Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Οδηγίες προς τους δώδεκα Αποστόλους (Ματθ. 10)

Ερμηνευτικά σχόλια στις οδηγίες του Ιησού προς τους δώδεκα Αποστόλους για το κήρυγμα της Βασιλείας, την ακτημοσύνη, την υπομονή στους διωγμούς και την ομολογία της πίστεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 5 από 13

Mt 10, 2 Τούτους τοὺς δώδεκα μαθητὰς καὶ ὁ νόμος προανετύπου καὶ οἱ προφῆται προανεκήρυξαν. γέγραπται γοῦν ἐν Μωσαϊκῷ βιβλίῳ· «καὶ λήμψεσθε σεμίδαλιν καὶ ποιήσατε αὐτὴν δώδεκα ἄρτους, καὶ ἐπιθήσετε αὐτοὺς ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν ἔναντι κυρίου, καὶ ἐπιθήσετε λίβανον καὶ ἅλας»· ἄρτος μὲν γὰρ ὁ ἐξ οὐρανοῦ κατελθὼν «καὶ ζωὴν διδοὺς τῷ κόσμῳ» αὐτός ἐστιν ὁ Χριστός, κατὰ μίμησιν δὲ τὴν πρὸς αὐτὸν ἄρτοι κέκληνται καὶ οἱ μακάριοι μαθηταί· μέτοχοι γὰρ γεγονότες τοῦ τρέφοντος ἡμᾶς εἰς ζωὴν αἰώνιον τρέφουσιν καὶ αὐτοὶ διὰ τῶν οἰκείων συγγραμμάτων τοὺς «πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην». ὥσπερ δὲ «φῶς» ὑπάρχων «τὸ ἀληθινὸν» ὁ σωτὴρ φῶς ὠνόμασε αὐτούς («ὑμεῖς» γάρ, φησίν, «ἐστὲ τὸ φῶς τοῦ κόσμου»)· οὕτως αὐτὸς ὢν «ὁ ἄρτος τῆς ζωῆς» ἐχαρίσατο καὶ τοῖς μαθηταῖς τὸ ἐν τάξει νοεῖσθαι τῶν ἄρτων. καί μοι βλέπε τοῦ νόμου τὸ εὐτεχνές. «ἐπιθήσετε» γάρ, φησίν, ἐπὶ τοὺς ἄρτους «λίβανον καὶ ἅλας». καὶ ὁ μὲν λίβανος εὐωδίας ἐστὶ σύμβολον, οἱ δὲ ἅλες φρενῶν καὶ συνέσεως. ἐνυπῆρχον δὲ ἄκρως ἀμφότερα τοῖς ἁγίοις ἀποστόλοις· εὐώδης γὰρ ἦν ὁ βίος αὐτῶν καὶ γοῦν ἔφασκον· «Χριστοῦ εὐωδία ἐσμὲν» τῷ Χριστῷ. ἦσαν δὲ πρὸς τούτῳ καὶ πανσύνετοι. διὸ καὶ ἤκουσαν· «ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς».

ἀκούω δὲ τοῦ προφήτου Δαβὶδ ψάλλοντος περὶ αὐτῶν· «ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλών, ἄρχοντες Νεφθαλείμ»· σχεδὸν γὰρ ἐξ ἁπάσης φυλῆς τῆς ἐξ Ἰσραὴλ ἀπόλεκτοι γεγόνασιν οἱ θεσπέσιοι μαθηταὶ καὶ φωστῆρες γεγόνασιν οἰκουμενικοὶ λόγον ἐπίσχοντες ζωῆς, ἄνθρωποι χειροτέχναι γεγονότες καὶ θαλασσουργοὶ καὶ ἰχθυοθῆραι, οὐ λέξεων ἔχοντες εὐπορίαν δεδοκιμασμένων, ἀλλ᾽ «ἰδιῶται» μὲν «τῷ λόγῳ», πλούσιοι δὲ «τῇ γνώσει». τούτους ἐδήλου ὁ θεὸς καὶ διὰ φωνῆς Ἰερεμίου λέγων περὶ τοῦ σατανᾶ· «οὐαὶ ὁ πληθύνων αὐτῷ τὰ οὐκ ὄντα αὐτοῦ, ὅτι ἐξαίφνης ἀναστήσονται οἱ δάκνοντες αὐτὸν καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς»· ἅπαντας μὲν γὰρ τοὺς ἐπὶ γῆς ἀνθρώπους οὐκ ὄντας αὐτοῦ συνήγαγεν ὁ σατανᾶς καὶ ἰδίους ἀπέφηνε προσκυνητάς, ἀλλ᾽ ἠγέρθησαν οἱ διαρπάζοντες αὐτοῦ τὰ σκεύη· ἐθήρευσε γὰρ τῆς ἀποστολικῆς διδασκαλίας τὸ δίκτυον ἅπαντας τοὺς πεπλανημένους καὶ προσεκόμισαν τῷ θεῷ τὴν ὑπ᾽ οὐρανόν.

