Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον

Κύριλλος Ἀλεξανδρείας

Βιβλίο Η' (Σωζόμενα αποσπάσματα)

Σωζόμενα αποσπάσματα που αναφέρονται στο δείπνο στη Βηθανία, την άλειψη με μύρο από τη Μαρία, τη θριαμβευτική είσοδο στα Ιεροσόλυμα και την προαναγγελία του εκούσιου Πάθους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 9 από 13

LIBRI VIII FRAGMENTA QUAE REPERIRI POTUERUNT. <Ἡ οὖν Μαρία λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξε ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου.> ΤΗΣ Μάρθας ὑπηρετούσης, ἡ Μαρία ἀλείψασα τὸν Κύριον μύρῳ, ἐτελείωσε τὴν εἰς αὐτὸν ἀγάπην, καὶ διὰ τῶν δύο, τέλειος ὁ τῆς ἀγάπης ὅρος ἐτελειώθη. <Λέγει Ἰούδας ὁ Ἰσκαριώτης εἷς τῶν μαθητῶν αὐτοῦ, ὁ μέλλων αὐτὸν παραδιδόναι Διατί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; εἶπε δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ᾽ ὅτι κλέπτης ἦν καὶ γλωσσόκομον εἶχε, καὶ τὰ βαλλόμενα ἐβάσταζεν. εἶπεν οὖν ὁ Ἰησοῦς Ἄφες αὐτὴν, εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό. τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.> Ἐπιτιμᾷ ὁ προδότης τῇ γυναικὶ ἐπιδειξαμένῃ τὴν εἰς Χριστὸν εὐσέβειαν, καὶ τῆς ἀξιαγάστου πράξεως ἐπιλαμβάνεται, καὶ προσποιεῖται διὰ τῆς εἰς τοὺς πτωχοὺς ἀγάπης μέμφεσθαι, διότι μύρον προσέφερε, καὶ οὐκ ἀργύριον. ἀγνοῶν δὲ καὶ τὸ ὄντως καλὸν, λέγει τοῦτο ὁ Ἰούδας. δεῖ γὰρ τὴν εἰς Θεὸν δωροφορίαν προτιμοτέραν εἶναι τῶν πτωχῶν.

Ὁ μέντοι Εὐαγγελιστὴς ἐξηγεῖται τὴν αἰτίαν, δι᾽ ἣν ταῦτα εἶπεν ὁ Ἰούδας· ὅτι οὐχ ὡς τῶν πενήτων κηδόμενος, ἀλλ᾽ ὅτι κλέπτης ἦν καὶ ἱερόσυλος, τὰ τῷ Θεῷ ἀνατιθέμενα χρήματα κλέπτων. καὶ ὁ Κύριος δὲ πάσης αἰτίας ἐλευθέραν ἀποφαίνει τὴν γυναῖκα, δι᾽ ὧν ἐγκεκαλυμμένως ἐλέγχει τὸν προδότην, οὐκ εὐλόγως αἰτιώμενον τὰ ἐπαίνου ἄξια, λέγων Ἄφες αὐτήν. ἀπολογεῖται δὲ ὑπὲρ τῆς τοῦ μύρου χρίσεως, οὐ διὰ τρυφὴν γεγονυίας, ἀλλὰ διά τι μυστήριον, ὅπερ εἰς τὸν αὐτοῦ γέγονεν ἐνταφιασμὸν, εἰ καὶ ἠγνόει ἡ ποιήσασα τοῦ μυστηρίου τὴν οἰκονομίαν. πολλὰ γάρ τινες καὶ εἶπον καὶ ἐποίησαν εἰς μυστικὸν ὁρῶντα τύπον ἀγνοοῦντες. ὅμως ὁ Κύριος ἐλέγχει πάλιν τὸν Ἰούδαν, ὅτι οὐ δι᾽ εὐλάβειαν ταῦτα ἔλεγεν, ἀλλ᾽ ὅτι αἰσχροκερδὴς ἦν, καὶ δι᾽ ὀλίγον κέρδος προδοῦναι ἔμελλε τὸν διδάσκαλον. ὁ γὰρ ἐνταφιασμὸς καὶ ἡ τοῦ θανάτου μνήμη τοῦτο δηλοῦν φαίνεται. ἐπάγει δὲ καὶ λογισμὸν ὁ Σωτὴρ, ἀναπείθων ἡμᾶς ὅτι τῆς εἰς αὐτὸν εὐσεβείας οὐδέν ἐστι βέλτιον. ἀξιολογωτάτη μὲν γὰρ, φησὶν, ἡ φιλοπτωχία, πλὴν ὀπίσω τετάχθω τῆς εἰς Θεὸν αἰδοῦς. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν Ὁ χρόνος, φησὶν, ὁ τῆς εἰς ἐμὲ τεταγμένος ἕνεκα τιμῆς, ἤγουν ὁ τῆς ἐπὶ γῆς διατριβῆς, οὐκ ἀπαιτεῖ ἐμοῦ προτιμᾶσθαι τοὺς πένητας. τοῦτο δὲ εἶπεν οἰκονομικῶς. οὐκ ἀφίστησι μέντοι παντελῶς τῆς εἰς τοὺς πτωχοὺς ἀγάπης τὸν συμπαθῆ.

ὅτε οὖν χρεία λατρείας ἢ ὑμνῳδίας, δεῖ προτιμᾶν ταύτας τῆς εἰς τοὺς πτωχοὺς ἀγάπης· δυνατὸν γὰρ εὖ ποιεῖν μετὰ τὰς πνευματικὰς λειτουργίας. φησὶν οὖν ὅτι οὐκ ἀδιαστάτως ἀεὶ ταῖς εἰς ἐμὲ τιμαῖς δεῖ σχολάζειν, οὔτε εἰς τὴν ἱερατικὴν λειτουργίαν πάντα ἀναλίσκειν, ἀλλὰ τὰ πολλὰ δαπανᾶν εἰς τοὺς πένητας. ἢ οὕτως· ὥσπερ μετὰ τὸ ἀναβῆναι πρὸς τὸν Πατέρα, ἐπιτρέπει τοῖς μαθηταῖς νηστεύειν· οὕτω καὶ τῆς εἰς τοὺς πτωχοὺς ἐπιμελείας τότε αὐτοὺς ἀδεέστερον ἀντιλαβέσθαι φησὶν, ἀθορύβως τε μᾶλλον καὶ σχολαιότερον κατορθώσειν τὴν φιλοπτωχίαν· ὅπερ καὶ γέγονε. μετὰ γὰρ τὴν ἀνάληψιν τοῦ Σωτῆρος, ὅτε οὐκέτι ἠκολούθουν τῷ διδασκάλῳ, ἀλλ᾽ ἐσχόλασαν, τότε ἐντόνως ἅπαντα τὰ καρποφορούμενα εἰς τοὺς πένητας ἀνήλισκον. <Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστι, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ᾽ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν.> Διὰ τὸ ξένον τοῦ σημείου καταπλήττεται ὁ ὄχλος, καὶ ὅπερ ἤκουσαν γεγονὸς, ἤθελον καὶ ὄψει θεωρῆσαι πρὸς βεβαιοτέραν πίστιν. οὐ μόνον δὲ τὸν Λάζαρον ἤθελον ἰδεῖν, ἀλλὰ καὶ τὸν Χριστὸν τὸν τοῦ σημείου ποιητὴν, οὐ τότε πρῶτον αὐτὸν ἑωρακότες· ἦσαν γὰρ πολλάκις αὐτὸν ἰδόντες καὶ ὁμιλήσαντες αὐτῷ· ἀλλ᾽ ἐπείπερ ἦν ὑποχωρήσας, διὰ τὸ μὴ παθεῖν παρὰ καιρὸν, ἐζήτουν πάλιν ἰδεῖν αὐτόν· οἱ δὲ ἐπιεικέστεροι καὶ ἐθαύμαζον αὐτὸν, ὡς οὐδὲν αὐτοῦ κατεγνωκότες.

οἰκονομικῶς οὖν ὁ Κύριος οὐκ εὐθὺς εἰσῆλθεν εἰς Ἱερουσαλὴμ, ἀλλ᾽ ἔμεινεν ἔξω, ἵνα τοὺς πολλοὺς διὰ τῆς φήμης ἐπισπάσηται εἰς ἐπιθυμίαν τοῦ θέλειν αὐτὸν ἰδεῖν. <Ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι᾽ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.> Ὅρα δὲ ὅτι παραφρονεῖν δοκοῦσιν οἱ ἡγούμενοι, τῇδε κἀκεῖσε κλονούμενοι ὑπὸ τοῦ φθόνου, καὶ οὐδὲν ἀκόλουθον λαλοῦντες, φόνον ἐπὶ φόνῳ μελετῶσιν, οἰόμενοι τοῦ παραδόξου δράματος τὴν δύναμιν συναναιρεῖσθαι τῷ τελευτῶντι, ἵνα τοὺς λαοὺς ἀνακόψωσι τρέχοντας ἐπὶ τὸ πιστεύειν Χριστῷ. <Τῇ ἐπαύριον ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτὴν, ἀκούσαντες ὅτι ἔρχεται ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς συνάντησιν αὐτοῦ, καὶ ἔκραζον λέγοντες Ὡσαννὰ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου βασιλεὺς τοῦ Ἰσραήλ.> Εὐπειθέστεροι ὄντες οἱ ὄχλοι καὶ τῇ τοῦ σημείου ποιήσει ὑπαχθέντες ὑπήντησαν τῷ Χριστῷ, ὑμνοῦντες αὐτὸν ὡς νενικηκότα τὸν θάνατον, μετὰ βαΐων. εὐφημοῦσι δὲ οὐχ ἁπλῶς, ἀλλ᾽ ἐκ τῆς θεοπνεύστου γραφῆς, τὸ ἐπ᾽ αὐτῷ καλῶς εἰρημένον λέγοντες, ὁμολογοῦντες ὅτι καὶ βασιλεὺς ἦν τοῦ Ἰσραὴλ, ὃν καὶ ἔλεγον ἑαυτὸν βασιλέα ἴδιον, τὴν τοῦ Χριστοῦ κυριότητα παραδεχόμενοι.

