. καὶ τό γε τούτων ἔτι λαμπρότερον, ἐν αὐτῇ γὰρ καὶ πρώτῃ, φημὶ δὴ τῇ Μαριὰμ, σύμπαν ὡς εἰπεῖν τὸ θηλειῶν γένος διττῇ στεφανοῦται τιμῇ, καὶ τῶν ἀρχαίων ἀῤῥωστημάτων ἐκομίζετο τὴν διάλυσιν. πρώτη γὰρ οὕτω θρηνήσασα, καὶ τῶν δακρύων τὴν πρόφασιν λαβοῦσα Χριστὸν, μεθίστη τὸ πένθος εἰς θυμηδίαν, μὴ χρῆναι κλαίειν ἀκούσασα παρὰ τοῦ καὶ πάλαι καταδικάσαντος καὶ ταῖς τῆς λύπης ἐφόδοις εὐκαταγώνιστον ἀποφήναντος. εἴρητο γάρ που πρὸς τὴν γυναῖκα παρὰ Θεοῦ “Ἐν λύπαις τέξῃ ”τέκνα.” ἀλλ᾽ ὥσπερ αὐτὴν ὑπετίθει ταῖς λύπαις κατὰ τὸν παράδεισόν ποτε, ταῖς τοῦ ὄφεως διακονησαμένην φωναῖς, καὶ ταῖς τοῦ διαβόλου κακουργίαις ὑπηρετήσασαν, οὕτω δὴ πάλιν ἐν κήπῳ κελεύει μηκέτι κλαίειν αὐτήν.
ἀπολύων δὲ καὶ αὐτῆς τῆς ἀρᾶς ἐφ᾽ ᾗ λυπεῖσθαι προστέτακτο, τῶν μεγάλων ἀγαθῶν κελεύει γενέσθαι πρωτάγγελον, καὶ τὴν πρὸς τὸ ἄνω βάδισιν εὐαγγελίζεσθαι τοῖς μαθηταῖς· ἵν᾽ ὥσπερ ἡ πρώτη καὶ πασῶν ἀρχαιοτάτη γυνὴ ταῖς τοῦ διαβόλου φωναῖς ὑπουργήσασα κατεκρίθη, καὶ δι᾽ ἐκείνης σύμπαν τὸ θηλειῶν γένος, οὕτω καὶ αὐτὴ τοῖς τοῦ Σωτῆρος ἡμῶν ὑπηρετήσασα λόγοις, καὶ τὰ εἰς ζωὴν ἀναφέροντα τὴν αἰώνιον ἀπαγγείλασα, σύμπαν τῆς αἰτίας τὸ θηλειῶν ἀπαλλάξῃ γένος. χαρίζεται τοίνυν τῇ Μαριὰμ πρὸς τὸ μηκέτι κλαίειν μηδὲ εἰς λύπας εὔκολον τὴν καρδίαν ἔχειν ὁ Κύριος, καὶ τὸ ὡραίους κεκτῆσθαι τοὺς πόδας. κατὰ γὰρ τὴν τοῦ προφήτου φωνήν “Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ”τὰ ἀγαθά·” καίτοι τῆς πρώτης ἐκείνης οὐχ ὡραίους ἐχούσης τοὺς πόδας, οὐ γάρ τι τῶν ἀγαθῶν εὐηγγελίζετο, τὰ πρὸς παράβασιν τῆς θείας ἐντολῆς τῷ προπάτορι συμβουλεύσασα. ὅτι δὲ ἀξιάγαστος ἡ Μαριὰμ, κἀντεῦθεν συνήσεις· μνήμης γὰρ ἠξιώθη προφητικῆς. τί γὰρ ἔφη περὶ αὐτῆς καὶ τῶν σὺν αὐτῇ γυναικῶν, αἳ τὴν τοῦ Σωτῆρος ἀνάστασιν τοῖς ἁγίοις εὐηγγελίζοντο μαθηταῖς; “Γυναῖκες ”ἐρχόμεναι ἀπὸ θέας δεῦτε· οὐ γὰρ λαός ἐστιν ἔχων “σύνεσιν.”
τὰς μὲν γὰρ φιλοχρίστους ἀληθῶς ταυτασὶ γυναῖκας, μονονουχὶ καὶ ὀξυτέρῳ φέρεσθαι δρόμῳ τὸ θεῖον ἐν τούτοις διακελεύεται λόγιον, ἵν᾽ ὧν γεγόνασι θεωροὶ, ταῦτα καὶ ἀπαγγείλειαν· καταδικάζει δὲ τῆς Ἰουδαίων ἀσυνεσίας, ἅτε δὴ καὶ αὐτὸν τὸν περὶ τῆς ἀναστάσεως τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ διαγελώντων λόγον.
Εἰ δὲ καὶ ἑτέρων οὐσῶν γυναικῶν· δοκεῖ γὰρ καὶ τοῦτο τοῖς ἑτέροις εὐαγγελισταῖς· ὁ σοφὸς Ἰωάννης μόνης ἐποιήσατο μνήμην τῆς Μαριὰμ, οὐκ ἀλλήλοις ἐναντίους εὑρήσομεν τῶν ἁγίων τοὺς λόγους. εἰκὸς γὰρ ὅτι μόνης ἐπεμνήσθη τῆς Μαριὰμ τῆς Μαγδαληνῆς Ἰωάννης, ἅτε δὴ καὶ θερμότερον ἐχούσης τὸ κίνημα πρὸς ἀγάπην τὴν εἰς Χριστὸν, καὶ προπηδώσης τῶν ἄλλων, εἴς γε τὸ ἰδεῖν τὸ μνημεῖον καὶ τὸ ἐν τῷ κήπῳ γενέσθαι, καὶ πάντα τόπον περινοστεῖν τῷ μνημείῳ γείτονα πρὸς τὴν τοῦ σώματος ζήτησιν. ᾤετο γὰρ ἀληθῶς μετατεθεῖσθαι τὸν Κύριον. ἐπιγράφεται δέ πως ἀεὶ τοῖς ἡγουμένοις μάλιστα καὶ βουλῆς καὶ πράγματος τὰ τῶν ἐκβάσεων τέλη, κἂν ἕτεροί τινες εἶεν οἱ συσκεπτόμενοι καὶ συμπράττοντες.
Οὐκοῦν εἰς τιμὴν καὶ δόξαν καὶ εἰς καύχημα διηνεκὲς ἐχαρίζετο τῇ Μαριὰμ ὁ Σωτὴρ τὸ εὐαγγελίσασθαι τοῖς ἀδελφοῖς ὅτι ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν· σὺ δέ μοι πάλιν τὸ βαθὺ δὴ τοῦτο καὶ μέγα δέχου μυστήριον, τῆς τῶν θείων δογμάτων ὀρθότητος τὸν κανόνα διαπηδᾶν τὴν ἑαυτοῦ καρδίαν οὐκ ἐφιείς. ἀκούεις ὅπως γέγονε καθ᾽ ἡμᾶς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵνα καὶ ἡμεῖς κατ᾽ αὐτὸν, κατά γε τὸ ἐφικτὸν τῇ φύσει καὶ ὅσον ἧκεν εἰπεῖν εἰς τὸν διὰ τῆς χάριτος ἀνακαινισμόν; τεταπείνωκε γὰρ ἑαυτὸν, ἵνα πρὸς τὸ ἴδιον ὕψος ἀναγάγῃ τὸ ταπεινὸν κατὰ φύσιν, καὶ τὴν τοῦ δούλου μορφὴν πεφόρεκε, καίτοι κατὰ φύσιν Κύριός τε ὑπάρχων καὶ Υἱὸς, ἵνα τὸ τῇ φύσει δοῦλον εἰς τὴν τῆς υἱοθεσίας μετακομίσῃ δόξαν, καθ᾽ ὁμοιότητα τὴν ἑαυτοῦ καὶ ὡς πρὸς αὐτόν. ὡς οὖν καθ᾽ ἡμᾶς γεγονὼς, τουτέστιν ἄνθρωπος, ἵνα καὶ ἡμεῖς κατ᾽ αὐτὸν, φημὶ δὴ θεοὶ καὶ υἱοὶ, δέχεται μὲν εἰς ἑαυτὸν τὰ ἡμῶν ἰδικῶς, ἀντιδίδωσι δὲ ἡμῖν τὰ ἑαυτοῦ, πῶς ἢ τίνα τρόπον, ἐρέσθαι δὴ πάντως θελήσεις εὐλόγως. οὐκοῦν ἐρῶ κατὰ δύναμιν.
πρῶτον μὲν γὰρ ἐν οἰκετῶν ὄντας τάξει τε καὶ φύσει· δοῦλα γὰρ τοῦ ποιητοῦ τὰ ποιήματα· καλεῖ μὲν ἰδίους ἀδελφοὺς, Πατέρα δὲ κοινὸν ἑαυτοῦ τε καὶ ἡμῶν ὀνομάζει τὸν Θεὸν, οἰκειούμενος δὲ διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν τὰ ἀνθρώπινα, Θεὸν ἑαυτοῦ τὸν ἡμῶν ἐκάλεσε Θεὸν, καίπερ ὢν Υἱὸς κατὰ φύσιν, ἵν᾽ ὥσπερ ἡμεῖς εἰς τὸ ὑπὲρ φύσιν ἀξίωμα διὰ τῆς πρὸς αὐτὸν ὁμοιώσεως ἀναβαίνομεν· οὐ γὰρ ὄντες υἱοὶ κατὰ φύσιν υἱοὶ κεκλήμεθα Θεοῦ, κράζει γὰρ ἐν ἡμῖν διὰ τοῦ ἰδίου Πνεύματος “Ἀββᾶ ὁ πατήρ·” οὕτω καὶ αὐτὸς ἐπείπερ τὴν ἡμετέραν ἐδέξατο μόρφωσιν, γέγονε γὰρ ἄνθρωπος κατὰ τὰς γραφὰς, Θεὸν ἔχῃ τὸν Θεὸν, καίτοι Θεὸς ὑπάρχων ἐκ Θεοῦ κατὰ φύσιν καὶ ἀληθινός. μὴ τοίνυν σκανδαλισθῇς, κἂν ἀκούσῃς ὅτι Θεὸν ἑαυτοῦ τὸν Θεὸν ἀποκαλεῖ, περιάθρει δὲ μᾶλλον ὡς φιλομαθὴς, καὶ περισκέπτου φρονίμως τοῦ λόγου τὴν ἀκρίβειαν. ἑαυτοῦ μὲν γὰρ Πατέρα φησὶν εἶναι τὸν Θεὸν, καὶ ἡμῶν δὲ Θεὸν, πρᾶγμα λέγων καθ᾽ ἑκάτερον ἀληθές. φύσει μὲν γὰρ καὶ ἀληθείᾳ Πατήρ ἐστι τοῦ Χριστοῦ ὁ τῶν ὅλων Θεὸς, ἡμῶν δὲ οὐκέτι κατὰ φύσιν Πατὴρ, Θεὸς δὲ μᾶλλον, ὡς ποιητὴς καὶ Κύριος· ἀλλ᾽ ἑαυτὸν ἡμῖν οἱονεί πως ἀνακιρνὰς ὁ Υἱὸς, τὸ μὲν ἑαυτῷ κυρίως τε καὶ ἰδικῶς ὑπάρχον ἀξίωμα τῇ ἡμετέρᾳ χαρίζεται φύσει, Πατέρα κοινὸν ὀνομάζων τὸν ἑαυτοῦ γεννήτορα· τὸ δὲ τῇ ἡμετέρᾳ φύσει προσπεφυκὸς δέχεται πάλιν εἰς ἑαυτὸν, διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν.
Θεὸν γὰρ ἑαυτοῦ τὸν ἴδιον ὀνομάζει Πατέρα, οὐ θελήσας ἀτιμάσαι τὴν πρὸς ἡμᾶς ὁμοίωσιν διὰ τὴν ἐνοῦσαν αὐτῷ φιλανθρωπίαν τε καὶ ἡμερότητα. ἂν τοίνυν ἐξ ἀμαθίας ἐγκαλεῖν ἐθελήσῃς τῇ τοιαύτῃ φωνῇ, καὶ ἀφόρητόν πως εἶναί σοι δοκῇ τὸ φάναι τὸν Κύριον Θεὸν ἑαυτοῦ τὸν Πατέρα καὶ Θεὸν, αἰτιάσῃ παραφρόνως τὴν διὰ σὲ γενομένην οἰκονομίαν, καὶ δέον εὐχαριστεῖν, ἀτιμάσεις τὸν εὐεργέτην, καὶ τῆς ἀγαπήσεως τῆς εἰς ἡμᾶς γενομένης τὸν τρόπον ἀσυνέτως διαβαλεῖς. εἰ γὰρ τεταπείνωκεν ἑαυτὸν αἰσχύνης καταφρονήσας καὶ διὰ σὲ γενόμενος ἄνθρωπος, τῆς σῆς, ὦ οὗτος, ἐστὶ τὸ ἔγκλημα ταπεινότητος· τῷ δὲ καὶ τοῦτο παθεῖν ἑλομένῳ διὰ σὲ, μέγα τε καὶ ἐξαίσιον ὀφείλεται θαῦμα. καταπλήττομαι δὲ, ὅτι κένωσιν ὅλως ἀκούων· κεκένωκε γὰρ ἑαυτὸν δι᾽ ἡμᾶς· οὐ λογίζῃ τὴν πλήρωσιν, καὶ ταπείνωσιν βλέπων τὸ ὕψος οὐκ ἐννοεῖς. κεκένωται γὰρ πῶς, εἰ μὴ τέλειον ἐννοεῖς ὑπάρχειν, ὡς Θεόν; τεταπείνωται δὲ κατὰ τίνα τρόπον, εἰ μὴ τῆς ἀῤῥήτου φύσεως αὐτοῦ λογίζῃ τὰ ὑψώματα; οὐκοῦν πλήρης ὑπάρχων καὶ παντέλειος ὡς Θεὸς κεκένωται διὰ σὲ, πρὸς τὴν σὴν ἑαυτὸν κατακομίσας ὁμοίωσιν, καὶ ὑψηλὸς ὑπάρχων ὡς Υἱὸς καὶ ἐξ αὐτῆς τῆς οὐσίας τοῦ Πατρὸς, τεταπείνωκεν ἑαυτὸν, ἐπείπερ γέγονεν ἄνθρωπος, ὁ τῶν ὑψωμάτων τῆς θείας δόξης τοσοῦτον ἡττώμενος, ὅσον οἶδεν ἡ φύσις.
ὅτε τοίνυν ἐν ταὐτῷ τέ ἐστι Θεὸς καὶ ἄνθρωπος, ὑψηλὸς μὲν διὰ τὸν φύσαντα· Θεὸς γάρ ἐστιν ἐκ Θεοῦ καὶ Υἱὸς ἐκ Πατρὸς ἀληθῶς· ταπεινὸς δὲ δι᾽ ἡμᾶς, ἄνθρωπος γὰρ καθ᾽ ἡμᾶς γέγονε δι᾽ ἡμᾶς· ἀτάραχον ἔχε τὸν νοῦν, ὅταν ἀκούσῃς λέγοντος Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. πρέποι γὰρ ἂν καὶ μάλα εἰκότως, ὡς Θεῷ μὲν καὶ Υἱῷ κατὰ φύσιν Πατέρα καλεῖν τὸν γεννήτορα, ὡς δὲ ἀνθρώπῳ καθ᾽ ἡμᾶς, Θεὸν ἑαυτοῦ τὸν Θεὸν ὀνομάζειν. <Ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον καὶ ταῦτα εἶπεν αὐτῇ.> Θεραπεύεται τὸ νενοσηκὸς μάλιστα γένος, φημὶ δὴ τὸ θηλειῶν, διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν φιλανθρωπίας ἀνακεφαλαιουμένου τρόπον τινὰ τὴν τῶν καθ᾽ ἡμᾶς ἀῤῥωστημάτων ἀρχὴν, καὶ μετατιθέντος τοῖς δευτέροις ἐπὶ τὸ ἄμεινον. ἀπαγγέλλει γὰρ ἡ Μαριὰμ, ὅτι καὶ θεάσοιτο τὰ τοῦ θανάτου δεσμὰ διαφυγόντα τὸν Κύριον, καὶ τίνα λέγοντος ἤκουσε, διεκόμισέ τε τοῖς μαθηταῖς τοὺς τῆς ζωῆς λόγους καὶ τῶν θείων εὐαγγελίων τὰς ἀπαρχάς. <Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ αὐτοῦ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον καὶ λέγει αὐτοῖς Εἰρήνη ὑμῖν.
καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ.> Κατ᾽ αὐτὴν ἐκείνην τὴν ἡμέραν καθ᾽ ἣν ὤφθη τε καὶ διείλεκται τῇ Μαριὰμ, καὶ αὐτοῖς τοῖς ἁγίοις ἐπέλαμψε μαθηταῖς, τὰς τῶν ἀνοσίων Ἰουδαίων ἀφορήτους καταδρομὰς καταπεφρικόσι, καὶ εἰς οἶκόν τινα διὰ τοῦτο συγκεκομισμένοις. οὐ γὰρ ἦν εἰκὸς ἀμοιρῆσαί ποτε τοῦ πρέποντος λογισμοῦ τοὺς οὕτω πεπαιδευμένους, καὶ τὰς τῶν φονώντων ὀργὰς διαδιδράσκειν ἐπείγεσθαι κεκελευσμένους πολλάκις. ἐπιφαίνεται δὲ παραδόξως αὐτοῖς. κεκλεισμένων γὰρ, ὥς φησι, τῶν θυρῶν, ἀδοκήτως εἰς μέσον ἔστη Χριστὸς, ἀφάτῳ τινὶ δυνάμει καὶ θεοπρεπεῖ καὶ τὰς τῶν πραγμάτων ἀκολουθίας ὑπεριπτάμενος, καὶ τοῦ τοῖς δρωμένοις πρέποντος λογισμοῦ τε καὶ σχήματος ἀμείνων ἀναδεικνύμενος. μὴ γὰρ δή τις λεγέτω Πῶς ἐν σώματι τῷ παχεῖ τυγχάνων ὁ Κύριος ἀδιακωλύτως εἰσήλασε, καίτοι τῶν θυρῶν κεκλεισμένων· ἐννοείτω δὲ μᾶλλον, ὡς οὐ περί τινος τῶν καθ᾽ ἡμᾶς τὰ τοιαῦτά φησιν ὁ θεσπέσιος Εὐαγγελιστής· περὶ αὐτοῦ δὲ μᾶλλον τοῦ συνεδρεύοντος τῷ Θεῷ καὶ Πατρὶ, καὶ πάντα δρῶντος εὐκόλως ὅσαπερ ἂν βούλοιτο. ἔδει γὰρ ἔδει Θεὸν ὄντα κατὰ φύσιν καὶ ἀληθινὸν μὴ ταῖς τῶν πραγμάτων ἀκολουθίαις ὑποκεῖσθαι, καθάπερ ἀμέλει καὶ τὰ παρ᾽ αὐτοῦ γεγονότα, κατεξουσιάζειν δὲ μᾶλλον καὶ ἀνάγκης αὐτῆς καὶ λογισμοῦ τοῦ καθήκοντος καὶ πρεπωδεστάτου τῶν τελουμένων ἑκάστῳ.
ἐπεὶ κατὰ τίνα τρόπον θάλασσαν μὲν τοῖς ἰδίοις ὑπετίθει ποσὶ, διέθει δὲ καθάπερ ἐπὶ ξηρᾶς τοῦ κύματος, καίτοι τῶν ἡμετέρων σωμάτων τὴν ἐφ᾽ ὕδασιν ὁδὸν οὐκ ἐχόντων ὑπεστρωμένην; ἢ πῶς τὰς ἑτέρας ἐπλήρου θαυματουργίας ἐν ἐξουσίᾳ θεοπρεπεῖ; ἀλλ᾽ ἐκεῖνα δὴ πάντως ἐρεῖς ὑπὲρ λόγον. οὐκοῦν τίθει μετ᾽ ἐκείνων καὶ τοῦτο, καὶ μὴ καθάπερ ἔδοξέ τισιν ἐκ τῆς ἐνούσης αὐτοῖς ἐλαφρίας συνηρπασμένοις ἐπὶ τὸ βούλεσθαι φρονεῖν ἅπερ ἥκιστα χρῆν, οἰηθῇς διὰ τοῦτο μὴ μετὰ τοῦδε τοῦ σώματος ἐγηγέρθαι τὸν Κύριον, γυμνὸν δὲ σαρκὸς καὶ ἀσύμπλοκον παντελῶς τοῦ ληφθέντος ναοῦ. εἰ γὰρ μὴ δύνασαι νοεῖν τῆς ἀῤῥήτου φύσεως τὴν ἐνέργειαν, τί μὴ μᾶλλον τῆς ἀνθρωπίνης ἀσθενείας καταβοᾷς; τοῦτο γὰρ εἶναί φημι καὶ σοφώτερον· εἶτα στέργεις σιωπῇ τὸ διορισθέν σοι μέτρον παρὰ τοῦ δημιουργοῦ, ἀποσειόμενος δὲ ὥσπερ τὸν σώφρονα λογισμὸν, ἀδικεῖς τὸ μέγα τῆς ἀναστάσεως μυστήριον, ἐφ᾽ ᾧ πᾶσαν ἔχομεν τὴν ἐλπίδα. διαμεμνήσθω γάρ τις βοῶντος τοῦ Παύλου “Εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγή- ”γερται· εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις “ὑμῶν καὶ ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν,” εἶτα πάλιν “Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ Θεοῦ, ὅτι ἐμαρτυ- ”ρήσαμεν κατὰ τοῦ Θεοῦ ὅτι ἤγειρε τὸν Χριστὸν, ὃν οὐκ “ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται.”
τί γὰρ ὅλως τὸ ἐγερθὲν εἰ μὴ τὸ πεσὸν, ἢ τί τὸ ἀναστὰν εἰ μὴ τὸ κεκλιμένον εἰς θάνατον; πῶς δὲ ἡμεῖς προσδοκήσομεν τὴν ἀνάστασιν, εἰ μὴ τὸν οἰκεῖον ἤγειρε ναὸν ὁ Χριστὸς, ἀπαρχὴν τῶν κεκοιμημένων, καὶ πρωτότοκον ἐκ τῶν νεκρῶν ἑαυτὸν ὑπὲρ ἡμῶν καθιστάς. ἢ πῶς ἐνδύσεται τὸ φθαρτὸν τοῦτο τὴν ἀφθαρσίαν, εἰ καθάπερ οἴονταί τινες εἰς ἀπώλειαν παντελῆ κατοιχήσεται; πῶς γὰρ οὐ τοῦτο πείσεται, μηδεμίαν ἔχον εἰς ἀναβίωσιν τὴν ἐλπίδα; μὴ τοίνυν τὴν ἐν τῷ πιστεύειν ὀρθότητα ζημιωθῇς διὰ τὸ παραδόξως τετελεσμένον, προστίθει δὲ τοῖς ἑτέροις θαύμασι καὶ τοῦτο σωφρόνως.