Mt 10, 5—6 Ὅτι δεῖ πρῶτον τοῖς Ἰουδαίοις κηρύττειν· πρὸς αὐτοὺς γὰρ ἦσαν γεγονυῖαι αἱ ἐπαγγελίαι, ὅτι ἐξ αὐτῶν ἤμελλεν ὁ Χριστὸς τὸ κατὰ σάρκα ὀφθῆναι καὶ ὅταν ἠπείθησαν, τότε εἰς τὰ ἔθνη χωρῆσαι. Σαμαρείτας δὲ συνάπτει τοῖς ἐξ 〈ἐθνῶν〉, ἐπειδὴ καὶ ἐξ 〈ἐθνῶν〉 ἦσαν κατὰ γένος Βαβυλώνιοι ὄντες καὶ οἰκήσαντες τὴν Ἰουδαίαν.

Δίκαιον γάρ ἐστι πρὸς Ἰουδαίους πρῶτον κηρυχθῆναι τὸν λόγον, ἐπεὶ καὶ πρὸς ἐκείνους αἱ ἐπαγγελίαι πρῶτον, καὶ ὅτι ἐξ αὐτῶν ὁ Χριστὸς τὸ κατὰ σάρκα ἐφάνη. ὅτε δὲ ἠπείθησαν, ἀναγκαῖον ἦν εἰς τὰ ἔθνη χωρῆσαι. συνάπτει δὲ τοῖς ἐξ 〈ἐθνῶν〉 τοὺς Σαμαρείτας ὡς ἐξ 〈ἐθνῶν〉 ὑπάρχοντας καὶ αὐτοὺς καὶ τὴν Ἰουδαίαν οἰκήσαντας.

Mt 10, 7 〈Βασιλείαν〉 δὲ 〈οὐρανῶν〉 λέγει τὴν διὰ πίστεως χάριν, τὴν διὰ πνεύματος υἱοθεσίαν τὴν ἑνοῦσαν θεῷ τὸν ἄνθρωπον.

Mt 10, 9 Καθ᾽ ὑπερβολὴν ὁ λόγος πᾶσαν ἀπαγορεύει κτῆσιν ἀπὸ χρυσοῦ ἕως ῥάβδου ὡς μέγιστον οὖσαν κώλυμα πρὸς ἀρετὴν καὶ θεοσέβειαν· τὴν δ᾽ ἀναγκαίαν τροφὴν οὐκ ἀπαγορεύει, ὥστε εἰ ἦν δυνατὸν καὶ χωρὶς τροφῆς ζῆν ἡμῖν καὶ ταύτην ἂν ἀπηγόρευσεν.

Mt 10, 11—15 Οὐ θέλει τόπον ἐκ τόπου καὶ οἰκίαν ἐξ οἰκίας ἀμείβειν αὐτούς, ἵνα μὴ λύπη γένηται τῷ πρώτῳ ὑποδεξαμένῳ μηδὲ ὑπόνοιαν δέξωνται γαστριμαργίας καὶ εὐχερείας. ὁ δὲ 〈κονιορτὸς〉 ἐκτινασσόμενος ἀπὸ 〈τῶν ποδῶν〉 αὐτῶν δεῖγμά ἐστι τῆς ἀνονήτου πρὸς αὐτοὺς ὁδοιπορίας καὶ τῶν κόπων, ὧν ὑπέμειναν δι᾽ αὐτούς. ἴσα δὲ τοῖς Σοδομίταις τιμωρηθήσονται εἴπερ ἐκεῖνοι μὲν ἠτίμασαν τοὺς ἀγγέλους, οὗτοι δὲ τοὺς ἀποστόλους.