εὐλογημένος δὲ λέγοντες ὁ Υἱός· οὐχ ὡς εὐλογίας τῆς παρὰ Πατρὸς τυχὼν, ὁ πάντα εὐλογῶν καὶ οὐκ ἐῶν διαφθείρεσθαι, καὶ τῆς ἀῤῥήτου οὐσίας ὢν τοῦ Πατρός· ἀλλ᾽ ὅτι εὐλογία ἡ Θεῷ πρέπουσα καὶ τῷ κατὰ φύσιν Κυρίῳ προσάγεται παρ᾽ ἡμῶν, ἐπείπερ ἐλήλυθεν ἐν ὀνόματι Κυρίου. πάντες γὰρ οἱ ἅγιοι οὐκ ἐν ἐξουσίᾳ κυριότητος ἦλθον, ἀλλ᾽ ὡς οἰκέται γνήσιοι· οὗτος δὲ ὡς Κύριος. διὸ καὶ ἁρμοδίως ἐπ᾽ αὐτῷ ἡ προφητικὴ λέλεκται φωνή. εἰ γὰρ καὶ κύριοι καλοῦνταί τινες, οὐ φύσει, ἀλλὰ χάριτι ἔχουσι τὸ ἀξίωμα. καὶ γὰρ καὶ τῇ ἀποχῇ τοῦ ψεύδους, καλοῦνται οἱ ἄνθρωποι ἀληθεῖς. ὅπερ οὐκ ἔστιν εἰπεῖν ἐπὶ Χριστοῦ· οὐ γὰρ διὰ τοῦτο καλεῖται ἀλήθεια, ἐπειδὴ οὐ ψεύδεται, ἀλλ᾽ ὅτι ἀμείνω ἔχει παντελῶς τοῦ ψεύδους τὴν φύσιν. <Εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ᾽ αὐτὸ, καθώς ἐστι γεγραμμένον Μὴ φοβοῦ θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι καθήμενος ἐπὶ πῶλον ὄνου.> Πολλοῦ γὰρ πλήθους αὐτὸν δορυφοροῦντος καὶ εὐφημοῦντος, ὑπὸ μετριοπαθείας ἄκρας ἐπὶ ὄνου ἐκαθέσθη, διδάσκων ἡμᾶς, μὴ ὑψοῦσθαι ἐν τοῖς ἐπαίνοις· οὐδὲν τῶν τῆς χρείας παρεκβαίνων. ὁ μὲν οὖν Ματθαῖος, πλατύτερον εἶπε τὰ περὶ τῆς ὄνου· ὁ δὲ Ἰωάννης ἐπ᾽ αὐτὸ τοῦ πράγματος ἦλθε τὸ καιριώτατον, ὅπερ ἔθος αὐτῷ ποιεῖν.

ἐπειδὴ δὲ παρὰ τὸ σύνηθες ἑαυτῷ ἄρτι μόνον φαίνεται ὁ Κύριος ἐπὶ ὄνου καθήμενος, οὐ διὰ τοῦτό φαμεν αὐτὸν καθίσαι, ὅτι μακρὰν ἦν τῆς πόλεως· οὐ γὰρ ἀπεῖχε πλείω δεκαπέντε σταδίων· οὐδὲ ὅτι ὄχλος ἦν· καὶ ἄλλοτε γὰρ συνευρεθεὶς ὄχλῳ οὐκ ἐποίησε τοῦτο· ποιεῖ δὲ τοῦτο, δεικνὺς ὅτι νέον ἑαυτῷ λαὸν τὸν ἐξ ἐθνῶν τὸν ἀκάθαρτον μέλλει ὑποτάσσειν καὶ ἀνάγειν εἰς τὸ τῆς δικαιοσύνης ἀξίωμα, εἴς τε τὴν ἄνω Ἱερουσαλὴμ, ἧς τύπος ἡ ἐπίγειος· εἰς ἣν εἰσέρχεται ὁ λαὸς καθαρὸς γενόμενος σὺν Χριστῷ ὑμνουμένῳ ὑπὸ τῶν ἀκάκων ἀγγέλων, ὧν τύπος τὰ νήπια. πῶλον δὲ λέγει τὸν ὄνον, ἐπειδὴ ὁ ἐξ ἐθνῶν λαὸς ἀγύμναστος ἦν τῆς εἰς εὐσέβειαν ἀγούσης πίστεως. <Ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρῶτον, ἀλλ᾽ ὅτε ἐδοξάσθη ὁ Ἰησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ᾽ αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ.> Ἠγνόουν μὲν οὖν τὸ κατ᾽ ἀρχὰς, τὰ ἐπ᾽ αὐτῷ γεγραμμένα· μετὰ δὲ τὴν ἀνάστασιν, οὐκ ἔμειναν ἔχοντες τὴν Ἰουδαϊκὴν πήρωσιν, ἀλλὰ ἀπεκαλύφθη αὐτοῖς διὰ τοῦ Πνεύματος ἡ γνῶσις τῶν θείων λόγων. τότε δὲ ἐδοξάσθη ὁ Χριστὸς, ὅτε σταυρωθεὶς ἀνεβίω.

οὐκ ἐρυθριᾷ δὲ ὁ Εὐαγγελιστὴς καταλέγων τὴν τῶν μαθητῶν ἄγνοιαν, καὶ πάλιν γνῶσιν, ἐπείπερ ἦν αὐτῷ σκοπὸς, ἀλογῆσαι μὲν τῆς εἰς ἀνθρώπους αἰδοῦς, συνηγορῆσαι δὲ τῇ τοῦ Πνεύματος δόξῃ, καὶ δεῖξαι τίνες μὲν ἦσαν οἱ μαθηταὶ πρὸ τῆς ἀναστάσεως, τίνες δὲ γεγόνασι μετὰ τὴν ἀνάστασιν. εἰ οὖν οὗτοι ἠγνόουν, πολλῷ μᾶλλον οἱ ἄλλοι Ἰουδαῖοι. μετὰ δὲ τὸ σταυρωθῆναι, ἐσχίσθη τὸ καταπέτασμα, ἵνα γνῶμεν ὅτι οὐδὲν ἔτι τῶν ἀποκρύφων διαλανθάνει τοὺς πιστοὺς καὶ φιλοθέους. ἐφωτίσθησαν οὖν τὴν γνῶσιν ἀπὸ τοῦ καιροῦ τῆς ἀναστάσεως, ὅτε ἐνεφύσησεν ὁ Χριστὸς εἰς τὸ πρόσωπον αὐτῶν, καὶ γεγόνασιν ἐξ ἑτέρων ἄλλοι. ἐπὶ πλεῖον δὲ ἐφωτίσθησαν ἐν τῇ ἡμέρᾳ τῆς πεντηκοστῆς, ὅτε εἰς τὴν τοῦ ἐπιφοιτήσαντος αὐτοῖς Ἁγίου Πνεύματος μετεπλάττοντο δύναμιν. <Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ᾽ αὐτοῦ, ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.> Ἀκούσας τὸ συμβὰν τῶν ἀγελαίων ὁ σύλλογος, εὐηκόως ἐπείσθη τοῖς μαρτυροῦσιν ὅτι ἀνέστησε τὸν Λάζαρον ὁ Χριστὸς, καὶ κατέλυσε τὸ τοῦ θανάτου κράτος, καθὼς οἱ προφῆται εἶπον· διὰ τοῦτο καὶ ὑπήντησαν αὐτῷ. <Οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν;

ἴδε, ὁ κόσμος ὅλος ὀπίσω αὐτοῦ ἀπῆλθεν.> Τοῦτο ὡς ἑαυτοὺς καταμεμφόμενοί φασιν, ἐπείπερ ἔκπαλαι οὐκ ἀνεῖλον σὺν τῷ Λαζάρῳ τὸν Ἰησοῦν, προτρεπόμενοι ἑαυτοὺς εἰς τὸ φονᾶν· ἀγανακτοῦντες περὶ τοῦ πιστοῦ ὄχλου, ὡς ἰδίων κτημάτων ἀποστερούμενοι, τῶν ὄντων τοῦ Θεοῦ. <Ἦσαν δὲ Ἕλληνές τινες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ.> Ἀπορήσειε δ᾽ ἄν τις ἐν τούτοις καὶ διασκέψαιτο, κατὰ τίνα λόγον ἀναβαίνουσι τῶν Ἑλλήνων τινὲς προσκυνήσοντες εἰς Ἱεροσόλυμα, καὶ τοῦτο τῆς κατὰ νόμον ἑορτῆς ἐπιτελουμένης. οὐ γὰρ δήπου τις ἐρεῖ πρὸς τὴν τῶν ἐκεῖσε θέαν ἀναβῆναι μόνον αὐτούς· συμμεθέξοντες γὰρ τοῖς Ἰουδαίοις τῆς αὐτοῖς καὶ μόνοις πρεπούσης συναναθέουσιν ἑορτῆς. τί τὸ κοινὸν εἰς λατρείας λόγον Ἕλλησί τε καὶ Ἰουδαίοις; καίτοι πολὺ διεστῶσαν εὑρήσομεν τὴν ἐν ἀμφοῖν ἕξιν τε καὶ προαίρεσιν· οἱ μὲν γὰρ τὴν ἀλήθειαν, οἱ δὲ τὸ ψεῦδος τετιμήκασι. τί οὖν ἐροῦμεν ἐν τούτοις; παρακειμένης τῆς Ἰουδαίων χώρας τῇ τῶν Γαλιλαίων, πόλεις τε καὶ κώμας ἀλλήλαις ὁμόρους ἔχοντες Ἕλληνές τε κἀκεῖνοι, συχνὰς μὲν ἐποιοῦντο τὰς ἐπιμιξίας, ἐφοίτων δὲ παρ᾽ ἀλλήλοις ἑκάτεροι, ποικίλης εἰς τοῦτο καλούσης ἀφορμῆς.

ἐπειδὴ δέ πως θερμοτέρα πολὺ πρὸς μετάστασιν τὴν ἐπὶ τὸ ἄμεινον ἡ τῶν εἰδωλολατρούντων ἐστὶ διάνοια, ἅτε δὴ καὶ μάλα ῥᾳδίως ἐξελεγχομένης αὐτῶν τῆς ψευδολατρείας ὡς ἀχρήστου παντελῶς, μετεπείθοντό τινες εὐκόλως· οὔπω μὲν ὁλοτελῶς εἰς τὸ μόνῳ λατρεύειν τῷ κατὰ ἀλήθειαν ὄντι Θεῷ, μεριζόμενοι δέ πως τοῖς εἰς ἀπόστασιν λογισμοῖς, καὶ ταῖς τῶν ἰδίων διδασκάλων ἑπόμενοι γνώμαις, Πλάτωνός φημι καὶ τῶν κατ᾽ ἐκεῖνον εἶναι λεγομένων σοφῶν. οἱ μὲν γὰρ ἕνα φασὶν εἶναι τὸν πάντων Δημιουργὸν, ἐγκοσμίους δὲ τοὺς λοιποὺς, καὶ ὥσπερ τινὰς ἡγεμόνας κεχειροτονῆσθαι παρ᾽ ἐκείνου πρὸς διοίκησιν τῶν ἀνθρωπίνων πραγμάτων. ἔθος οὖν τισι Παλαιστινοῖς, [Ἕλλησι] μάλιστα, παρεζευγμένην καὶ γείτονα τὴν τῶν Ἰουδαίων ἔχουσι χώραν, ἀπομάττεσθαί πως ἔθη παρ᾽ αὐτοῖς καὶ τὸ τῆς μοναρχίας ὄνομα τιμᾶν, δόξαν οὕτω κἀκείνοις, ὧν ἀρτίως ἐμνημονεύσαμεν, εἰ καὶ μὴ οὕτω φασὶ καθάπερ ἡμεῖς. οἱ δὲ, μήτε πλήρη τὴν εἰς Ἰουδαίους ἔχοντες ῥοπὴν, μήτε μὴν τῶν Ἕλλησι φίλων ἀφεστηκότες ἐθῶν, μέσην δέ τινα καὶ πρὸς ἄμφω βλέπουσαν ἐπιτηδεύοντες δόξαν, θεοσεβεῖς ὀνομάζονται.