Ἄθρει γὰρ ὅπως διὰ μὲν τοῦ παραδόξως εἰσελάσαι κεκλεισμένων τῶν θυρῶν, δέδειχε πάλιν ὅτι Θεός ἐστι κατὰ φύσιν, καὶ οὐχ ἕτερος παρ᾽ ἐκεῖνον τὸν αὐτοῖς καὶ πάλαι συνδιαιτώμενον· διὰ δὲ τοῦ καὶ αὐτὴν ἀπογυμνῶσαι τοῦ σώματος τὴν πλευρὰν καὶ τοὺς τύπους ἐπιδεῖξαι τῶν ἥλων, πεπληροφόρηκεν ἐμφανῶς ὅτι τὸν ἐπ᾽ αὐτοῦ τοῦ σταυροῦ κεκρεμασμένον ἤγειρε ναὸν, καὶ ὅπερ πεφόρεκε σῶμα, τοῦτο πάλιν ἀνέστησε, καταργήσας δηλονότι τὸν τῇ σαρκὶ πρέποντα θάνατον, ἐπείπερ ἐστὶ κατὰ φύσιν ζωὴ καὶ Θεός. ἐπεὶ τίς ἡ χρεία τῆς τῶν χειρῶν καὶ τῆς πλευρᾶς ἐπιδείξεως, εἴπερ ὅλως κατὰ τήν τινων ἀβελτερίαν οὐ μετὰ τῆς ἰδίας ἐγήγερται σαρκός; εἰ γὰρ ἕτερόν τι περὶ αὐτοῦ φρονεῖν ἠθέλησε τοὺς μαθητὰς, τί μὴ μᾶλλον αὐτοῖς ἐν ἑτέρῳ διεφαίνετο σχήματι, καὶ τὸ τῆς σαρκὸς ἀτιμάσας εἶδος, πρὸς ἑτεροίας αὐτοὺς ἐννοίας ἐκάλει; νυνὶ δὲ τοσοῦτον ὁρᾶται πεφροντικὼς τοῦ χρῆναι πιστεύειν ἔσεσθαι τῆς σαρκὸς τὴν ἀνάστασιν, ὥστε καὶ καιροῦ καλοῦντος ἤδη μετασκευάζειν εἰς δόξαν ἄῤῥητόν τινα καὶ ὑπερφυᾶ τὸ ἴδιον σῶμα, φαίνεσθαι πάλιν ὅπερ ἦν συγκεχώρηκεν οἰκονομικῶς, ἵνα μὴ ἕτερον ἔχων παρ᾽ ἐκεῖνο νομίζηται ἐν ᾧ καὶ πέπονθε τὸν ἐπὶ τῷ σταυρῷ θάνατον.
ὅτι γὰρ οὐκ ἂν ἐγένετο φορητὴ τοῖς ἡμετέροις ὄμμασιν ἡ τοῦ ἁγίου σώματος δόξα, εἴπερ αὐτὴν ἐξαπλοῦν ἠβουλήθη Χριστὸς καὶ πρὶν ἀναβῆναι πρὸς τὸν Πατέρα, συνήσεις εὐκόλως, τὸν ἐν τῷ ὄρει ποτὲ παραδειχθέντα τοῖς ἁγίοις μαθηταῖς μετασχηματισμὸν ἐνθυμούμενος. γράφει γὰρ ὁ μακάριος Ματθαῖος ὁ Εὐαγγελιστὴς, ὅτι παραλαβών ποτε “Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, ”ἀνέβη εἰς τὸ ὄρος, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, “καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ἀστραπὴ, τὰ δὲ ”ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡσεὶ χιὼν,” οἱ δὲ τὴν θέαν οὐκ ἐνεγκόντες πεπτώκασιν. οἰκονομικώτατα τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, οὔπω πρὸς δόξαν τὴν αὐτῷ χρεωστουμένην καὶ πρέπουσαν τὸν οἰκεῖον μεταστοιχειώσας ναὸν, ἐν τοῖς πρώτοις ἔτι διεφαίνετο σχήμασι, τὴν τῆς ἀναστάσεως πίστιν οὐκ ἐφ᾽ ἕτερόν τι σχῆμα καὶ σῶμα μετακομίζεσθαι θέλων ἢ εἰς ὅπερ ἔλαβεν ἐκ τῆς ἁγίας παρθένου, ἐν ᾧ καὶ σταυρωθεὶς ἀπέθανε κατὰ τὰς γραφὰς, τῆς τοῦ θανάτου δυνάμεως κατὰ μόνης τρεχούσης τῆς σαρκὸς, ἐξ ἧς καὶ ἀπελήλαται. εἰ γὰρ μὴ ἀνέστη τὸ τεθνηκὸς αὐτοῦ σῶμα, ποῖος νενίκηται θάνατος, ποῦ δὲ ἠτόνησε τὸ τῆς φθορᾶς κράτος; οὐ δι᾽ ἑνὸς ἀποθανόντος τῶν λογικῶν κτισμάτων, οὐ ψυχῆς, οὐκ ἀγγέλου, μήτι γε καὶ αὐτοῦ τοῦ Θεοῦ Λόγου;
ὅτε τοίνυν περὶ μόνον τὸ φθείρεσθαι πεφυκὸς τὸ τοῦ θανάτου γίνεται κράτος, περὶ αὐτὸ δὴ πάντως καὶ ἡ τῆς ἀναστάσεως δύναμις νοοῖτ᾽ ἂν εἰκότως, ἵνα καὶ ἡ τοῦ τυραννήσαντος παραλύηται δύναμις. τὸ δὲ εἰσελθεῖν τῶν θυρῶν κεκλεισμένων τὸν Κύριον, τοῖς ἄλλοις αὐτοῦ σημείοις συντετάξεται παρά γε τοῖς σώφροσι. κατασπάζεται δὲ τοὺς ἁγίους μαθητάς. εἰρήνη γὰρ ὑμῖν φησιν, ἑαυτὸν εἶναι λέγων τὴν εἰρήνην. οἷς γὰρ ἂν παρείη Χριστὸς, τούτοις ἕψεται δὴ πάντως καὶ τὸ ἐν ἀταράχῳ διατηρεῖσθαι πνεύματι. ὃ δὴ καὶ Παῦλος ὑπάρξαι παρὰ Θεοῦ τοῖς εἰς αὐτὸν πιστεύουσιν ἐπηύχετο λέγων “Ἡ εἰρήνη τοῦ Χριστοῦ ἡ ὑπερέχουσα ”πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα “ὑμῶν·” εἰρήνην Χριστοῦ τὴν ἐπέκεινα νοῦ παντὸς, οὐχ ἑτέραν εἶναι λέγων παρὰ τὸ Πνεῦμα αὐτοῦ, οὗπερ εἴ τις μετάσχοι, παντὸς ἀνάπλεως ἔσται καλοῦ. <Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον.> Τοῖς τοῦ Σωτῆρος ῥήμασιν ἐπιμαρτυρεῖ τὴν ἀλήθειαν κἀν τούτῳ δὴ πάλιν ὁ μακάριος Εὐαγγελιστὴς, θυμηδίας καὶ χαρᾶς ἀναπεπλῆσθαι λέγων τοὺς μαθητὰς, ἐπείπερ εἶδον τὸν Ἰησοῦν. μεμνήμεθα γὰρ ὅτι πρὸς αὐτοὺς αἰνιγματωδῶς τοὺς περὶ τοῦ τιμίου σταυροῦ καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως ἐξυφαίνων λόγους “Μικρὸν ἔφη, καὶ οὐκέτι θεωρεῖτέ με, καὶ ”πάλιν μικρὸν καὶ ὄψεσθέ με, καὶ χαρήσεται ὑμῶν ἡ “καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς ἀρεῖ ἀφ᾽ ὑμῶν.”
ἔχαιρον μὲν γὰρ οἱ πάσης ἀποπληξίας τὸν νοῦν ἀνάμεστον ἔχοντες Ἰουδαῖοι, σταυρῷ προσηλούμενον βλέποντες τὸν Ἰησοῦν· λύπῃ δὲ ἀκράτῳ καὶ δυσαχθεστάτῃ κατεφορτίζετο τῶν ἁγίων μαθητῶν ἡ καρδία. ἀλλ᾽ ἐπείπερ ἐστὶ κατὰ φύσιν ζωὴ, καταλύσας τοῦ θανάτου τὸ κράτος ἀνεβίω πάλιν, καὶ ἡ μὲν τῶν Ἰουδαίων ἀπέσβη χαρὰ, τοῖς γεμὴν ἁγίοις ἀποστόλοις μετακεχώρηκε μὲν ὁ κοπετὸς εἰς χαρὰν, ἀναπόβλητος δὲ παντελῶς καὶ ἀναφαίρετος ἀνεβλάστησε θυμηδία. τεθνήξεται γὰρ οὐκέτι Χριστὸς ἅπαξ ἀποθανὼν “εἰς ἀθέτησιν ”ἁμαρτίας,” καθὰ γέγραπται. ζῶν γὰρ ἀεὶ καὶ ὑπάρχων, ἀτελεύτητον δῆλον ὅτι τοῖς ἐλπίζουσιν ἐπ᾽ αὐτῷ διατηρήσει τὸ χαίρειν. κατασπάζεται δὲ πάλιν, τὸ σύνηθες ἐκεῖνο λέγων, τουτέστιν Εἰρήνη ὑμῖν, νόμον ὥσπερ τινὰ καὶ τὸν ἐπὶ τούτῳ τιθεὶς τοῖς τῆς Ἐκκλησίας τέκνοις. τοιγάρτοι καὶ ἐν ταῖς ἁγίαις μάλιστα συνόδοις ἤτοι συνάξεσι παρ᾽ αὐτὰς τοῦ μυστηρίου τὰς ἀρχὰς, τοῦτο καὶ ἡμεῖς ἀλλήλοις φαμέν. τὸ γὰρ εἰρηνεύειν ἡμᾶς πρός τε ἀλλήλους καὶ Θεὸν, πηγή τις ὥσπερ καὶ ἀρχὴ παντὸς ἂν ὑπάρχειν νοοῖτο καλοῦ.
τοιγάρτοι καὶ Παῦλος τὰ πάντων ὑπάρξαι κάλλιστα τοῖς κεκλημένοις ἐπευχόμενος “Χάρις ὑμῖν καὶ εἰρήνη φησὶν ἀπὸ ”Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ,” προτρέπων δὲ πάλιν εἰς εἰρήνην τὴν ὡς πρὸς Θεὸν τοὺς οὔπω πιστεύσαντας “Ὑπὲρ Χριστοῦ, φησὶ, πρεσβεύομεν, ὡς τοῦ ”Θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, “καταλλάγητε τῷ Θεῷ·” παραθήγει δὲ οὐδὲν ἧττον ἡμᾶς καὶ ὁ προφήτης Ἡσαΐας βοῶν “Ποιήσωμεν εἰρήνην αὐτῷ, ”ποιήσωμεν εἰρήνην οἱ ἐρχόμενοι.” πρέπουσα τοίνυν ἡ τοῦ λόγου δύναμις τῷ τὴν εἰρήνην βραβεύοντι, μᾶλλον δὲ τῇ πάντων εἰρήνῃ, τουτέστι Χριστῷ· “Αὐτὸς γάρ ἐστιν ἡ ”εἰρήνη ἡμῶν,” κατὰ τὰς γραφάς. <Καὶ εἶπεν αὐτοῖς πάλιν Εἰρήνη ὑμῖν· καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ κἀγὼ ἀποστέλλω ὑμᾶς.> Κεχειροτόνηκε μὲν ἐν τούτοις ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοὺς τῆς οἰκουμένης καθηγητάς τε καὶ διδασκάλους καὶ τῶν θείων αὐτοῦ μυστηρίων οἰκονόμους, οὓς καὶ φωστήρων δίκην ἀναλάμψαι τε ἤδη καὶ καταυγάσαι κελεύει οὐχὶ μόνην τῶν Ἰουδαίων τὴν χώραν, κατὰ τὸ μέτρον τῆς νομικῆς ἐντολῆς διηκούσης “ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ,” κατὰ τὸ γεγραμμένον, μᾶλλον δὲ τὴν ὑφ᾽ ἡλίῳ σύμπασαν καὶ τοὺς πανταχόσε κατεσπαρμένους καὶ κατῳκηκότας. ἀληθὴς οὖν ἄρα λέγων ὁ Παῦλος, ὡς “οὐχ ἑαυτῷ τις λαμβάνει τὴν ”τιμὴν, ἀλλ᾽ ὁ καλούμενος παρὰ τοῦ Θεοῦ.”
κέκληκε γὰρ εἰς εὐκλεεστάτην ἀποστολὴν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς πρὸ τῶν ἄλλων ἁπάντων τοὺς ἑαυτοῦ μαθητὰς, καὶ μονονουχὶ σειομένην καὶ πίπτουσαν ὅλην ἔπηξε τὴν γῆν, ἀναδείξας ὡς Θεὸς τὰ ὑποστηρίγματα αὐτῆς καὶ τοὺς ἀντερείδειν ἰσχύοντας. τοιγάρτοι καὶ ἔφη διὰ τῆς τοῦ ψάλλοντος φωνῆς περί τε τῆς γῆς καὶ τῶν ἀποστόλων ὅτι “ἐγὼ ”ἐστερέωσα τοὺς στύλους αὐτῆς·” στύλοι γὰρ ὥσπερ καὶ ἑδραίωμα τῆς ἀληθείας οἱ μακάριοι γεγόνασι μαθηταὶ, οὓς δὴ καὶ ἀποστεῖλαί φησιν, ὥσπερ αὐτὸν ἀπέστειλεν ὁ Πατὴρ, ὁμοῦ μὲν τῆς ἀποστολῆς τὸ ἀξίωμα δεικνὺς, καὶ τῆς δοθείσης αὐτοῖς ἐξουσίας τὴν ἀσύγκριτον δόξαν· ἐν ταὐτῷ δὲ ὡς εἰκὸς καὶ τῶν ἀποστολικῶν ἐπιτηδευμάτων ὑποφαίνων τὴν ὁδόν. εἰ γὰρ οὕτως ἀποστέλλειν ᾤετο δεῖν αὐτὸς τοὺς οἰκείους μαθητὰς, ὥσπερ οὖν αὐτὸν ἀπέστειλεν ὁ Πατὴρ, πῶς οὐκ ἀναγκαῖον ἰδεῖν τοὺς, οἵ γε τῶν ἴσων ἔμελλον ἔσεσθαι μιμηταὶ, τί δὴ καὶ δράσοντα τὸν Υἱὸν ἀπέστειλεν ὁ Πατήρ;
Οὐκοῦν τῆς ἰδίας ἀποστολῆς τὸν τρόπον διαφόρως ἡμῖν ἐξηγούμενος, ποτὲ μὲν ἔφασκεν “Οὐκ ἦλθον καλέσαι δι- ”καίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν,” καὶ πάλιν “Οὐ ”χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς “ἔχοντες·” καὶ ἔτι πρὸς τούτοις ποτὲ μέν “Ὅτι καταβέ- ”βηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν “ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με,” ποτὲ δὲ πάλιν “Οὐ ”γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα “κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ.” ἐν ὀλίγοις τοιγαροῦν τοῖς ῥήμασι τὰ τῆς ἀποστολῆς ἐπιτηδεύματα συνελὼν, οὕτως ἀποστεῖλαί φησιν αὐτοὺς, καθάπερ αὐτὸν ὁ Πατὴρ, ἵν᾽ εἰδεῖεν ἐντεῦθεν, ὡς καλεῖν ὀφείλουσιν ἁμαρτωλοὺς εἰς μετάνοιαν, θεραπεύειν δὲ τοὺς κακῶς ἔχοντας, σωματικῶς τε καὶ πνευματικῶς, ἐν δὲ ταῖς τῶν πραγμάτων οἰκονομίαις τὸ ἴδιον οὐχὶ πάντως θέλημα ζητεῖν, ἀλλὰ τὸ τοῦ ἀποστείλαντος, σώζειν τε καθόσον ἐνδέχεται ταῖς διδασκαλίαις τὸν κόσμον. καὶ γοῦν διὰ τούτων ἁπάντων διαπρέπειν σπουδάζοντας καὶ αὐτοὺς εὑρήσομεν τοὺς ἁγίους μαθητὰς, καὶ ὁ τῆς πληροφορίας πόνος οὐ πολὺς τῷ γε ἅπαξ ἐγκύψαντι τῇ τῶν πράξεων συγγραφῇ καὶ ταῖς τοῦ ἁγίου Παύλου φωναῖς. <Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς Λάβετε Πνεῦμα Ἅγιον.
ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται.> Λαμπροὺς ἀποφήνας τῷ μεγάλῳ τῆς ἀποστολῆς ἀξιώματι, καὶ τῶν θείων θυσιαστηρίων, καθάπερ ἔφην ἀρτίως, οἰκονόμους τε καὶ ἱερουργοὺς ἀναδείξας, ἁγιάζει παραχρῆμα τὸ ἴδιον αὐτοῖς Πνεῦμα διδοὺς δι᾽ ἐμφανοῦς ἐμφυσήματος, ἵνα καὶ ἡμεῖς ἀραρότως πιστεύωμεν ὡς οὐκ ἀλλότριον τοῦ Υἱοῦ τὸ Ἅγιον Πνεῦμά ἐστιν, ἀλλ᾽ ὁμοούσιον αὐτῷ, καὶ δι᾽ αὐτοῦ προϊὸν τὸ ἐκ τοῦ Πατρός. ἔδειξε δὲ ὅτι τοῖς εἰς θείαν ἀποστολὴν δι᾽ αὐτοῦ προχειριζομένοις ἡ τοῦ Πνεύματος δόσις ἀναγκαίως ἀκολουθεῖ. καὶ διὰ ποίαν αἰτίαν; οὐ γὰρ ἄν τι δράσειαν τῶν ἀρεσκόντων Θεῷ, ἀλλ᾽ οὐδ᾽ ἂν τῶν τῆς ἁμαρτίας κατανεανιεύσαιντο βρόχων, μὴ τὴν ἐξ ὕψους πρότερον ἐνδυσάμενοι δύναμιν, καὶ εἰς ἕτερόν τι παρ᾽ ὅπερ ἦσαν μεταστοιχειούμενοι. διὸ καὶ πρός τινα τῶν ἀρχαιοτέρων ἐλέγετο, ὅτι “ἁλεῖται ἐπὶ σὲ Πνεῦμα Κυρίου, καὶ στραφήσῃ ”εἰς ἄνδρα ἄλλον,” ἀλλάξειν δὲ ἰσχὺν τοὺς ὑπομένοντας τὸν Θεὸν καὶ ὁ προφήτης ἡμῖν Ἡσαΐας ἐπηγγέλλετο· Παῦλος δὲ ὁ σοφώτατος κεκοπιακέναι φάσκων ὑπέρ τινας, ἐν τοῖς ἀποστολικοῖς δηλονότι κατορθώμασιν, ἐπήνεγκεν εὐθὺς, ὅτι “Οὐκ ἐγὼ δὲ, ἀλλ᾽ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ”ἐμοί.”
πρὸς δέ γε τούτῳ κἀκεῖνό φαμεν, ὡς οὐκ ἂν ὅλως συνῆκαν τὸ ἐπὶ Χριστῷ μυστήριον, οὐδ᾽ ἂν ἀκριβεῖς ἐγένοντο μυσταγωγοὶ, εἰ μὴ διὰ τῆς τοῦ Πνεύματος δᾳδουχίας ἰόντες εἰς ἀποκάλυψιν τῶν ὑπὲρ νοῦν καὶ λόγον, πρὸς τὸ διδάσκειν οὕτως ἃ χρῆν ἀναβαίνειν ἰσχύουσαν· λέγει γάρ “Οὐδεὶς δύναται εἰπεῖν Κύριος Ἰησοῦς,” κατὰ τὴν τοῦ Παύλου φωνὴν, “εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ.” ἐπειδὴ τοίνυν ἔμελλον ἐρεῖν ὅτι Κύριος Ἰησοῦς, τουτέστιν, ἀνακηρύττειν αὐτὸν ὡς Θεὸν καὶ Κύριον, ἀναγκαίως ἤδη λοιπὸν τῷ τῆς ἀποστολῆς ἀξιώματι παρεζευγμένην δέχονται τὴν τοῦ Πνεύματος χάριν, διδόντος αὐτὸ τοῦ Χριστοῦ, καὶ οὐχ ὡς ταῖς ἑτέρου φιλοτιμίαις διακονουμένου τυχὸν, χορηγοῦντος δὲ μᾶλλον ἐξ ἑαυτοῦ· διήκοι γὰρ ἂν οὐχ ἑτέρως εἰς ἡμᾶς παρὰ Πατρὸς εἰ μὴ δι᾽ Υἱοῦ. ὁ μὲν οὖν ἀρχαῖος καὶ ἐν γράμμασι νόμος, σκιὰς ἔχων καὶ τύπους τῶν ἀληθινῶν, σωματικωτέραν, ἵν᾽ οὕτως εἴπω, καὶ ἐν παχυτέροις ὁρωμένην πράγμασι τὴν τῶν ἱερῶν ἀνάῤῥησιν τελεῖσθαι προσέταττεν.
