Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Η θαυματουργική δράση και η κλήση των πρώτων μαθητών (Ματθ. 8-9)

Θεολογική ανάλυση των θαυμάτων του Χριστού, όπως η θεραπεία του λεπρού, του παραλυτικού, της αιμορροούσης και η εξουσία Του επί των δαιμόνων, καθώς και η κλήση του Ματθαίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 4 από 13

Mt 8, 3 Διὰ τῆς ἐπαφῆς ἐποιήσατο τὴν κάθαρσιν δηλῶν, ὅτι καὶ ἡ ἁγία αὐτοῦ σὰρξ χρειώδης ἐστὶ πρὸς ἁγιασμόν· τὸ μὲν γὰρ πνεῦμα καθαίρει, ἡ δὲ τοῦ σώματος κοινωνία ἐμποιεῖ τὸν ἁγιασμόν. Ἁπτόμενος τοῦ λεπροῦ ὁ σωτὴρ ἐθεράπευσεν αὐτὸν δεικνύων ὡς τὸ πνεῦμα τὸ ἐν αὐτῷ θεραπεύει τὰς νόσους, τὸ δὲ σῶμα τῇ προσψαύσει τὸν ἁγιασμὸν παρέχεται.

Mt 8, 4 Τί δὲ ἦν 〈τὸ δῶρον〉 τὸ παρὰ τοῦ λεπροῦ κατὰ τὸν νόμον προσαγόμενον; «δύο ὀρνίθια», ὧν τὸ ἓν ἔσφαξεν ὁ ἱερεὺς «ἐφ᾽ ὕδατι ζῶντι» καὶ λαβὼν «ξύλον κέδρινον καὶ κεκλωσμένον κόκκινον καὶ ὕσωπον» καὶ τὸ ἕτερον ὀρνίθιον τὸ ζῶν ἔβαπτεν αὐτὸ «εἰς τὸ αἷμα τοῦ ἐσφαγμένου ὀρνιθίου ἐφ᾽ ὕδατι ζῶντι» καὶ ἔχριε τοῦ καθαριζομένου λεπροῦ τὰ δεξιά, ὠτίον, χεῖρα καὶ πόδα, «τὸ» δὲ «ὀρνίθιον τὸ ζῶν» ἔξω τῆς πόλεως «εἰς τὸ πεδίον» ἐξαπέστειλεν. ἐπιτήρει οὖν, ὅπως διὰ τῶν εἰρημένων ὁλοκλήρως ἡμῖν ζωγραφεῖται Χριστός· διὰ μὲν γὰρ τοῦ ζῶντος ὀρνιθίου τὸν ζῶντά τε καὶ οὐράνιον νοήσεις λόγον, διὰ δὲ τοῦ αἵματος τοῦ ἐσφαγμένου τὸ τίμιον αἷμα τοῦ παθόντος κυρίου (σαρκὶ γὰρ αὐτὸν πεπονθέναι φαμὲν πλὴν ὡς ἐν ἰδίῳ σώματι), διὰ δὲ τοῦ ἀσήπτου ξύλου (τοιοῦτον γὰρ τὸ κέδρινον) τὴν ἀδιάφθορον σάρκα· οὐ γὰρ «εἶδε διαφθορὰν» τὸ σῶμα Χριστοῦ. διὰ δὲ τοῦ ὑσσώπου τὴν τοῦ πνεύματος ζέσιν (θερμὴ γὰρ ἡ πόα καὶ τῶν ἐκ ψυχρότητος παθῶν σμηκτική) τοιαύτη δὲ ἡ τοῦ ἁγίου πνεύματος ἐνέργειά τε καὶ δύναμις. διὰ δὲ τοῦ κοκκίνου τῆς ἐφ᾽ αἵματι διαθήκης τὴν ὁμολογίαν. διὰ δὲ τοῦ ζῶντος ὕδατος τὴν ζωοποιὸν τοῦ βαπτίσματος χάριν, δι᾽ οὗ ὁ λεπρωθεὶς τῇ ἁμαρτίᾳ καθαίρεται. διὰ δὲ τοῦ ἔξω τῆς πόλεως τὸ ζῶν ὀρνίθιον ἀποστέλλεσθαι τὴν ἀπὸ τοῦ κόσμου μετάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν τοῦ Χριστοῦ διδασκόμεθα.