Mt 10, 16 Φρονίμους εἶναι βούλεται αὐτούς, ἵνα διδάσκωσι μὲν τὰ τῆς εὐσεβείας δόγματα ἀπαρακαλύπτως καὶ διὰ τὸ μὴ ἀγνοεῖν τὰς τῶν φαύλων κακουργίας, εἰ δέ τινες ἐπέλθοιεν μὴ ἀντιστατεῖν, ἀπελθεῖν δὲ ἐξ αὐτῶν καὶ μὴ ἀπερισκέπτως ἐπιστρέφειν πρὸς τὸ παθεῖν. ὄφεσιν δὲ παρεικάζει διδάσκων, ὅτι δεῖ αὐτοὺς ὀξεῖς εἶναι πρὸς φυγὴν εἴ γέ τινες ἐπέλθοιεν θανατῶσαι θέλοντες, περιστεραῖς δέ, ἐπειδὴ ἀμνησίκακον τὸ στρουθίον καὶ ἐμφιλοχωροῦν ἀεὶ πρὸς οἷς εἴθισεν τόποις καὶ ἐπανακάμπτον ἐπὶ τὸ αὐτό, ὅταν ὁ ἐκδιώκων παύσηται. διδάσκει οὖν ὁ λόγος, ὅτι οὐ δεῖ ὁλοτελῶς τῶν διωκόντων ἀποφοιτᾶν, ἀλλ᾽ ἐνδόντας πρὸς βραχὺ πάλιν ἐπὶ τὸ νουθετεῖν αὐτοὺς ἐπανέρχεσθαι, ὅταν τὰ τῆς ὀργῆς παύσηται. οὕτως καὶ αὐτοῖς ὁ Χριστὸς ἐποίησεν διωκόμενος μὲν καὶ ὑποχωρῶν ἀπὸ τῆς Ἰουδαίας καὶ πάλιν ἐπανερχόμενος.

Mt 10, 19 Τὸ δὲ δίδοται, φησίν, τισὶ λόγος, ὅτε συμφέρει ἀπολογεῖσθαι, ἵνα διὰ τῆς ὁμολογίας ὠφελῶνταί τινες καὶ ἰσχυροποιηθῇ ἡ ἐκκλησία.

Mt 10, 19—22 Ἐν δὲ αὐτῇ τῇ ὥρᾳ κατεπηγγείλατο τὴν διαλεκτικὴν διδόναι χάριν, ἵνα δειχθῇ τὸ τοῦ πνεύματος χάρισμα· εἰ γὰρ πρὸ καιροῦ δεδώκει τῇ πείρᾳ, ἐνομίζετο εἶναι τὸ πρᾶγμα φύσεως ἀνθρωπίνης καὶ δεξιότητος, οὐ 〈παρὰ πάντων〉 δὲ ἔμελλον μισεῖσθαι, ἀλλὰ παρὰ πολλῶν μάλιστα κατ᾽ ἐκεῖνο καιροῦ. διὸ ἀπὸ τοῦ πλείονος εἶπεν 〈τὸ παρὰ πάντων〉, ἐπεὶ οἱ δεξάμενοι τὸν λόγον ἠγάπων αὐτούς.

Mt 10, 23 Οὐ γὰρ δειλιᾶν αὐτοὺς θέλει, ἀλλὰ τὸ ἐναντίον, μὴ πόθῳ τῶν ἐλπιζομένων ἑτοίμους παραδιδόναι ἑαυτοὺς εἰς θάνατον καὶ ζημιοῦν τοὺς μέλλοντας ἐκ τοῦ κηρύγματος ὠφεληθῆναι. Παρακελεύεται τοῖς μαθηταῖς ἀπὸ τῆσδε φεύγειν τῆς πόλεως εἰς τὴν ἄλλην καὶ ἐξ ἐκείνης 〈εἰς ἑτέραν〉. τοῦτο δὲ λέγει οὐ διδάσκων αὐτοὺς δειλιᾶν, ἀλλὰ μὴ ῥίπτειν ἑαυτοὺς εἰς κινδύνους καὶ ἀποθνῄσκειν ῥᾳδίως καὶ ζημιοῦν τοὺς μέλλοντας ὠφεληθῆναι διὰ τοῦ κηρύγματος.