οἱ τοιοῦτοι τοιγαροῦν, οὐ σφόδρα τῶν Ἰουδαϊκῶν ἐθῶν τὰ ἴδια διῳκισμένα βλέποντες, ὅσον ἧκεν εἰς θυσιῶν τρόπους καὶ μοναρχίας διάληψιν· οὐ γὰρ ᾔδεισαν πρότερον τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος τοὺς λόγους οἱ ἐξ Ἰσραὴλ, ἀλλ᾽ οὐδὲ τῆς πνευματικῆς λατρείας τὴν δύναμιν· συνανέβαινον προσκυνήσοντες, ἐν πανδήμοις μάλιστα συνδρομαῖς, οὐχ ὡς τὴν ἰδίαν λυποῦντες θρησκείαν, ἀλλ᾽ ὡς ἕνα τὸν ἐπὶ πάντων τιμῶντες Θεόν. <Οὗτοι οὖν προσῆλθον φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας καὶ ἠρώτησαν αὐτὸν λέγοντες Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. ἔρχεται Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ· ἔρχεται Ἀνδρέας καὶ Φίλιππος, καὶ λέγουσι τῷ Ἰησοῦ.> Καὶ μὴ εἰδότες οἱ Φαρισαῖοι τὸ ἀληθὲς ἐλάλουν λέγοντες “Ἴδε ὁ κόσμος ὅλος ὀπίσω αὐτοῦ ἀπῆλθεν.” οὐ μόνον γὰρ Ἰουδαῖοι, ἀλλὰ καὶ οἱ ἐξ ἐθνῶν ἔμελλον πιστεύειν. διὸ καὶ ὡς ἐν ἀπαρχῇ τότε γέγονεν ἡ τῶν Ἑλλήνων προσθήκη, καὶ ὡς Γαλιλαῖοι οἱ Ἕλληνες προσῆλθον τῷ φιλίππῳ, ὡς καὶ αὐτῷ Γαλιλαίῳ ὄντι, ἵνα δείξῃ αὐτοῖς τὸν Ἰησοῦν, ὃν ἤθελον ἰδεῖν, πολλὴν ἀκούοντες εἰς αὐτὸν γινομένην τὴν εὐφημίαν, ὥστε προσκυνῆσαι καὶ ὧν ἤθελον τυχεῖν.

μνησθεὶς δὲ ὁ Φίλιππος ὅτι εἶπε πρὸς αὐτοὺς ὁ Κύριος “Εἰς ὁδὸν ἐθνῶν ”μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε,” δειλιᾷ μήπως προσκροῦσαι δόξῃ τοὺς μὴ πεπιστευκότας προσάγων τῷ Χριστῷ, ἀγνοῶν ὅτι οἰκονομικῶς ὁ Κύριος ἐκώλυσε τοὺς μαθητὰς εἰσελθεῖν πρὸς τὰ ἔθνη, ἕως οὗ πρῶτοι οἱ Ἰουδαῖοι τὴν δοθεῖσαν αὐτοῖς ἀποσείσονται χάριν. ὡς θερμοτέρῳ δὲ καὶ ἐπιτηδειοτέρῳ πρὸς τὰ τοιαῦτα λέγει τῷ Ἀνδρέᾳ· δόξαν δὲ οὕτω καλῶς, ἀμφότεροι ἀπαγγέλλουσι τῷ Κυρίῳ. συνετῶς δὲ πράξας ὁ Φίλιππος, διδάσκει ἡμᾶς ὅτι οὐ καλὸν τοῖς ὑπὲρ ἡμᾶς λαλεῖν τι ὡς ἔτυχε, κἂν δοκῇ τι τῶν ἀγαθῶν εἶναι, ἀλλὰ μᾶλλον μετὰ φρονίμων συσκέπτεσθαι τὸ τί δεῖ ποιεῖν. <Ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς λέγων Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.> Ἐπειδὴ οὖν οἱ ἐξ ἐθνῶν ἐπείγονται πρὸς τὸ θέλειν αὐτὸν ἰδεῖν ἢ ἐπιστρέψαι, διὰ τοῦτό φησιν Ἐλήλυθεν ἡ ὥρα. ὁ γὰρ καιρὸς ἐγγὺς ἦν τοῦ πάθους, μεθ᾽ ὃν εὐθὺς ἡ τῶν ἐθνῶν κλῆσις. ὥραν δὲ ἐν τούτοις τὸν παρόντα καιρὸν ὀνομάζει, οὐκ ἄλλο τι πρὸς ἀνάγκην ἄγον αὐτὸν τοῦ παθεῖν, ἀλλ᾽ ὁρισμοῖς τοῖς παρ᾽ αὐτοῦ τοῦτον ἀναδεικνύμενον.

πάντα γὰρ ποιήσας ὅσα εἰς πίστιν ἐνῆγε τοὺς ἀνθρώπους, καὶ τὸν τῆς βασιλείας τῶν οὐρανῶν κηρύξας λόγον, ἐπ᾽ αὐτὸ λοιπὸν τῆς ἐλπίδος τὸ κεφάλαιον βαδίζειν θέλει, τὸ νεκρῶσαι τὸν θάνατον· ὅπερ οὐκ ἄλλως ἐγένετο ἂν, εἰ μὴ ἡ ζωὴ τὸν ὑπὲρ ἁπάντων ὑπέμεινε θάνατον, ἵνα οἱ πάντες ζήσωμεν ἐν αὐτῷ. διὰ γὰρ τοῦτο καὶ δόξαν ἰδίαν ὀνομάζει τὸν θάνατον, καὶ τὸ παθεῖν ἅπαντα τὰ δεινὰ ὑπὲρ τῶν αὐτὸν ἀτιμαζόντων ἁμαρτωλῶν. ὅμως εἰ καὶ ἀεὶ ἦν δεδοξασμένος παρὰ τῶν ἐν οὐρανοῖς ἀγγέλων, ἀλλ᾽ ὁ σταυρὸς γέγονεν αὐτῷ ἀρχὴ τοῦ δοξασθῆναι ἐπὶ γῆς παρὰ τῶν ἐθνῶν ὡς Θεῷ. ἐπείπερ ἐάσας τοὺς ἐνυβρίσαντας αὐτῷ Ἰουδαίους, μετέβη εἰς τὰ ἔθνη, καὶ δοξολογεῖται ὡς Θεὸς παρ᾽ αὐτῶν ἐλπιζόμενος ἥξειν ἐν τῇ δόξῃ τοῦ Πατρός. οὐ γυμνὸν δὲ λέγει τὸν Λόγον δοξασθήσεσθαι, ἀλλ᾽ ἕνα δεικνύων Υἱὸν τὸν ἐξ ἀνθρωπότητός τε καὶ θεότητος ἀῤῥήτως νοούμενον, υἱὸν ἀνθρώπου φησίν· εἷς γὰρ Υἱὸς καὶ Χριστὸς, τομὴν οὐκ ἔχων μετὰ τὴν ἐνανθρώπησιν· ἀλλὰ Θεὸς ὑπάρχων καὶ νοούμενος καὶ μετὰ σαρκός. <Ἀμὴν ἀμὴν λέγω ὑμῖν Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.> Οὐ μόνον ὅτι πάσχει προλέγει, οὐδὲ ὅτι πάρεστιν ὁ καιρὸς, ἀλλὰ καὶ τὴν αἰτίαν καταλέγει, δι᾽ ἣν ἥδιστον ἐποιήσατο τὸ παθεῖν· καὶ ὅτι πολὺ τὸ τοῦ πάθους κέρδος· ἢ γὰρ ἂν οὐκ ἂν εἵλετο παθεῖν, οὐ γὰρ ἄκων ἔπαθε.

καὶ γὰρ διὰ τὴν εἰς ἡμᾶς φειδὼ, τοσαύτην ἡμερότητα ὑπεδείξατο, ὡς καὶ πάντα τὰ ὠμὰ δι᾽ ἡμᾶς ἑλέσθαι παθεῖν. ὥσπερ δὲ ὁ σπαρεὶς κόκκος τοῦ σίτου, στάχυας πολλοὺς ἀναβλαστάνει, οὐχ ἑαυτὸν δι᾽ ἐκείνους ζημιούμενος, ἀλλὰ δυνάμει ὅλοις τοῖς κόκκοις τοῦ στάχυος ἐνυπάρχων· ἐξ αὐτοῦ γὰρ οἱ πάντες ἀνεβλάστησαν· οὕτω καὶ ὁ Κύριος ἀπέθανε, καὶ ἀνοίξας τοὺς τῆς γῆς μυχοὺς, ἀνήγαγε σὺν ἑαυτῷ τὰς τῶν ἀνθρώπων ψυχὰς, αὐτὸς ὢν ἐν πᾶσι κατὰ τὸν τῆς πίστεως λόγον μετὰ καὶ τοῦ ὑπάρχειν ἰδιοσυστάτως. οὐ μόνον δὲ τοῖς ἀποθανοῦσι τοῦτο δέδωκε τὸ κέρδος τὸ δι᾽ αὐτοῦ καρποφορεῖν, ἀλλὰ καὶ τοῖς ζῶσιν· εἰ καὶ πρὸς τὴν παραβολὴν ὁ λόγος ἐσχηματίσθη πιθανῶς. καρπὸς γὰρ τῶν Χριστοῦ παθημάτων, ἡ πάντων ζωὴ, νεκρῶν τε καὶ ζώντων. σπέρμα γὰρ γέγονε ζωῆς, ὁ Χριστοῦ θάνατος.

Ἆρά γε ἡ θεία τοῦ Λόγου φύσις, θανάτου γέγονε δεκτική; καὶ πῶς τοῦτο εἰπεῖν οὐκ ἀνόσιον παντελῶς; ζωὴ γάρ ἐστι κατὰ φύσιν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος· ἐγείρει μᾶλλον, οὐ πίπτει. καταργεῖ τὸν θάνατον, οὐ κρατεῖται φθορᾷ· ζωοποιεῖ μᾶλλον τὸ ζωῆς ἐπιδεὲς, οὐκ αὐτὸς ζητεῖ παρ᾽ ἑτέρου τὴν ζωήν. ὥσπερ γὰρ τὸ φῶς οὐκ ἂν γένοιτο σκότος, οὕτως ἀμήχανον τὴν ζωὴν μὴ εἶναι ζωήν. πῶς οὖν ὁ αὐτὸς καὶ ὡς κόκκος σίτου λέγεται πεσεῖν εἰς γῆν, καὶ ἀναβῆναι ὡς “Θεὸς ἐν ἀλαλαγμῷ;” ἢ δηλονότι, τὸ μὲν θανάτου γεύσασθαι πρέποι ἂν αὐτῷ καθὸ γέγονεν ἄνθρωπος· τὸ γεμὴν ἀναβῆναι θεϊκῶς, ἴδιον αὐτοῦ φυσικῶς. <Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτὴν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν.> Οὐ μόνον ὑμᾶς ἐπὶ τῷ ἐμῷ σκανδαλίζεσθαι οὐ χρὴ πάθει, οὐδὲ ἀπιστεῖν οἷς εἶπον, ἀλλὰ καὶ πρὸς τοῦτο παρεσκευάσθαι προσήκει· ὁ γὰρ δοκῶν ἐνταῦθα ἐπιμελεῖσθαι τῆς ἰδίας ψυχῆς καὶ οὐ θέλων αὐτὴν εἰς κινδύνους ἐκδιδόναι δι᾽ ἐμὲ, ἀπόλλυσιν αὐτὴν ἐν τῷ μέλλοντι καιρῷ. ὁ δὲ εἰς κινδύνους αὐτὴν διδοὺς ἐν τῷ νῦν αἰῶνι, μεγάλους αὐτῇ φυλάσσει τοὺς καρπούς. καὶ ὁ τῆς ἐν τῷ κόσμῳ τούτῳ καταφρονήσας ζωῆς, τὴν ἄφθαρτον κτήσεται ἐν τῷ μέλλοντι.