ὁ γάρ τοι μακάριος Μωυσῆς, Θεοῦ πάλιν αὐτῷ προστάττοντος, ὕδασι μὲν ἀπονίζεσθαι τόν τε Ἀαρὼν αὐτὸν καὶ τοὺς Λευΐτας ἐκέλευεν· εἶτα τὸν τῆς τελειώσεως κατασφάξας κριὸν κατέχρισεν ἐκ “τοῦ αἵματος τὸν λοβὸν τοῦ ὠτὸς τοῦ δεξιοῦ,” καθὰ γέγραπται, ἐπέθηκε δὲ καὶ “ἐπὶ τὸ ἄκρον τῆς χειρὸς ”τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ,” τοῦ κατὰ Χριστὸν μυστηρίου τὸν τύπον ὡς ἐν εἰκόνι ζωγραφῶν. ἔνθα γὰρ ὕδωρ καὶ αἷμά ἐστι, τὰ δι᾽ ὧν ὁ ἁγιασμὸς, πῶς ἢ πόθεν ἀμφίβολον, ὅτι τῆς ἀληθείας τὸ κάλλος ἐν ἀφανεστέροις ἔτι διεπλάττετο τύποις; ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, εἰς ἀληθείας δύναμιν τὸ σχῆμα τοῦ νόμου μεταθεὶς, τοὺς τῶν θείων θυσιαστηρίων ἱερουργοὺς τελειοῖ δι᾽ ἑαυτοῦ. καὶ γάρ ἐστιν αὐτὸς ὁ τῆς τελειώσεως κριός. τελειοῖ δὲ δι᾽ ἁγιασμοῦ τοῦ κατὰ ἀλήθειαν, τῆς ἰδίας φύσεως κοινωνοὺς διὰ τῆς τοῦ Πνεύματος μετουσίας ἀναδεικνὺς, καὶ μεταχαλκεύων τρόπον τινὰ τὴν ἀνθρώπου φύσιν εἰς τὴν ὑπὲρ ἄνθρωπον δύναμίν τε καὶ δόξαν.
Ἀλλ᾽ ὅτι μὲν τῆς ἀληθείας οὐκ ἔξω που φανεῖται καὶ ὁ περὶ τούτων ἡμῖν γεγονὼς λόγος, οὐκ ἀμφίβολον. πλὴν ἐκεῖνό τις λέγων ἀφίξεται τυχὸν καὶ φιλοπευστήσει χρηστομαθῶς, ἐρεῖ δὲ ἴσως Ποῖ δὴ ἄρα καὶ πότε τὴν διὰ τοῦ Πνεύματος χάριν οἱ τοῦ Σωτῆρος ἡμῶν ἐκομίσαντο μαθηταί; ὅτε κατ᾽ οἶκον αὐτοῖς ἐπέλαμψεν ὁ Σωτὴρ εὐθὺς μετὰ τὴν ἀνάστασιν, ἐνεφύσησέ τε λέγων Λάβετε Πνεῦμα Ἅγιον· ἢ ἐν ταῖς ἡμέραις τῆς ἁγίας πεντηκοστῆς, ὅτε δὴ πάλιν εἰς ἕνα συναχθέντων τόπον “Ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ”ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ὤφθησαν αὐτοῖς “διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, καὶ ἐκάθισεν ἐφ᾽ ἕνα ”ἕκαστον αὐτῶν, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις “καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς.” ἢ γὰρ, φησὶ, διττὴν δεδόσθαι τὴν χάριν αὐτοῖς οἰησόμεθα, ἤγουν τὸν καιρὸν ἀγνοήσομεν, καθ᾽ ὃν ἀληθῶς γεγόνασι μέτοχοι τοῦ Ἁγίου Πνεύματος, εἴπερ ἀληθὴς καὶ ὁ τοῦ Σωτῆρος ἡμῶν εὑρίσκοιτο λόγος καὶ τὸ ἐν ταῖς πράξεσι γεγραμμένον περὶ τῶν ἁγίων μαθητῶν. ἀλλ᾽ ἐνδοιασμοῦ μὲν ἄξιον τὸ χρῆμά ἐστι, μάλισθ᾽ ὅτι καὶ αὐτὸς ἔφη που Χριστός “Συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ μὴ ἀπέλθω, ὁ ”παράκλητος οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς· ὅταν δὲ ἀπέλθω, “πέμψω αὐτὸν πρὸς ὑμᾶς.”
ἐρεῖ γὰρ ἴσως ὁ ἐκεῖνα ζητῶν Ψευδομυθεῖν οὐκ οἶδεν ἡ ἀλήθεια, τουτέστι Χριστός· ὅτε τοίνυν ἔφη σαφῶς, ὡς οὐκ ἂν ἔλθοι πρὸς ὑμᾶς ὁ Παράκλητος, οὐκ ἀναληφθέντος αὐτοῦ πρὸς τὸν Πατέρα, πέμψειν δὲ τότε καὶ ἀραρότως, ὅταν ἄνω γένηται παρ᾽ αὐτῷ, πῶς εὑρίσκεται τὸ Πνεῦμα διδοὺς, καίτοι τὴν ἐντεῦθεν ἀποδημίαν οὔπω στειλάμενος; πλὴν εἰ καὶ λίαν ἀσυμφανὲς τὸ ζητούμενον καὶ περισκελὴς ὁ λόγος, ἐκταράξαι τε καὶ σφόδρα ἱκανὸς, ἀλλ᾽ ἔχει τὴν λύσιν τὴν αὐτῷ πρεπωδεστάτην, ὅταν μὴ τῶν καθ᾽ ἡμᾶς ὑπάρχειν ἕνα πιστεύωμεν τὸν Χριστὸν, Θεὸν δὲ μᾶλλον ὡς ἐκ Θεοῦ καὶ τῶν ἰδίων κατεξουσιάζοντα λόγων διὰ τὴν τοῖς πράγμασι πρεπωδεστάτην οἰκονομίαν.
Ἐπηγγείλατο μὲν γὰρ καταπέμψειν ἡμῖν ἐξ οὐρανοῦ τὸν Παράκλητον, ὅταν ἄνω γένηται παρὰ τῷ Θεῷ καὶ Πατρὶ, ὃ δὴ καὶ πέπραχεν ἀποδημήσας πρὸς τὸν Πατέρα, καὶ δαψιλεστάτην τοῖς ἐθέλουσιν ἑλεῖν τὴν τοῦ Πνεύματος ἔκχυσιν ἐπιδούς· ἕλοι δ᾽ ἄν τις αὐτὸ διὰ πίστεως δηλονότι τῆς εἰς αὐτὸν, καὶ τοῦ ἁγίου βαπτίσματος· ἐπληροῦτο δὲ τότε τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς εἰρημένον, ὅτι “ἐκχεῶ ἀπὸ τοῦ ”Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα.” ἀλλ᾽ ἔδει τοῦ Πνεύματος χορηγὸν καὶ τῷ Πατρὶ συνδοτῆρα φαίνεσθαι τὸν Υἱὸν, ἔδει συνιέναι τοὺς πιστεύοντας εἰς αὐτὸν, ὅτι περ αὐτός ἐστιν ἡ τοῦ Πατρὸς δύναμις, ἡ τόδε τὸ σύμπαν δημιουργήσασα, καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρενεγκοῦσα τὸν ἄνθρωπον. ἦν μὲν γὰρ ὁ Θεὸς καὶ Πατὴρ διὰ τοῦ ἰδίου Λόγου τὸ ἐν ἀρχαῖς χοῦν μὲν λαβὼν ἀπὸ τῆς γῆς, καθὰ γέγραπται, διαπλάσας δὲ τὸ ζῷον, φημὶ δὴ τὸν ἄνθρωπον, ψυχώσας τε καθὼς οἶδεν αὐτὸς καὶ τῇ τοῦ ἰδίου Πνεύματος μετουσίᾳ καταφαιδρύνας αὐτόν· “ἐνεφύσησε γὰρ εἰς τὸ πρόσωπον ”αὐτοῦ πνοὴν ζωῆς,” καθὰ γέγραπται. ἐπειδὴ δὲ συνέβη πεσεῖν ἐκ παρακοῆς εἰς τὸν θάνατον, καὶ τῆς ἀρχαίας ἐκείνης διολισθῆσαι τιμῆς τὸν ἄνθρωπον, ἀνέκτισεν πάλιν αὐτὸν ὁ Θεὸς καὶ Πατὴρ καὶ εἰς καινότητα ζωῆς ἀνεκόμισε δι᾽ Υἱοῦ, καθάπερ ἐν ἀρχῇ· ἀνεκόμισε δὲ πῶς ὁ Υἱός;
τῷ θανάτῳ τῆς ἁγίας σαρκὸς νεκρώσας τὸν θάνατον, καὶ εἰς ἀναδρομὴν ἀφθαρσίας τὸ ἀνθρώπινον γένος ἀνενεγκών· ἐγήγερται γὰρ ὑπὲρ ἡμῶν ὁ Χριστός. ἵνα τοίνυν αὐτὸν ἐκεῖνον ὄντα μανθάνωμεν τὸν ἐξ ἀρχῆς τῆς ἡμετέρας φύσεως γεγονότα δημιουργὸν, καὶ τῷ Ἁγίῳ δὲ ἡμᾶς κατασφραγίσαντα Πνεύματι, πάλιν ἡμῖν ὁ Σωτὴρ ὡς ἐν ἀπαρχῇ τῆς ἀνακαινιζομένης φύσεως τοῖς ἁγίοις μαθηταῖς δι᾽ ἐμφυσήματος ἐναργοῦς τὸ Πνεῦμα χαρίζεται. γράφει γὰρ ὁ Μωυσῆς περὶ τῆς ἀρχαίας ἡμῶν δημιουργίας, ὅτι ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς. ὡς οὖν ἐξ ἀρχῆς ἐπλάσθη καὶ γέγονεν, οὕτω καὶ ἀνακαινίζεται, καὶ ὥσπερ ἐμορφώθη τότε κατ᾽ εἰκόνα τοῦ κτίσαντος, οὕτω καὶ νῦν τῇ τοῦ Πνεύματος μετουσίᾳ πρὸς ἐμφέρειαν μεταπλάττεται τοῦ ἰδίου ποιητοῦ. ὅτι γὰρ τοῦ Σωτῆρος τὴν μόρφωσιν ἐνθλίβει τὸ Πνεῦμα ταῖς τῶν δεχομένων αὐτὸ ψυχαῖς, πῶς οὐκ ἀναμφίλογον τοῖς εἰς νομικὴν ἐπιτήρησιν διωλισθηκόσιν ἐκ ῥᾳθυμίας ἐπιστέλλοντος τοῦ Παύλου σαφῶς “Τεκνία μου, οὓς πάλιν ”ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.” οὐχ ἑτέρως γὰρ ἐν αὐτοῖς μορφωθήσεσθαι λέγει Χριστὸν, ἢ διὰ τοῦ μετασχεῖν Ἁγίου Πνεύματος, πολιτεύεσθαί τε κατὰ νόμον τὸν εὐαγγελικόν. οὐκοῦν, ὡς ἐν ἀπαρχῇ τῆς ἀνανεουμένης κτίσεως εἰς ἀφθαρσίαν τε καὶ δόξαν καὶ εἰς εἰκόνα τὴν θεοειδῆ κατοικίζει πάλιν τὸ ἴδιον πνεῦμα Χριστὸς ἐν τοῖς ἑαυτοῦ μαθηταῖς.
ἔδει γὰρ ἔδει κἀκεῖνο πρὸς τούτῳ νοεῖν, ὅτι τοῦ Πνεύματός ἐστι χορηγὸς καὶ δοτήρ. τοιγάρτοι καὶ ἔφασκεν, ὅτι “πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν.” ἔχει δὲ ὁ Πατὴρ ἐξ ἑαυτοῦ τε καὶ ἐν ἑαυτῷ τὸ ἴδιον Πνεῦμα, ἔχει τοῦτο ἐν ἑαυτῷ καὶ ὁ Υἱὸς, ἐπείπερ ἐστὶν ὁμοούσιος αὐτῷ, καὶ ἐξ αὐτοῦ πέφηνεν οὐσιωδῶς, πάντα τὰ τοῦ γεννήσαντος ἴδια φυσικῶς ἔχων ἐν ἑαυτῷ.
Ὅτι δὲ καίτοι πολλὰ πολλάκις καὶ ἐν καιρῷ τῷ πρέποντι δράσειν ὑπισχνούμενος, ἔδρασεν ὅμως καὶ πρὸ καιροῦ τοῦ διωρισμένου πρὸς πληροφορίαν ἡμετέραν, ἵνα πιστεύωμεν ἀληθῶς ὅτι δὴ πάντως ἐκβήσεται τὰ εἰρημένα παρ᾽ αὐτοῦ, δείξομεν ἐντεῦθεν. ἐπηγγέλλετο τοὺς νεκροὺς ἐγείρειν καὶ ἀνακομίσειν αὖθις εἰς ζωὴν τοὺς ἐν γῇ κειμένους καὶ χώματι. “Ἔρχεται γὰρ ὥρα, φησὶ, καθ᾽ ἣν οἱ νεκροὶ ἀκούσουσι τῆς ”φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ ἐξελεύσονται, οἱ μὲν τὰ “ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα ”πράξαντες εἰς ἀνάστασιν κρίσεως.” ὅτι δὲ καὶ τοῦτο κατορθώσει ῥᾳδίως πληροφορεῖν ἐπειγόμενος, ἐδίδασκε μὲν λέγων “Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή.” ἐπεὶ δὲ ἡ τοῦ πράγματος ὑπερβολὴ τὸ ἀναβιώσεσθαί ποτε τοὺς νεκροὺς ἄπιστόν πως ἐτίθει, φθάνει χρησίμως τὸν τῆς ἀναστάσεως καιρὸν, καὶ δεικνύει τὸ σημεῖον ἐγείρων τὸν Λάζαρον καὶ τὸν τῆς χήρας υἱὸν καὶ τὸ Ἰαείρου κόριον. καὶ τί πρὸς τούτοις ἕτερον; ἐπιδοξοτάτην τινὰ λέγων ἔσεσθαι τὴν τῶν ἁγίων ἀνάστασιν “Τότε, γάρ φησιν, οἱ δίκαιοι ἐκλάμψουσιν ”ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν,” ἵνα πάλιν ὡς ἀληθῆ λέγων πιστεύηται, πρόωρον τοῖς μαθηταῖς καὶ τὴν τούτου θέαν ἐχαρίζετο. “
παραλαβὼν γὰρ Πέτρον καὶ Ἰά- ”κωβον καὶ Ἰωάννην ἀνέβη εἰς τὸ ὄρος καὶ μετεμορφώθη “ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ”ἀστραπὴ, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡσεὶ χιών.” ὥσπερ οὖν καίτοι κατὰ καιροὺς ἰδίους τὰ τοιαῦτα δράσειν ὑπισχνούμενος καθάπερ τινὰς ἀῤῥαβῶνας τοῦ κατὰ πάντων ἔσεσθαι προσδοκωμένου καὶ γενικωτάτου πράγματος, τὰ κατὰ μέρος εἰργάζετο καὶ πρὸ καιροῦ τοῦ δέοντος, ἵνα καὶ ἀνενδοιάστως πιστεύηται· κατὰ τὸν αὐτὸν οἶμαι τρόπον πέμψειν εἰς ἡμᾶς τὸν Παράκλητον εἰπὼν, ὅταν ἀπέλθῃ πρὸς τὸν Πατέρα, καὶ καιρὸν τῇ κατὰ πάντων καὶ ἐπὶ πάντας χάριτι τοῦτον διορισάμενος, ἀπαρχὴν ὥσπερ τινὰ τῆς ἐπαγγελίας ἐν τοῖς μαθηταῖς εἰργάζετο, διὰ πολλὰς εὐλόγους τε καὶ ἀναγκαίας ἀφορμὰς ἃς προείπομεν.
Οὐκοῦν δέχονται μὲν τὴν τοῦ Ἁγίου Πνεύματος μέθεξιν, ὅτε καὶ ἐνεφύσησεν αὐτοῖς λέγων Λάβετε Πνεῦμα Ἅγιον· οὐδὲ γὰρ ἦν διαψεύσασθαι λέγοντα τὸν Χριστὸν, οὐδ᾽ ἂν ἔφη Λάβετε, μὴ διδούς· ἐν δὲ ταῖς ἡμέραις τῆς ἁγίας πεντηκοστῆς ἐμφανεστέραν τῆς χάριτος τὴν ἀνάῤῥησιν καὶ τὴν φανέρωσιν τοῦ ἐνοικισθέντος αὐτοῖς Ἁγίου Πνεύματος τιθέντος Θεοῦ, ὤφθησαν αἱ γλῶσσαι διὰ πυρὸς, οὐκ ἀρχὴν ἐν αὐτοῖς τῆς δωρεᾶς σημαίνουσαι, εἰς ἀρχὴν δὲ μᾶλλον ἀναφέρουσαι τοῦ λόγου. γέγραπται γοῦν ὅτι “ἤρξαντο λαλεῖν ἑτέραις ”γλώσσαις καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐ- “τοῖς.” ἀκούεις ὅπως ἤρξαντο λαλεῖν, οὐ τοῦ ἁγιάζεσθαι, καὶ ὅτι γλωσσῶν διανομὴ καταπεφοίτηκεν ἐπ᾽ αὐτοὺς, τοῦ ἐν αὐτοῖς ὄντος Πνεύματος ἐνεργοῦντος καὶ τοῦτο; ὥσπερ γὰρ ἐξ οὐρανοῦ πεφώνηκεν ὁ Πατὴρ ἐπιμαρτυρήσας τῷ ἰδίῳ γεννήματι καὶ λέγων “Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς ”ἐν ᾧ ηὐδόκησα,” καὶ δέδρακε τοῦτο πρὸς πληροφορίαν τῶν ἀκροωμένων, ὀργανικὴν ὥσπερ τινὰ καὶ τοῖς ἡμετέροις ὠσὶν ἐμπίπτουσαν καταῤῥήξας φωνὴν, ἤτοι γενέσθαι ποιήσας, οὕτω καὶ ἐπὶ τῶν ἁγίων ἀποστόλων ἐμφανεστέραν ἐτίθει τῆς χάριτος τὴν ἀνάδειξιν, ἐν εἴδει πυρὸς τὰς γλώσσας αὐτοῖς ἐπαφεὶς, καὶ τῆς “φερομένης βιαίας πνοῆς” τὸν ἦχον τὴν τοῦ Πνεύματος κάθοδον ἀπομιμεῖσθαι παρασκευάσας.
ὅτι δὲ καθάπερ ἐν τάξει σημείου καὶ τοῦτο αὐτὸ τοῖς Ἰουδαίοις ἐδόθη, συνήσεις εὐκόλως, ὅταν ἀκούσῃς τοῦ πάντων δεσπότου Θεοῦ διὰ τῆς τοῦ προφήτου λέγοντος φωνῆς “Ὅτι ἐν ”ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέρων λαλήσω τῷ λαῷ “τούτῳ,” καὶ οὐ μὴ πιστεύσωσιν. οὐκοῦν ἵνα πιστεύωμεν, ὅτι περ ἀληθῶς μέτοχοι τοῦ Ἁγίου Πνεύματός εἰσιν οἱ μακάριοι μαθηταὶ, καὶ ἄνωθεν τῇ παρὰ Χριστοῦ κατεστεμμένοι χάριτι λοιπόν εἰσι, καὶ ἱκανοὶ πρὸς τὴν τῆς ἀληθείας ἐξήγησιν, καὶ ἀξιοζήλωτον ἔχουσι τῆς ἰδίας ἀποστολῆς τὸ καύχημα, τῇ ἐξ ὕψους μεμαρτυρημένοι δωρεᾷ, καταπεφοίτηκε τὸ πῦρ ἐν εἴδει γλωσσῶν.
Διαρκῶς μὲν οὖν ὑπολαμβάνω ταυτὶ παρ᾽ ἡμῶν εἰρῆσθαι νυνὶ πρὸς παράστασιν ἀκριβῆ τῆς τῶν προκειμένων θεωρίας· ἐπειδὴ δὲ πᾶσαν ἡμᾶς τοῦ λόγου ποιεῖσθαι προσήκει πρόνοιαν, ὡς ἂν μή τι τοῖς ἀδελφοῖς ἀναφύοι τὸ σκάνδαλον διὰ τῆς τινων συκοφαντίας, φέρε τοῖς εἰρημένοις προσθέντες καὶ τοῦτο, καὶ τὰς ἔσεσθαι προσδοκωμένας παρά του τυχὸν ἀθυρογλωττίας διακρουσώμεθα. εὑρήσομεν τοίνυν ἐν τοῖς ἐφεξῆς γεγραμμένον, ὅτι “Θωμᾶς ὁ λεγόμενος Δίδυμος οὐκ ”ἦν μετὰ τῶν μαθητῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς.” πῶς οὖν, ἐρεῖ τις καὶ μάλα δικαίως, εἴπερ ἀπῆν, ἀληθῶς τοῦ Ἁγίου Πνεύματος ἀνεδείχθη μέτοχος, ὅτε τοῖς μαθηταῖς ἐπέλαμψεν ὁ Σωτὴρ, ἐνεφύσησέ τε λέγων Λάβετε Πνεῦμα Ἅγιον; φαμὲν οὖν, ὅτι κατὰ παντὸς ἐχώρει τοῦ λαβόντος τὴν χάριν ἡ τοῦ Πνεύματος δύναμις, καὶ τὸν τοῦ διδόντος ἐπλήρου σκοπόν. δέδωκε δὲ ὁ Χριστὸς οὔ τισιν ἀνὰ μέρος, ἀλλ᾽ ὅλοις τοῖς μαθηταῖς. οὐκοῦν δέχονται καὶ εἰ μὴ παρῆσάν τινες, τῆς τοῦ διδόντος φιλοτιμίας οὐκ εἰς μόνους τοὺς παρόντας συστελλομένης, ἀλλ᾽ εἰς ἅπαντα διηκούσης τὸν τῶν ἁγίων ἀποστόλων χορόν. ὅτι δὲ βίαιον οὐδὲν πεφρονήκαμεν ἐν τούτοις, ἀλλ᾽ οὐδὲ ἀναίσχυντος ἡμῖν ὁ τοιοῦτος φανεῖται λόγος, ἐξ αὐτῶν σε τῶν ἱερῶν γραμμάτων πιστώσομαι, παραθεὶς εἰς ἀπόδειξιν τὰ τοῖς Μωυσαϊκοῖς ἐγκείμενα βιβλίοις.
