ὑπεκνεύει δὲ πάλιν, καίτοι παθεῖν ἰσχύων οὐδὲν, εἴ γε καὶ παρῆν, ἵνα τύπον ἡμῖν ἀναγράψῃ καλὸν, οὐ δειλίας μᾶλλον, ἀλλ᾽ εὐλαβείας καὶ ἀγάπης τῆς εἰς τὸν πέλας. εἰσόμεθα γὰρ, ὡς ἐκ τύπου πρὸς ἐπίγνωσιν χρησίμου χειραγωγούμενοι πράγματος, ὅτι διωκόντων ἡμᾶς τῶν ἐχθρῶν, καὶ εἰ μηδὲν ὁρῷτο παντελῶς ἐν τῷ παρεῖναι τὸ βλάβος, ἀλλ᾽ ἐξιστάμενοί πως, καὶ διὰ τούτου σοφιζόμενοι τὰς τῶν ἐφόδων ἀκμὰς, ὑπεκτρέχοντές τε τὸ παραυτίκα θερμὸν, ἐξήβοις ἤδη περιτευξόμεθα ταῖς τῶν ἀδικούντων ὀργαῖς, καὶ τὸ θράσος τῆς καθ᾽ ἑαυτῶν πλεονεξίας ὑποτεμνόμεθα, ὠφελοῦντες μᾶλλον τοὺς οἵπερ ἂν γένοιντο περὶ ἡμᾶς οὐκ ἀγαθοὶ, καὶ ἀδίκως, ἤπερ ὠφελούμενοι, ὅπερ ἐστὶν ἐναργῶς, μὴ τὰ ἑαυτῶν ζητοῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων. ἔργον οὖν ἀγάπης, τὸ τοῖς ἐθελοκακοῦσι μὴ ἀντεγείρεσθαι πάντως, μηδὲ ἀποκεχρημένους τῷ δύνασθαι πάσχειν οὐδὲν κἂν παρόντες ἁλισκώμεθα, δριμύτερον ὥσπερ ἐν ἐκείνοις ἀπεργάζεσθαι τὸν θυμὸν, πλεονεκτεῖν οὐκ ἔχοντα τοῦ μισουμένου τὴν δύναμιν· ἡ τοίνυν ἀγάπη, φησὶ καθάπερ ὁ Παῦλος, “οὐ ζητεῖ τὰ ἑαυτῆς,” ἥπερ ἦν ἐν Χριστῷ καθαρῶς.