ταῦτα δὲ ἔφη ὁ Κύριος, οὐχ ὡς τῆς ψυχῆς ἐνταῦθά τι πασχούσης, ἀλλὰ τῆς ψυχῆς φιλίαν καλεῖ, τὸ δοκεῖν αὐτὴν κατέχειν, οὐ προδιδόντας εἰς κινδύνους τὸ σῶμα. <Ἐὰν ἐμοί τις διακονῇ, ἐμοὶ ἀκολουθείτω.> Ὃ λέγει τοιοῦτόν ἐστιν Εἰ ἐγὼ, φησὶ, διὰ τὸ ὑμῶν χρήσιμον ἐκδίδωμι ἐμαυτὸν εἰς θάνατον, πῶς οὐκ ἄνανδρον τὸ μὴ, τῶν οἰκείων ἕνεκεν χρησίμων, τῆς προσκαίρου καταφρονῆσαι ὑμᾶς ζωῆς, καὶ τῷ τῆς σαρκὸς θανάτῳ τὴν ἀμάραντον κτήσασθαι ζωήν; δοκοῦσι γὰρ μισεῖν τὴν ἑαυτῶν ψυχὴν, ὅσον ἧκεν εἰς τὸ παθεῖν, οἱ ἐκδιδόντες αὐτὴν εἰς θάνατον, τοῖς αἰωνίοις φυλάττοντες ἀγαθοῖς· καὶ οἱ ἐν ἀσκήσει δὲ ζῶντες, μισοῦσι τὰς ἑαυτῶν ψυχὰς, οὐχ ἡττώμενοι ταῖς τῆς φιλοσαρκίας ἡδοναῖς. ὃ οὖν ἐποίησεν ὁ Χριστὸς διὰ τὴν ἁπάντων σωτηρίαν παθὼν, εἰς τύπον ἐποίησεν ἀνδρείας, διδάσκων τοὺς τῶν ἐλπιζομένων ἀγαθῶν ἐπιθυμοῦντας, ἐπείγεσθαι κατορθοῦν τὴν ἀρετήν. δεῖ γὰρ, φησὶ, τοὺς θέλοντάς μοι ἀκολουθεῖν, τὴν ἴσην ἐμοὶ ἀνδρείαν καὶ εὐτολμίαν ἐνδείκνυσθαι· οὕτω γὰρ λήψονται τὰ τῆς νίκης βραβεῖα. <Καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται.> Καὶ ἐπειδὴ ὁ τῆς σωτηρίας ἀρχηγὸς, οὐ διὰ δόξης καὶ τρυφῆς ὥδευσεν, ἀλλὰ διὰ ἀτιμίας καὶ πόνων· οὕτω δεῖ καὶ ἡμᾶς ἀλύπως ποιεῖν, ἵνα εἰς τὸν αὐτὸν τόπον καταντήσωμεν, καὶ τῆς θείας μετάσχωμεν δόξης. ποίας δὲ ἄξιοί ἐσμεν τιμῆς, οἱ μὴ ἀξιοῦντες τὰ ἴσα τῷ Δεσπότῃ παθεῖν;

τάχα δὲ εἰπών Ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔστω, οὐ τόπον λέγει, ἀλλὰ τρόπον ἀρετῆς. ἐν οἷς γὰρ ὤφθη Χριστὸς διαπρέπων, ἐν τοῖς αὐτοῖς ὀφείλουσιν εἶναι καὶ οἱ αὐτῷ ἀκολουθοῦντες, οὐκ ἐν τοῖς θεοπρεπέσιν ἀξιώμασι καὶ τοῖς ὑπὲρ ἄνθρωπον· οὐ γὰρ δυνατὸν ἀνθρώπῳ τὸν ἀληθῆ καὶ φύσει Θεὸν μιμήσασθαι· ἀλλ᾽ ἐφ᾽ οἷς ἂν ἐνδέχηται τὴν ἀνθρώπου διαπρέπειν δύνασθαι φύσιν, οὐκ ἐν τῷ χαλινοῦν θάλασσαν καὶ τὰ ὅμοια ποιεῖν, ἀλλ᾽ ἐν τῷ εἶναι ταπεινοὺς καὶ πράους καὶ φέροντας ὕβρεις. <Ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ Πατήρ.> Ἐν τούτῳ γοῦν φησι τὴν ἀντιμισθίαν εἶναι ἐν τῷ τιμᾶσθαι ἐκ τοῦ Πατρός· μέτοχοι γὰρ τῆς τοῦ Χριστοῦ βασιλείας καὶ εὐκλείας οἱ Χριστοῦ μαθηταὶ, κατὰ τὸ πρέπον ἀνθρώποις μέτρον· ἀπὸ δὲ τοῦ Πατρὸς λέγει δίδοσθαι τὰς τιμὰς, καίτοι αὐτὸς ὢν ὁ δοτὴρ τῶν ἀγαθῶν, ἀνατιθεὶς δὲ τῇ θείᾳ φύσει τὸ ἑκάστῳ διδόναι κατὰ τὸ ἔργον αὐτοῦ, καὶ δεικνὺς ὅτι θέλει ὁ Πατὴρ δουλεύειν ἡμᾶς τοῖς τοῦ Υἱοῦ διατάγμασιν· οὐ γὰρ ἐναντία τῷ Πατρὶ νομοθετεῖ.

Σημειωτέον οὖν ὅτι ὁ ποιῶν τὰ ἀρεστὰ Θεῷ, Χριστῷ διακονεῖ· ὁ δὲ τοῖς ἰδίοις ἀκολουθῶν θελήμασιν, ἑαυτῷ μᾶλλον ἀκολουθεῖ καὶ οὐ Θεῷ. <Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; Πάτερ, σῶσον με ἐκ τῆς ὥρας ταύτης· ἀλλὰ διὰ τοῦτο εἰς τὴν ὥραν ταύτην.

Πατὲρ, δόξασόν σου τὸν Υἱόν.> Νῦν, φησὶν, ἡ ψυχή μου τετάρακται· καὶ τί εἴπω; Πάτερ σωσόν με ἐκ τῆς ὥρας ταύτης, ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. ὅρα δὴ πάλιν ἐν τούτοις τῆς μὲν ἀνθρωπίνης φύσεως τὸ εἰς θορύβους εὔκολον καὶ εὐπαράκομιστον εἰς δειλίαν, τῆς δὲ θείας αὖθις καὶ ἀῤῥήτου δυνάμεως τὸ ἐφ᾽ ἅπασιν ἀῤῥαγές τε καὶ ἄθραυστον καὶ εἰς μόνην βλέπον τὴν αὐτῇ πρέπουσαν ἀνδρείαν. ἡ μὲν γὰρ θανάτου παρεισδύσα μνήμη ταράττειν πειρᾶται τὸν Ἰησοῦν, ἡ δὲ τῆς θεότητος δύναμις κεκινημένον εὐθὺς χειροῦται τὸ πάθος καὶ μεταμορφοῖ παραχρῆμα πρὸς ἀσύγκριτον εὐτολμίαν τὸ δειλίᾳ νενικημένον. οἰησόμεθα γὰρ καὶ ἐν αὐτῷ τῷ Σωτῆρι Χριστῷ κεκινῆσθαι τὰ ἀνθρώπινα διὰ δύο τε καὶ ἀναγκαίους τρόπους. ἔδει γὰρ ἔδει καὶ διὰ τούτων αὐτὸν οὐ δοκήσει καὶ ὑπονοίᾳ, φυσικῶς δὲ μᾶλλον καὶ ἀληθῶς ἄνθρωπον ἐκ γυναικὸς γεγονότα φαίνεσθαι, πάντα φέροντα τὰ ἀνθρώπινα, δίχα μόνης ἁμαρτίας. φόβος δὲ καὶ δειλία, πάθη μὲν ἐν ἡμῖν φυσικὰ, τὸ γεμὴν ἐν ἁμαρτίαις τετάχθαι διαπεφευγότα. καὶ πρὸς τούτοις ἔτι χρησίμως ὑπεκινεῖτο καὶ ἐν Χριστῷ τὰ ἀνθρώπινα, οὐχ ἵνα κινηθέντα κρατύνηται καὶ εἰς τὰ πρόσω χωρῇ, καθάπερ καὶ ἐφ᾽ ἡμῶν, ἀλλ᾽ ἵνα κεκινημένα τῇ δυνάμει τοῦ Λόγου διακόπτηται, πρὸς ἀμείνω τινὰ καὶ θειοτέραν κατάστασιν μεταστοιχειουμένης τῆς φύσεως ἐν πρώτῳ Χριστῷ.

ἦν γὰρ οὕτω καὶ οὐχ ἑτέρως καὶ εἰς ἡμᾶς αὐτοὺς τὸν τῆς ἰάσεως διαβῆναι τρόπον. ἐν γὰρ. ἀπαρχῇ Χριστῷ εἰς καινότητα ζωῆς ἡ ἀνθρώπου φύσις ἀνεκομίζετο· ἐν αὐτῷ δὲ καὶ τὰ ὑπὲρ φύσιν ἐκερδάναμεν. διὰ γὰρ τοῦτο καὶ δεύτερος Ἀδὰμ κατωνόμασται παρὰ ταῖς θείαις γραφαῖς. ὥσπερ δὲ ὡς ἄνθρωπος ἐπείνασε καὶ ἐκοπίασεν, οὕτω καὶ τὸν ἐκ τοῦ πάθους δέχεται θόρυβον, ὡς ἀνθρώπινον. ταράττεται δὲ οὐχ ὥσπερ ἡμεῖς, ἀλλ᾽ ὅσον εἰς αἴσθησιν μόνον ὑπενεχθῆναι τοῦ πράγματος, εἶτα πάλιν εὐθὺς εἰς τὴν ἑαυτῷ πρέπουσαν εὐτολμίαν ἀναπηδᾷ. ἐκ τούτων δῆλον ὅτι καὶ ψυχὴν εἶχε λογικήν. ὥσπερ γὰρ τὸ πεινῆσαι τυχὸν ἤγουν ἑτέρῳ τινὶ τῶν τοιούτων περιπεσεῖν, ἴδιον τῆς σαρκὸς πάθος, οὕτω καὶ τὸ ταράττεσθαι διὰ μνήμης τῆς τῶν δεινῶν, ψυχῆς ἂν εἴη πάθος τῆς λογικῆς, ᾗ καὶ μόνῃ ἡμῖν διὰ τῶν ἐνθυμήσεων ἐπεισκρίνεται μνήμη. οὔπω γὰρ ἐν αὐτῷ τῷ σταυρῷ γεγονὼς ὁ Χριστὸς, πρόωρον ὑπομένει τὸν θόρυβον, προαναθεωρήσας δηλονότι τὸ μέλλον, καὶ τῷ λογισμῷ πρὸς τὴν τῶν ἐσομένων μνήμην ὑπενεχθείς. τὸ γὰρ τῆς δειλίας πάθος, οὔτε τῆς ἀπαθοῦς εἴποιμεν θεότητος, οὔτε μὴν τῆς σαρκός· λογισμῶν γὰρ ἔστι ψυχῆς, καὶ οὐ σαρκὸς τὸ πάθος.