Mt 10, 23 〈Πόλεις〉 δὲ 〈τοῦ Ἰσραήλ〉 φησι καὶ τῶν πιστῶν τὰ συστήματα, ἅτινα ἕως τῆς συντελείας τοῦ αἰῶνός εἰσιν καὶ οὐ παύονται οἱ διδάσκοντες καὶ οἱ διδασκόμενοι ἕως τῆς δευτέρας ἐπιφανείας τοῦ κυρίου. καὶ δοκοῦσι ζῆν ἕως τότε οἱ μαθηταὶ καὶ εὐαγγελισταὶ ἐπείπερ ἐκ τῶν συγγραμμάτων αὐτῶν ἅπαντες διδάσκουσιν.

Mt 10, 25 Διδάσκει ἀνεξικάκως πᾶν εἶδος φέρειν λοιδορίας καὶ μὴ ὑπὲρ τὸν δεσπότην φρονεῖν.

Mt 10, 26 Ἐν καιρῷ τῆς κρίσεως πάντα φανεροῦνται· οὐ γὰρ λοιδορίαις προσέχει, ἀλλὰ ταῖς καρδίαις.

Mt 10, 27 Περὶ τῆς ἐν τῷ κηρύσσειν παρρησίας τῶν ἀποστόλων καὶ ὁ θαυμάσιος Ἀμβακοὺμ προηγόρευσε· «διανοίξουσι» γάρ, φησίν, «χαλινοὺς αὐτῶν ὡς» ὁ «ἔσθων πτωχὸς λάθρα», τοῦτ᾽ ἔστιν οἱ πρότερον μόλις τισὶ καὶ λάθρα προσλαλοῦντες ἀπόστολοι καὶ τῇ τῶν πιστευόντων πίστει τρεφόμενοι οὗτοι μετὰ ταῦτα διαρρήξαντες τὸν ἐπιτεθέντα αὐτοῖς τοῦ φόβου χαλινὸν τῆς ἑαυτῶν φωνῆς κατεμπλήσουσι τὴν ὑπ᾽ οὐρανόν. τέως δὲ ἐπειδή—τί γάρ φησιν.

Mt 10, 32 Ὁ ὁμολογῶν, ὅτι θεός ἐστιν ὁ Χριστός, ταπεινώσας ἑαυτὸν μέλλει σχεῖν τὸν Χριστὸν ὁμολογοῦντα περὶ αὐτοῦ τῷ πατρί, ὅτι γνήσιός ἐστι δοῦλος.

Mt 10, 34—35 Πρὸς τοὺς ἐχθροὺς τοῦ θεοῦ καὶ φίλους τοῦ σατανᾶ οὐ δεῖ ἔχειν φιλίαν.

Mt 10, 39 Ὁ τὴν ἐνθάδε πρόσκαιρον ζωὴν ἀγαπῶν, φησίν, καὶ ἐμοῦ προτιμῶν «οὐκ ἔστιν μου ἄξιος»· ὁ δὲ τῆς ἐνταῦθα προσκαίρου ζωῆς ἀμελήσας καὶ περὶ πολλοῦ ποιούμενος ἐμὲ καὶ τὰς ἐμὰς ἐντολὰς ζωὴν 〈εὑρήσει〉 αἰώνιον.

Mt 10, 39 Ψυχῆς ἀπώλειαν ἐνταῦθα καλεῖ τὸν ἀπὸ τοῦ σώματος χωρισμὸν καταχρηστικῶς. 〈ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ〉, 〈τοῦτ᾽〉 ἔστιν ὁ τὴν ἐνθάδε πρόσκαιρον ζωὴν προτιμῶν καὶ οἱονεὶ κερδαίνων, θανάτου χείρω ὑπομένει εἰς ἀκατάλυτον παραπεμπόμενος τιμωρίαν καὶ θάνατον.

Mt 10, 40 〈Ὁ δεχόμενος〉, φησίν, 〈ὑμᾶς〉 τοὺς τὴν ἀλήθειαν κηρύσσοντας αὐτὴν ἐκείνην 〈δέχεται〉 τὴν θεότητα, τοῦτ᾽ ἔστιν τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα· τοῦτο γάρ ἐστιν, ὅ φησιν· 〈ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ δεχόμενος〉 αὐτὸν τὸν πατέρα δέχεται.

Mt 10, 40—42 Ἵνα μή τις πενίαν προβάλληται, εἶπε τοῦτο θέλων δοῦναι μισθὸν τοῖς ὑποδεχομένοις.