οὐκοῦν ἐκέλευέ ποτε τῷ πανσόφῳ Μωυσῇ Κύριος ὁ Θεὸς ἄνδρας πρεσβυτέρους ἐκ τῆς τῶν Ἰουδαίων συναγωγῆς ἐπιλέξασθαι τὸν ἀριθμὸν ἑβδομήκοντα, ἐπηγγέλλετό τε σαφῶς ὅτι “ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ καὶ ”ἐπιθήσω αὐτοῖς.” καὶ δὴ συνεκόμισεν ὁ Μωυσῆς καὶ τὸ θεῖον ἐπλήρου θέσπισμα. δύο γεμὴν ἀπελείφθησαν μόνοι τῶν ἐντεταγμένων τῷ ἀριθμῷ τῶν ἑβδομήκοντα πρεσβυτέρων, καὶ ἀπέμειναν ἐν τῇ συναγωγῇ Ἐλδὰδ καὶ Μωδάδ. εἶτα τὸ θεῖον ἅπασιν ἐπιθέντος πνεῦμα τοῦ Θεοῦ κατὰ τὴν ἤδη δοθεῖσαν ὑπόσχεσιν, προεφήτευον μὲν παραχρῆμα λαβόντες τὴν χάριν, οἱ συνενεχθέντες διὰ Μωυσέως· προεφήτευον δὲ οὐδὲν ἧττον καὶ οἱ δύο πάλιν οἱ ἐν τῇ συναγωγῇ, φθανούσης καὶ ἐπ᾽ αὐτοὺς τῆς ἄνωθεν χάριτος. καὶ γοῦν Ἰησοῦς ὁ καλούμενος τοῦ Ναυῆ, Μωυσῇ προσεδρεύων ἀεὶ, καὶ τὴν τοῦ μυστηρίου δύναμιν ἀγνοήσας παραχρῆμα, οἰηθεὶς δὲ ὅτι κατὰ μίμησιν Δαθάν τε καὶ Ἀβειρὼν ἀντιπροφητεύουσι καὶ οὗτοι τοῖς συνενεχθεῖσι διὰ Μωυσέως, ἔφη πρὸς αὐτόν “Ἐλδὰδ καὶ Μωδὰδ προφητεύουσιν ἐν τῇ παρ- ”εμβολῇ, κύριέ μου Μωυσῆ κώλυσον αὐτούς.” καὶ τί πρὸς ταῦτά φησιν ὁ σοφὸς ὄντως ἐκεῖνος καὶ μέγας, τῆς δοθείσης αὐτοῖς χάριτος τὴν ἐνέργειαν καὶ τὴν τοῦ Πνεύματος δύναμιν ἐννοήσας, ὡς σοφός “Μὴ ζηλοῖς σὺ ἐμοί; τίς γὰρ ”δοίη τῷ λαῷ Κυρίου προφήτας, ὅταν δῷ Κύριος τὸ “Πνεῦμα αὐτοῦ ἐπ᾽ αὐτούς;”
ὁρᾷς ὅπως ἐπιλαμβάνεται τῶν Ἰησοῦ ῥημάτων οὐκ εἰδότος τὸ τετελεσμένον; εἴθε γὰρ εἴθε, φησὶν, ἐδόθη τὸ Πνεῦμα παντὶ τῷ λαῷ, ἀλλ᾽ ἔσται τοῦτο κατὰ καιροὺς, ὅταν αὐτοῖς ὁ πάντων Δεσπότης, τουτέστι Χριστὸς, τὸ ἴδιον αὐτοῖς χαρίσηται Πνεῦμα, καθάπερ ἐν ἀπαρχῇ τῶν ὀφειλόντων λαβεῖν τοῖς ἁγίοις ἀποστόλοις ἐμφυσήσας καὶ λέγων Λάβετε Πνεῦμα Ἅγιον. οὐκοῦν εἰ καὶ ἀπελείφθη Θωμᾶς, οὐκ ἐξέπεσε τοῦ λαβεῖν, κατὰ παντὸς τοῦ λαβεῖν ὀφείλοντος καὶ ἐντεταγμένου τῷ ἀριθμῷ τῶν τετιμημένων τοῦ Πνεύματος τρέχοντος.
Δοὺς δὲ τὸ Πνεῦμα Χριστός Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας ἀφέωνταί φησιν· ἄν τινων κρατῆτε, κεκράτηνται, καίτοι μόνου τοῦ κατὰ φύσιν ὄντος Θεοῦ δυναμένου τε καὶ ἐξουσίαν ἔχοντος ἀπολύειν ἁμαρτίας τοὺς ἡμαρτηκότας· τίνι γὰρ ἂν καὶ προσήκοι τὸ χαρίζεσθαί τισι τὰ ἐφ᾽ οἷσπερ ἂν ἁλοῖεν εἰς τὸν θεῖον πλημμελήσαντες νόμον, εἰ μὴ τῷ τὸν νόμον ὁρίσαντι; ἐξ αὐτῶν δὲ τῶν καθ᾽ ἡμᾶς ἀθρητέον, εἰ δοκεῖ, τοῦ λόγου τὴν δύναμιν· τίς τοῖς θεσπίσμασι τῶν ἐπὶ γῆς βασιλέων ἐξουσιαστικῶς ἐπιφύεται, καὶ παραλύειν ἐπιχειρεῖ τὰ διὰ τῆς τῶν κρατούντων συντεταγμένα ψήφου τε καὶ γνώμης, εἰ μὴ ἄρα τις εἴη τυχὸν τῶν τὴν βασιλίδα περικειμένων τιμήν τε καὶ δόξαν; τόπον γὰρ ἐν ἐκείνοις οὐκ ἔχει τῆς παρανομίας τὰ ἐγκλήματα. τοιγάρτοι καὶ σοφὸν ἔφη λόγιον “Ἀσεβὴς ὁ λέγων βασιλεῖ Παρανομεῖς.” κατὰ τίνα τοιγαροῦν ἄρα τρόπον τε καὶ λόγον, τὸ μόνῃ πρέπον ἀξίωμα τῇ θείᾳ φύσει τοῖς ἑαυτοῦ μαθηταῖς περιέθηκεν ὁ Σωτήρ; ἀλλ᾽ οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος ὁ ἐν Πατρὶ Λόγος, ἔδρα δὲ τοῦτο καὶ σφόδρα καλῶς. ᾤετο γὰρ δεῖν τοὺς τὸ θεῖόν τε καὶ δεσποτικὸν ἔχοντας ἐν ἑαυτοῖς ἤδη Πνεῦμα, καὶ τοῦ διαφεῖναι τάς τινων ἁμαρτίας εἶναι κυρίους, καὶ ὧνπερ ἂν βούλωνται κρατεῖν, τοῦ ἐνοικισθέντος αὐτοῖς Ἁγίου Πνεύματος ἀφιέντος τε καὶ κρατοῦντος κατὰ βούλησιν οἰκείαν, κἂν δι᾽ ἀνθρώπων τελῆται τὸ πρᾶγμα τυχόν.
Ἀφιᾶσι γεμὴν ἁμαρτίας ἤτοι κατέχουσιν οἱ πνευματοφόροι κατὰ δύο τρόπους, κατά γε διάνοιαν ἐμήν. ἢ γὰρ καλοῦσιν ἐπὶ τὸ βάπτισμα τοὺς οἷς ἂν ἤδη καὶ τούτου τυχεῖν ὠφείλετο διὰ τὴν τοῦ βίου σεμνότητα καὶ τὸ δεδοκιμασμένον εἰς πίστιν, ἢ διακωλύουσί τινας καὶ τῆς θείας χάριτος ἐξείργουσιν ἔτι οὔπω τέως γεγονότας ἀξίους· ἢ καὶ καθ᾽ ἕτερον τρόπον ἀφιᾶσί τε καὶ κρατοῦσιν ἁμαρτίας, ἐπιτιμῶντες μὲν ἁμαρτάνουσι τοῖς τῆς Ἐκκλησίας τέκνοις, μετανοοῦσι δὲ συγγινώσκοντες, καθάπερ ἀμέλει καὶ Παῦλος τὸν ἐν Κορίνθῳ πορνεύσαντα παρεδίδου μὲν “εἰς ὄλεθρον ”τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ,” προσίετο δὲ αὖθις, ἵνα μὴ “τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ,” καθάπερ αὐτὸς ἐπιστέλλων φησί. ὅτε τοίνυν τὸ Πνεῦμα Χριστοῦ γεγονὸς ἐν ἡμῖν τὰ μόνῳ Θεῷ πρέποντα πληροῖ, πῶς οὐκ ἂν εἴη κατὰ φύσιν Θεὸς, τὸ τῆς θείας φύσεως λαμπρὸν ἀξίωμα περικείμενον φυσικῶς, καὶ τῶν ἱερῶν κατεξουσιάζον νόμων; <Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος δίδυμος, οὐκ ἦν μετ᾽ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί Ἑωράκαμεν τὸν Κύριον.
ὁ δὲ εἶπεν αὐτοῖς Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.> Τὰ ὑπερφερῆ τῶν θαυμάτων ἀεί πως ἔχει παρεπομένην τὴν ἀπιστίαν, καὶ ὅπερ ἂν τῶν δρωμένων τὸν τοῦ καθήκοντος ὑπερτρέχῃ λόγον οὐ λίαν ἐστὶ τοῖς ἀκροωμένοις εὐπρόσδεκτον· δυσωπεῖ δέ γε μόλις ἡ θέα πρὸς τοῦτο, καθάπερ ἐξ ἀνάγκης καὶ βίας ἕλκουσα πρὸς συναίνεσιν. τοιοῦτόν τι πεπονθὼς καὶ ὁ σοφώτατος Θωμᾶς, ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν ἀναστάσει τὴν τῶν ἑτέρων μαθητῶν ἀληθῆ μαρτυρίαν εὐχερῶς οὐ προσίεται, καίτοι τοῦ κατὰ Μωυσέα διειπόντος νόμου, δύο καὶ τριῶν ἐπὶ στόματος μαρτύρων ἅπαν σταθήσεται ῥῆμα. δοκεῖ δέ μοι μᾶλλον οὐ τοσοῦτον ἀπιστῆσαι τοῖς εἰρημένοις ὁ μαθητὴς, ὅσον τῆς λύπης ἐλάσαι πρὸς αὐτὸ τὸ ἀκρότατον, ὅτι μὴ καὶ αὐτὸς τῆς τοῦ Σωτῆρος ἡμῶν ἠξιώθη θέας. ᾠήθη γὰρ ἴσως ἀμοιρήσειν αὐτῆς παντελῶς. οἶδε γὰρ ζωὴν ὄντα κατὰ φύσιν τὸν Κύριον, καὶ οὐκ ἀνικάνως ἔχοντα πρὸς τὸ καὶ αὐτὸν διαδρᾶναι τὸν θάνατον, καὶ τὸ τῆς φθορᾶς καταλῦσαι κράτος· ὃς γὰρ ἑτέρων τοῦτον ἐξήλασε, πῶς οὐκ ἂν μᾶλλον ἀπέστησε τῆς ἰδίας σαρκός;
ἐκ πολλῆς δὲ ἄγαν τῆς περιχαρείας, ἐγγὺς ἀπιστίας γίνεται, καὶ μονονουχὶ γοργόν τι καὶ μέγα πηδήσας, ἰδεῖν τε ἤδη παρόντα ποθεῖ, καὶ πληροφορεῖσθαι τελείως ὅτι περ ἀνεβίω πάλιν, κατὰ τὴν παρ᾽ αὐτοῦ γενομένην ὑπόσχεσιν. “Τεκνία” γὰρ, ἔφασκεν ὁ Σωτὴρ, “μικρὸν καὶ οὐκέτι θεωρεῖτέ με, καὶ ”πάλιν μικρὸν καὶ ὄψεσθέ με, καὶ χαρήσεται ὑμῶν ἡ καρ- “δία.” οἶμαι δὲ δὴ πάλιν οἰκονομικώτατα σφόδρα τὴν τοῦ μαθητοῦ γεγονέναι πρὸς καιρὸν ὀλιγοπιστίαν, ἵνα διὰ τῆς αὐτοῦ πληροφορίας καὶ ἡμεῖς οἱ μετ᾽ αὐτὸν ἀνενδοιάστως πιστεύωμεν ὅτι τὴν σάρκα τὴν ἐπὶ τοῦ ξύλου κρεμαμένην καὶ παθοῦσαν τὸν θάνατον ἐζωοποίησεν ὁ Πατὴρ δι᾽ Υἱοῦ. διὸ καὶ Παῦλός φησιν “Ὅτι ἐὰν εἴπῃς ἐν τῷ στόματί σου ὅτι ”Κύριος Ἰησοῦς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς “αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ.” ἐπειδὴ γὰρ οὐχ ἡ τῆς σαρκὸς φύσις αὕτη γέγονε πρόξενος τῆς ζωῆς, ἐνεργείᾳ δὲ μᾶλλον τῆς θείας τε καὶ ἀῤῥήτου φύσεως τὸ πρᾶγμα τετέλεσται, ᾗ καὶ τὸ δύνασθαι τὰ πάντα ζωογονεῖν ἐνυπάρχει φυσικῶς· ἐνεργὸς ὁ Πατὴρ δι᾽ Υἱοῦ καὶ εἰς τὸν θεῖον ἐκεῖνον γέγονε ναὸν, οὐχ ὡς ἀσθενοῦντος τοῦ Λόγου τὸ ἴδιον ἀναστῆσαι σῶμα, ἀλλ᾽ ὅτι πᾶν ὅπερ ἂν ἐργάσηται τυχὸν ὁ Πατὴρ, ἐργάσεται δι᾽ Υἱοῦ· δύναμις γάρ ἐστιν αὐτοῦ, καὶ ὅπερ ἂν ὁ Υἱὸς ἐπιτελῇ, τοῦτο δὴ πάντως ἐστὶ παρὰ τοῦ Πατρός.
παιδευόμεθα τοίνυν, ὀλιγοπιστήσαντος ἠρέμα τοῦ μακαρίου Θωμᾶ, ὅτι τὸ τῆς ἀναστάσεως μυστήριον περὶ τὸ γήϊνον ἡμῶν ἐνεργεῖται σῶμα καὶ ὡς ἐν ἀπαρχῇ τοῦ γένους ἐν Χριστῷ, καὶ οὔτε φάσμα ἦν ἢ σκιὰ κατά τινας, τὸ ἀνθρώπινον πλαττομένη σχῆμα, καὶ τῆς ἡμετέρας ἰδέας ψευδομένη τοὺς χαρακτῆρας, οὔτε μὴν, ὡς ἑτέροις ἔδοξεν ἀσυνέτως εἰπεῖν, σῶμα πνευματικὸν, τουτέστι λεπτομερές τε καὶ ἀερῶδες καὶ ἕτερόν τι παρὰ τὴν σάρκα. δοκεῖ γὰρ οὕτω τισὶ νοεῖν τε καὶ δέχεσθαι τὸ πνευματικόν. ἐπειδὴ δὲ ὅλος ἡμῶν τῆς ἐλπίδος ὁ λόγος καὶ ἡ τῆς ἀνεγκλήτου πίστεως δύναμις μετὰ τὴν ὁμολογίαν τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος εἰς τὸ περὶ τῆς σαρκὸς μυστήριον τέτραπταί τε καὶ βλέπει, χρησιμώτατα λίαν καὶ αὐτὸ δὴ τουτὶ τοῖς ὀπίσω κεφαλαίοις συντέταχεν ὁ μακάριος Εὐαγγελιστής. θέα γὰρ ὅπως οὐχ ἁπλῶς ἰδεῖν ἐπιθυμεῖ τὸν Κύριον ὁ Θωμᾶς, ζητεῖ δὲ τοὺς τύπους τῶν ἥλων, τουτέστι, τὰ περὶ τὴν σάρκα γεγονότα τραύματα. πιστεύσειν γὰρ οὕτως εὖ μάλα διισχυρίζεται καὶ συναινέσειν τοῖς ἄλλοις, ὅτιπερ ἀληθῶς ἀνεβίω Χριστός· ἀνεβίω δὲ δηλονότι κατὰ τὴν σάρκα.
τὸ γάρ τοι τεθνηκὸς παλινδρομεῖν ἂν εἰκότως νοοῖτο πρὸς ζωὴν, καὶ περὶ ὃ γέγονεν ὁ θάνατος, περὶ ἐκεῖνο δὴ πάντως καὶ ἡ ἀνάστασις. <Καὶ μεθ᾽ ἡμέρας ὀκτὼ πάλιν ἔσω ἦσαν οἱ μαθηταὶ αὐτοῦ, καὶ Θωμᾶς μετ᾽ αὐτῶν· ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν Εἰρήνη ὑμῖν. εἶτα λέγει τῷ Θωμᾷ Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός.> Ἐπέλαμψε πάλιν τοῖς ἑαυτοῦ μαθηταῖς παραδόξως ὡς Θεός. οὐ γὰρ δὴ καθ᾽ ἡμᾶς ἀνοιγνύναι τὰς θύρας αὐτῷ διεκελεύσατο πρὸς τὸ ἔσω βαδίζοντι, τὸν δὲ τῇ τοῦ πράγματος φύσει πρέποντα μονονουχὶ καὶ ἀτιμάσας λόγον, εἴσω τε γέγονε τῶν θυρῶν καὶ κατὰ μέσην ἀδοκήτως ἀναφαίνεται τὴν ἑστίαν, τὸν ἴσον ὡς ἔοικε τοῦ θαύματος τρόπον καὶ αὐτῷ δωρούμενος τῷ μακαρίῳ Θωμᾷ. ἔδει γὰρ ἔδει φαρμάκου τῷ μάλιστα πεπονθότι καὶ βραχυτέρῳ περὶ τὴν πίστιν. κέχρηται δὲ λόγῳ τῷ διὰ γλώττης αὐτῷ καὶ συνήθει πάλιν, καὶ τὸ τῆς εἰρήνης ἀγαθὸν σεμνὴν ἐποιήσατο πρόσρησιν εἰς τύπον ἡμέτερον, καθάπερ ἤδη προείπομεν. καταπλαγείη δ᾽ ἄν τις εἰκότως καὶ τὴν ἐν τούτοις ἀκρίβειαν, φημὶ δὴ τοῖς προκειμένοις.
ἀκριβὴς γὰρ οὕτω γέγονεν ἡ ἐπιτήρησις τῷ τὸ βιβλίον συντεθεικότι, καὶ σπουδαιοτάτην οὕτως ἐποιήσατο τὴν ἐπιτήρησιν, ὡς μὴ ἁπλῶς εἰπεῖν ὅτι πεφανέρωκεν ἑαυτὸν ὁ Χριστὸς, τοῖς ἁγίοις δὲ δηλονότι μαθηταῖς, ἀλλ᾽ ὅτι μεθ᾽ ἡμέρας ὀκτὼ, καὶ τοῦτο συνηγμένοις. τὸ γὰρ εἰς οἶκον ἕνα συγκεκομίσθαι τοὺς πάντας, τί ἂν εἴη ἕτερον παρὰ τοῦτο; οὐκοῦν ἐκεῖνό φαμεν διὰ τὴν ἀκριβῆ ταύτην καὶ ἀξιάγαστον ἐπιτήρησιν, ὅτι τῶν συνελεύσεων, ἤτοι συνάξεων, τῶν ἐφ᾽ ἑαυτῷ τὸν καιρὸν φανερὸν ἡμῖν ἐτίθει καὶ διὰ τοῦτο Χριστός. ἐπιφοιτᾷ γὰρ πάντως καὶ τρόπον τινὰ συναυλίζεται τοῖς δι᾽ αὐτὸν συνηγμένοις, κατὰ τὴν ὀγδόην μάλιστα, τουτέστι τὴν κυριακήν· ἀναλογισώμεθα γὰρ, εἰ δοκεῖ· ποτὲ μὲν ὤφθη τοῖς ἑτέροις μαθηταῖς, ποτὲ δὲ αὖ πάλιν αὐτοῖς ἐπιφαίνεται παρόντος Θωμᾶ. γέγραπται τοίνυν ἐν τοῖς ὀπίσω βραχύ “Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, ”καὶ τῶν θυρῶν κεκλεισμένων, ἔστη εἰς τὸ μέσον.” σύνες δὴ οὖν ὅπως τῇ μιᾷ τῶν σαββάτων, τουτέστι, τῇ τῶν σαββάτων κυριακῇ συνηγμένοις ἐφάνη τοῖς μαθηταῖς, καὶ πάλιν οὐδὲν ἧττον κατὰ τὴν ἑξῆς ὀγδόην ἐπιλάμψας ὁρᾶται. οὐ γὰρ ἐπειδήπερ εἴρηκε μεθ᾽ ἡμέρας ὀκτὼ, τὴν ἐννάτην αὐτὸν σημαίνειν ὑποληψόμεθα, συμπεριλαβὼν δὲ τῷ ἀριθμῷ καὶ αὐτὴν τὴν ὀγδόην, καθ᾽ ἣν ἐπεφάνη, τὰ τοιαῦτά φησιν.
Εὐλογώτατα τοιγαροῦν τὰς ἁγίας συνόδους ἐν ταῖς ἐκκλησίαις ποιούμεθα κατὰ τὴν ὀγδόην. καὶ εἰ χρή τι καὶ μυστικώτερον εἰπεῖν, διὰ τὴν τῶν νοημάτων ἀπαραίτητον χρείαν, ἀποκλείομεν μὲν τὰς θύρας, ἐπιφοιτᾷ δὲ καὶ ἐπιφαίνεται πᾶσιν ἡμῖν ὁ Χριστὸς, ἀοράτως τε καὶ ὁρατῶς· ἀοράτως μὲν ὡς Θεὸς, ὁρατῶς δὲ πάλιν ἐν σώματι. ἐπιτρέπει δὲ καὶ δίδωσι τῆς ἁγίας αὐτοῦ σαρκὸς ἀποθίγειν. πρόσιμεν γὰρ κατὰ χάριν Θεοῦ τῇ μεθέξει τῆς μυστικῆς εὐλογίας, εἰς χεῖρας δεχόμενοι τὸν Χριστὸν, ἵνα καὶ ἡμεῖς ἀραρότως πιστεύσωμεν ὅτι τὸν ἴδιον ἀληθῶς ἤγειρε ναόν. ὅτι γὰρ ἡ κοινωνία τῆς μυστικῆς εὐλογίας ὁμολογία τίς ἐστι τῆς ἀναστάσεως τοῦ Χριστοῦ, σαφὲς ἂν γένοιτο, καὶ μάλα ῥᾳδίως, δι᾽ ὧν αὐτὸς ἔφη τὸν τοῦ μυστηρίου τύπον ἐπιτελέσας δι᾽ ἑαυτοῦ· διακλάσας γὰρ τὸν ἄρτον, καθὰ γέγραπται, διεδίδου, λέγων “Τοῦτό μου ἐστὶ τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν διδόμενον ”εἰς ἄφεσιν ἁμαρτιῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνη- “σιν.” ἔστι τοίνυν ὁμολογία τις ἀληθὴς καὶ ἀνάμνησις τοῦ τεθνάναι τε καὶ ἀναβιῶναι δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τὸν Κύριον, τῶν ἁγίων μυστηρίων ἡ μέθεξις πρὸς τὸ καὶ θείας ἡμᾶς εὐλογίας ἀναπίμπλασθαι διὰ τοῦτο. παραιτώμεθα τοίνυν ὡς ὀλέθριόν τι χρῆμα τὴν ἀπιστίαν καὶ μετὰ τὸ ἅψασθαι τοῦ Χριστοῦ, πιστότατοι δὲ μᾶλλον καὶ βέβαιον ἔχοντες εὑρισκώμεθα φρόνημα.