εἰ δὲ καὶ τὸ ἄλογον ἔχον ψυχὴν θορυβεῖται καὶ ταράττεται, ἀλλ᾽ οὐ διὰ μνήμης, οὐδὲ λογισμῷ τὸ ἐσόμενον προανασκοποῦν πάθος ἐπὶ δειλίαν ἔρχεται, ἀλλ᾽ ὅταν αὐτοῖς ἁλῶναι γένηται τοῖς κακοῖς, τότε τοῦ παρόντος κινδύνου συλλέγει μόλις τὴν αἴσθησιν. νῦν δὲ ὁ Κύριος θορυβεῖται, οὐκ ἐξ ὧν βλέπει, ἀλλ᾽ ἐξ ὧν ἐνθυμεῖται, καὶ ἐξ ὧν προσδοκᾷ. ἀλλ᾽ οὐδὲ εἶπεν ὁ Χριστός Ἡ σάρξ μου τετάρακται, ἀλλ᾽ ἡ ψυχή μου, τὴν τῶν αἱρετικῶν ὑπόνοιαν παρωθούμενος. εἰ δὲ καὶ ἐν τῇ παλαιᾷ φήσεις εἰρῆσθαι ὑπὸ Θεοῦ πρὸς Ἰουδαίους “Νηστείαν καὶ ἀργίαν καὶ τὰς ”ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου,” καὶ ὅσα τοιαῦτα· ἐροῦμεν, ὡς τοῖς ἡμετέροις ἔθεσιν ἀποκέχρηται μᾶλλον διὰ τὴν πρὸς ἡμᾶς συγκατάβασιν, ὥσπερ καὶ πρόσωπον καὶ ὀφθαλμοὺς καὶ τὰ λοιπὰ μέλη προσάπτει τῷ ἀσωμάτῳ καταχρηστικῶς. μετὰ δὲ τὴν ἐνανθρώπησιν, εἰ οὕτως εἰρῆσθαι φήσομεν, εἰκὼν ἦν ἄρα, καὶ δόκησις, καὶ σκιὰ, καὶ οὐ κατὰ ἀλήθειαν ἄνθρωπος, κατὰ τὸν ἄθεον Μάνην. ὅλην τοίνυν τὴν ἀνθρώπου φύσιν ἥνωσεν ἑαυτῷ ὁ τοῦ Θεοῦ Λόγος, ἵνα ὅλον σώσῃ τὸν ἄνθρωπον. ὃ γὰρ μὴ προσείληπται, οὐδὲ σέσωσται.

Εἰπὼν μέντοι τό Ἐταράχθη, οὐ σιωπᾷ, ἀλλ᾽ εἰς εὐτολμίαν μεταπλάττει τὸ πάθος, καὶ μονονουχὶ φησίν Οὐδέν ἐστι τὸ ἀποθανεῖν· ἀλλὰ διὰ τοῦτο ἐπέτρεψα τῇ σαρκὶ τὸ δειλιάσαι, ἵνα μεταστοιχειώσω αὐτὴν εἰς εὐτολμίαν. ἦλθον τοῖς ἐπὶ γῆς τὴν ζωὴν κατορθώσων, διὸ καὶ πρὸς τὸ παθεῖν ηὐτρέπισμαι.

Αἰτεῖ δὲ τὸν Πατέρα, καὶ τὸ τῆς εὐχῆς σχῆμα διατυποῖ, οὐχ ὡς ἀδυνατῶν ὁ πάντα ἰσχύων, ἀλλ᾽ ὡς ἄνθρωπος τὰ μείζω ἢ κατὰ ἄνθρωπον ἀπονέμων τῇ θείᾳ φύσει, οὐκ ἔξω ὢν ταύτης, ὅταν καλῇ τὸν Πατέρα τὸν ἴδιον, ἀλλ᾽ εἰδὼς ὅτι διὰ Πατρὸς καὶ Υἱοῦ ἥξει ἡ ἐν παντὶ πράγματι δύναμις καὶ δόξα. εἴτε δέ Δόξασόν σου τὸν Υἱὸν ἔχει ἡ γραφὴ, εἴτε Δόξασόν σου τὸ ὄνομα, ταὐτόν ἐστι τῇ τῶν θεωρημάτων ἀκριβείᾳ. ὅμως ὁ Χριστὸς καταφρονήσας τοῦ θανάτου καὶ τῆς ἐκ τοῦ παθεῖν αἰσχύνης, μόνα δὲ τὰ ἐκ τοῦ παθεῖν σκοπῶν κατορθώματα, καὶ ὅσον οὐδέπω ἐκ μέσου βαδίζοντα διὰ τοῦ θανάτου τῆς ἰδίας σαρκὸς τὸν ἁπάντων θάνατον βλέπων, ἀναιρεθησόμενόν τε παντελῶς τὸ τῆς φθορᾶς κράτος, ἀναμορφουμένην τε ἤδη λοιπὸν πρὸς καινότητα ζωῆς τὴν ἀνθρώπου φύσιν, μονονουχὶ πρὸς τὸν Θεὸν καὶ Πατέρα τοιοῦτόν τι φησίν Ὀκνηρὸν μὲν, ὦ Πάτερ, πρὸς τὸ παθεῖν τὸ σῶμα, δέδιε δὲ καὶ τὸν παρὰ φύσιν θάνατον, ἀλλὰ καὶ οὐκ οἰστόν πως εἶναι δοκεῖ τῷ συνέδρῳ καὶ τῷ κατὰ πάντων ἔχοντι κράτος τοῖς τῶν Ἰουδαίων ἐμπαροινεῖσθαι τολμήμασι· πλὴν ἐπείπερ ἀφῖγμαι πρὸς τοῦτο, δόξασόν σου τὸν Υἱὸν, τουτέστι, μὴ διακωλύσῃς ἰόντα πρὸς θάνατον, συγκατάνευσον τῷ σῷ γεννήματι διὰ τὸ πᾶσι λυσιτελές. ὅτι δὲ δόξαν ὁ Εὐαγγελιστὴς καὶ ἑτέρωθί που τὸν σταυρὸν ἀπεκάλει, μαθήσῃ λέγοντος αὐτοῦ “Οὔπω γὰρ ἦν Πνεῦμα ”Ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.”

σαφῶς γὰρ ἐν τούτοις τὸ ἐσταυρῶσθαι, τὸ δεδοξάσθαι φησί· δόξα δὲ ὁ σταυρός. εἰ γὰρ καὶ περὶ τὸν τοῦ πάθους καιρὸν πολλὰ ἐφύβριστα ὑπέμεινεν ἀνεξικάκως ἑκὼν, ἀλλ᾽ ἐξ ὧν δυνάμενος μὴ παθεῖν, ὑπέστη δι᾽ ἡμᾶς ἐθελουσίως τὸ πάθος, τῆς ὑπεράγαν ἔστιν εὐσπλαγχνίας καὶ τῆς ἀνωτάτω δόξης, τὸ δι᾽ ἄλλων ὠφέλειαν ὑποστῆναι τοῦτο. γέγονε δὲ καὶ ἑτέρῳ τρόπῳ ἐν εὐδοξίᾳ ὁ Υἱός. δι᾽ ὧν γὰρ κατεκράτησε τοῦ θανάτου, ἔγνωμεν αὐτὸν ὄντα ζωὴν καὶ Υἱὸν Θεοῦ τοῦ ζῶντος. δοξάζεται δὲ ὁ Πατὴρ, ὅταν φαίνηται τοιοῦτον ἔχων Υἱὸν ἐξ ἑαυτοῦ γεννηθέντα, ὁποῖός ἐστι καὶ αὐτός. ἔστι δ᾽ ἀγαθὸς, φῶς, ζωὴ, καὶ θανάτου κρείττων, καὶ ὅσα θέλει ποιῶν. ὅταν δὲ λέγῃ Δόξασόν σου τὸν Υἱὸν, τοῦτό φησι Συγκατάνευσόν μοι παθεῖν ἐθέλοντι. οὐ γὰρ ἀβουλήτως τὸν Υἱὸν ὁ Πατὴρ ἔδωκεν εἰς θάνατον, ἀλλ᾽ ἑκὼν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς· τὸ οὖν συνθελῆσαι τὸν Πατέρα, ὡς δόσις ὠνόμασται ἡμῖν ἀγαθῶν· ἀντὶ γὰρ τοῦ παθεῖν τὴν δόξαν εἶπε. λέγει δὲ τοῦτο καὶ πρὸς ὑπογραμμὸν ἡμῶν· ὅτι δεῖ μὲν εὔχεσθαι μὴ ἐμπεσεῖν εἰς πειρασμὸν, ἐμπεσόντας δὲ γενναίως φέρειν, καὶ μὴ ἀποπηδᾶν, εὔχεσθαί τε εἰς Θεὸν σωθῆναι. ἀλλὰ δόξασόν σου τὸ ὄνομα. εἰ γὰρ διὰ τῶν κινδύνων ἡμῶν συμβαίνει δοξασθῆναι τὸν Θεὸν, πάντα τούτου τετάχθω δεύτερα.