γεγονὼς γὰρ οὕτως πρὸς τὸν πατέρα καὶ θεὸν ὑπὲρ ἁπάντων ἡμῶν ἐξιλάσεται καὶ καθαρισθησόμεθα. διὰ δὲ τοῦ χρίεσθαι τὰ δεξιὰ τοῦ λεπροῦ, ὠτίον καὶ χεῖρα καὶ πόδα τὸ δεῖν πρὸς τῇ θεωρίᾳ καὶ τῇ πράξει καὶ τῇ πορείᾳ ἐν τοῖς θείοις ἡμᾶς γενέσθαι.

Mt 8, 16 Διὰ τί δὲ ἡμέρας οὐ προσήνεγκαν; πότερον εὐλαβούμενοι τοὺς γραμματεῖς καὶ Φαρισαίους ἢ ἂν πάλιν αἰσχυνόμενοι ἐπὶ ταῖς ἀσθενείαις αὐτῶν ὡς Νικόδημος ἢ ἂν διὰ τὸ μὴ ἔχειν τοὺς ἀσθενοῦντάς τινας προσαγαγεῖν αὐτοὺς τῷ Ἰησοῦ.

Mt 8, 18 Ἀπεχώρει δὲ ὁ Χριστὸς ἀπὸ τῶν ὄχλων, ἵνα μὴ δόξῃ τις φιλόκομπος εἶναι χαίρων τοῖς παρὰ τῶν πολλῶν ἐπαίνοις καὶ ἵνα μὴ ὀργίζωνται κατ᾽ αὐτοῦ οἱ Φαρισαῖοι· ἐλύπει γὰρ αὐτοὺς σφόδρα τὸ ἀκολουθεῖν αὐτῷ πολλούς· καὶ ἵνα ταῖς πλησίον πόλεσιν ἐπιλάμψῃ τὸ οἰκεῖον καὶ σωτήριον φῶς.

Mt 8, 18—22 Κελεύει δὲ μόνοις τοῖς μαθηταῖς ὁ 〈Ἰησοῦς ἀπελθεῖν εἰς τὸ πέραν〉, ἵνα μὴ δοκῇ ἐμποδίζεσθαι ὑπὸ τῶν θλιβόντων αὐτὸν ὄχλων ἀκούειν τοὺς μαθητὰς τῶν ἁρμοζόντων αὐτοῖς μαθημάτων καὶ γνησιωτέρως μελλόντων αὐτοῖς ἀποκαλύπτεσθαι τῶν τοῦ θεοῦ μυστηρίων, τῶν «ἐν παραβολαῖς τοῖς ὄχλοις» λαλουμένων· ἐπεὶ πάντα τὰ ἐν χερσὶ καταλείψαντες μόνοι αὐτῷ ἠκολούθησαν ἕνεκεν φιλομαθίας, κελεύει δὲ διαπερᾶν ἀπὸ τῶν προσκαίρων ἐπὶ τὰ αἰώνια, ἀπὸ τῶν ἐπιγείων ἐπὶ τὰ ἐπουράνια, ἀπὸ τῶν σαρκικῶν ἐπὶ τὰ πνευματικά.