Διαμεμνήσθω δὲ πάλιν ὁ φιλομαθὴς, ὅτι Μαρίαν μὲν τὴν Μαγδαληνὴν ἀπεῖργε τῆς ἁφῆς, σαφέστατα λέγων “Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα·” Θωμᾷ γεμὴν ἐπιτρέπει καὶ τὴν πλευρὰν ψηλαφῆσαι, καὶ τοὺς τύπους τῶν ἥλων δακτύλῳ περιεργάζεσθαι. καὶ διὰ ποίαν αἰτίαν, εἴρηται μὲν ἤδη σαφῶς, ἀναμνήσω δὲ οὐδὲν ἧττον, τὸ μῆκος τῶν λόγων ἐπιτεμών. τῇ μὲν γὰρ οὔπω καιρὸς ἐδίδου τὸ ἅψασθαι, διὰ τὸ μήπω τῇ τοῦ Πνεύματος ἡγιάσθαι χάριτι· σὺν ἡμῖν γὰρ ὄντος ἔτι τοῦ Χριστοῦ, καὶ οὔπω πρὸς τὸν ἐν τοῖς οὐρανοῖς ἀναβεβηκότος Πατέρα, τὴν τοῦ παρακλήτου κάθοδον οὐκ ἦν ἐν ἀνθρώποις τετελειωμένην ἰδεῖν· τῷ δὲ ἦν ἤδη καὶ τοῦτο πρέπον, ὡς ὁμοῦ τοῖς ἄλλοις τὸ Πνεῦμα πλουτήσαντι. ὡς γὰρ ἤδη φθάσαντες εἴπομεν, οὐκ ἐπείπερ ἀπελείφθη, διὰ τοῦτο τοῦ Πνεύματος ἀμέτοχος ἦν. ἐξετείνετο γὰρ καὶ εἰς αὐτὸν ἡ τοῦ διδόντος φιλοτιμία, ὅλῳ τῷ πληρώματι τῶν ἁγίων μαθητῶν ἀπονεμηθείσης τῆς δωρεᾶς.
Οἶμαι δὲ δεῖν ἐπὶ τούτοις ἐρευνῆσαι κἀκεῖνο. ἐψηλάφησεν ὁ Θωμᾶς τὴν τοῦ Σωτῆρος πλευρὰν, καὶ τὰ ἐκ τῆς λόγχης τῆς στρατιωτικῆς ἐζήτησε τραύματα· εἶδε τοὺς τύπους τῶν ἥλων. εἶτα πῶς, ἐρεῖ τις τυχὸν, ἐν τῷ ἀφθάρτῳ σώματι τὰ τῆς φθορᾶς διεφαίνετο σημεῖα; φθορᾶς γὰρ σωματικῆς ἀπόδειξιν ἔχει, καὶ χειρῶν καὶ πλευρᾶς ἔτι μένουσά τε καὶ σωζομένη διάτρησις, καὶ τραυμάτων ἰδέαι καὶ ἀποκεντήσεων τῶν διὰ σιδήρου γεγενημένων, καίτοι τοῦ πρὸς ἀφθαρσίαν ἀναπλασθέντος σώματος ὁ ἀληθής τε καὶ ἀνυπαίτιος λόγος εἰς τὸ χρῆναι βλέπει συναποδύσασθαι τῇ φθορᾷ καὶ πάντα τὰ ἐξ αὐτῆς. ἆρα γὰρ εἴ τις χωλεύοι τυχὸν ἀναβιώσεται πάλιν τὴν τοῦ ποδὸς ἤτοι τοῦ σκέλους πήρωσιν ἔχων; εἰ δὲ καὶ ὀφθαλμοὺς ἀπολωλεκώς τις εἴη κατὰ τόνδε τὸν βίον, ἆρα τοῦ βλέπειν ἔρημος ἐγερθήσεται; πῶς οὖν ἔτι, φαίη τις ἂν, ἀπεσεισάμεθα τὴν φθορὰν, εἰ τὰ ἐξ αὐτῆς ἔτι σώζεται πάθη, καὶ τῶν ἡμετέρων κατακρατεῖ σωμάτων; καὶ ζητήσεως μὲν ἀναγκαίας ἀμοιρεῖν οὐκ οἶμαι τὸν ἐπὶ τούτῳ λόγον, πλὴν ἐκεῖνό φαμεν ταῖς τῶν προκειμένων ἀπορίαις, καθόσον ἐνδέχεται, συνειπεῖν σπουδάζοντες, ὅτι κατὰ τὸν τῆς ἀναστάσεως καιρὸν οὐδὲν ἐν ἡμῖν περιλειφθήσεται φθορᾶς τῆς ἐπεισάκτου λείψανον, ἀλλ᾽ ὥσπερ ὁ σοφὸς ἔφη Παῦλος περὶ τοῦδε τοῦ σώματος, τὸ ἐσπαρμένον “ἐν ἀσθενείᾳ ἐγείρεται ἐν δυνά- ”μει,” καὶ τὸ ἐσπαρμένον “ἐν ἀτιμίᾳ ἐγείρεται ἐν δόξῃ.”
τί δ᾽ ἂν ἕτερον εἴη τυχὸν τὸ ἐν δυνάμει καὶ δόξῃ τὴν τοῦδε τοῦ σώματος ἀνάστασιν ἔσεσθαι προσδοκᾶν, εἰ μὴ ὅτι πᾶσαν ἀποβεβληκὸς ἀσθένειάν τε καὶ ἀτιμίαν τὴν ἀπὸ φθορᾶς καὶ παθῶν, εἰς τὴν ἐξ ἀρχῆς ἀναδραμεῖται ποίησιν; πεποίηται γὰρ οὐκ ἐπὶ θανάτῳ καὶ φθορᾷ. ἐπειδὴ δὲ πρὸς πληροφορίαν σαφῆ καὶ τοῦτο ἐξῄτησεν ὁ Θωμᾶς, ἀναγκαίως ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς πρόφασιν οὐδεμίαν ταῖς ἡμετέραις ὀλιγοπιστίαις ἐνδιδοὺς, ὡς ἐζήτησεν ἰδεῖν, οὕτω καὶ φαίνεται, ἐπείτοι καὶ εἰς αὐτὸν ἀναβαίνων τὸν οὐρανὸν, καὶ γνωρίζων ταῖς ἄνω δυνάμεσιν, ἀρχαῖς τε καὶ ἐξουσίαις, καὶ τοῖς τῶν ἀγγελικῶν ταγμάτων προεστηκόσι καὶ προεδρεύουσι, τοῦ καθ᾽ ἑαυτὸν μυστηρίου τὴν δύναμιν, ἐν αὐτῷ δὴ τούτῳ διεφαίνετο πάλιν τῷ σχήματι, ἵνα δὴ καὶ ὄντως ἄνθρωπόν τε γενέσθαι δι᾽ ἡμᾶς πιστεύσειαν τὸν ἐκ Πατρός τε καὶ ἐν Πατρὶ Λόγον, καὶ εἰδεῖεν ὅτι τοσαύτην ποιεῖται τῶν ἰδίων κτισμάτων τὴν πρόνοιαν, ὡς καὶ τῆς ἡμετέρας προτεθνάναι ζωῆς. ὑπὲρ δὲ τοῦ σαφεστέραν γενέσθαι τοῖς ἀκροωμένοις τοῦ λόγου τὴν δύναμιν, αὐτὰ παραθήσω τὰ διὰ φωνῆς Ἡσαΐου περὶ τούτων αὐτῶν εἰρημένα. λέγει τοιγαροῦν “Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων ”αὐτοῦ ἐκ Βοσόρ;”
ἀλλ᾽ οἱ ταῦτα βοῶντες καὶ λέγοντες, φημὶ δὴ τό Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδὼμ, τουτέστιν ἐκ γῆς, ἄγγελοι καὶ δυνάμεις εἰσὶ λογικαί· ἀναβαίνοντα γὰρ θαυμάζουσιν εἰς οὐρανοὺς τὸν Κύριον. μόνον δὲ οὐχὶ τῷ ἰδίῳ πεφοινιγμένον αἵματι βλέποντες, λέγουσι πρὸς αὐτὸν, οὔπω συνέντες τὸ μυστήριον “Διατί σου ἐρυθρὰ τὰ ἱμάτια, ”καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ;” οἴνῳ γὰρ μάλιστα τῷ νέῳ καὶ ἄρτι πεπατημένῳ τὴν τοῦ αἵματος εὔχροιαν παραβάλλουσι. καὶ τί πρὸς αὐτοὺς ὁ Χριστός; πρῶτον μὲν ἵνα νοῆται κατὰ φύσιν ὑπάρχων Θεός “Ἐγὼ,” φησὶ, “διαλέγομαι δικαιοσύνην,” τό Διαλέγομαι πάλιν, ἀντὶ τοῦ διδάσκω τιθείς. ὁ δὲ διδάσκων δικαιοσύνην, πῶς οὐκ ἂν νοοῖτο νομοθέτης ὁμολογουμένως· εἰ δὲ νομοθέτης, πῶς οὐχὶ πάντως καὶ Θεός; εἶτα πρὸς αὐτὸν οἱ ἄγγελοι λέγουσι, τοὺς τύπους τῶν ἥλων καὶ αὐτοῖς ὥσπερ ἐπιδεικνύντος Χριστοῦ “Τί αὗται αἱ πληγαὶ ἀνὰ μέσον τῶν χειρῶν σου;” πρὸς αὐτοὺς δὲ ὁ Κύριος “Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τοῦ ἀγαπητοῦ μου.” οἶκος γὰρ ὢν ἀγαπητὸς ὁ Ἰσραὴλ ἔπληξεν ἥλοις καὶ λόγχῃ τὸν Κύριον. τὰ γὰρ τῶν στρατιωτῶν τολμήματα ταῖς Ἰουδαίων κεφαλαῖς εἰκότως ἂν ἐπιγράφοιτο. προσήγαγον γὰρ αὐτοὶ τῷ παθεῖν τὸν Κύριον.
ὅτε τοίνυν καὶ αὐτοὺς ἐθελήσας πληροφορῆσαι Χριστὸς τοὺς ἁγίους ἀγγέλους, ὅτι καὶ ἄνθρωπος γέγονεν ἀληθῶς, καὶ ὅτι τὸν ὑπὲρ ἡμῶν ὑπέμεινε σταυρὸν, ἐγήγερται καὶ ἀνεβίω πάλιν ἐκ νεκρῶν, οὐχὶ μόνοις ἠρκέσθη λόγοις, ἀλλὰ τὰ τοῦ πάθους ἔδειξε σημεῖα· τί τὸ θαυμαστὸν ἢ ξένον, εἰ καὶ αὐτὸν τὸν μακάριον ἀπαλλάξαι τῆς ἀπιστίας θελήσας Θωμᾶν, τοὺς τύπους ἔδειξε τῶν ἥλων, καὶ παρ᾽ αὐτὸ τὸ εἰκὸς ὀφθεὶς διὰ τὸ πᾶσι συμφέρον, καὶ ἵνα τὸ τῆς ἀναστάσεως πεπράχθαι μυστήριον ἀναμφιλόγως πιστεύωμεν, οὐχ ἑτέρου τινὸς ἐγηγερμένου σώματος, ἀλλὰ τοῦ παθόντος τὸν θάνατον; <Ἀπεκρίθη αὐτῷ Θωμᾶς καὶ λέγει αὐτῷ Ὁ κύριός μου καὶ ὁ Θεός μου.> Ὀξὺς εἰς ὁμολογίαν ὁ ἄρτι βραδὺς περὶ τὸ χρῆναι πιστεύειν αὐτῷ, ἐν ὀλίγῳ δὲ παντελῶς τεθεράπευται καιρῷ. ὀκτὼ γὰρ ἡμέραι διαγεγόνασι μόναι, καὶ τὰ τῆς ὀλιγοπίστιας διακωλύματα κατηργήθη παρὰ Χριστοῦ, τούς τε τῶν ἥλων τύπους καὶ αὐτὴν ἐπιδείξαντος τὴν πλευράν. ἀλλ᾽ ἴσως τις πρὸς τοῦτο ἐρεῖ Τί γὰρ, εἰπέ μοι, διὰ τῆς οὕτω λεπτῆς ζητήσεως καὶ ἀκριβεστάτης ἐρεύνης ὁ τῶν ἁγίων μαθητῶν ἔρχεται νοῦς; οὐ γὰρ ἐξήρκεσεν ἂν εἰς ἀπόδειξιν τοῦ ἐγηγέρθαι τε κατ᾽ ἀλήθειαν ἐκ νεκρῶν, καὶ ἐπιγνωσθῆναι τὸν Κύριον, ἡ τοῦ σώματος ὄψις, ὁ τοῦ προσώπου χαρακτὴρ, τῆς ἡλικίας τὸ μέτρον; καὶ τί πρὸς τοῦτό φαμεν;
οὐκ ἐλευθέραν ἐνδοιασμοῦ τὴν διάνοιαν εἶχον οἱ θεσπέσιοι μαθηταὶ, καίτοι τεθεαμένοι τὸν Κύριον. ᾤοντο μὲν γὰρ οὐκ ἐκεῖνον αὐτὸν ὑπάρχειν κατὰ ἀλήθειαν τὸν πάλαι συνόντα τε αὐτοῖς καὶ συνδιαιτώμενον, καὶ ἐπὶ ξύλου κεκρεμασμένον, πνεῦμα δὲ μᾶλλον πρὸς τὴν τοῦ Σωτῆρος εἰκόνα διαπεπλασμένον ἀστείως, καὶ μορφῆς ἧς ᾔδεσαν τὰ ἴχνη ψευδόμενον. κατώλισθον γεμὴν εἰς τὸ οὕτω φρονεῖν, οὐκ ἀφορμῆς τινος δίχα τῆς εἰς τοῦτο καλούσης εὐλόγως. ἐπειδὴ δὲ τῶν θυρῶν κεκλεισμένων παραδόξως εἰσήλασε, τοῦ γεώδους καὶ παχυτέρου σώματος τὴν ἀποχρῶσαν αὐτῷ ζητοῦντος εἴσοδον, καὶ τὸ τοσοῦτον ἀνευρύνεσθαι τὰς τῶν δωματίων εἰσβολὰς ἀναγκάζοντος, ὅσον τὸ ἑκάστου μέγεθος ἔχει· τοιγαροῦν καὶ σφόδρα χρησίμως ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ἀπεγύμνωσε μὲν τῷ Θωμᾷ τὴν πλευρὰν, τὰ δὲ ἐν τῇ σαρκὶ τραύματα καθίστη διαφανῆ, πάντας δι᾽ ἐκείνου πληροφορῶν. μόνου μὲν γὰρ τοῦ ἁγίου Θωμᾶ φέρεται λόγος “Ἐὰν μὴ ”βάλω τὰς χεῖράς μου καὶ ἴδω τοὺς τύπους τῶν ἥλων, καὶ “βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πι- ”στεύσω,” ἀλλ᾽ ἦν πως ἅπασι κοινὰ τὰ τῆς ὀλιγοπιστίας ἐγκλήματα, καὶ τῶν ἄλλων μαθητῶν οὐκ ἔξω θορύβου τὸν νοῦν εὑρήσομεν, καίτοι καὶ αὐτῶν λεγόντων τῷ ἁγίῳ Θωμᾷ “Ἑωράκαμεν τὸν Κύριον.”
ὅτι δὲ τῆς ἀληθείας ἡμῖν ὁ λόγος οὐκ ἐξοίχεται, χαλεπὸν οὐδὲν ἐκμαθεῖν δι᾽ ὧν ἔφη περὶ τούτων ὁ θεῖος ἡμῖν Λουκᾶς “Ταῦτα γὰρ αὐτῶν λα- ”λούντων, φησὶν, ἔστη ἐν μέσῳ αὐτῶν·” αὐτὸς δὲ δηλονότι Χριστός· “καὶ λέγει αὐτοῖς Εἰρήνη ὑμῖν. πτοηθέντες δὲ ”καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. καὶ εἶπεν “αὐτοῖς Τί τεταραγμένοι ἐστὲ, καὶ διὰ τί διαλογισμοὶ ”ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; ἴδετε τὰς χεῖράς μου “καὶ τοὺς πόδας μου, ὅτι ἐγώ εἰμι αὐτός. ψηλαφήσατέ με ”καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ “θεωρεῖτε ἔχοντα. καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς ”χεῖρας καὶ τοὺς πόδας. ἔτι δὲ ἀπιστούντων αὐτῶν καὶ “θαυμαζόντων ἀπὸ τῆς χαρᾶς εἶπεν αὐτοῖς Ἔχετέ τι βρώ- ”σιμον ἐνθάδε; οἱ δὲ ἐπέδωκαν αὐτῷ, φησὶν, ἰχθύος ὀπτοῦ “μέρος καὶ ἀπὸ μελισσίου κηρίου, καὶ λαβὼν ἐνώπιον αὐτῶν ”ἔφαγεν.” ὁρᾷς ὅπως ὁ τῆς ἀπιστίας ἐνδομυχεῖ λογισμὸς, οὐκ ἐν μόνῳ τῷ μακαρίῳ Θωμᾷ, νοσεῖ δὲ τὸ πάθος καὶ τῶν ἑτέρων μαθητῶν ὁ νοῦς; ἰδοὺ γὰρ ἰδοὺ καὶ μετὰ τὴν θέαν τῶν ἐπὶ τῷ σταυρῷ τραυμάτων ὀλιγοπιστοῦντας ὁρῶν, ἀναπείθειν ᾤετο δεῖν καὶ δι᾽ ἑτέρου πράγματος, κατ᾽ οὐδένα μὲν τρόπον πνεύματι πρέποντος, ἀνήκοντος δὲ μᾶλλον ἰδικῶς τοῖς ἀπὸ γῆς σώμασι καὶ τῇ τῶν σαρκῶν φύσει. κατεδήδοκε γὰρ τὸ προκομισθὲν ἰχθύδιον, ἤτοι τὸ ἐξ αὐτοῦ μέρος. ἀνάγκης δὲ ὥσπερ ἔργον ἑκάτερον εἶναι δώσομεν.
φθορᾶς γὰρ ὅλως σωζομένης οὐκέτι μετὰ τὴν ἀνάστασιν τῆς ἁγίας μάλιστα σαρκὸς, ἐπείπερ ἀνεβίω πρὸς ἀφθαρσίαν, ἀλλ᾽ οὐδὲ τροφῆς τῆς συνήθους δεδεῆσθαι πεπιστευμένης, καθάπερ καὶ πρότερον, τύπους ἥλων ἐπέδειξε, καὶ τροφῆς μεταλαχεῖν οὐκ ἀνένευσεν, ἵνα τὸ μέγα τῆς ἀναστάσεως ῥιζώσῃ μυστήριον, καὶ τὴν ἐπὶ τούτῳ πίστιν ταῖς ἁπάντων ἡμῶν ἐμφυτεύσῃ ψυχαῖς. ἐργάζεται δὲ τὰ τῆς τῶν πνευμάτων φύσεως παντελῶς ἀλλότρια. τύποι γὰρ ἥλων, καὶ τραυμάτων ἴχνη, καὶ τροφῆς μέθεξις σωματικῆς, πόθεν ἂν ἢ πῶς ἐνυπάρχοι πνεύματι γυμνῷ τε παντάπασι καὶ ἀσυμπλόκῳ σαρκὶ, ᾗπερ ἂν πρέποι κατά γε τὸν λόγον τῆς ἰδίας φύσεως καὶ τὸ ἐν τούτοις γίνεσθαι φιλεῖν; οὐκοῦν ἵνα μὴ πνεῦμα λεπτὸν οἴωνταί τινες ἐγηγέρθαι τὸν Κύριον, μήτε μὴν ἀνέπαφον σῶμα, σκιοειδές τε καὶ ἀέριον, ὅπερ ἔθος τισὶν ὀνομάζειν πνευματικὸν, ἀλλ᾽ αὐτὸ δὴ τοῦτο τὸ ἐσπαρμένον ἐν φθορᾷ κατὰ τὴν τοῦ Παύλου φωνὴν διαναστὰν πιστεύηται, τὰ σώματι πρέποντα τῷ παχεῖ δέδρακέ τε καὶ δέδειχεν. ἀποδημήσει γεμὴν οὐκ ἀπὸ τοῦ πρέποντος λογισμοῦ τὸ εἰπεῖν ἐν ἀρχαῖς, οὐ τοσοῦτον ἀπιστῆσαι διὰ γνώμης ἀσθένειαν τὸν μακάριον μαθητὴν, ὅσον ἐκ περιχαρείας τῆς ἄγαν τοῦτο παθεῖν. ἀκηκόαμεν γὰρ τοῦ μακαρίου φάσκοντος Λουκᾶ καὶ περὶ τῶν ἄλλων ἁπάντων ὅτι “ἀπιστούντων αὐτῶν καὶ ”θαυμαζόντων ἀπὸ τῆς χαρᾶς.”
οὐκοῦν τὸ θαυμάσαι, τὸ ἐπὶ τῇ πίστει βράδος τοῖς μαθηταῖς ἐνειργάζετο. ἐπειδὴ δὲ λοιπὸν ἀπροφάσιστος ἦν τοῖς ὁρῶσιν ἡ ἀπιστία, ἀκολούθως ὁ μακάριος Θωμᾶς ὀρθοτάτην ἐπ᾽ αὐτῷ τὴν ὁμολογίαν ἐποιεῖτο λέγων Ὁ Κύριός μου καὶ ὁ Θεός μου. τῷ γὰρ κατὰ φύσιν Κυρίῳ καὶ τὸ κατὰ πάντων ἔχοντι κράτος παρέποιτο ἂν ἀληθῶς τε καὶ ὁμολογουμένως καὶ τὸ εἶναι Θεῷ ὥσπερ οὖν ἀμέλει καὶ τῷ κατὰ φύσιν Θεῷ προσὸν ὁρῷτο δὴ παντελῶς καὶ τὸ τῶν ὅλων δύνασθαι κρατεῖν, καὶ τὴν τῆς κυριότητος ἀμπέχεσθαι δόξαν.