Ὥσπερ μέντοι οὐκ ἄλλως ὁ θάνατος κατηργήθη, μὴ ἀποθανόντος τοῦ Σωτῆρος· οὕτω καὶ ἐφ᾽ ἑκάστου τῶν τῆς σαρκὸς παθῶν· εἰ μὴ γὰρ ἐδειλίασεν, οὐκ ἂν ἐν ἐλευθερίᾳ τοῦ δειλιᾶν ἡ φύσις γέγονεν· εἰ μὴ ἐλυπήθη, οὐκ ἂν ἀπηλλάγη τοῦ λυπεῖσθαί ποτε· εἰ μὴ ἐταράχθη καὶ ἐπτοήθη, οὐκ ἂν ἔξω ποτὲ τούτων ἐγένετο. καὶ ἐφ᾽ ἑκάστῳ τῶν ἀνθρωπίνως γεγονότων, τὸν αὐτὸν ἐφαρμόζοντα λόγον εὑρήσεις ἐν Χριστῷ· τὰ τῆς σαρκὸς πάθη κεκινημένα, οὐχ ἵνα κρατήσῃ, ὥσπερ καὶ ἐν ἡμῖν, ἀλλ᾽ ἵνα κινηθέντα καταργηθῇ τῇ δυνάμει τοῦ ἐνοικήσαντος τῇ σαρκὶ Λόγου, πρὸς τὸ ἄμεινον μεταποιουμένης τῆς φύσεως. <Ἦλθεν οὖν φωνὴ ἐξ οὐρανοῦ λέγουσα Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω.> Οὐκ εἶπε δὲ ὁ Εὐαγγελιστὴς ὅτι ὁ Πατὴρ ἄνωθεν ἐπεφώνησεν, ἀλλ᾽ ὅτι ἐξ οὐρανοῦ γέγονεν ἡ φωνὴ, ἵνα μή τινες αἱρετικοὶ δι᾽ ὧν ἤκουον λαλεῖν τὸν Πατέρα εἰπεῖν ἐπιχειρήσωσιν ὅτι καὶ ἡ θεία φύσις ὁ Πατὴρ σῶμά τι παχὺ περίκειται. διὸ καὶ φωνὴν τὴν ἐναρμόνιον λαλεῖ, πῶς δὲ ἡ φωνὴ διεσκευάσθη οὐχ ἡμῶν εἰπεῖν. ὃ δὲ σημαίνει ἡ τοῦ λόγου ἑρμηνεία τοῦτό ἐστι. διὰ πολλῶν σημείων περίβλεπτος ἦν ὁ Υἱὸς, συνεργαζομένου αὐτῷ τὰ παράδοξα τοῦ Πατρὸς, καὶ ἐπείπερ συνεργάτης ἦν αὐτῷ εἰς ἅπαντα ἃ ἐποίει, δοξάσαι μὲν ἤδη φησὶ, καὶ εἰσαῦθις δὲ δοξάσειν ἐπαγγέλλεται προθύμως, διὰ τοῦ ἐπὶ τῷ θανάτῳ σημείου.

καθὸ μὲν γὰρ Θεός ἐστιν ὁ Υἱὸς καὶ ἐκ Θεοῦ καὶ ζωὴ ἐκ τῆς κατὰ φύσιν ζωῆς ἐκπεφυκὼς, ἑαυτὸν ἤγειρεν ἐκ νεκρῶν· καθὸ δὲ νοεῖται καθ᾽ ἡμᾶς ἄνθρωπος χωρὶς ἁμαρτίας, οὐχ ἑαυτὸν ἀναστήσας νοεῖται, ἀλλὰ διὰ τοῦ Πατρὸς ἀναστάς. <Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Οὐ δι᾽ ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι᾽ ὑμᾶς.> Ἀντεφθέγγετο ὁ Πατὴρ, καθ᾽ ὃν οἶδε τρόπον, τῷ ἰδίῳ Υἱῷ, εἰς φιλοτιμίαν τῶν ἀκροωμένων τὴν ἑαυτοῦ βούλησιν φανερῶν, ἵνα πιστεύσωσιν ἀναμφιβόλως, ὅτι Υἱός ἐστι κατὰ φύσιν τοῦ Θεοῦ καὶ Πατρός. διηπόρει δὲ ὁ ὄχλος εἰς διαφόρους ὑπονοίας σχιζόμενος ἀσυνέτως. ἔδει γὰρ αὐτοὺς ἐννοῆσαι ὅτι ὁ Πατὴρ ἦν ὁ ἀντιφθεγξάμενος, πρὸς ὃν ἐποιήσατο τοὺς λόγους ὁ Υἱός. οὐ γὰρ βροντὴν ᾔτησε γενέσθαι, οὔτε ἄγγελον φωνῆσαι, ὅμως ὁ Υἱός φησιν, ὅτι οὐ δι᾽ ἐμὲ γέγονεν ἡ φωνὴ ἀλλὰ δι᾽ ὑμᾶς. ᾔδει γὰρ τοῦ τεκόντος τὴν βούλησιν κἂν μηδὲν ἐλαλήθη, ἐπειδὴ ἦν καὶ ἔστιν ἡ τοῦ Πατρὸς σοφία καὶ Λόγος. δι᾽ ὑμᾶς οὖν φησι γέγονεν ἡ φωνή· ἵνα παραδέχησθέ με ὡς Υἱὸν Θεοῦ, ὃν οἶδεν ὄντα φύσει ἑαυτοῦ Υἱὸν ὁ Πατήρ. λέγει μὲν οὖν ὁ Κύριος ὅτι γέγονεν ἡ φωνὴ, οὐ μὴν προστίθησιν ὅτι τοῦ Πατρὸς ἦν, ἢ πῶς γέγονεν· ἔστι γὰρ περιττὸν τοῦτο.

πλὴν ἐπιμαρτύρεται ὅτι καὶ φωνὴν ἀκούσαντες ὡς ἐξ οὐρανοῦ, οὐδὲν ἧττον ἐπέμειναν τῇ ἑαυτῶν δυσσεβείᾳ. <Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου· νῦν ὁ ἀρχὼν τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω.> Τῆς τοῦ Σωτῆρος ἐπιδημίας ὁ τριπόθητος οὑτοσὶ καιρὸς, παροῦσαν ἤδη τὴν ἐπὶ τοῖς ἔθνεσι κρίσιν τε καὶ δίκην ἐδείκνυεν. ἔμελλον γὰρ ἀπαλλάττεσθαι τῆς τοῦ διαβόλου πλεονεξίας, δικαιότατον αὐτοῖς ἀπονέμοντος ἔλεος τοῦ ὁσίου τε καὶ δικαίου Κριτοῦ. οὐ γὰρ οἴομαι δεῖν οἴεσθαι νυνὶ κατακρίνεσθαι κόσμον, ὅτε τοῦ δικαιοῦσθαι παρῆν ὁ καιρός· ἀλλὰ τῷ μὲν κόσμῳ κρίσις ἔσται, τουτέστιν, ἐκδίκησις. ὁ δὲ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· ἔσται, φησὶ, κατὰ τοῦ τὸν κόσμον ἠδικηκότος κρίσις, καὶ οὐχὶ κατὰ τοῦ τὴν ἀδικίαν ὑπομείναντος κόσμου. καὶ γὰρ ὡς αὐτὸς ἔφη ὁ Χριστός “Οὐκ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν ἵνα κρίνῃ τὸν ”κόσμον, ἀλλ᾽ ἵνα σώσῃ τὸν κόσμον.” ὅρος τοίνυν ἔσται, φησὶ, τῆς ἐνεστώσης κρίσεως, τὸ ἐκβληθῆναι ἔξω τὸν ἄρχοντα τοῦ κόσμου τούτου. ἐκβληθῆναι δὲ πόθεν; ἢ δῆλον ὅτι τῆς ἐκ βίας αὐτῷ πεπορισμένης ἀρχῆς καὶ τῆς οὐδαμόθεν προσηκούσης βασιλείας.

σημαίνει δὲ τό Ἔξω τὴν κόλασιν καὶ τὴν εἰς ᾅδου βάδισιν. <Κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, ἑλκύσω πάντας πρὸς ἐμαυτόν.> Χριστοῦ μέντοι δεδωκότος ἑαυτὸν τῷ Πατρὶ ὑπὲρ τῆς ἡμῶν σωτηρίας ὡς ἄμωμον ἱερεῖον, καὶ τὰς ὑπὲρ ἡμῶν μονονουχὶ δίκας τιννύντος, ἐλυτρώθημεν τῶν τῆς ἁμαρτίας ἐγκλημάτων. καὶ δὴ ὅτε ὁ θὴρ ἐκ μέσου γέγονε, καὶ καθῃρέθη ὁ τύραννος, τότε ἄγει πρὸς ἑαυτὸν ὁ Χριστὸς τὸ ἀποπλανηθὲν γένος, οὐ μόνον Ἰουδαίους ἀλλὰ καὶ πάντας ἀνθρώπους πρὸς σωτηρίαν καλῶν διὰ τῆς εἰς αὐτὸν πίστεως. μερικὴ γὰρ ἡ διὰ τοῦ νόμου κλῆσις, γενικὴ δὲ ἡ διὰ Χριστοῦ. μόνος γὰρ ὁ Χριστὸς δυνατὸς ἦν ὡς Θεὸς πάντα ἡμῖν προξενῆσαι τὰ ἀγαθά. εὐφήμως δὲ λίαν, ἀντὶ τοῦ σταυρωθῆναι, τὸ ὑψωθῆναί φησι. τοῖς μὲν γὰρ φονῶσιν ἀσυμφανὲς ἐτήρει τὸ μυστήριον· οὐ γὰρ ἦσαν ἄξιοι μαθεῖν· τοῖς γεμὴν νουνεχεστέροις ἐφῆκε νοεῖν ὅτι διὰ πάντας καὶ ὑπὲρ πάντων πείσεται. ἄλλως τε φαίη τις ἂν οἶμαι καὶ σφόδρα καλῶς, ὕψος εἶναι τὸ ἐπὶ εὐκλείᾳ καὶ δόξῃ νοούμενον, τὸν ἐπὶ τῷ σταυρῷ θάνατον. δοξάζεται γὰρ καὶ διὰ τοῦτο Χριστὸς, πολλὰ τῇ ἀνθρωπότητι διὰ τούτου προξενήσας τὰ ἀγαθά· δι᾽ ὧν ἕλκει πρὸς ἑαυτόν· καὶ οὐ καθάπερ οἱ μαθηταὶ, ἑτέρῳ προσάγει. δείκνυσιν οὖν ἑαυτὸν ὄντα φύσει Θεὸν, οὐκ ἔξω τιθεὶς τὸν Πατέρα.

διὰ γὰρ τοῦ Υἱοῦ ἕλκεταί τις εἰς τὴν τοῦ Πατρὸς γνῶσιν. <Τοῦτο δὲ ἔλεγε σημαίνων ποίῳ θανάτῳ ἔμελλεν ἀποθνήσκειν.> Διὰ τούτου ἔδειξεν ὁ Εὐαγγελιστὴς, ὅτι οὐκ ἀγνοῶν ἔπαθεν ὁ Κύριος, ἀλλ᾽ ἑκὼν καὶ εἰδὼς οὐ μόνον ὅτι ἀπέθνησκεν, ἀλλὰ καὶ ποίῳ τρόπῳ· τὸν σταυρὸν δὲ ὠνόμασε θάνατον. <Ἀπεκρίθη οὖν αὐτῷ ὁ ὄχλος Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς εἰς τὸν αἰῶνα μένει· καὶ πῶς σὺ λέγεις ὅτι δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου;> Ταῦτα δέ φασιν ὡς εἰρήκαμεν, νοήσαντες ὅτι τὸ ὑψωθῆναι τὸ σταυρωθῆναι ἔλεγεν. ἔθος γὰρ ἦν αὐτοῖς εὐφημοτέροις ὀνόμασι σημαίνειν τὰ πολὺ βλέποντα εἰς ἀκράτους συμφοράς. πειρῶνται οὖν διὰ τῆς γραφῆς ἀποδεῖξαι ψευδόμενον τὸν Χριστόν. αὕτη γὰρ, φησὶν, οὐ λέγει πρόσκαιρον τὸν Χριστὸν λέγουσα περὶ αὐτοῦ “Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα.” πῶς οὖν σὺ λέγεις ὅτι ὁ Χριστός εἰμι λέγων σεαυτὸν τεθνηξόμενον; ἀλλὰ γὰρ μὴ νοοῦντες Ἰουδαῖοι λέγουσι μὲν αὐτὸν διὰ τὸ πάθος μὴ εἶναι Χριστόν· οὐ λέγουσι δὲ ὅτι ἐγράφη ὅτι δεῖ τὸν Χριστὸν παθεῖν καὶ ἀναστῆναι καὶ ἀνελθεῖν πρὸς τὸν Πατέρα, λειτουργὸν ἐσόμενον τῶν ἁγίων καὶ τῶν ἡμετέρων ψυχῶν ἀρχιερέα, ὅτε καὶ κρείττων καὶ ἄφθαρτος ἀνεβίω.