Mt 8, 21 Ἔνθα μὴ πρόκειται εἰ πρὸς θεὸν τιμή, δίκαιον τιμᾶν τοὺς γονεῖς· ἐπὰν δὲ τὰ δύο ἐν μέσῳ ᾖ, τοῦ μὲν δεῖ ἀντέχεσθαι, τοῦ δὲ καταφρονεῖν, μάλιστα εἰ ἐμποδίζεται πρὸς τὸ ἀρέσαι θεῷ ἡ πρὸς τοὺς γονεῖς τιμή· τοῖς γὰρ πρωτείοις δεῖ δοξάσαι τὸν θεόν, ἵνα μὴ εὑρεθῶμεν κατὰ τὸν Κάϊν τὰ δευτερεῖα τῷ θεῷ ἀπονέμοντες. ὁμοίως καὶ ὁ παλαιὸς νόμος τοὺς ἱερέας ἐκώλυε προσπελάζειν τοῖς νεκροῖς καὶ τῆς οἰκείας ἔχεσθαι λειτουργίας καὶ μὴ κατάγεσθαι περὶ τὰς σαρκικὰς συμπαθείας, ἀλλ᾽ ἐκεῖνος μὲν διὰ σκιῶν, ὁ δὲ Χριστὸς ἀπαρακαλύπτως διδάσκει τὸν τῷ θεῷ προσεδρεύειν θέλοντα μηδεμιᾶς συγγενείας λόγον ποιεῖσθαι εἰς τὸ ἀπασχοληθῆναι τῷ συνεῖναι Χριστῷ· καὶ γὰρ αὐτὸς διὰ τὴν πρὸς τοὺς συνόντας ὠφέλειαν ὑπερεῖδεν μητέρα καὶ ἀδελφοὺς εἰπών· «τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες οἱ ἀδελφοί μου» καὶ «μήτηρ μού ἐστιν».

Mt 8, 25 Τὸ εἰπεῖν 〈σῶσον〉 ἔπαινον ἔχει πίστεως, τὸ δὲ εἰπεῖν 〈ἀπολλύμεθα〉 ἔγκλημα ὀλιγοπιστίας τοῖς κίνδυνον ἐλπίζουσι συμπλέοντος Χριστοῦ. οὐκ ἄπιστοι δὲ ὁλοτελῶς, ἀλλ᾽ ὀλιγόπιστοι οἱ μὴ καταθαρσήσαντες κινδύνων συνόντος Χριστοῦ.

Mt 8, 25—26 βλέπε μετὰ πίστεως ὀλιγοπιστίαν· πιστεύουσι μὲν γάρ, ὅτι 〈σῶσαι〉 δύναται, ὡς δὲ 〈ὀλιγόπιστοι〉 λέγουσι 〈τὸ σῶσον, ἀπολλύμεθα〉· οὐ γὰρ ἦν ἐφικτὸν ἀπολέσθαι ποτὲ συνόντος αὐτοῖς τοῦ πάντα ἰσχύοντος.

Mt 8, 29 Ἡ θεία τοῦ μονογενοῦς φύσις ἀφράστῳ πυρὶ κατέφλεγεν τοὺς δαίμονας ὥσπερ καὶ ἄλλα ἀφανῶς ἐποίει, τοὺς ἀγριωτέρους τῶν δαιμόνων εἰς ὁδοὺς ἐγκλείων καὶ τὴν τοῦ διαβόλου καθελὼν τυραννίδα. 〈ἦλθες〉, φασίν, 〈πρὸ καιροῦ〉· ᾔδεσαν γὰρ ἐν τῷ λόγῳ, ὅτι καὶ ἔμελλεν ἥξειν ὁ Χριστὸς καὶ ὅτι αὐτὸς ἔχει αὐτοὺς κρῖναι. εἰ δὲ καὶ τὸ 〈πρὸ καιροῦ〉 εἶπον ὡς διαβάλλοντες τὸν τῆς ἐνανθρωπήσεως καιρὸν ὡς παρὰ καιρὸν γεγονυίας, οὐδὲν θαυμαστὸν εἰ πονηροὶ ὄντες καὶ τοῦτο τολμῶσι λέγειν. καίτοι εἰδότες, ὅτι τιμωρηθήσονται, ὥστε ὑπερόπται λέγουσιν· 〈τί ἡμῖν καὶ σοί〉· ἔχει γὰρ λόγον μεθ᾽ ἡμῶν ὁ κριτής, ἀφ᾽ οὗ παρέβημεν τὰς ἐντολὰς αὐτοῦ.