Ἐπιτηρητέον δὲ ὅτι μοναδικῶς καὶ συνάρθρως Ὁ Κύριός μου φησὶ καὶ ὁ Θεός μου. οὐ γὰρ ἁπλῶς ἔφη Κύριός μου καὶ Θεός μου, ἵνα μή τις οἴηται καθ᾽ ὁμοιότητα τὴν ἡμετέραν ἤγουν τῶν ἁγίων ἀγγέλων κύριον αὐτὸν εἰρῆσθαι καὶ Θεόν· πολλοὶ γὰρ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς κύριοί τε καὶ θεοὶ, καθάπερ ὁ σοφὸς ἡμᾶς ἐδίδαξε Παῦλος· ἀλλ᾽ ἕνα Κύριον αὐτὸν ἰδικῶς καὶ Θεὸν, ὡς ἐκ τοῦ κατὰ φύσιν Κυρίου καὶ Θεοῦ γεννηθέντα Πατρός Ὁ Κύριός μου καὶ ὁ Θεός μου φησὶ, καὶ τὸ ἔτι μεῖζον εἰς παράστασιν ἀληθείας, ἀκήκοε τοῦτο λέγοντος ὁ Σωτὴρ τοῦ ἰδίου μαθητοῦ, διακειμένου τε καὶ πεπιστευκότος ὅτι δὴ κατὰ ἀλήθειαν ὁ Κύριός τε αὐτὸς ὑπάρχοι καὶ ὁ Θεὸς, ἀλλ᾽ ἐπιτιμᾶν οὐκ ᾤετο δεῖν. οὐκοῦν ἐπῄνει πεπιστευκότα, καὶ λίαν ὀρθῶς. ἴδοις δ᾽ ἂν τοῦτο ὑπάρχον ἀληθὲς, καὶ μάλα ῥᾳδίως. πρὸς γὰρ τὸν οὕτω πεπιστευκότα καὶ διακείμενον, ἐπὶ τέλει τοῦ εὐαγγελίου φησί “Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.” εἰ δὲ οὕτως ἔχοντα γνώμης πάντα τὰ ἔθνη διδάσκειν κελεύει, καὶ μυσταγωγὸν αὐτὸν ἀνέδειξεν οἰκουμενικὸν, οὐχ ἑτέραν ἡμᾶς ἔχειν βούλεται τὴν πίστιν. Κύριος γὰρ ὄντως ἐστὶ κατὰ φύσιν καὶ Θεὸς καὶ ὅτε γέγονεν ἄνθρωπος.
κατανόει γὰρ ὅτι χεῖράς τε καὶ πόδας καὶ πλευρὰν ψηλαφήσας ὁ μαθητὴς προσκεκόμικεν αὐτῷ τὴν ὁμολογίαν, οὐκ εἰς υἱῶν δυάδα διατεμὼν τὸν Ἐμμανουὴλ, ἀλλ᾽ ἕνα καὶ τὸν αὐτὸν ἐπιγινώσκων μετὰ σαρκός· εἷς γὰρ Κύριος Ἰησοῦς Χριστὸς κατὰ τὰς γραφάς. <Λέγει αὐτῷ ὁ Ἰησοῦς Ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.> Οἰκονομικώτατος σφόδρα τοῦ Σωτῆρος ὁ λόγος, καὶ πλείστην ὅσην ἡμῖν τὴν ὄνησιν ἐμποιεῖν ἱκανός. προενόησε γὰρ οὐ μετρίως κἂν τούτῳ τῶν ἡμετέρων ψυχῶν, ἐπείπερ ἐστὶν ἀγαθὸς καὶ “πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ ”εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν,” κατὰ τὸ γεγραμμένον. τὸ δέ γε τοῦ θαύματος αἴτιον ἐκεῖνό ἐστιν. ἔδει μὲν γὰρ ἀνεξικακῆσαι συνήθως ἐκεῖνο λέγοντι τῷ Θωμᾷ, ἀλλὰ καὶ τοῖς ἑτέροις σὺν αὐτῷ μαθηταῖς, οἰηθεῖσιν ὅτι πνεῦμά ἐστι καὶ φάντασμα, ἐπιδεῖξαί τε καὶ μάλα προθύμως εἰς πληροφορίαν οἰκουμενικὴν καὶ τύπους τῶν ἥλων καὶ τῆς πλευρᾶς τὴν διάτρησιν, οὐδὲν δὲ ἧττον καὶ παρὰ τὸ εἰωθὸς αὐτὸ, καὶ τὴν χρείαν καὶ τροφῆς μεταλαχεῖν, ἵνα μηδεμία παντελῶς περιλείπηται πρόφασις καλοῦσα πρὸς ἀπιστίαν τοὺς διὰ τῶν τοιούτων ὠφελεῖσθαι ζητήσαντας. ἀλλ᾽ ἦν ἀναγκαῖον οὐ μικροῦ τινος ἀξιῶσαι λόγου καὶ τὴν εἰς ἡμᾶς ἀσφάλειαν. ἔδει πρὸς ἐκείνῳ καὶ τὸ ἕτερον ἰδεῖν, φημὶ δὴ τὸ μηδαμόθεν εὐκόλως κατασύρεσθαι πρὸς ἀπιστίαν τοὺς ἐν τοῖς ἐφεξῆς ἐσομένους καιροῖς.
ἦν γὰρ δή τινας εἰκὸς ἔξω τῆς εὐθείας ἰόντας ὁδοῦ, καὶ νόθην εὐλάβειαν ἐξ ἀμαθίας ἐπιτηδεύοντας ἀποπέμπεσθαι τὴν πίστιν, οὐ προσίεσθαι τῶν νεκρῶν τὴν ἀνάστασιν, ἥκειν τε εἰς μέσον κατ᾽ ἐκεῖνον ἡμῖν ἐροῦντας τὸν ἀπιστήσαντα μαθητήν “Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ ”τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν “πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.” εἶτα τίς ἂν αὐτοῖς πληροφορίας ἔτι διαρκὴς ἐγένετο τρόπος, οὐκ ὄντος μὲν ἐπὶ γῆς σωματικῶς ἔτι Χριστοῦ, ἀναβεβηκότος δὲ μᾶλλον εἰς οὐρανούς; πῶς δὲ οὐκ ἂν ὑπωπτεύθησαν ἔσθ᾽ ὅτε τὰ τοιαῦτα λέγειν ὀρθῶς, ὅτε ζηλοῦντες ἐφαίνοντο τοῦ Σωτῆρος τὸν μαθητὴν, καὶ ὡς ἄριστόν τι χρῆμα τὸ μὴ πιστεῦσαι προχείρως ἐπιλεξάμενοι, ἐξαιτεῖν δὲ μᾶλλον πρὸς πληροφορίαν ἀσφαλῆ διετείνοντο τὰ καὶ αὐτοῖς τοῖς ἁγίοις ἐπιδειχθέντα μαθηταῖς; ἀνασειράζει τοιγαροῦν ὁ Χριστὸς καὶ τὴν ἐν τοῖς τοιούτοις ἐσομένην ἔσθ᾽ ὅτε καταδρομὴν, καὶ περιστέλλει τὸν ὄλισθον. ᾔδει γὰρ ᾔδει Θεὸς ὑπάρχων ἀληθινὸς τὴν τοῦ διαβόλου φιλοκακοῦργον γνώμην, καὶ τὸ εἰς ἀπάτην εὐμήχανον. διὸ μακαρίους ἀποφαίνει τοὺς καὶ δίχα τοῦ ἰδεῖν πιστεύοντας· θαυμάσιοι γὰρ ὄντως. καὶ διὰ ποίαν αἰτίαν; τοῖς μὲν γὰρ ἐν ὄψει κειμένοις οὐδαμόθεν ἀμφίλογος ὀφείλεται πίστις· τὸ γὰρ ἐνδοιάζειν ὅλως ἀναπεῖθον οὐδέν.
ὃ δὲ μὴ τεθέαταί τις εἰ παραδέξαιτο, καὶ ἀληθὲς εἶναι πιστεύσειεν ὅπερ ἂν εἰς ὦτα διακομίσειαν τοῦ μυσταγωγοῦντος οἱ λόγοι, ἀξιολογωτάτῃ τετίμηκε πίστει τὸν κηρυττόμενον. ἕψεται τοίνυν ὁ μακαρισμὸς παντὶ τῷ πιστεύοντι διὰ τῆς τῶν ἁγίων ἀποστόλων φωνῆς, οἳ καὶ αὐτόπται καὶ θεωροὶ τῶν κατορθωμάτων γεγόνασι καὶ ὑπηρέται τοῦ λόγου, καθά φησιν ὁ Λουκᾶς· οἷς καὶ προσέχειν ἡμᾶς ἀναγκαῖον, εἰ τῆς αἰωνίου ζωῆς καθεστήκαμεν ἐρασταὶ, καὶ τὸ ἐν ταῖς ἄνω μοναῖς αὐλίζεσθαι περὶ πολλοῦ ποιεῖσθαι σπουδάζομεν. <Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ. ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν αἰώνιον ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.> Ἀνακεφαλαιοῦται τρόπον τινὰ τὴν ἰδίαν συγγραφὴν, ἐμφανῆ τε τοῖς ἀκροωμένοις τὸν τῶν εὐαγγελικῶν κηρυγμάτων σκοπὸν ἐργάζεται. ἵνα γὰρ πιστεύσητέ φησι καὶ πιστεύσαντες ἔχητε τὴν αἰώνιον ζωὴν, συνετέθη ταυτί· πολλὰ δὲ εἶναί φησι τὰ σημεῖα, καὶ οὐ μέχρι τῶν αὐτῷ καὶ μόνῳ διεγνωσμένων τε καὶ εἰρημένων τὰ τοῦ Σωτῆρος ἡμῶν ἵστησι κατορθώματα καὶ τὰς παραδόξους ἐνεργείας, ἀπονέμει δὲ ὥσπερ καὶ τοῖς ἑτέροις εὐαγγελισταῖς ἅπερ ἂν αὐτοῖς διὰ μνήμης ἴοι τῆς ἀκριβοῦς παρακομίζειν, εἰ βούλοιντο.
γέγραπται γὰρ οὐ πάντα, φησὶν, ἐν τῷ βιβλίῳ τούτῳ, ταυτὶ δὲ καὶ μόνα διὰ τῆς ἐμῆς ἐνετέθη φωνῆς, ἅπερ ἦν εἰκὸς ἐξαρκέσειν οὐ μετρίως πρὸς τὸ ἀναπεῖσαι δύνασθαι τοὺς ἀκροωμένους ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ.
Ταυτὶ μὲν οὖν ὁ θεσπέσιος Εὐαγγελιστής· ἐγὼ δὲ δὴ πάλιν οἰήσομαι δεῖν ἐκεῖνο φάναι χρησίμως. εἰ γὰρ ὅλη τῶν γεγραμμένων ἡ δύναμις τοιαύτην ἡμῖν ἐνεργάζεται πίστιν, διακεῖσθαί τε καὶ σφόδρα καλῶς ἀναπείθει, ὡς ὁ γεννηθεὶς ἐκ τῆς ἁγίας παρθένου, ὃς καὶ ἐπεκλήθη Ἰησοῦς διὰ τῆς τοῦ ἀγγέλου φωνῆς, αὐτὸς οὗτός ἐστιν ὁ διὰ τῆς θεοπνεύστου γραφῆς κηρυττόμενος Χριστός· αὐτὸς δέ ἐστιν οὗτος, καὶ οὐχ ἕτερος, οὐχ ἁπλῶς υἱὸς, ἀλλ᾽ Ὁ Υἱὸς τοῦ Θεοῦ μοναδικῶς τε καὶ ἰδικῶς, τί δράσαιεν ἄρα, τί δὲ καὶ φθέγξαιντο, καὶ ποῖον ἕξουσι κρῖμα, κατὰ τὸν τῆς μεγάλης ἡμέρας καιρὸν, οἱ ἐξ ἀμαθίας διακρινόμενοι περὶ τὴν πίστιν, καὶ πρὸς τούτῳ διδάσκειν ἑτέρους ἐπιχειρήσαντες δύο νομίζειν εἶναι χριστούς; κατατέμνουσι γὰρ εἰς ἄνθρωπον ἰδικῶς καὶ εἰς Θεὸν Λόγον ἰδικῶς καὶ μετὰ τὴν ἕνωσιν καὶ τὴν ἄφραστόν τε καὶ ἀπερινόητον παντελῶς πρὸς τὸ σῶμα σύνοδον. τοιγάρτοι πεπλάνηνται, καὶ πόῤῥω που τῆς ἀληθείας ἐρχόμενοι τὸν ἀγοράσαντα αὐτοὺς Δεσπότην ἠρνήσαντο.
τὸν μὲν γὰρ τῆς φύσεως ἐξετάζοντες λόγον, ὅταν τι νοῶμεν περὶ Χριστοῦ, ἑτέραν οὖσαν τὴν σάρκα παρὰ τὸν ἐκ Πατρός τε καὶ ἐν Πατρὶ Θεὸν Λόγον εὑρίσκωμεν· τὴν δὲ τῆς συνόδου τῆς πρὸς αὐτὸν κατασκεπτόμενοι δύναμιν, βασανίζοντές τε κατὰ τὸ ἐγχωροῦν τὸ ἐξαίσιον τουτὶ καὶ ὑπὲρ νοῦν μυστήριον, ὡς ἕν τι μετὰ τῆς ἰδίας σαρκὸς νοοῦμεν τὸν Λόγον, οὐκ εἰς σάρκα μεταβεβλημένον· οὐ γὰρ τοῦτό φαμεν, ἔστι γὰρ ἄτρεπτός τε καὶ ἀναλλοίωτος καὶ τροπῆς ἁπάσης ἀνεπίδεκτος παντελῶς ἡ τοῦ Λόγου φύσις· ἀλλ᾽ ὅτι κατὰ τὴν ἁγίαν ἡμῶν καὶ θεόπνευστον γραφὴν, ἔκ τε τοῦ θείου ναοῦ ὁλόκληρον ἔχοντος τῆς ἀνθρωπότητος τὸν ὅρον, καὶ ἐκ τοῦ ζῶντος Λόγου νοούμενος, εἷς ἐστι λοιπὸν ὁ Ἰησοῦς καὶ Χριστὸς καὶ Υἱός. νοῆσαι δ᾽ ἂν τοῦτο αὐτὸ καὶ ἐφ᾽ ἡμῶν ἀληθές τε ὑπάρχον καὶ οὕτως ἔχον τῇ φύσει. συγκείμεθα γὰρ εἰς ἕνα ἄνθρωπον τὸν ἐκ ψυχῆς καὶ σώματος, ἑτέρου μὲν ὄντος τοῦ σώματος, ἑτέρας δὲ αὖ τῆς ἐν τῷ σώματι ψυχῆς, κατά γε τὸν ἐφ᾽ ἑκατέρῳ λόγον, πλὴν εἰς ἑνὸς ζῴου συνθεόντων ἀνάδειξιν, καὶ διαιρεῖσθαι τὸ παράπαν οὐκ ἀνεχομένων μετὰ τὴν εἰς ἄλληλα συμπλοκήν. <Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος, ἐφανέρωσε δὲ οὕτως. ἦσαν ὁμοῦ Σίμων Πέτρος καὶ Θωμᾶς ὁ λεγόμενος δίδυμος καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας καὶ οἱ υἱοὶ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.
λέγει αὐτοῖς Σίμων Πέτρος Ὑπάγω ἁλιεύειν· λέγουσιν αὐτῷ Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἀνέβησαν εἰς τὸ πλοῖον καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. πρωΐας δὲ ἤδη γενομένης ἔστη Ἰησοῦς ἐπὶ τὸν αἰγιαλὸν, οὐ μέντοι ἔγνωσαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστι. λέγει αὐτοῖς ὁ Ἰησοῦς Παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ Οὔ. ὁ δὲ εἶπεν αὐτοῖς Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. οἱ δὲ εἶπον Δι᾽ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ σῷ ὀνόματι βαλοῦμεν. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων.> Ἐπιδαψιλεύεται πάλιν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῖς ἑαυτοῦ μαθηταῖς τῆς ἑαυτοῦ πολυεύκτου θέας τὴν ἀπόλαυσιν, καὶ τρίτην αὐτοῖς ἐφ᾽ ἑτέραις ἤδη δυσὶ δωρεῖται τὴν ἐπιφοίτησιν, ἵνα δηλονότι βέβαιόν τε καὶ ἐν πίστει τῇ εἰς αὐτὸν ἀκλινῶς ἱδρυμένον ἐνεργάσηται φρόνημα. οἱ γὰρ οὐχ ἅπαξ, ἄλλ᾽ ἤδη καὶ τρίτον τεθεαμένοι, πῶς οὐκ ὀλιγοπιστίας ἁπάσης τὸν οἰκεῖον ἀπαλλάξαντες νοῦν, καὶ τοῖς ἄλλοις ἅπασιν ἀκριβεῖς ἂν ἐγένοντο μυσταγωγοὶ τῶν τῆς εὐσεβείας δογμάτων; ἔξεισι τοίνυν ὁ Πέτρος ἁλιεύων τοῖς ἄλλοις ὁμοῦ· συνθέουσι γὰρ καὶ πρὸς τοῦτο βαδίζοντι, τάχα τι καὶ διὰ τούτων οἰκονομοῦντος χρήσιμον τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ.
ἔφη μὲν γάρ που πρὸς αὐτοὺς, ὅτε τὸν τῆς μαθητείας ἐπετίθει ζυγὸν καὶ πρὸς τὴν τῆς ἀποστολῆς ἀξίαν ἐκάλει “Δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ”ἀνθρώπων.” ἵνα δὲ πάλιν αὐτοὺς ὡς ἐν τύπῳ πληροφορήσῃ παχεῖ, ὅτι δὴ πάντως τὸ εἰρημένον ἐκβήσεται, καὶ εἰς τὴν τῆς ἀληθείας ἐκτελευτήσει δύναμιν ἡ ὑπόσχεσις, ἐξ αὐτοῦ τοῦ μετὰ χεῖρας ὄντος ἐπιτηδεύματος ἀναπείθει σαφῶς. οἱ μὲν γὰρ μακάριοι μαθηταὶ τὰ ἐκ τῆς οἰκείας ἐνεργήσαντες τέχνης, ἰχθυοθῆραι δὲ ἦσαν, ἐπίασαν οὐδὲν, καίτοι δι᾽ ὅλης κεκοπιακότες τῆς νυκτός. πρωΐας δὲ ἤδη γενομένης, ἀρξαμένου δὲ ἤδη διαχεῖσθαι φωτὸς καὶ τῆς ἡλίου βολῆς, ἔστη Ἰησοῦς ἐπὶ τὸν αἰγιαλόν. οἱ δὲ οὐκ ᾔδεσαν μὲν, ὅτι περ αὐτός ἐστι. διερωτῶντι γεμὴν καὶ λέγοντι μὴ ἆρά τι τῶν εἰς τραπέζης τελούντων χρείαν εἴσω γέγονε δικτύων αὐτοῖς, οὐδὲν τὸ παράπαν εἰληφέναι φασίν. εἶτα κελεύει καθεῖναι τὸ δίκτυον εἰς μέρη τοῦ πλοίου τὰ δεξιά· οἱ δέ Καίτοι διὰ νυκτὸς ὅλης εἰκαίους τε καὶ ἀνονήτους δαπανήσαντες πόνους, ἐπὶ τῷ σῷ ῥήματι σαγηνεύσομεν, φασίν. οὗ δὴ δρωμένου, τὴν τῶν ἀνελκόντων ἰσχὺν ἐβιάζετο λοιπὸν τῶν τεθηραμένων τὸ βαρός.