καίτοι τῆς γραφῆς οὐχ ὅτι μόνον ἥξει ἐν τῷ κοινῷ δὴ τούτῳ καὶ ἀνθρωπίνῳ σχήματι προαπαγγελλούσης, ἀλλ᾽ ὅτι καὶ τῆς ἁπάντων ζωῆς προτεθνήξεται καὶ ἀναβιώσεται πάλιν τὰ τοῦ θανάτου διαῤῥήξας δεσμὰ, ἐξ οὗ πάντως τὸ μένειν εἰς αἰῶνα Χριστὸν κατορθοῦται καλῶς· κρείττων γὰρ ἀναδεδειγμένος θανάτου καὶ φθορᾶς, ἀνέβη πρὸς τὸν Πατέρα. <Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἔτι μικρὸν χρόνον τὸ φῶς ἐν ὑμῖν ἐστι. περιπατεῖτε ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει.> Ὡς ἀσυνέτοις καὶ ἀπίστοις τοῖς Ἰουδαίοις, οὐ καταλέγει σαφῶς ὁ Χριστὸς τὸ βαθὺ τοῦ λόγου μυστήριον. ἀλλὰ πρὸς ἕτερον πηδᾷ, ὁμοῦ καὶ τὸ ἐπωφελὲς αὐτοῖς ἐξηγούμενος καὶ δεικνὺς τὴν αἰτίαν δι᾽ ἣν οὐ νοοῦσι τὰ ἐν ταῖς γραφαῖς, καὶ ὅτι εἰ μὴ πιστεύσειαν αὐτῷ φωτὶ ὄντι, ὁλοτελῶς αὐτοὺς τὸ τῆς ἀγνωσίας καταλήψεται σκότος, καὶ τῶν ἐκ τοῦ φωτὸς ἀγαθῶν στερηθήσονται· ὅσον γὰρ ἀπὸ τῆς γραφῆς, ὡς φῶς προσεδόκων τὸν Μεσίαν. ἐπειδὴ δὲ ἦλθεν, εἰς τοὐναντίον αὐτοῖς ἀπέβη τὰ τῆς ἐλπίδος· σκότος γὰρ αὐτοὺς κατέλαβε διὰ τὴν ἀπιστίαν. ἀνανήψατε οὖν, φησὶ, ταχέως, ἕως ὑμῖν ἔξεστι μικρόν τι τῆς τοῦ θείου φωτὸς αὐγῆς μετασχεῖν, ἵνα μὴ ὑμᾶς ὁ τῆς ἁμαρτίας καταλάβῃ σκότος. καλῶς δὲ εἶπε, μετὰ τὸ φῶς τὴν σκοτίαν. κατ᾽ ἴχνος γὰρ τῆς τοῦ φωτὸς ἀναχωρήσεως βαδίζει τὸ σκότος.

εἰπὼν δὲ σὺν τῷ ἄρθρῳ τὸ φῶς, ἑαυτὸν ἐδήλωσεν· ὅτι αὐτός ἐστι μόνος κατὰ ἀλήθειαν τὸ φῶς. <Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.> Ὁδὸν μὲν οὖν σωτηρίας τὴν πίστιν ἀπέδειξε τὴν εἰς αὐτὸν, δι᾽ οὗ τις καὶ τὸν Πατέρα γινώσκει. υἱοὺς δὲ φωτὸς αὐτοὺς ὀνομάζει ἤτοι ἑαυτοῦ ἢ τοῦ Πατρός· φῶς γὰρ λέγει τὸν Πατέρα, μετὰ τὸ εἰπεῖν ἑαυτὸν φῶς, ἵνα δείξῃ μίαν ἑαυτοῦ καὶ τοῦ Πατρὸς φύσιν· γινόμεθα δὲ υἱοὶ τοῦ Πατρὸς, ὅταν διὰ τῆς εἰς Χριστὸν πίστεως εἰσδεξώμεθα τὸν Πατέρα, ὅς ἐστι φῶς· τότε γὰρ καὶ ἡμεῖς τέκνα Θεοῦ χρηματιοῦμεν. <Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ᾽ αὐτῶν.> Δι᾽ ὀλίγων διδάξας τὰ λυσιτελῆ, πάλιν θεοπρεπεῖ δυνάμει ἐκ μέσου αὐτῶν ποιεῖ ἑαυτὸν, κατακρύπτων ἑαυτὸν, καὶ εἰς ὀργὰς αὐτοὺς οὐκ ἐῶν ἐξεγείρεσθαι, ἀλλὰ μεταβουλεύεσθαι διδοὺς καιρὸν, ὅπως ἂν τὰ ἀμείνω πράξωσιν.

ὑποχωρεῖ δὲ οἰκονομικῶς ἐγγὺς ὄντος τοῦ πάθους· δεικνὺς ὅτι ἀβούλητον ἦν αὐτῷ τὸ ἀναιρεθῆναι ὑπὸ Ἰουδαίων, εἰ καὶ ἑκὼν ἑαυτὸν ἐπέδωκεν εἰς τὸ παθεῖν, ἀντίλυτρον ἑαυτὸν τῆς ἡμετέρας διδοὺς ζωῆς, καὶ ἐδέξατο τὸν θάνατον, τὸν λύπῃ εἰκότως ἀπεικαζόμενον καὶ μετεσκεύασε τὴν λύπην εἰς εὐφροσύνην. <Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν.> Θέλων δὲ αὐτῶν τὴν ἄμετρον δυστροπίαν ἐλέγξαι ὁ Εὐαγγελιστὴς, προσέθηκε καὶ τό Ἔμπροσθεν αὐτῶν, δεικνὺς ὅτι οὐδὲ οἷς ἑώρων ἐπίστευον. <Ἵνα ὁ λόγος Ἡσαΐου πληρωθῇ ὃν εἶπε Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν· ὅτι πάλαι Ἡσαΐας εἶπε Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσι τῇ καρδίᾳ καὶ ἐπιστραφῶσι καὶ ἰάσωμαι αὐτούς.> Οὐχ ἵνα τοίνυν πληρώσωσι τὰς προφητείας οἱ Ἰουδαῖοι ἐφόνευσαν τὸν Κύριον· ἢ γὰρ ἂν οὔτε δυσσεβεῖς ἦσαν· ἀλλὰ δι᾽ οἰκείαν κακόνοιαν. εἰ γὰρ καὶ προεῖπον οἱ προφῆται τὰ διὰ τὴν ἑκούσιον αὐτῶν δυσβουλίαν πάντως ἐσόμενα, διὰ τοῦτο προεῖπον, ἵνα οἱ νήφοντες διαπηδήσωσι τοὺς τοῦ διαβόλου βόθρους· ἐξὸν γὰρ πάντως τοῖς ἀκούουσι καὶ φυλάξασθαι. διὸ καὶ ἀναγκαία ἡ πρόῤῥησις. <Πάλιν ἑτέρου ζητήματος λύσις.> Ὅτι οὐχ ὁ Θεὸς ἐτύφλωσε τοὺς Ἰουδαίους.

ἦ γὰρ ἂν οὔτε ἀπῄτει αὐτοὺς εὐθύνας· ὅπου γε καὶ τὰ ἀκούσια συγχωρεῖ πταίσματα. ὁ δὲ νοῦς οὕτως· ὡς γὰρ ἀπὸ Θεοῦ λαληθέντα τὰ ῥήματα ὁ Ἡσαΐας προφέρει Ἐὰν γένωμαι ἄνθρωπος καὶ οἰκείᾳ φωνῇ εἰσηγήσωμαι ὑμῖν τὰ λυσιτελῆ, οὐδὲ οὕτως ἀκούσετέ μου, ὥσπερ οὐδὲ τῶν προφητῶν· οὐδὲ ὅταν ἴδητε τὰ ὑπὲρ λόγον σημεῖα, οὐδὲν ἐκ τοῦ ἰδεῖν ὠφεληθήσεσθε. καὶ τοῦτο δηλοῖ τό Οὐ μὴ ἴδητε. οὐ γὰρ εἶπεν ὅτι πωρώσω αὐτῶν τὰς καρδίας, καὶ τυφλώσω τοὺς ὀφθαλμοὺς, ἀλλ᾽ ὅτι κἂν ἀκούσητε, οὐ μὴ ἀκούσητε· κἂν ἴδητε, οὐ μὴ ἴδητε, ἵνα μὴ ἐπιστραφέντας ἰάσωμαι. εἰ γὰρ ἤκουσαν καὶ εἶδον ὅνπερ ἐχρῆν τρόπον, ἔτυχον ἂν πάντως ὠφελείας. οὐκοῦν οὐ τιμωρίας ἀναγκαίας ἔχει δήλωσιν ὁ λόγος, οὐδὲ ὅρον καταδικάζοντος καὶ καταψηφιζομένου τῶν Ἰουδαίων, ἀλλὰ τῶν χρησίμων ἐστὶ προαγγελτικός. ᾔδει γὰρ ποῖοι ἔμελλον γίνεσθαι, καὶ ἀπεφήνατο περὶ αὐτῶν. πλὴν οὐδὲ κατὰ πάντων χωρεῖ ὁ λόγος, ἀλλὰ κατὰ μόνων τῶν ἀπίστων· πολλοὶ γὰρ πεπιστεύκασιν ἐξ αὐτῶν. οὕτω μὲν οὖν ἐκδεδώκασιν οἱ ἑβδομήκοντα. εἰκὸς δὲ, ὅτι ὁ Εὐαγγελιστὴς τῇ Ἑβραίων ἐκδόσει ἀκολουθήσας ἑτέρως ἐχούσῃ παρὰ τὴν τῶν ἑβδομήκοντα, εἶπε τό Διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ἐπειδὴ ἐτύφλωσεν αὐτούς· καὶ ὅσον μὲν ἐκ τῆς προφανοῦς λέξεως, οὐκ εἴρηκεν ὅτι ὁ Θεὸς ἐτύφλωσεν αὐτούς. εἰκὸς δὲ, ὅτι ἄλλος τοῦτο ἐποίησε πρὸς τὸ μὴ ἐπιστρέψαι τοὺς Ἰουδαίους καὶ τυχεῖν ἰάσεως.