Mt 9, 2 〈Οὐ τὴν πίστιν τοῦ〉 παραλελυμένου ὁ κύριος ἐθεάσατο, ἀλλὰ τῶν κομισάντων· ἔστι γὰρ ὅτε καὶ ἄλλος δι᾽ ἄλλων πίστιν θεραπεύεται καὶ πλήρης τούτων ἡ ἱερὰ τῶν εὐαγγελίων γραφή. θεασάμενος οὖν 〈τὴν πίστιν αὐτῶν〉 οὐ μάταιον αὐτῶν ἀποφαίνει τὸν πόνον, ἀλλά φησιν 〈τέκνον τὸ τέκνον〉 ἢ καὶ αὐτῷ ὡς πιστεύσαντι ἢ κατὰ τὸν τῆς δημιουργίας λόγον. 〈Τέκνον〉 ἐκάλεσε τὸν παραλυτικὸν τῷ τῆς δημιουργίας λόγῳ ἢ ὡς πιστεύσαντα εἰς αὐτὸν καὶ γνόντα αὐτὸν κύριον καὶ δημιουργόν.

Mt 9, 3—7 Ἐξῆλθε τὸ ῥῆμα καὶ τὸ θαῦμα ἐπηκολούθησεν. διὰ τί δὲ καὶ 〈υἱὸν ἀνθρώπου〉 εἶπεν 〈ἀφιέναι ἁμαρτίας〉 ἐπιτελουμένης θεοσημείας; ἢ ἵνα δείξῃ, ὅτι κατήγαγεν εἰς τὴν ἀνθρωπίνην φύσιν τὴν τῆς θεότητος ἐξουσίαν διὰ τὴν ἀδιαίρετον πρὸς αὐτὴν ἕνωσιν· εἰ γὰρ καὶ ἄνθρωπος, φησίν, γέγονα θεὸς λόγος ὑπάρχων καὶ διὰ τὴν οἰκονομίαν ἐπὶ γῆς πολιτεύομαί τε καὶ ἀναστρέφομαι, ἀλλ᾽ οὐδὲν ἧττον τὰ πέρα λόγου ἀποτελῶ θαύματα καὶ ἄφεσιν δωροῦμαι ἁμαρτημάτων· οὐ γὰρ ἀφειλάμην τι τῶν τῆς θεότητος ἰδιωμάτων ἢ ἐμείωσα τῷ γενέσθαι με ἀτρέπτως καὶ ἀληθῶς ἐπὶ τῆς γῆς κατὰ σάρκα υἱὸν ἀνθρώπου. καὶ μετ᾽ ὀλίγα· οἰκονομικῶς δὲ λέγει 〈ἐπὶ τῆς γῆς〉, ἵνα δείξῃ, ὅτι καὶ ἄνθρωπος γεγονὼς καὶ ἐπὶ τῆς γῆς ὀφθεὶς θεὸς ἦν κατὰ φύσιν. ἐκέλευσε δὲ τῷ παραλυτικῷ βαστάσαι 〈τὴν κλίνην〉 καὶ ἀπελθεῖν οἴκαδε, ἵνα δι᾽ αὐτοῦ καὶ 〈πρὸς〉 τοὺς ἀπόντας πιστώσηται τὸ γεγονὸς ἐπ᾽ αὐτῷ.