Ταυτὶ μὲν οὖν ἡμῖν ὁ θεσπέσιος Εὐαγγελιστὴς ἐξηγήσατο· ἐπειδὴ δὲ ἀρτίως ἐλέγομεν, ὡς διὰ πράγματος ἐναργεστάτου τε λίαν καὶ τετελεσμένου κατὰ ἀλήθειαν πεπληροφόρηκεν ὁ Σωτὴρ τοὺς ἁγίους ἀποστόλους ὅτι δὴ μέλλοιεν ἔσεσθαι κατὰ τὴν αὐτοῦ φωνὴν ἁλιεῖς ἀνθρώπων, φέρε μεθιστάντες, ὡς ἔνι, καλῶς εἰς ἀληθείας δήλωσιν τὰ ὡς ἐν τύπῳ πεπληρωμένα, τοῖς τοῦ Σωτῆρος λόγοις μαρτυρήσωμεν τὴν ἀλήθειαν, ἕκαστα δὲ τῶν γεγονότων κατά γε τὸ ἐγχωροῦν διαπτύξαντες, παραθῶμεν τοῖς ἐντευξομένοις θεωρίας πνευματικῆς οὐ μετρίας, ὡς ἐγῷμαι, τὰς ἀφορμάς· “Δίδου γὰρ σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται· γνώ- ”ριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι.” οἶμαι τοίνυν ὅτι τὸ διὰ νυκτὸς μὲν ὅλης ἁλιεῦσαι τοὺς μαθητὰς, μὴ μὴν ἑλεῖν τι παντελῶς, εἰκαίους δὲ ἀνατλῆσαι πόνους, σημαίνει τι τοιοῦτον, ὅτι τοῖς τῶν ἀρχαιοτέρων διδασκάλων κηρύγμασιν οὐδένα τὸ παράπαν ἀναπεπεισμένον εὑρήσομεν, καὶ εἰς τὸ τελείως ἀρέσκον τῷ Θεῷ σεσαγηνευμένον, ἢ ὀλίγους κομιδῆ. ἐν ἴσῳ δὲ τῷ μηδενὶ τὸ σφόδρα βραχὺ, ὅταν ἐκ πολλοῦ μάλιστα λαμβάνηται. πολὺς δὲ δὴ λίαν ὁ κατὰ πᾶσαν τὴν οἰκουμένην ἄνθρωπος νοεῖται πρεπόντως. τί οὖν ἄρα τὸ διακωλῦσαν καὶ ἐμποδὼν εὑρεθὲν, ὃ καὶ τῶν ἀρχαιοτέρων τὸν πόνον εἰκαῖον ἐτίθει; τί δὲ καὶ ἄκαρπον ὥσπερ αὐτοῖς ἀπετέλει τὸ κήρυγμα;
νὺξ ἦν καὶ σκότος ἔτι καὶ νοητή τις ἀχλὺς καὶ δαιμονιώδης ἀπάτη τοῖς τῆς διανοίας ὀφθαλμοῖς ἐνιζάνουσα, καὶ τὸ θεῖον ὄντως καὶ ἀληθὲς ἰδεῖν οὐκ ἐφιεῖσα φῶς. οὐ γὰρ ἦν ὁ ποιῶν χρηστότητα, κατὰ τὴν τοῦ ψάλλοντος φωνὴν, οὐκ ἦν ἕως ἑνὸς, ἀλλὰ πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν. εἰ δὲ καὶ τεθήρευτό πως διὰ Μωυσέως ὁ Ἰσραὴλ, ἀλλ᾽ ἦν ἐν ἴσῳ τοῖς οὐδ᾽ ὅλως τεθηρευμένοις, τὴν ἐν σκιαῖς καὶ τύποις ἐπιτηδεύων λατρείαν, καὶ τῷ τελειοῦντι μηδὲν παιδαγωγούμενος νόμῳ. ὅτι γὰρ ἀχρειοτάτην ὥσπερ καὶ ἀπῳδὸν τῷ Θεῷ τὴν ἐν τύποις λατρείαν εὑρήσομεν, εὔκολον ἰδεῖν ἐξ ὧν τὰς δι᾽ αἱμάτων παρωθεῖται θυσίας καὶ πᾶν εἶδος προσαγωγῆς γεώδους τε καὶ σωματικῆς “Ἵνα τί γάρ μοι, φησὶ, λίβανον ἐκ σαβᾶ φέρετε καὶ κιννά- ”μωμον ἐκ γῆς μακρόθεν; τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ “εἰσὶ δεκτὰ, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν με.” Καὶ ταῦτά φαμεν, οὐ τὴν πρώτην καὶ πάλαι δοθεῖσαν ἀτιμάζοντες ἐντολὴν, οὔτε μὴν τοῦ νόμου κατηγορεῖν ἐγνωκότες, ἐκεῖνο δὲ μᾶλλον τοῖς ἀκροωμένοις ἐθέλοντες ὑποδηλοῦν, ὅτι τοῦ πάντων Δεσπότου Θεοῦ πρὸς μόνον ὁρῶντος τῆς εὐαγγελικῆς πολιτείας τὸ κάλλος, καὶ οἱ διὰ νόμου τεθηρευμένοι πρὸς τὴν ἐν σκιαῖς καὶ τύποις ἀνόνητον λατρείαν ἐν ἴσῳ πως τέθειντο τοῖς οὔπω τεθηρευμένοις, ἄχρις ἂν ὁ τῆς διορθώσεως ἐπιλάμψῃ καιρὸς, λέγοντος ἐναργῶς τοῦ Χριστοῦ, ὅτε γέγονεν ἄνθρωπος “Ἐγώ εἰμι ἡ ”ἀλήθεια.”
εἰ δὲ δεῖ τούτοις καὶ ἕτερόν τι ἐπειπεῖν, οὐκ ὀκνήσω διὰ τὸ χρήσιμον. οἱ πρὸς τὴν ἐκ νόμου μάθησιν κεκλημένοι διὰ Μωυσέως, καὶ αὐτὸν τὸν δοθέντα διαπτύσαντες νόμον καὶ μονονουχὶ πλατὺ γελῶντες κατὰ τῆς ἁγίας ἐντολῆς, ἐτράποντο πρὸς διδασκαλίας ἐντάλματα ἀνθρώπων· κατώλισθον δὲ πρὸς τοῦτο σκληρᾶς καὶ ἀτέγκτου βουλῆς, ὡς καὶ τὸν τῶν ἁγίων προφητῶν ἀτονῆσαι λόγον. τοιγάρτοι καὶ ἔκραζον “Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν;” Ἱερεμίας δὲ πάλιν “Οἴμοι ἐγὼ, μῆτερ, ὡς τινά με ἔτεκες ἄν- ”δρα δικαζόμενον καὶ δικαρινόμενον ἐν πάσῃ τῇ γῇ, οὔτε “ὠφέλησα, οὔτε ὠφέλησέ με οὐδείς· ἡ ἰσχύς μου ἐξέλιπεν ”ἐν τοῖς καταρωμένοις με.” πῶς οὖν οὐκ ἐν ἴσῳ τεθεῖσθαι δοίη τις ἂν τοῖς μηδόλως τεθηρευμένοις τὸν ἀπειθῆ καὶ δυσήνιον Ἰσραὴλ, ὅτε καὶ αὐτὸν τὸν διορισθέντα διὰ Μωυσέως πεπάτηκε νόμον; ὅτι δὲ καὶ αὐτὴ τῶν ἐθνῶν ἡ πληθὺς ἀσαγήνευτός τε ἦν ἔτι, καὶ τῆς τῶν θείων μαθημάτων περιβολῆς ἔξω μένουσα παντελῶς, οὐδενὸς ἂν ἡμῖν πρὸς ἀπόδειξιν δεήσαι λόγου. ἐκείνοις οὖν ἄρα σκότος ἦν ἐν καρδίᾳ καὶ νὺξ διαβολικὴ, τὸ τῆς ἀληθοῦς θεογνωσίας ἐξείργουσα φῶς.
οὐκοῦν δι᾽ ὅλης ὡς ἔπος εἰπεῖν κοπιάσαντες τῆς νυκτὸς, ἰχθύων ἔτι χηρεύουσαν τὴν σαγήνην εἶχον τὴν νοητὴν οἱ πρὸ τῆς ἐπιδημίας· πρωΐας δὲ γενομένης, τουτέστι, διαλελυμένης ἤδη τῆς διαβολικῆς ἀχλύος καὶ ἀνίσχοντος τοῦ φωτὸς τοῦ ἀληθινοῦ, δῆλον δὲ ὅτι Χριστοῦ, πυθομένου τε παρὰ τῶν κεκοπιακότων Μὴ ἄρα τι τῶν λίνων ἔχουσιν ἐντὸς, ὅπερ ἂν γένοιτο τροφὴ τῷ τὴν ἁπάντων ἡμῶν σωτηρίαν οἱονεὶ πεινῶντι Θεῷ· βρῶσιν γὰρ οἰκείαν ὠνόμασεν ἡ γραφὴ τὴν Σαμαρειτῶν ἐπιστροφήν· ἐναργῶς τε τῶν ἐρωτωμένων διωμολογηκότων ὡς οὐδὲν τὸ παράπαν ἐστὶν αὐτοῖς, καθεῖναι πάλιν ἐπιτάττει τὸ δίκτυον εἰς τὰ τοῦ πλοίου δεξιά. καθῆκε μὲν γὰρ καὶ ὁ μακάριος Μωυσῆς τὸ τῆς ὑφηγήσεως λίνον, διὰ νομικοῦ δὲ δηλονότι γράμματος· ἀλλ᾽ ἐγένετό πως ἐν εὐωνύμοις ἡ θήρα, νοουμένης ἐν δεξιᾷ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐντολῆς. μείζων γὰρ ἀσυγκρίτως καὶ ἀμείνων κατὰ πολὺ κατά τε τιμὴν καὶ δόξαν τῶν νομικῶν ἐνταλμάτων ἡ διὰ Χριστοῦ νοεῖται παίδευσις, ἐπεὶ καὶ τῶν τύπων προκείσεται πάντως ἡ ἀλήθεια, καὶ οἰκέτου Δεσπότης, καὶ τοῦ κατακρίνοντος γράμματος ἡ δικαιοῦσα τοῦ Πνεύματος χάρις. ἐν δεξιοῖς οὖν ἄρα στήσεται τὰ διὰ Χριστοῦ, τὴν ὑπεροχὴν ἡμῖν τὴν κατὰ νόμου καὶ προφητῶν τοῦ δεξιοῦ σημαίνοντος.
Ἀμελλητὶ τοιγαροῦν τοῖς τοῦ Σωτῆρος ἡμῶν διατάγμασιν ἀναπεπεισμένοι χαλῶσι τὸ δίκτυον οἱ θεσπέσιοι μαθηταί. σημαίνει δὲ καὶ τοῦτο ἡμῖν ὡς οὐχ ἑαυτοῖς τὴν τῆς ἀποστολῆς ἥρπασαν χάριν, ἀλλὰ τοῖς αὐτοῦ διατάγμασιν ἐπὶ τὴν θήραν ἐξῆλθον τὴν πνευματικήν· “Πορευθέντες γάρ φησι ”μαθητεύσατε πάντα τὰ ἔθνη·” καὶ αὐτοὶ δέ φασιν, ὡς ἐπὶ τῷ ῥήματι τοῦ Χριστοῦ χαλῶσι τὸ δίκτυον. σαγηνεύουσι γὰρ οὐχ ἑτέρως ἢ τοῖς τοῦ Σωτῆρος ἡμῶν ῥήμασι καὶ εὐαγγελικοῖς προστάγμασι. τῶν γεμὴν εἴσω δικτύων γεγονότων ἰχθύων πολύ τι τὸ πλῆθος ἦν, ὡς καὶ ἀνέλκειν αὐτὸ μηκέτι ῥᾳδίως δύνασθαι τοὺς μαθητάς. ἀναρίθμητοι γὰρ οἱ σεσαγηνευμένοι καὶ πιστεύσαντες, καὶ τῆς τῶν ἁγίων ἀποστόλων ἰσχύος μεῖζόν τε ἤδη καὶ ὑπερτεροῦν ἀληθῶς τὸ ἐπὶ τούτῳ θαῦμα φαίνεται. Χριστοῦ γάρ ἐστιν ἡ ἐνέργεια, τὴν τῶν σωζομένων πληθὺν ἰδίᾳ δυνάμει συλλέγοντος καθάπερ εἰς λίνον ἀποστολικὸν τὴν ἐπὶ γῆς Ἐκκλησίαν. <Λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ Ὁ κύριός ἐστι. Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυμνὸς, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν· οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον, οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ᾽ ὡς ἀπὸ πήχεων διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων.
ὡς οὖν ἐπέβησαν ἐπὶ τὴν γῆν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον· καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. ἀνέβη οὖν Σίμων Πέτρος καὶ εἵλκυσε τὸ δίκτυον εἰς τὴν γῆν, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντηκοντατριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον· λέγει αὐτοῖς ὁ Ἰησοῦς Δεῦτε ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν Σὺ τίς εἶ, εἰδότες ὅτι ὁ Κύριός ἐστιν. ἔρχεται ὁ Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν.> Ἑαυτὸν εἶναι πάλιν κἀνθάδε φησὶ τὸν ἀγαπώμενον μαθητὴν ὁ τόδε συνθεὶς τὸ βιβλίον. ἠγαπᾶτο δὲ λίαν, διὰ πλείστην ὡς ἐοικὸς ἀγχίνοιαν καὶ νοῦ καθαρότητα καὶ ὀφθαλμῶν καρδίας ὀξύτητα, ἐπιτηδείως τε ἔχειν εὖ μάλα πρὸς τὸ δύνασθαί τι συνιέναι γοργῶς. καὶ γοῦν προαρπάσας τῶν ἄλλων ἁπάντων τοῦ σημείου τὴν αἴσθησιν, ἔγνω παρόντα Χριστὸν, καὶ τοῖς ἑτέροις διαμεμήνυκεν, οὐδὲν ἐνδοιάσας ὅλως, ἀναφωνήσας δὲ μᾶλλον καὶ σφόδρα τεθαῤῥηκότως Ὁ Κύριός ἐστι. καὶ προεξάλλεται μὲν ὁ θεσπέσιος Πέτρος βραδυτέραν ἔσεσθαί πως καὶ τὴν διὰ σκάφους ἐννοήσας ἄφιξιν· θερμὸς γὰρ εἰς προθυμίας ἀεὶ, καὶ κεκινημένος πρὸς εὐτολμίαν καὶ ἀγάπην τὴν ἐπὶ Χριστῷ· ἕπονται δὲ καὶ οἱ λοιποὶ τῷ προὔχοντι ὁμοῦ τῷ πλοίῳ τὸ δίκτυον ἄγοντες.
εἶτα θεωροῦσιν ἀνθρακιὰν κειμένην, παραδόξως καὶ πυρὰν ἀνακαύσαντος τοῦ Χριστοῦ καὶ ὀψάριον ἐνθέντος τῇ ἀῤῥήτῳ δυνάμει δηλονότι τεθηρευμένον, οἰκονομικῶς τε καὶ τοῦτο. οὐ γὰρ ἡ τῶν ἁγίων ἀποστόλων ἤρξατο χεὶρ, ἤτοι τὸ κήρυγμα τῆς ἐφ᾽ ἡμῶν νοουμένης ἄγρας πνευματικῆς, ἀλλ᾽ ἡ τοῦ Σωτῆρος ἰσχύς. ἐσαγήνευσε γὰρ πρῶτος, ὡς ἐν ἀπαρχῇ τῶν μελλόντων ἕνα, καὶ οὐχὶ δὴ πάντως ἕνα φαμὲν, διὰ δὲ τοῦ ἑνὸς τὸ μὴ σφόδρα πολλοὺς σημαίνεται· εἶτα μετὰ τοῦτο σαγηνεύουσιν οἱ μαθηταὶ τὸ πλῆθος, τοῖς αὐτοῦ πάλιν θεοπρεπεστάτοις νεύμασι καὶ εἰς τὸ δύνασθαί τι λαβεῖν τῶν ζητουμένων νευρούμενοι. ἀνέλκει γεμὴν τὴν σαγήνην ὁ Πέτρος, δι᾽ οὗ πάλιν ἔξεστι νοεῖν, τὸ μὴ ἀτέλεστον ἔσεσθαι τῶν ἁγίων ἀποστόλων τὸν πόνον.
παρέστησαν γὰρ τῷ θηρᾶσθαι διατεταχότι τῶν τεθηρευμένων τὸν ὄχλον, ὃς καὶ ἐν ἰχθῦσι σημαίνεται τὸν ἀριθμὸν ρνγʹ· τοῦ μὲν ἑκατὸν, ὥς γε μοι φαίνεται καὶ δοκεῖ καλῶς ἔχειν, τὸ πλήρωμα τῶν ἐθνῶν σημαίνοντος· πληρέστατος γὰρ ὁ ἑκατὸν ἀριθμὸς ἐκ δεκάδων δέκα συγκείμενος, τοιγάρτοι καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοὺς ὁ Χριστὸς, ποτὲ μὲν ἑκατὸν εἶναί φησι τὰ ὑπάρχοντα αὐτῷ πρόβατα, τὸ τελείως ἔχειν ἐν ἀριθμῷ τὰ λογικὰ κτίσματα διὰ τούτου δηλῶν, ποτὲ δὲ γῆν τὴν ἀρίστην ρʹ καρποφορήσειν διισχυρίσατο, τὸ τέλειον εἰς εὐκαρποφορίαν τῆς ὁσίας ψυχῆς διὰ τούτου σημαίνων· τοῦ δέ γε πεντήκοντα παρατιθέντος εἰς νόησιν οἱονεὶ τὸ κατ᾽ ἐκλογὴν λεῖμμα χάριτος τῶν ἐξ Ἰσραὴλ, ἐν ἡμίσει γὰρ τῶν ἑκατὸν τὰ πεντήκοντα, καὶ λείπεται τοῦ τελείου πρὸς ἀριθμόν· τῶν δέ γε τριῶν εἰσκομίζειν δυναμένων τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος ὡς ἐν ἀριθμῷ μόνῳ τὴν δήλωσιν, ἧς εἰς δόξαν καὶ ἀκατάληκτον εὐφημίαν, ἡ τῶν διὰ πίστεως τεθηρευμένων ἀναγράφεται ζωὴ καὶ νοεῖται συνεζευγμένως. Θεὸς γὰρ ἐν ὅλοις ἐστὶ τοῖς πιστεύουσιν ἐγγὺς ἔχων, κατά γε τὸν ἐν ἁγιασμῷ νοούμενον τρόπον, τοὺς τοῖς εὐαγγελικοῖς ἀναπεπεισμένους κηρύγμασιν.
ἐπειδὴ δὲ καὶ ἀνειλκύσθη τὸ δίκτυον, ἔφη πάλιν ὁ Κύριος ἡμῶν τοῖς ἁγίοις μαθηταῖς Δεῦτε ἀριστήσατε, καὶ διὰ τούτου δὲ δηλονότι δικάσκων, ὅτι μετὰ πόνους καὶ ἱδρῶτας τοὺς ἐπὶ τοῖς κεκλημένοις τε καὶ ἀνασεσωσμένοις, συνανακλιθήσονται πάλιν αὐτῷ, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνὴν, καὶ συνέσονται διὰ παντὸς, παρακειμένης αὐτοῖς τῆς ἀῤῥήτου τρυφῆς, πνευματικῆς δῆλον ὅτι θείας τε καὶ ὑπὲρ νοῦν τὸν ἡμέτερον. μόνον δὲ οὐχὶ κατασημᾶναι βούλεται Χριστὸς τὸ ἐν ψαλμοῖς εἰρημένον ὅτι “Τοὺς καρποὺς τῶν πόνων σου ”φάγεσαι.” οὐχ ἑαυτοῖς δὲ λαβόντες ἐσθίουσι, διαδίδωσι δὲ μᾶλλον αὐτοῖς ὁ Χριστὸς, ἵνα δὴ πάλιν ὡς ἐν τύπῳ μανθάνωμεν, ὅτι περ ἔσται καὶ κατ᾽ ἐκεῖνο καιροῦ πάλιν αὐτὸς ὁ Χριστὸς τῶν θείων ἡμῖν χαρισμάτων ὁ χορηγὸς, καὶ τῶν ὠφελεῖν εἰωθότων διανομεὺς, ὡς Κύριος. <Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ Ναὶ Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε· λέγει αὐτῷ Βόσκε τὰ ἀρνία μου. λέγει αὐτῷ πάλιν δεύτερον Σίμων Ἰωνᾶ, ἀγαπᾷς με; λέγει αὐτῷ Ναὶ Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε· λέγει αὐτῷ Ποίμαινε τὰ πρόβατά μου. λέγει αὐτῷ τρίτον Σίμων Ἰωνᾶ, φιλεῖς με;
ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον Φιλεῖς με· καὶ εἶπεν αὐτῷ Σὺ οἶδας Κύριε πάντα· σὺ γινώσκεις ὅτι φιλῶ σε· λέγει αὐτῷ ὁ Ἰησοῦς Βόσκε τὰ πρόβατά μου.> Προενήρξατο τῶν ἄλλων ὁ Πέτρος καὶ πρὸς αὐτὴν, ὡς ἐοικὸς, τὴν διὰ τοῦ σκάφους ὀλιγωρήσας ἄφιξιν, διὰ τὸ τῆς εἰς Χριστὸν ἀγάπης ἀσυγκρίτως θερμὸν καὶ ἀξιοζήλωτον. διὸ καὶ πρῶτος ἄνεισι καὶ ἕλκει τὸ δίκτυον· εὐπερίστροφος γὰρ ἀεί πως ἦν ἄνθρωπος, κεκεντρωμένος οὐ μετρίως εἰς τὴν ἐπὶ τὸ δρᾶσαί τε καὶ εἰπεῖν προθυμίαν. διὸ δὴ καὶ πρῶτος ὡμολόγει τὴν πίστιν, ὅτε δὴ πεῦσιν αὐτοῖς προσκεκόμικεν ὁ Σωτὴρ περὶ “τὰ μέρη τῆς Φιλίππου Καισαρείας εἰπών Τίνα ”με λέγουσιν οἱ ἄνθρωποι τὸν υἱὸν τοῦ ἀνθρώπου;” εἰρηκότων γὰρ τῶν ἑτέρων, οἱ μὲν Ἡλίαν, οἱ δὲ “Ἱερεμίαν ἢ ”ἕνα τῶν προφητῶν·” προσερωτῶντος δὲ πάλιν καὶ λέγοντος τοῦ Χριστοῦ “Ὑμεῖς δὲ τίνα με λέγετε,” προεξάλλεται πάλιν τῶν ἄλλων ὁ κορυφαῖος καὶ τῶν ἄλλων προτεταγμένος, καί φησι “Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ”ζῶντος.” καὶ μὴν καὶ ὅτε τῶν στρατιωτῶν ἡ σπεῖρα παρῆν τοῖς Ἰουδαίων ὑπηρέταις ἀναμὶξ πρὸς τὸ τοῖς ἄρχουσιν ἀποκομίσαι τὸν Ἰησοῦν, οἱ μὲν ἄλλοι “πάντες ἀφέντες ”αὐτὸν ἔφυγον,” κατὰ τὸ γεγραμμένον, Πέτρος δὲ τῇ μαχαίρᾳ τὸ τοῦ Μάλχου διέκοψεν ὠτίον. ᾤετο γὰρ δεῖν διὰ παντὸς ἐπαμύνειν τρόπου τῷ οἰκείῳ διδασκάλῳ, εἰ καὶ ἀπᾴδουσαν αὐτῷ παντελῶς ἐποιεῖτο τὴν ἐγχείρησιν.
ἀφικομένῳ τοιγαροῦν τῶν ἄλλων γοργότερον προσάγει τὴν πεῦσιν, εἰ πλεῖον αὐτῶν ἀγαπᾷ, καὶ τοῦτο εἰς τρίτον γέγονε. συγκατανεύει δὲ Πέτρος καὶ ἀγαπᾶν ὁμολογεῖ, τῆς ἐνυπαρχούσης αὐτῷ διαθέσεως αὐτὸν εἶναι λέγων τὸν μάρτυρα· ἐφ᾽ ἑκάστῃ δὲ τῶν ὁμολογιῶν διαφόρως ἀκούει τῆς τῶν λογικῶν προβάτων ἔχεσθαι φροντίδος.