εἰ δὲ καὶ δεξόμεθα ὅτι ὁ Θεὸς ἐτύφλωσεν, οὕτω νοητέον, ὅτι παρεχώρησεν αὐτοὺς παθεῖν τὴν τύφλωσιν ὑπὸ τοῦ διαβόλου, οὐκ ἀγαθοὺς ὄντας τὴν ἕξιν. οὕτω γὰρ παραδίδωσιν εἰς ἀδόκιμον νοῦν καὶ εἰς πάθος τοὺς ὁμοιοτρόπους. ἐν ᾧ δὲ τοιοῦτοι ἦσαν, οὐ δίκαιον ἦν αὐτοῖς γνῶναι τοῦ μυστηρίου τὸ βάθος καὶ τὰ κρύφια, τοὺς μηδὲ τὰς νομικὰς ἐντολὰς διατηρήσαντας. ἐπεὶ οὖν οὔτε τὸν νόμον, οὔτε τὰ εὐαγγελικὰ ἐδέξαντο διατάγματα, τὸν τῆς διανοίας μύοντες ὀφθαλμὸν, διὰ τοῦτο οὐ δέχονται τὴν φωτίσαι δυναμένην αὐτοὺς παίδευσιν. <Ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται. ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ.> Νῦν μέντοι συνωθούμενοι ὑπὸ τῶν σημείων εἰς τὸ πιστεύειν, καὶ οὐκέτι τολμῶντες ἀντιλέγειν τῷ Κυρίῳ, ἐκπίπτουσι τῆς αἰωνίου ζωῆς, ἐπιμονῇ τῆς ἑαυτῶν βδελυρίας, τὴν εἰς ἀνθρώπους αἰδῶ τῆς πρὸς Θεὸν οἰκειώσεως προτιμήσαντες, καὶ δόξης προσκαίρου δοῦλοι ὄντες, ἀφόρητον ἡγούμενοι ζημίαν τὸ ἐκπεσεῖν τῆς ἐκ τῶν Φαρισαίων τιμῆς.

ἐπεὶ οὖν τοῦτο ἦν τὸ κωλύον αὐτοὺς πιστεῦσαι τότε, ἄκουσον τί φησιν ὁ Χριστός· <Ἰησοῦς δὲ ἔκραξε καὶ εἶπεν Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ᾽ εἰς τὸν πέμψαντά με, καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με.> Κράζει δὲ παρὰ τὸ εἰωθὸς ἑαυτῷ, ἐλέγχει δὲ ἡ κραυγὴ τῶν πιστευσάντων μὲν εἰς αὐτὸν, ἐγκαλυψαμένων δὲ ἔτι τὴν ἄκαιρον αἰδῶ. οὐ γὰρ λεληθότως τιμᾶσθαι βούλεται παρὰ τῶν θαυμάζειν αὐτὸν ἑλομένων, ἀλλὰ φανερῶς. χρῆναι γὰρ ὑπελάμβανε τὴν μὲν πίστιν ἀποτίθεσθαι τῇ καρδίᾳ, ποιεῖσθαι γεμὴν ἐν παῤῥησίᾳ πολλῇ τὴν ἐπ᾽ αὐτῇ σοφωτάτην ὁμολογίαν. ἐπειδὴ δὲ Θεὸς κατὰ φύσιν ὑπάρχων, τὴν καθ᾽ ἡμᾶς ὑπέδυ μορφὴν, παραιτεῖται γυμνῶς εἰς μισούντων ἀκοὰς εἰς τὸ παρὸν εἰπεῖν, ὅτι χρὴ πιστεύειν εἰς αὐτὸν, καίτοι πολλάκις τοῦτο εἰπών· οἰκονομικώτατα δὲ τῶν νενοσηκότων ἐπ᾽ αὐτῷ τὸν ἀτίθασον φθόνον κατὰ βραχὺ προσεθίζει τὸν νοῦν καθικνεῖσθαι πρὸς τὸ βάθος τῶν περὶ αὐτὸν μυστηρίων, οὐκ εἰς ἀνθρώπινον πρόσωπον, ἀλλ᾽ εἰς τὸ τῆς θείας οὐσίας, ὡς νοουμένης τῆς θεότητος ὁλοκλήρως ἐν τῷ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρός· ἔχει γὰρ ἐν ἑαυτῷ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα.

σοφώτατα λίαν ἀνακομίζει λέγων Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλ᾽ εἰς τὸν πέμψαντά με, οὐ γὰρ ἔξω τίθησιν ἑαυτὸν τοῦ πιστεύεσθαι παρ᾽ ἡμῶν ὅτι Θεὸς κατὰ φύσιν ἐστὶ καὶ ἐκ Θεοῦ πέφηνε Πατρός· ἀλλ᾽ ἐντέχνως, καθὰ εἴρηται, μεταχειρίζεται πρὸς εὐσέβειαν τῶν ἀσθενούντων τὸν νοῦν, ἵνα τι τοιοῦτον ἐννοῇς λέγοντα Ὅταν εἰς ἐμὲ πιστεύητε τὸν δι᾽ ὑμᾶς μὲν ἄνθρωπον καθ᾽ ὑμᾶς, Θεὸν δὲ δι᾽ ἑαυτὸν καὶ τὸν ἐξ οὗπέρ εἰμι Πατέρα, μὴ ἀνθρώπῳ τὴν πίστιν ἀνατιθέναι νομίσητε. εἰμὶ γὰρ οὐδὲν ἧττον κατὰ φύσιν Θεὸς, καὶ εἰ φαίνομαι καθ᾽ ὑμᾶς· ἔχω δὲ ἐν ἑαυτῷ τὸν γεννήσαντα. ἐμοῦ τοιγαροῦν ὄντος ὁμοουσίου τῷ γεγεννηκότι, διαβήσεται πάντως ἡ πίστις καὶ εἰς αὐτὸν τὸν Πατέρα. ὅπερ οὖν ἔφημεν, κατὰ βραχὺ μεταπαιδεύων ὁ Κύριος ἐπὶ τὸ ἄμεινον, καὶ χρησίμως ἀναπλέκων τῷ θεοπρεπεῖ τὸ ἀνθρώπινον, ἔφασκεν Ὁ πιστεύων εἰς ἐμὲ, καὶ τὰ ἑξῆς. ὅτι μὲν γὰρ οὐκ εἰς ἄνθρωπον ἁπλῶς ἡ πίστις, ἀλλ᾽ εἰς Θεοῦ φύσιν, εἰ καὶ ἦν ὁ Λόγος ἐν σαρκὶ, διὰ τοῦ μὴ εἰς αὐτὸν πράττεσθαι τὴν φύσιν, εὖ μάλα διαμεμήνυκεν· ὅτι δέ ἐστιν ἐν ταυτότητι τῇ κατὰ πᾶν τῷ Θεῷ καὶ Πατρὶ, διὰ τὴν φυσικὴν ἐμφέρειαν καὶ τὸ τῆς οὐσίας οἱονεὶ ταυτοειδὲς, διεσάφει λέγων. <Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.> Ἰδοὺ πάλιν εἰς ἑαυτὸν ἁρπάζει τὴν πίστιν, καὶ δύο κατὰ ταὐτὸν ἐξανύει τὰ χρησιμώτατα.

φῶς μὲν γὰρ ἑαυτὸν ὑπάρχειν ὁμολογῶν, Θεὸν ὄντα κατὰ φύσιν ἀποδεικνύει· μόνῳ γὰρ τῷ φύσει Θεῷ πρέπει τὸ οὕτω καλεῖσθαι. προσθεὶς δὲ τῆς ἀφίξεως τὴν αἰτίαν, ἐρυθριᾶν ἀναπείθει τὸν τῆς εἰς αὐτὸν ἀγάπης ὀλιγωρήσαντα· καὶ ὅτι ἀνάγκη δήπου νοεῖν, ἐν σκότει τέως ὑπάρχειν τοὺς οὔπω πιστεύσαντας, εἴ γε μόνοις τοῖς πεπιστευκόσιν εἰς αὐτὸν ὑπάρχει τὸ ἐν φωτὶ γενέσθαι τῷ παρ᾽ αὐτοῦ. ἄγει δὲ αὐτοὺς καὶ εἰς ἀνάμνησιν τῶν πολλαχοῦ περὶ αὐτοῦ εἰρημένων, δι᾽ ὧν ἥξειν προηγγέλλετο τὴν οἰκουμένην καταφωτίσων· ὁποῖόν ἐστι τό “Φω- ”τίζου φωτίζου Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς τὸ “ἀληθινὸν, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν,” καὶ τό “Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου.” ὅμοιον οὖν ὡς εἰ ἔλεγεν Ἐγώ εἰμι τὸ φῶς τὸ ἐν τῇ γραφῇ ἀφίξεσθαι προσδοκώμενον ἐπὶ σωτηρίᾳ τοῦ κόσμου, πρὸς τὸ φωτίσαι τοὺς ἐν σκότει πλανωμένους ὡς ἐν νυκτί. <Ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.> Αὐτοκατακρίτους οὖν φησιν ἔσεσθαι τοὺς αὐτοῦ παρακούοντας καὶ οὐ προσδεξαμένους τὴν σώζουσαν πίστιν. ὁ γὰρ ἐπὶ τῷ φωτίσαι ἐλθὼν, οὐχ ἵνα κρίνῃ ἦλθεν, ἀλλ᾽ ἵνα σώσῃ. ὁ τοίνυν ἀπειθῶν καὶ τοῖς μεγίστοις κακοῖς ἑαυτὸν ὑποβάλλων, ἑαυτὸν μεμφέσθω ὡς δικαίως τιμωρούμενον. οὐ γὰρ ἐγὼ τούτου αἴτιος, ὁ θέλων σῶσαι τοὺς μέλλοντας εἰς κρίσιν ἐμπεσεῖν· καὶ διὰ τοῦτο ἐλθών.

ὁ γὰρ νόμον τιθεὶς κολάζοντα τοὺς ἀπειθεῖς, οὐχ ἕνεκεν τοῦ τιμωρήσασθαι τοὺς παραβάντας τοῦτον τίθησιν, ἀλλ᾽ ἵνα φυλάξαντες αὐτὸν οἱ ἀκούοντες, σωθῶσιν. ἐγὼ οὖν ἐλθὼν σῶσαι, παραγγέλλω ὑμῖν πιστεύειν, καὶ μὴ καταφρονεῖν τῶν ἐμῶν λόγων, ἐπείπερ ὁ παρὼν καιρὸς, σωτηρίας ἐστὶν, ἀλλ᾽ οὐ κρίσεως. ἐν ἡμέρᾳ γὰρ κρίσεως ἐπάξει ὑμῖν τῆς ἀπειθείας τὰς τιμωρίας, ὁ πρὸς σωτηρίαν ὑμᾶς καλέσας λόγος. ποῖος δὲ ἦν ὁ λόγος ὃν ἐλάλησα;