Mt 9, 9—13 Γέμει δὲ καὶ τοῦτο θεοσημείας τὸ λόγῳ μόνῳ τὸν τοιοῦτον μετατραπῆναι πρὸς ἀρετὴν τοσαύτην. καλῶν δὲ τὸν Ματθαῖον δείκνυσιν, ὅτι εἰ καὶ οὐδεὶς ἔρχεται πρὸς αὐτόν, «ἐὰν μὴ ὁ πατὴρ ἑλκύσῃ αὐτόν», ἀλλ᾽ οὖν διὰ Χριστὸν γίνεται ἡ ἕλκυσις. ὁ τοίνυν σωτὴρ ἀνεπαισχύντως τελώνην καλέσας εἰς μαθητείαν καὶ εἰς τὸν οἶκον αὐτοῦ παραγεγονώς, ἐν ᾧ οὐδὲν ἕτερον ἦν ἀγαθὸν εἰ μὴ τοῦ οἰκοδεσπότου ἡ μεταβόλεια. ἦν οὖν ὄχλος πολὺς τελωνῶν 〈συνανακειμένων τῷ Ἰησοῦ〉 καὶ οὐκ ἀγανακτεῖ ὁ σωτὴρ οὐδὲ εἰς ὕβριν αὐτοῦ δέχεται τὸ γινόμενον, ἀλλ᾽ ὡς δεσπότης τῆς φύσεως παραγίνεται εἰς τὴν ἑστίασιν καὶ ἐσθίει καὶ πίνει τήν τε ἀλήθειαν τοῦ σώματος ἐνδεικνύμενος καὶ τὴν εὔκαιρον τῶν βρωμάτων εὐλογῶν χρῆσιν. παρῆσαν δὲ καὶ Φαρισαῖοι καὶ γραμματεῖς, οὐχ ἵνα μάθωσιν, ἀλλ᾽ ἵνα περιεργάσωνται τὰ γινόμενα. βλέπουσιν τοὺς τελώνας συνανακειμένους καὶ καλοῦσιν τοὺς μαθητὰς καὶ τὸ γινόμενον αἰτιῶνται. ἀκούει ὁ Ἰησοῦς καί φησι πρὸς αὐτούς· καὶ ὑμεῖς 〈χρείαν ἔχετε ἰατροῦ〉· εἰ γὰρ μὴ ἐνοσεῖτε, οὐκ ἂν ᾐτιᾶσθε τοῦ ἰατροῦ τὴν φιλανθρωπίαν· μήποτε γὰρ οὐκ οἶδα, ὅτι τελῶναι ὑπάρχουσιν; μήποτε γὰρ ἀγνοῶ τῆς ψυχῆς αὐτῶν τὰ νοσήματα; οἶδα, ὅτι κακῶς ἔχουσιν. διὰ τοῦτο πρὸς αὐτοὺς παραγέγονα, ἵνα τὰς ψυχὰς αὐτῶν θεραπεύσω νοσούσας.

δι᾽ ἣν δὲ αἰτίαν ἐπιλαμβάνονται οἱ Φαρισαῖοι τοῦ σωτῆρος ἁμαρτωλοῖς συνεσθίοντος, ὅτι νόμος ἦν «διαστέλλειν ἀνὰ μέσον ἁγίου καὶ βεβήλου». οὐκ ᾔδεισαν δὲ Χριστὸν ὑπὲρ τὴν νομικὴν χρῆσιν παρέχοντα τὴν φιλάνθρωπον χάριν· ἡ μὲν γὰρ ἐξέβαλεν, ἡ δὲ μετέβαλεν τὸ κακόν. ἔδειξεν οὖν, ὅτι οὐχ ὡς κριτὴς πάρεστιν, ἀλλ᾽ ὡς ἰατρὸς καὶ τὸ ἐπιβάλλον τῇ τέχνῃ ποιεῖ συνὼν τοῖς καὶ ἰάσεως δεομένοις.