Οἶμαι δὲ ἔγωγε· χρῆναι γὰρ ὄντως φημὶ καὶ τὴν κεκρυμμένην ἐν τούτοις διερευνῆσαι διάνοιαν· οὐκ εἰκῇ γεγράφθαι καὶ ταῦτα, ὠδίνει δέ τι πάλιν ὁ λόγος, καὶ τῶν προκειμένων ὁ νοῦς ἔχει τι πάντως τὸ ἐνδομυχοῦν· ἢ γὰρ οὐκ ἐρεῖ τις εὐλόγως Μόνον ἐρωτᾷ τὸν Σίμωνα, καίτοι τῶν ἄλλων παρεστώτων μαθητῶν, διὰ ποίαν αἰτίαν; τί δ᾽ ἂν βούλοιτο δηλοῦν τό Βόσκε τὰ ἀρνία μου, καὶ τὰ τούτοις ἀδελφά; φαμὲν οὖν ὅτι κεχειροτόνητο μὲν ἤδη πρὸς τὴν θείαν ἀποστολὴν ὁμοῦ τοῖς ἑτέροις μαθηταῖς ὁ θεσπέσιος Πέτρος· αὐτὸς γὰρ αὐτοὺς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἀποστόλους ὠνόμασε κατὰ τὸ γεγραμμένον· ἐπειδὴ δὲ πραχθῆναι συμβέβηκε τὰ τῆς Ἰουδαίων ἐπιβουλῆς, καί τι μεταξὺ διεπταίσθη καὶ γέγονεν· ἀκράτῳ γὰρ δείματι καταληφθεὶς ὁ θεσπέσιος Πέτρος ἠρνήσατο τρὶς τὸν Κύριον· θεραπεύει τὸ πεπονθὸς, καὶ ἀνταπαιτεῖ ποικίλως τὴν εἰς τρίτον ὁμολογίαν, ἀντίσταθμον ὥσπερ ἐκείνῳ τοῦτο τιθεὶς καὶ ἀντίῤῥοπον τοῖς πταίσμασιν ἐξαρτύων τὴν ἐπανόρθωσιν. τὸ γὰρ λόγῳ διαπταισθὲν καὶ ἐν ψιλοῖς ἔχον ῥήμασι τῶν ἐγκλημάτων τὴν δύναμιν, κατὰ τὸν ἴσον δοίη τις ἂν ἀπολύεσθαι τρόπον. ἐξαιτεῖ δὲ εἰπεῖν, εἰ καὶ πλέον τῶν ἄλλων ἀγαπᾷ.
καὶ γάρ τοι κατὰ ἀλήθειαν, ἅτε δὴ καὶ μείζονος ἀπολελαυκὼς ἀνεξικακίας, καὶ οἱονεὶ πλουσιωτέρᾳ χειρὶ τὴν τοῦ πλημμελήματος κομισάμενος ἄφεσιν, τῆς τῶν ἄλλων ἀγάπης μείζονα πῶς οὐκ ἂν εἰκότως συλλέξας ἐν ἑαυτῷ, ταῖς εἰς ἄκρον ἡκούσαις εὐνοίαις τὸν εὐεργέτην ἠμείψατο; κοινὸν μὲν γὰρ ἅπασι τοῖς ἁγίοις μαθηταῖς τὸ τετράφθαι πρὸς φυγὴν, τῆς Ἰουδαίων ἀπανθρωπίας ἀφόρητον αὐτοῖς ἐντιθείσης τὸ δεῖμα, καὶ τῆς τῶν στρατιωτῶν ἀγριότητος τὸν ὠμὸν ἀπειλούσης θάνατον, ὅτε συλληψόμενοι παρῆσαν τὸν Ἰησοῦν· ἰδιαζόντως γεμὴν πρὸς τούτῳ συνέβη τὸ τοῦ Πέτρου πλημμέλημα, τὸ διὰ τῆς εἰς τὸ τρίτον ἀρνήσεως.
Οὐκοῦν, ὡς πλείονα τῶν ἄλλων τὴν ἄφεσιν κομισάμενος, ἐξαιτεῖται λέγειν εἰ καὶ πλεῖον ἀγαπᾷ· κατὰ γὰρ τὴν τοῦ Σωτῆρος φωνὴν, ᾧ πολὺ ἀφίεται, πολὺ καὶ ἀγαπήσει. τύπος δὲ πάλιν ταῖς μὲν ἐκκλησίαις ἐντεῦθεν εἰς τὸ χρῆναι τρίτον διερωτᾶν τὴν εἰς Χριστὸν ὁμολογίαν τοὺς ἀγαπᾶν αὐτὸν ἑλομένους, διὰ τοῦ καὶ προσελθεῖν τῷ ἁγίῳ βαπτίσματι. διδασκάλοις δὲ γνῶσις διὰ τῆς τῶν προκειμένων εἰσβέβηκε θεωρίας, ὡς οὐκ ἂν ἑτέρως εὐαρεστήσαιεν τῷ πάντων ἀρχιποιμένι, τουτέστι Χριστῷ, εἰ μὴ τῆς τῶν λογικῶν προβάτων εὐρωστίας καὶ τῆς εἰς τὸ εὖ εἶναι διαμονῆς ποιοῖντο φροντίδα. τοιοῦτός τις ἦν ὁ θεσπέσιος Παῦλος, τοῖς ἀσθενοῦσι συνασθενῶν, καύχημα δὲ τῆς ἰδίας ἀποστολῆς καὶ χαρὰν καὶ στέφανον ὀνομάζων τοὺς δι᾽ αὐτοῦ πιστεύσαντας, καὶ διὰ τῆς τῶν ἔργων λαμπρότητος εὐδοκιμεῖν ἑλομένους. ᾔδει γὰρ ᾔδει τῆς εἰς Χριστὸν τελείας ἀγάπης καρπὸν εἶναι τοῦτον ἐμφανῆ. λογισμῷ δὲ τοῦτο καλῷ τε καὶ ἀγαθῷ θεωρήσαι τις ἄν. εἰ γὰρ ἀπέθανεν ὑπὲρ ἡμῶν, πῶς οὐκ ἂν ἁπάσης ἠξίωσε φροντίδος τὴν ἁπάντων ἡμῶν σωτηρίαν καὶ ζωήν;
καὶ εἴπερ ἀληθῶς εἰς Χριστὸν ἁμαρτάνουσιν οἱ “ἁμαρτάνοντες ”εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν ἀσθενοῦσαν τὴν “συνείδησιν,” πῶς οὐκ ἀληθὲς εἰπεῖν ὅτι περ εἰς αὐτὸν εὐσεβοῦσι τὸν Κύριον οἱ τῶν ἤδη πεπιστευκότων καὶ τῶν εἰς τοῦτο καλεῖσθαι προσδοκωμένων χειραγωγοῦντες τὸν νοῦν, καὶ διὰ πάσης αὐτοῖς ὠφελείας τὸ βέβαιον ἐν πίστει περιποιεῖν σπουδάζοντες; οὐκοῦν διὰ μὲν τῆς εἰς τρίτον ὁμολογίας τοῦ μακαρίου Πέτρου τὸ ἐν τριπλῷ γεγονὸς εἰς ἀπάρνησιν κατηργήθη πλημμέλημα· διὰ δὲ τοῦ φάναι τὸν Κύριον Βόσκε τὰ ἀρνία μου, ἀνανέωσις ὥσπερ τις τῆς ἤδη δοθείσης ἀποστολῆς αὐτῷ γενέσθαι νοεῖται, τὸν μεταξὺ λύουσα τῶν πταισμάτων ὀνειδισμὸν, καὶ τὴν ἐκ τῆς ἀνθρωπίνης ἀσθενείας μικροψυχίαν ἐξαφανίζουσα. <Ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ᾖς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλοι ζώσουσί σε καὶ ἀποίσουσί σε ὅπου οὐ θέλεις· τοῦτο δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ Ἀκολούθει μοι.> Χαριέντως δὴ σφόδρα καὶ λίαν ἀστείως ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τῷ οἰκείῳ μεμαρτύρηκε μαθητῇ τῆς εἰς αὐτὸν ἀγάπης τὸ γνήσιον, καὶ τῆς εἰς ἄκρον ἡκούσης εὐσεβείας τε καὶ ὑπομονῆς τὸ καύχημα. εἰς τί γὰρ αὐτῷ τὰ τῆς ἀποστολῆς ἐκτελευτήσει ποτὲ διαγορεύει σαφῶς, καὶ ποῖον αὐτὸν τοῦ βίου διαδέξεται τέλος.
προμεμήνυκε γὰρ ὅτι τις αὐτὸν καὶ εἰς ἀνεθέλητόν τινα χώραν ἀποκομιεῖ, τουτέστι, τὸν ἐν ᾧ κατέπηξαν τὸν σταυρὸν οἱ διώκοντες, ἤτοι τὴν εἰς αἷμα τιμωρίαν ἐπιθέντες αὐτῷ. ἀνεθέλητον δὲ τῷ Πέτρῳ τὸν τοῦ σταυροῦ τόπον εἶναί φησι. πάσχει γὰρ οὐδεὶς τῶν ἁγίων ἑκών. ἀλλ᾽ εἰ καὶ πικρὸς ὁ θάνατος, ἔπεισί τε καὶ λίαν ἀνεθελήτως αὐτοῖς, ἀλλά γε τῆς δόξης τῆς παρὰ Θεοῦ γλιχόμενοι καὶ τῆς ἐπιγείου καταφρονοῦσι ζωῆς. ἀποκομισθήσεσθαι τοιγαροῦν τὸν μακάριον Πέτρον προανεφώνησεν ὁ Χριστὸς εἰς ἀπᾴδοντά τε καὶ μεμισημένον τοῦ θανάτου τόπον. ἀλλ᾽ οὐκ ἂν εἰς τοῦτο κατέληξε δόξης, οὐδ᾽ ἂν ἐσταυρώθη διὰ Χριστὸν, εἰ μὴ τῆς τῶν λογικῶν προβάτων ἐπιμελείας ἠκολούθει τὰ ἐγκλήματα, καὶ τῆς εἰς Χριστὸν ἀγάπης ἐῤῥιζωμένην ἔχων τὴν δύναμιν ἐκάλει πρὸς εὐπείθειαν τοὺς ταῖς διαβολικαῖς ἀπάταις σεσαγηνευμένους πρὸς πλάνησιν. ἀπεκτόνασι γὰρ τὸν μακάριον Πέτρον οἱ καὶ τοῦτο δρᾶσαι τολμήσαντες, οὐχ ἑτέρας αἰτίας ἐπιγράφειν ἔχοντες αὐτῷ, μόνην δὲ τὴν εἰς Χριστὸν ἐγκαλοῦντες εὐσέβειαν. ἔστι τοίνυν καὶ διὰ τούτων ἰδεῖν, ὅτι χρησίμως τε καὶ ἀναγκαίως ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς προανεφώνησε τοῦ Πέτρου τὴν τελευτὴν, ἵνα δι᾽ ὧν ἔμελλε παθεῖν κατασφραγίσῃ τρόπον τινὰ καὶ ἀληθὲς ἐπιδείξῃ τὸ πρὸς αὐτὸν εἰρημένον “Ναὶ, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε.”
τὸ γὰρ ὅλως τελευτῆσαι διὰ τὸ κήρυγμα, πῶς οὐκ ἂν γένοιτο σαφής τε καὶ ἀναμφίλογος τοῦ φιλεῖν ἀπόδειξις, καὶ ὅτι τῆς τελείας ἀγάπης, φημὶ δὴ τῆς εἰς Χριστὸν, κατ᾽ οὐδένα τρόπον ἀπελιμπάνετο; ἐπιλέγει γεμὴν οἷς ἔφη Χριστὸς τῷ Πέτρῳ τό Ἀκολούθει μοι, δήλωσιν μὲν ἔχον, ὡς ἐν διανοίᾳ κοινῇ τῆς κατὰ μαθητείαν νοουμένης ἀκολουθήσεως, αἰνιγματωδῶς δὲ πάλιν ὑπεμφαῖνον κατά γε τὸ εἰκὸς ἕτερον οὐδὲν, ἢ ὅτι Κατ᾽ ἴχνος ἔρχου κινδύνων τῶν ἐμῶν, καὶ τὴν αὐτὴν οἱονεὶ βαδίζων ὁδὸν, ἔργῳ τε καὶ λόγῳ τὰς τῶν κεκλημένων ὠφελήσας ψυχὰς, καὶ ἐπ᾽ αὐτὸν ἰέναι κατόκνει μηδαμῶς τὸν ἐπὶ ξύλου θάνατον, ὃν καὶ συμβῆναί φησιν ὅταν εἰς γῆρας ἐλάσῃ, πρόωρον αὐτῷ γενέσθαι τὴν πτοίαν οὐκ ἐφιεὶς, ἀλλ᾽ εἰς μακροὺς ἀνατείνων χρόνους τοῦ φόβου τὴν ἔφοδον. <Ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν αὐτῷ Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; τοῦτον οὖν ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ Κύριε, οὗτος δὲ τί; λέγει αὐτῷ ὁ Ἰησοῦς Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ μοι ἀκολούθει.
ἐξῆλθεν οὖν οὗτος ὁ λόγος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· οὐκ εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει, ἀλλ᾽ Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;> Ἑαυτὸν δὴ πάλιν ἀφανέστερον μὲν, κατασημαίνει δ᾽ οὖν ὅμως ὁ θεσπέσιος Εὐαγγελιστής. καὶ αὐτὸς γάρ ἐστιν ὁ ἀγαπώμενος καὶ ἐπὶ τὸ στῆθος ἀναπεπτωκὼς τοῦ Χριστοῦ κατὰ τὸν τοῦ δείπνου καιρὸν, ἤρετό τε τίς ὁ παραδώσων αὐτόν. τοῦτον τοιγαροῦν τεθεαμένος ὁ Πέτρος, φιλοπευστεῖν ἐπειρᾶτο καὶ μαθεῖν ἠξίου, ποίοις ἄρα καὶ τίσιν ὁμιλήσει καὶ αὐτὸς τοῖς μετὰ ταῦτα κινδύνοις, ἢ καὶ εἰς τί καταλήξει τυχὸν καὶ αὐτῷ τοῦ βίου τὸ πέρας. ἀλλ᾽ ἔξω λόγου τοῦ πρέποντος ἡ πεῦσις ἐφαίνετο, καὶ περιεργίας μᾶλλον ἢ χρηστομαθείας ἔργον ἦν, τῶν καθ᾽ ἑαυτὸν λαβόντα τὴν εἴδησιν τὰ ἐφ᾽ ἑτέροις ἐσόμενα ζητεῖν. διὰ οὖν ταύτην οἶμαι τὴν αἰτίαν ὁ Κύριος ἀπεκρίνατο μέν τι, πλὴν οὐκ εὐθὺ τῶν ἐρωτωμένων, ἤτοι τῶν ζητουμένων, ἀποκομίζων δέ πως εἰς ἕτερα τοῦ διερωτῶντος τὸν σκοπὸν, οὐκ ἀθάνατον ἔσεσθαι τὸν Ἰωάννην φησίν· ἀλλ᾽ εἰ βουλοίμην αὐτὸν διαζῆν ἕως ἔρχομαι, τί ἄρα τοῦτο πρὸς σέ; τουτέστιν Ἀκήκοας, ὦ Πέτρε, τὰ κατὰ σαυτὸν, τί σοι τὰ ἑτέρων φιλοπευστεῖν, καὶ τῶν θείων κριμάτων ἀνορύττειν ὥσπερ οὐκ ἐν καιρῷ τὴν εἴδησιν; εἰ γὰρ καὶ μηδόλως τελευτῴη, φησὶν, ἄρα τί τοῦτο τὴν σὴν φροντίδα παραμυθήσεται;
ἀδιαφορήσει τοιγαροῦν ὁ σοφός τε καὶ ἔμφρων, εἴπερ τι καὶ μέλλοι παθεῖν, εἴτε σώζοιτό τις ἕτερος, εἴτε καὶ μή· κείσεται γὰρ αὐτῷ τὰ οἰκεῖα παθεῖν, οὐδὲν τὸ παράπαν ἐκ τῆς ἑτέρου συμφορᾶς ἤγουν εὐθυμίας εἰς παραψυχὴν δεχομένῳ. ταυτί πως ἡ τῶν προκειμένων ὠδίνει δύναμις. ὑποσημαίνει δὲ ἡμῖν ὁ περὶ τούτων λόγος, ὅτι ὡς πάντη τε καὶ πάντως, ἢ κατὰ τὸν ἴσον τρόπον, ἢ καθ᾽ ἕτερόν τινα τυχὸν καὶ αὐτοῦ κινδυνεύειν μέλλοντος Ἰωάννου ποτὲ, οἱονεὶ πρὸς παραμυθίαν τῶν καθ᾽ ἑαυτὸν ὁ μακάριος Πέτρος καὶ τὰ αὐτῷ συμβήσεσθαι μέλλοντα φιλαγρύπνως περιειργάζετο. καὶ μή τοι θαυμάσῃς, ἐννόει δὲ μᾶλλον ἐκεῖνο. κοινὸν γάρ πως ἐν ἡμῖν καὶ τοῦτό ἐστιν, εἰ καὶ παντελῶς ἀνόνητον, τὸ φιλεῖν ἔσθ᾽ ὅτε μὴ μόνους ὁρᾶσθαι πάσχοντας, ἤγουν τι τῶν ἀπευκτῶν ὑπομένειν μέλλοντας, ἀκροᾶσθαι δὲ μᾶλλον καὶ τὰ ἑτέρων, ἢ τῶν ἤδη πεπονθότων, ἤγουν εἰς τοῦτο πεσεῖσθαι προσδοκωμένων. <Οὗτός ἐστιν ὁ μαθητὴς ὁ καὶ μαρτυρῶν περὶ τούτων, ὁ καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν αὐτοῦ ἡ μαρτυρία.> Ἐνδοιάσειν οἶμαι μηδένα τῶν νουνεχεστέρων, ὡς οὐκ ἂν ἠγάπησε τὸν Ἰωάννην ὁ Κύριος, εἰ μή τις ἦν λίαν ἐξαίρετος καὶ περιφανὴς εἰς ἀρετὴν, καὶ εἰς πᾶν ὁτιοῦν ἀγαθὸν ἐπιτηδείως τε ἔχων καὶ τελείως ἀπηρτισμένος.
οὐδὲ γὰρ ἂν ἁλοίη Θεὸς ἀλόγοις τισὶ προσκεκλιμένος ῥοπαῖς τοῖς οὐκ ἀξίοις ἀγάπης τῆς παρ᾽ αὐτοῦ, ἀνθρωποπρεπῆ γὰρ μᾶλλόν ἐστι τὰ τοιαῦτα πάθη· ὁ δὲ τῆς ἐκ παθῶν ἐφόδου καὶ καταδρομῆς παντελῶς ἀπείρατος ὢν, ἑδραιότατα δὲ βεβηκὼς εἰς πᾶν εἶδος ἀρετῆς, μᾶλλον δὲ αὐτὸς πᾶν εἶδος ὑπάρχων ἀρετῆς, πῶς οὐκ ἂν δρῴη κεκριμένως καὶ τοῦτο, καὶ ἀλοιδόρητον παντελῶς ἐποιήσατο τὴν ῥοπὴν, τὴν εἰς τὸ χρῆναί φημι τῆς ἀγάπης ἀξιοῦν τὸν τούτου τυχεῖν ὀφείλοντα; προεξηγησάμενος τοίνυν εὖ μάλα καὶ ἠγαπῆσθαι προειρηκὼς, ἀκόμπως τε καὶ ἀφιλοδόξως κομιδῇ μεμαρτυρηκέναι φησὶ περὶ τούτων, ἀξιαγάστως ἤδη καὶ καλῶς τὸ συννεῦσαι τοὺς ἀκροωμένους οἷς γέγραφέ τε καὶ μεμαρτύρηκεν, ὡς ἐξ ἀνάγκης αἰτῶν· οὐ γὰρ ἂν ἐψεύσατο τῆς ἀληθείας ὁ κῆρυξ. διὰ τοῦτο καί φησιν οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. σφαλερὸν οὖν ἄρα καὶ πάνδεινον ἀληθῶς ψευδομυθεῖν τὸ παράπαν, οὐκ εἰδότος ἀνδρὸς μὴ προΐεσθαι φωνήν· οὐ γὰρ ἂν αὐτὸν ἠγάπησεν ἡ ἀλήθεια παραλύοντα τὴν ἀλήθειαν. <Ἔστι δὲ καὶ ἄλλα πολλὰ ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾽ ἓν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία, ἀμήν.> Πολλὴ μὲν ἄγαν, φησὶν, ἡ τῆς θεοσημίας πληθὺς, καὶ ἀναρίθμητος παντελῶς ὁ τῶν κατορθωμάτων φανεῖται κατάλογος, καὶ ἐκ μυρίων ὅσων ἐλήφθη ταυτὶ, πληρεστάτην ἐμποιῆσαι τοῖς ἀκροωμένοις τὴν ὄνησιν οὐκ ἀνικάνως ἔχοντα.
τὸν δὲ συγγεγραφότα τὴν βίβλον μὴ καταιτιάσθω, φησὶν, ὁ φιλακροάμων καὶ χρηστομαθὴς, εἰ καὶ μὴ τῶν ἑτέρων ἐμνήσθη. καὶ γὰρ τὸ καθ᾽ ἓν εἰ γέγραπται τῶν τετελεσμένων, παραλειφθέντος οὐδενὸς, ἐπλήρωσεν ἂν τὴν οἰκουμένην ὁ τῶν βιβλίων ἀχώρητος ὄχλος. ὑπερβολικῶς δὲ καὶ νῦν τὴν τοῦ λόγου δύναμιν πεποιῆσθαί φαμεν. μυρία γὰρ ὄντως ἐννοήσαι τις ἂν διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἰσχύος πεπληρῶσθαι θαύματα. γεγράφασι γεμὴν τῶν εὐαγγελίων οἱ κήρυκες τὰ ἐν τοῖς γεγονόσι λαμπρότερα, κατά γε τὸ εἰκὸς, καὶ δι᾽ ὧν ἦν μάλιστα τοὺς ἀκροωμένους δύνασθαι βεβαιοῦσθαι πρὸς πίστιν τὴν ἀπαράφθορον, καὶ παίδευσιν ἔχειν ἠθικήν τε καὶ δογματικὴν, ἵνα πίστει μὲν ὀρθῇ διαπρέποντες, ἔργοις δὲ τοῖς εἰς εὐσέβειαν βλέπουσι πολυτρόπως ἠγλαϊσμένοι, καὶ εἰς αὐτὴν καταντήσαντες τὴν ἄνω πόλιν, καὶ τῇ τῶν πρωτοτόκων Ἐκκλησίᾳ συναπτόμενοι, καὶ εἰς αὐτὴν εἰσελάσειαν τὴν τῶν οὐρανῶν βασιλείαν ἐν Χριστῷ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας, Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.