Mt 9, 11—13 Πλὴν τοὺς ἁγίους ὁ πάλαι νόμος ἐκώλυσε συγκολλᾶσθαι τοῖς βεβήλοις, ἵνα μὴ παρολισθήσῃ αὐτῶν ὁ νοῦς, οὐ μὴν τὸ ἐναντίον, ἐὰν προστρέχῃ βέβηλος ἁγίῳ, δεῖ αὐτὸν ἀποστρέφεσθαι κατὰ τό· «οὐ βδελύξῃ Ἰδουμαῖον οὐδὲ Αἰγύπτιον». ἀλλ᾽ ἐπὶ Χριστοῦ οὐδὲν τοιοῦτον δεῖ ἐννοεῖν τοῦ πάσης κακίας καὶ πάθους ἀνωτέρου· πίστιν γὰρ θέλει δικαιοῦσαν τὸν ἄνθρωπον, οὐ τὸν ἐν γράμμασιν νόμον τὸν τὰς δι᾽ αἱμάτων θυσίας ἐπιτάττοντα, ὅπερ σαφηνίζων ἐπάγει καὶ «ἐπίγνωσιν θεοῦ ἢ ὁλοκαυτώματα· ἔλεος» γάρ ἐστιν ὁ εὐαγγελικὸς λόγος. διὸ ἐκ πίστεως δικαιούμεθα δωρεὰν ἄνευ ἔργων νόμου. καλεῖ δὲ οὐ τοὺς ἐγγὺς ὄντας, ἀλλὰ τοὺς μακρὰν ἀφεστηκότας.

Mt 9, 14—17 Οἱ Φαρισαῖοι ἐοικότες δὲ 〈ἱματίῳ〉 κατερρωγότι ἢ ἀσκῷ 〈παλαιῷ〉 οὐ δύνανται τὴν νεάζουσαν δέξασθαι διδασκαλίαν εἰς ἀθέτησιν τῶν σωματικῶν τοῦ νόμου. 〈χεῖρον〉 δέ φησιν τὸ 〈σχίσμα〉, διότι οἱ ἀκούοντες τοῦ εὐαγγελίου καὶ μὴ καταδεχόμενοι πλείω τῶν μὴ ἀκουσάντων τιμωροῦνται. ἐπειδὴ δὲ οἱ μαθηταὶ Ἰωάννου δύο ἠρώτησαν τὸν κύριον· 〈διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν〉, πρὸς μὲν αὐτοὺς τοῦ νυμφίου τὴν παραβολὴν εἶπε, πρὸς δὲ τοὺς Φαρισαίους τὴν περὶ τῶν ἀσκῶν.

Mt 9, 20—22 Τῆς 〈αἱμορροούσης〉 αἰσθόμενος ὁ Χριστὸς οὐκ ἀπηξίωσεν αὐτήν, ἀλλ᾽ ἐθεράπευσε καὶ 〈θυγατέρα〉 ἐκάλεσεν ὡς πιστήν, ἅμα δὲ καὶ δεικνύων, ὅτι οὐκ ἔστι παρὰ τῷ θεῷ ἀκάθαρτος ὁ ἔχων νόσον ἀκούσιον.

Mt 9, 20—22 Δείκνυσιν, ὅτι παρὰ θεῷ οὐδεὶς ἔχων ἀκούσιον νόσον ἀκάθαρτος. διὸ καὶ προσκαλεῖται τὴν 〈αἱμορροοῦσαν〉 ὁ κύριος, ἵνα τὸν τυπικὸν νόμον εἰς πνευματικὴν μεταγάγῃ θεωρίαν.

Mt 9, 23 Ἔθος τοῖς ἀνθρώποις τὰς ἀγάμους κόρας, ἡνίκα εἰσὶ πρὸς ὥραν γάμου, τελευτώσας θρηνεῖν διὰ τῶν συμβολικῶν γάμων· διὸ καὶ αὐληταὶ ἦσαν ἔσω, εἰ καὶ παρὰ τὸ πρόσταγμα τὸ Ἰουδαϊκὸν τότε ἐποίουν τοῦτο οἱ Ἰουδαῖοι.

Mt 9, 38 Τοὺς μαθητὰς λέγει 〈ἐργάτας〉, οὓς ὀλίγους ὄντας ἔπεμψεν εἰς πᾶσαν τὴν ὑπ᾽ οὐρανόν.